Homer

Odyssey    —    Ὀδύσσεια

Book 8

1ῆμος δ̓ ηριγένεια φάνη ῥοδοδάκτυλος Ηώς,
2ώρνυτ̓ άῤ εξ ευνῆς ἱερὸν μένος Αλκινόοιο,
3ὰν δ̓ άρα διογενὴς ῶρτο πτολίπορθος Οδυσσεύς

4τοῖσιν δ̓ ηγεμόνεὐ ἱερὸν μένος Αλκινόοιο
5Φαιήκων αγορήνδ̓, σφιν παρὰ νηυσὶ τέτυκτο

6ελθόντες δὲ καθῖζον επὶ ξεστοῖσι λίθοισι
7πλησίον
δ̓ ανὰ άστυ μετῴχετο Παλλὰς Αθήνη
8ειδομένη κήρυκι δαΐφρονος Αλκινόοιο,
9νόστον Οδυσσῆι μεγαλήτορι μητιόωσα,
10καί ῥα ἑκάστῳ φωτὶ παρισταμένη φάτο μῦθον·

11δεῦτ̓ άγε, Φαιήκων ἡγήτορες ηδὲ μέδοντες,
12εις αγορὴν ιέναι, όφρα ξείνοιο πύθησθε,
13ὃς νέον Αλκινόοιο δαΐφρονος ἵκετο δῶμα
14πόντον επιπλαγχθείς, δέμας αθανάτοισιν ὁμοῖος.

15ὣς ειποῦσ̓ ώτρυνε μένος καὶ θυμὸν ἑκάστου

16καρπαλίμως δ̓ έμπληντο βροτῶν αγοραί τε καὶ ἕδραι
17αγρομένων
πολλοὶ δ̓ άῤ εθηήσαντο ιδόντες
18υἱὸν Λαέρταο δαΐφρονα
τῷ δ̓ άῤ Αθήνη
19θεσπεσίην κατέχευε χάριν κεφαλῇ τε καὶ ώμοις
20καί μιν μακρότερον καὶ πάσσονα θῆκεν ιδέσθαι,
21ὥς κεν Φαιήκεσσι φίλος πάντεσσι γένοιτο
22δεινός τ̓ αιδοῖός τε καὶ εκτελέσειεν αέθλους
23πολλούς, τοὺς Φαίηκες επειρήσαντ̓ Οδυσῆος

24αυτὰρ επεί ῥ̓ ήγερθεν ὁμηγερέες τ̓ εγένοντο,
25τοῖσιν δ̓ Αλκίνοος αγορήσατο καὶ μετέειπε

26κέκλυτε, Φαιήκων ἡγήτορες ηδὲ μέδοντες,
27όφῤ είπω τά με θυμὸς ενὶ στήθεσσι κελεύει.

28ξεῖνος όδ̓, ουκ οῖδ̓ ὅς τις, αλώμενος ίκετ̓ εμὸν δῶ,
29ηὲ πρὸς ηοίων ἑσπερίων ανθρώπων·

30πομπὴν δ̓ οτρύνει, καὶ λίσσεται έμπεδον εῖναι

31ἡμεῖς δ̓, ὡς τὸ πάρος περ, εποτρυνώμεθα πομπήν.

32ου δὲ γὰρ ου δέ τις άλλος, ὅτις κ̓ εμὰ δώμαθ̓ ἵκηται,
33ενθάδ̓ οδυρόμενος δηρὸν μένει εἵνεκα πομπῆς

34αλλ̓ άγε νῆα μέλαιναν ερύσσομεν εις ἅλα δῖαν
35πρωτόπλοον, κούρω δὲ δύω καὶ πεντήκοντα
36κρινάσθων κατὰ δῆμον, ὅσοι πάρος εισὶν άριστοι

37δησάμενοι δ̓ εὺ πάντες επὶ κληῖσιν ερετμὰ
38έκβητ̓
αυτὰρ έπειτα θοὴν αλεγύνετε δαῖτα
39ημέτερόνδ̓ ελθόντες
εγὼ δ̓ εὺ πᾶσι παρέξω
40κούροισιν μὲν ταῦτ̓ επιτέλλομαι
αυτὰρ οἱ άλλοι
41σκηπτοῦχοι βασιλῆες εμὰ πρὸς δώματα καλὰ
42έρχεσθ̓, όφρα ξεῖνον ενὶ μεγάροισι φιλέωμεν,
43μη δέ τις αρνείσθω
καλέσασθε δὲ θεῖον αοιδὸν
44Δημόδοκον·
τῷ γάρ ῥα θεὸς πέρι δῶκεν αοιδὴν
45τέρπειν, ὅππῃ θυμὸς εποτρύνῃσιν αείδειν.

46ὣς άρα φωνήσας ἡγήσατο, τοὶ δ̓ άμ̓ ἕποντο
47σκηπτοῦχοι
κῆρυξ δὲ μετῴχετο θεῖον αοιδόν
48κούρω δὲ κρινθέντε δύω καὶ πεντήκοντα
49βήτην, ὡς εκέλευσ̓, επὶ θῖν̓ ἁλὸς ατρυγέτοιο

50αυτὰρ επεί ῥ̓ επὶ νῆα κατήλυθον ηδὲ θάλασσαν,
51νῆα μὲν οἵ γε μέλαιναν ἁλὸς βένθοσδε έρυσσαν,
52εν δ̓ ἱστόν τ̓ ετίθεντο καὶ ἱστία νηὶ μελαίνῃ,
53ηρτύναντο δ̓ ερετμὰ τροποῖς εν δερματίνοισι,
54πάντα κατὰ μοῖραν, ανά θ̓ ἱστία λευκὰ πέτασσαν.

55ὑψοῦ δ̓ εν νοτίῳ τήν γ̓ ὥρμισαν
αυτὰρ έπειτα
56βάν ῥ̓ ίμεν Αλκινόοιο δαΐφρονος ες μέγα δῶμα

57πλῆντο δ̓ άῤ αίθουσαί τε καὶ ἕρκεα καὶ δόμοι ανδρῶν
58αγρομένων
πολλοὶ δ̓ άῤ έσαν, νέοι ηδὲ παλαιοί
59τοῖσιν δ̓ Αλκίνοος δυοκαίδεκα μῆλ̓ ἱέρευσεν,
60οκτὼ δ̓ αργιόδοντας ὕας, δύο δ̓ ειλίποδας βοῦς

61τοὺς δέρον αμφί θ̓ ἕπον, τετύκοντό τε δαῖτ̓ ερατεινήν

62κῆρυξ δ̓ εγγύθεν ῆλθεν άγων ερίηρον αοιδόν,
63τὸν πέρι μοῦσ̓ εφίλησε, δίδου δ̓ αγαθόν τε κακόν τε

64οφθαλμῶν μὲν άμερσε, δίδου δ̓ ἡδεῖαν αοιδήν

65τῷ δ̓ άρα Ποντόνοος θῆκε θρόνον αργυρόηλον
66μέσσῳ δαιτυμόνων, πρὸς κίονα μακρὸν ερείσας

67κὰδ δ̓ εκ πασσαλόφι κρέμασεν φόρμιγγα λίγειαν
68αυτοῦ ὑπὲρ κεφαλῆς καὶ επέφραδε χερσὶν ἑλέσθαι
69κῆρυξ
πὰρ δ̓ ετίθει κάνεον καλήν τε τράπεζαν,
70πὰρ δὲ δέπας οίνοιο, πιεῖν ὅτε θυμὸς ανώγοι.

71οἱ δ̓ επ̓ ονείαθ̓ ἑτοῖμα προκείμενα χεῖρας ίαλλον

72αυτὰρ επεὶ πόσιος καὶ εδητύος εξ έρον ἕντο,
73μοῦσ̓ άῤ αοιδὸν ανῆκεν αειδέμεναι κλέα ανδρῶν,
74οίμης τῆς τότ̓ άρα κλέος ουρανὸν ευρὺν ἵκανε,
75νεῖκος Οδυσσῆος καὶ Πηλεΐδεω Αχιλῆος,
76ὥς ποτε δηρίσαντο θεῶν εν δαιτὶ θαλείῃ
77εκπάγλοις επέεσσιν, άναξ δ̓ ανδρῶν Αγαμέμνων
78χαῖρε νόῳ, τ̓ άριστοι Αχαιῶν δηριόωντο

79ὣς γάρ οἱ χρείων μυθήσατο Φοῖβος Απόλλων
80Πυθοῖ εν ηγαθέῃ, όθ̓ ὑπέρβη λάινον ουδὸν
81χρησόμενος
τότε γάρ ῥα κυλίνδετο πήματος αρχὴ
82Τρωσί τε καὶ Δαναοῖσι Διὸς μεγάλου διὰ βουλάς

83ταῦτ̓ άῤ αοιδὸς άειδε περικλυτός
αυτὰρ Οδυσσεὺς
84πορφύρεον μέγα φᾶρος ἑλὼν χερσὶ στιβαρῇσι
85κὰκ κεφαλῆς είρυσσε, κάλυψε δὲ καλὰ πρόσωπα

86αίδετο γὰρ Φαίηκας υπ̓ οφρύσι δάκρυα λείβων

87 τοι ὅτε λήξειεν αείδων θεῖος αοιδός,
88δάκρυ ομορξάμενος κεφαλῆς άπο φᾶρος ἕλεσκε
89καὶ δέπας αμφικύπελλον ἑλὼν σπείσασκε θεοῖσιν

90αυτὰρ ότ̓ ὰψ άρχοιτο καὶ οτρύνειαν αείδειν
91Φαιήκων οἱ άριστοι, επεὶ τέρποντ̓ επέεσσιν,
92ὰψ Οδυσεὺς κατὰ κρᾶτα καλυψάμενος γοάασκεν

93ένθ̓ άλλους μὲν πάντας ελάνθανε δάκρυα λείβων,
94Αλκίνοος δέ μιν οῖος επεφράσατ̓ ηδ̓ ενόησεν
95ἥμενος άγχ̓ αυτοῦ, βαρὺ δὲ στενάχοντος άκουσεν

96αῖψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα

97κέκλυτε, Φαιήκων ἡγήτορες ηδὲ μέδοντες

98ήδη μὲν δαιτὸς κεκορήμεθα θυμὸν είσης
99φόρμιγγός θ̓, δαιτὶ συνήορός εστι θαλείῃ

100νῦν δ̓ εξέλθωμεν καὶ αέθλων πειρηθῶμεν
101πάντων, ὥς χ̓ ξεῖνος ενίσπῃ οἷσι φίλοισιν
102οίκαδε νοστήσας, ὅσσον περιγιγνόμεθ̓ άλλων
103πύξ τε παλαιμοσύνῃ τε καὶ ἅλμασιν ηδὲ πόδεσσιν.

104ὣς άρα φωνήσας ἡγήσατο, τοὶ δ̓ άμ̓ ἕποντο

105κὰδ δ̓ εκ πασσαλόφι κρέμασεν φόρμιγγα λίγειαν,
106Δημοδόκου δ̓ ἕλε χεῖρα καὶ έξαγεν εκ μεγάροιο
107κῆρυξ
ῆρχε δὲ τῷ αυτὴν ὁδὸν ἥν περ οἱ άλλοι
108Φαιήκων οἱ άριστοι, αέθλια θαυμανέοντες.

109βὰν δ̓ ίμεν εις αγορήν, ἅμα δ̓ ἕσπετο πουλὺς ὅμιλος,
110μυρίοι
ὰν δ̓ ἵσταντο νέοι πολλοί τε καὶ εσθλοί
111ῶρτο μὲν Ακρόνεώς τε καὶ Ωκύαλος καὶ Ελατρεύς,
112Ναυτεύς τε Πρυμνεύς τε καὶ Αγχίαλος καὶ Ερετμεύς,
113Ποντεύς τε Πρωρεύς τε, Θόων Αναβησίνεώς τε
114Αμφίαλός θ̓, υἱὸς Πολυνήου Τεκτονίδαο

115ὰν δὲ καὶ Ευρύαλος, βροτολοιγῷ ῖσος Άρηϊ,
116Ναυβολίδης, ὃς άριστος έην εῖδός τε δέμας τε
117πάντων Φαιήκων μετ̓ αμύμονα Λαοδάμαντα.

118ὰν δ̓ έσταν τρεῖς παῖδες αμύμονος Αλκινόοιο,
119Λαοδάμας θ̓ Ἅλιός τε καὶ αντίθεος Κλυτόνηος

120οἱ δ̓ τοι πρῶτον μὲν επειρήσαντο πόδεσσι

121τοῖσι δ̓ απὸ νύσσης τέτατο δρόμος
οἱ δ̓ ἅμα πάντες
122καρπαλίμως επέτοντο κονίοντες πεδίοιο

123τῶν δὲ θέειν όχ̓ άριστος έην Κλυτόνηος αμύμων

124ὅσσον τ̓ εν νειῷ οῦρον πέλει ἡμιόνοιιν,
125τόσσον ὑπεκπροθέων λαοὺς ίκεθ̓, οἱ δ̓ ελίποντο

126οἱ δὲ παλαιμοσύνης αλεγεινῆς πειρήσαντο

127τῇ δ̓ αῦτ̓ Ευρύαλος απεκαίνυτο πάντας αρίστους

128ἅλματι δ̓ Αμφίαλος πάντων προφερέστατος ῆεν

129δίσκῳ δ̓ αῦ πάντων πολὺ φέρτατος ῆεν Ελατρεύς,
130πὺξ δ̓ αῦ Λαοδάμας, αγαθὸς πάϊς Αλκινόοιο.

131αυτὰρ επεὶ δὴ πάντες ετέρφθησαν φρέν̓ αέθλοις,
132τοῖς άρα Λαοδάμας μετέφη πάϊς Αλκινόοιο·

133δεῦτε, φίλοι, τὸν ξεῖνον ερώμεθα εί τιν̓ άεθλον
134οῖδέ τε καὶ δεδάηκε.
φυήν γε μὲν ου κακός εστι,
135μηρούς τε κνήμας τε καὶ άμφω χεῖρας ὕπερθεν
136αυχένα τε στιβαρὸν μέγα τε σθένος
ου δέ τι ἥβης
137δεύεται, αλλὰ κακοῖσι συνέρρηκται πολέεσσιν

138ου γὰρ εγώ γέ τί φημι κακώτερον άλλο θαλάσσης
139άνδρα γε συγχεῦαι, ει καὶ μάλα καρτερὸς είη.

140τὸν δ̓ αῦτ̓ Ευρύαλος απαμείβετο φώνησέν τε

141Λαοδάμα, μάλα τοῦτο έπος κατὰ μοῖραν έειπες

142αυτὸς νῦν προκάλεσσαι ιὼν καὶ πέφραδε μῦθον.

143αυτὰρ επεὶ τό γ̓ άκουσ̓ αγαθὸς πάϊς Αλκινόοιο,
144στῆ ῥ̓ ες μέσσον ιὼν καὶ Οδυσσῆα προσέειπε

145δεῦῤ άγε καὶ σύ, ξεῖνε πάτερ, πείρησαι αέθλων,
146εί τινά που δεδάηκας
έοικε δέ σ̓ ίδμεν αέθλους
147ου μὲν γὰρ μεῖζον κλέος ανέρος όφρα κ̓ έῃσιν,
148ή τι ποσσίν τε ῥέξῃ καὶ χερσὶν ἑῇσιν.

149αλλ̓ άγε πείρησαι, σκέδασον δ̓ απὸ κήδεα θυμοῦ

150σοὶ δ̓ ὁδὸς ουκέτι δηρὸν απέσσεται, αλλά τοι ήδη
151νηῦς τε κατείρυσται καὶ επαρτέες εισὶν ἑταῖροι.

152τὸν δ̓ απαμειβόμενος προσέφη πολύμητις Οδυσσεύς

153Λαοδάμα, τί με ταῦτα κελεύετε κερτομέοντες;

154κήδεά μοι καὶ μᾶλλον ενὶ φρεσὶν ή περ άεθλοι,
155ὃς πρὶν μὲν μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα,
156νῦν δὲ μεθ̓ ὑμετέρῃ αγορῇ νόστοιο χατίζων
157ἧμαι, λισσόμενος βασιλῆά τε πάντα τε δῆμον.

158τὸν δ̓ αῦτ̓ Ευρύαλος απαμείβετο νείκεσέ τ̓ άντην

159ου γάρ σ̓ ου δέ, ξεῖνε, δαήμονι φωτὶ είσκω
160άθλων, οἷά τε πολλὰ μετ̓ ανθρώποισι πέλονται,
161αλλὰ τῷ, ὅς θ̓ ἅμα νηὶ πολυκλήιδι θαμίζων,
162αρχὸς ναυτάων οἵ τε πρηκτῆρες έασιν,
163φόρτου τε μνήμων καὶ επίσκοπος ῇσιν ὁδαίων
164κερδέων θ̓ ἁρπαλέων
ου δ̓ αθλητῆρι έοικας.
165τὸν δ̓ άῤ ὑπόδρα ιδὼν προσέφη πολύμητις Οδυσσεύς

166ξεῖν̓, ου καλὸν έειπες
ατασθάλῳ ανδρὶ έοικας
167οὕτως ου πάντεσσι θεοὶ χαρίεντα διδοῦσιν
168ανδράσιν, ού τε φυὴν ού τ̓ ὰρ φρένας ού τ̓ αγορητύν

169άλλος μὲν γάρ τ̓ εῖδος ακιδνότερος πέλει ανήρ,
170αλλὰ θεὸς μορφὴν έπεσι στέφει, οἱ δέ τ̓ ες αυτὸν
171τερπόμενοι λεύσσουσιν
δ̓ ασφαλέως αγορεύει
172αιδοῖ μειλιχίῃ, μετὰ δὲ πρέπει αγρομένοισιν,
173ερχόμενον δ̓ ανὰ άστυ θεὸν ὣς εισορόωσιν.

174άλλος δ̓ αῦ εῖδος μὲν αλίγκιος αθανάτοισιν,
175αλλ̓ ού οἱ χάρις αμφιπεριστέφεται επέεσσιν,
176ὡς καὶ σοὶ εῖδος μὲν αριπρεπές, ου δέ κεν άλλως ου δὲ
177θεὸς τεύξειε, νόον δ̓ αποφώλιός εσσι.

178ώρινάς μοι θυμὸν ενὶ στήθεσσι φίλοισιν
179ειπὼν ου κατὰ κόσμον
εγὼ δ̓ ου νῆις αέθλων,
180ὡς σύ γε μυθεῖαι, αλλ̓ εν πρώτοισιν οίω
181έμμεναι, όφῤ ἥβῃ τε πεποίθεα χερσί τ̓ εμῇσι.

182νῦν δ̓ έχομαι κακότητι καὶ άλγεσι
πολλὰ γὰρ έτλην
183ανδρῶν τε πτολέμους αλεγεινά τε κύματα πείρων

184αλλὰ καὶ ὥς, κακὰ πολλὰ παθών, πειρήσομ̓ αέθλων

185θυμοδακὴς γὰρ μῦθος, επώτρυνας δέ με ειπών.

186 ῥα καὶ αυτῷ φάρει αναΐξας λάβε δίσκον
187μείζονα καὶ πάχετον, στιβαρώτερον ουκ ολίγον περ
188 οἵῳ Φαίηκες εδίσκεον αλλήλοισι.

189τόν ῥα περιστρέψας ἧκε στιβαρῆς απὸ χειρός,
190βόμβησεν δὲ λίθος
κατὰ δ̓ έπτηξαν ποτὶ γαίῃ
191Φαίηκες δολιχήρετμοι, ναυσίκλυτοι άνδρες,
192λᾶος ὑπὸ ῥιπῆς
δ̓ ὑπέρπτατο σήματα πάντων
193ῥίμφα θέων απὸ χειρός
έθηκε δὲ τέρματ̓ Αθήνη
194ανδρὶ δέμας εικυῖα, έπος τ̓ έφατ̓ έκ τ̓ ονόμαζεν

195καί κ̓ αλαός τοι, ξεῖνε, διακρίνειε τὸ σῆμα
196αμφαφόων, επεὶ ού τι μεμιγμένον εστὶν ὁμίλῳ,
197αλλὰ πολὺ πρῶτον.
σὺ δὲ θάρσει τόνδε γ̓ άεθλον
198ού τις Φαιήκων τόδε γ̓ ἵξεται, ου δ̓ ὑπερήσει.

199ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Οδυσσεύς,
200χαὶρων, ούνεχ̓ ἑταῖρον ενηέα λεῦσσ̓ εν αγῶνι

201καὶ τότε κουφότερον μετεφώνεε Φαιήκεσσιν

202τοῦτον νῦν αφίκεσθε, νέοι
τάχα δ̓ ὕστερον άλλον
203ἥσειν τοσσοῦτον οίομαι έτι μᾶσσον

204τῶν δ̓ άλλων ὅτινα κραδίη θυμός τε κελεύει,
205δεῦῤ άγε πειρηθήτω, επεί μ̓ εχολώσατε λίην,
206 πὺξ ηὲ πάλῃ καὶ ποσίν, ού τι μεγαίρω,
207πάντων Φαιήκων, πλήν γ̓ αυτοῦ Λαοδάμαντος

208ξεῖνος γάρ μοι όδ̓ εστί
τίς ὰν φιλέοντι μάχοιτο
209άφρων δὴ κεῖνός γε καὶ ουτιδανὸς πέλει ανήρ,
210ὅς τις ξεινοδόκῳ έριδα προφέρηται αέθλων
211δήμῳ εν αλλοδαπῷ
ἕο δ̓ αυτοῦ πάντα κολούει
212τῶν δ̓ άλλων ού πέρ τιν̓ αναίνομαι ου δ̓ αθερίζω,
213αλλ̓ εθέλω ίδμεν καὶ πειρηθήμεναι άντην

214πάντα γὰρ ου κακός ειμι, μετ̓ ανδράσιν ὅσσοι άεθλοι·

215εῦ μὲν τόξον οῖδα εύξοον αμφαφάασθαι

216πρῶτός κ̓ άνδρα βάλοιμι οιστεύσας εν ὁμίλῳ
217ανδρῶν δυσμενέων, ει καὶ μάλα πολλοὶ ἑταῖροι
218άγχι παρασταῖεν καὶ τοξαζοίατο φωτῶν

219οῖος δή με Φιλοκτήτης απεκαίνυτο τόξῳ
220δήμῳ ένι Τρώων, ὅτε τοξαζοίμεθ̓ Αχαιοί

221τῶν δ̓ άλλων εμέ φημι πολὺ προφερέστερον εῖναι,
222ὅσσοι νῦν βροτοί εισιν επὶ χθονὶ σῖτον έδοντες

223ανδράσι δὲ προτέροισιν εριζέμεν ουκ εθελήσω,
224ούθ̓ Ἡρακλῆι ού τ̓ Ευρύτῳ Οιχαλιῆι,
225οἵ ῥα καὶ αθανάτοισιν ερίζεσκον περὶ τόξων

226τῷ ῥα καὶ αῖψ̓ έθανεν μέγας Εύρυτος, ου δ̓ επὶ γῆρας
227ίκετ̓ ενὶ μεγάροισι
χολωσάμενος γὰρ Απόλλων
228έκτανεν, οὕνεκά μιν προκαλίζετο τοξάζεσθαι

229δουρὶ δ̓ ακοντίζω ὅσον ουκ άλλος τις οιστῷ.

230οίοισιν δείδοικα ποσὶν μή τίς με παρέλθῃ
231Φαιήκων
λίην γὰρ αεικελίως εδαμάσθην
232κύμασιν εν πολλοῖς, επεὶ ου κομιδὴ κατὰ νῆα
233ῆεν επηετανός
τῷ μοι φίλα γυῖα λέλυνται.
234ὣς έφαθ̓, οἱ δ̓ άρα πάντες ακὴν εγένοντο σιωπῇ

235Αλκίνοος δέ μιν οῖος αμειβόμενος προσέειπεν

236ξεῖν̓, επεὶ ουκ αχάριστα μεθ̓ ἡμῖν ταῦτ̓ αγορεύεις,
237αλλ̓ εθέλεις αρετὴν σὴν φαινέμεν, τοι οπηδεῖ,
238χωόμενος ὅτι σ̓ οὗτος ανὴρ εν αγῶνι παραστὰς
239νείκεσεν, ὡς ὰν σὴν αρετὴν βροτὸς ού τις όνοιτο,
240ὅς τις επίσταιτο ᾗσι φρεσὶν άρτια βάζειν·

241αλλ̓ άγε νῦν εμέθεν ξυνίει έπος, όφρα καὶ άλλῳ
242είπῃς ἡρώων, ὅτε κεν σοῖς εν μεγάροισι
243δαινύῃ παρὰ σῇ τ̓ αλόχῳ καὶ σοῖσι τέκεσσιν,
244ἡμετέρης αρετῆς μεμνημένος, οἷα καὶ ἡμῖν
245Ζεὺς επὶ έργα τίθησι διαμπερὲς εξ έτι πατρῶν.

246ου γὰρ πυγμάχοι ειμὲν αμύμονες ου δὲ παλαισταί,
247αλλὰ ποσὶ κραιπνῶς θέομεν καὶ νηυσὶν άριστοι,
248αιεὶ δ̓ ἡμῖν δαίς τε φίλη κίθαρις τε χοροί τε
249εἵματά τ̓ εξημοιβὰ λοετρά τε θερμὰ καὶ ευναί.

250αλλ̓ άγε, Φαιήκων βητάρμονες ὅσσοι άριστοι,
251παίσατε, ὥς χ̓ ξεῖνος ενίσπῃ οἷσι φίλοισιν
252οίκαδε νοστήσας, ὅσσον περιγιγνόμεθ̓ άλλων
253ναυτιλίῃ καὶ ποσσὶ καὶ ορχηστυῖ καὶ αοιδῇ.

254Δημοδόκῳ δέ τις αῖψα κιὼν φόρμιγγα λίγειαν
255οισέτω, που κεῖται εν ἡμετέροισι δόμοισιν.

256ὣς έφατ̓ Αλκίνοος θεοείκελος, ῶρτο δὲ κῆρυξ
257οίσων φόρμιγγα γλαφυρὴν δόμου εκ βασιλῆος

258αισυμνῆται δὲ κριτοὶ εννέα πάντες ανέσταν
259δήμιοι, οἳ κατ̓ αγῶνας εὺ πρήσσεσκον ἕκαστα,
260λείηναν δὲ χορόν, καλὸν δ̓ εύρυναν αγῶνα

261κῆρυξ δ̓ εγγύθεν ῆλθε φέρων φόρμιγγα λίγειαν
262Δημοδόκῳ
δ̓ έπειτα κί̓ ες μέσον αμφὶ δὲ κοῦροι
263πρωθῆβαι ἵσταντο, δαήμονες ορχηθμοῖο,
264πέπληγον δὲ χορὸν θεῖον ποσίν
αυτὰρ Οδυσσεὺς
265μαρμαρυγὰς θηεῖτο ποδῶν, θαύμαζε δὲ θυμῷ

266αυτὰρ φορμίζων ανεβάλλετο καλὸν αείδειν
267αμφ̓ Άρεος φιλότητος ευστεφάνου τ̓ Αφροδίτης,
268ὡς τὰ πρῶτα μίγησαν εν Ἡφαίστοιο δόμοισι
269λάθρῃ, πολλὰ δ̓ έδωκε, λέχος δ̓ ῄσχυνε καὶ ευνὴν
270Ἡφαίστοιο άνακτος
άφαρ δέ οἱ άγγελος ῆλθεν
271Ἥλιος, σφ̓ ενόησε μιγαζομένους φιλότητι

272Ἥφαιστος δ̓ ὡς οῦν θυμαλγέα μῦθον άκουσε,
273βῆ ῥ̓ ίμεν ες χαλκεῶνα κακὰ φρεσὶ βυσσοδομεύων,
274εν δ̓ έθετ̓ ακμοθέτῳ μέγαν άκμονα, κόπτε δὲ δεσμοὺς
275αρρήκτους αλύτους, όφῤ έμπεδον αῦθι μένοιεν.

276αυτὰρ επεὶ δὴ τεῦξε δόλον κεχολωμένος Άρει,
277βῆ ῥ̓ ίμεν ες θάλαμον, ὅθι οἱ φίλα δέμνἰ έκειτο,
278αμφὶ δ̓ άῤ ἑρμῖσιν χέε δέσματα κύκλῳ ἁπάντῃ

279πολλὰ δὲ καὶ καθύπερθε μελαθρόφιν εξεκέχυντο,
280ηύτ̓ αράχνια λεπτά, τά γ̓ ού κέ τις ου δὲ ίδοιτο, ου δὲ
281θεῶν μακάρων·
πέρι γὰρ δολόεντα τέτυκτο
282αυτὰρ επεὶ δὴ πάντα δόλον περὶ δέμνια χεῦεν,
283είσατ̓ ίμεν ες Λῆμνον, ευκτίμενον πτολίεθρον,
284 οἱ γαιάων πολὺ φιλτάτη εστὶν ἁπασέων

285ου δ̓ αλαοσκοπιὴν εῖχε χρυσήνιος Άρης,
286ὡς ίδεν Ἥφαιστον κλυτοτέχνην νόσφι κιόντα

287βῆ δ̓ ιέναι πρὸς δῶμα περικλυτοῦ Ἡφαίστοιο
288ισχανόων φιλότητος ευστεφάνου Κυθερείης

289 δὲ νέον παρὰ πατρὸς ερισθενέος Κρονίωνος
290ερχομένη κατ̓ άῤ έζεθ̓·
δ̓ είσω δώματος ῄει,
291έν τ̓ άρα οἱ φῦ χειρί, έπος τ̓ έφατ̓ έκ τ̓ ονόμαζε

292δεῦρο, φίλη, λέκτρονδε τραπείομεν ευνηθέντες

293ου γὰρ έθ̓ Ἥφαιστος μεταδήμιος, αλλά που ήδη
294οίχεται ες Λῆμνον μετὰ Σίντιας αγριοφώνους.

295ὣς φάτο, τῇ δ̓ ασπαστὸν εείσατο κοιμηθῆναι

296τὼ δ̓ ες δέμνια βάντε κατέδραθον
αμφὶ δὲ δεσμοὶ
297τεχνήεντες έχυντο πολύφρονος Ἡφαίστοιο,
298ου δέ τι κινῆσαι μελέων ῆν ου δ̓ αναεῖραι.

299καὶ τότε δὴ γίγνωσκον, τ̓ ουκέτι φυκτὰ πέλοντο

300αγχίμολον δέ σφ̓ ῆλθε περικλυτὸς αμφιγυήεις,
301αῦτις ὑποστρέψας πρὶν Λήμνου γαῖαν ἱκέσθαι

302Ηέλιος γάρ οἱ σκοπιὴν έχεν εῖπέ τε μῦθον

303βῆ δ̓ ίμεναι πρὸς δῶμα φίλον τετιημένος ῆτορ

304έστη δ̓ εν προθύροισι, χόλος δέ μιν άγριος ᾕρει

305σμερδαλέον δ̓ εβόησε, γέγωνέ τε πᾶσι θεοῖσιν

306Ζεῦ πάτερ ηδ̓ άλλοι μάκαρες θεοὶ αιὲν εόντες,
307δεῦθ̓, ἵνα έργα γελαστὰ καὶ ουκ επιεικτὰ ίδησθε,
308ὡς εμὲ χωλὸν εόντα Διὸς θυγάτηρ Αφροδίτη
309αιὲν ατιμάζει, φιλέει δ̓ αίδηλον Άρηα,
310ούνεχ̓ μὲν καλός τε καὶ αρτίπος, αυτὰρ εγώ γε
311ηπεδανὸς γενόμην.
ατὰρ ού τί μοι αίτιος άλλος,
312αλλὰ τοκῆε δύω, τὼ μὴ γείνασθαι όφελλον.

313αλλ̓ όψεσθ̓, ἵνα τώ γε καθεύδετον εν φιλότητι
314εις εμὰ δέμνια βάντες, εγὼ δ̓ ὁρόων ακάχημαι

315ου μέν σφεας έτ̓ έολπα μίνυνθά γε κειέμεν οὕτως
316καὶ μάλα περ φιλέοντε
τάχ̓ ουκ εθελήσετον άμφω
317εὕδειν
αλλά σφωε δόλος καὶ δεσμὸς ερύξει,
318εις κέ μοι μάλα πάντα πατὴρ αποδῷσιν έεδνα,
319ὅσσα οἱ εγγυάλιξα κυνώπιδος εἵνεκα κούρης,
320οὕνεκά οἱ καλὴ θυγάτηρ, ατὰρ ουκ εχέθυμος.

321ὣς έφαθ̓, οἱ δ̓ αγέροντο θεοὶ ποτὶ χαλκοβατὲς δῶ

322ῆλθε Ποσειδάων γαιήοχος, ῆλθ̓ εριούνης
323Ἑρμείας, ῆλθεν δὲ άναξ ἑκάεργος Απόλλων

324θηλύτεραι δὲ θεαὶ μένον αιδοῖ οίκοι ἑκάστη

325έσταν δ̓ εν προθύροισι θεοί, δωτῆρες ἑάων

326άσβεστος δ̓ άῤ ενῶρτο γέλως μακάρεσσι θεοῖσι
327τέχνας εισορόωσι πολύφρονος Ἡφαίστοιο

328ὧδε δέ τις είπεσκεν ιδὼν ες πλησίον άλλον

329ουκ αρετᾷ κακὰ έργα
κιχάνει τοι βραδὺς ωκύν,
330ὡς καὶ νῦν Ἥφαιστος εὼν βραδὺς εἷλεν Άρηα
331ωκύτατόν περ εόντα θεῶν οἳ Όλυμπον έχουσιν,
332χωλὸς εὼν τέχνῃσι
τὸ καὶ μοιχάγρἰ οφέλλει.
333ὣς οἱ μὲν τοιαῦτα πρὸς αλλήλους αγόρευον

334Ἑρμῆν δὲ προσέειπεν άναξ Διὸς υἱὸς Απόλλων·

335Ἑρμεία, Διὸς υἱέ, διάκτορε, δῶτορ ἑάων,
336 ῥά κεν εν δεσμοῖς εθέλοις κρατεροῖσι πιεσθεὶς
337εὕδειν εν λέκτροισι παρὰ χρυσέῃ Αφροδίτῃ

338τὸν δ̓ ημείβετ̓ έπειτα διάκτορος αργεϊφόντης·

339αὶ γὰρ τοῦτο γένοιτο, άναξ εκατηβόλ̓ Άπολλον

340δεσμοὶ μὲν τρὶς τόσσοι απείρονες αμφὶς έχοιεν,
341ὑμεῖς δ̓ εισορόῳτε θεοὶ πᾶσαί τε θέαιναι,
342αυτὰρ εγὼν εὕδοιμι παρὰ χρυσέῃ Αφροδίτῃ.

343ὣς έφατ̓, εν δὲ γέλως ῶρτ̓ αθανάτοισι θεοῖσιν

344ου δὲ Ποσειδάωνα γέλως έχε, λίσσετο δ̓ αιεὶ
345Ἥφαιστον κλυτοεργὸν ὅπως λύσειεν Άρηα

346καί μιν φωνήσας έπεα πτερόεντα προσηύδα

347λῦσον
εγὼ δέ τοι αυτὸν ὑπίσχομαι, ὡς σὺ κελεύεις,
348τίσειν αίσιμα πάντα μετ̓ αθανάτοισι θεοῖσιν.

349τὸν δ̓ αῦτε προσέειπε περικλυτὸς αμφιγυήεις

350μή με, Ποσείδαον γαιήοχε, ταῦτα κέλευε·

351δειλαί τοι δειλῶν γε καὶ εγγύαι εγγυάασθαι.

352πῶς ὰν εγώ σε δέοιμι μετ̓ αθανάτοισι θεοῖσιν,
353εί κεν Άρης οίχοιτο χρέος καὶ δεσμὸν αλύξας

354τὸν δ̓ αῦτε προσέειπε Ποσειδάων ενοσίχθων·

355Ήφαιστ̓, εί περ γάρ κεν Άρης χρεῖος ὑπαλύξας
356οίχηται φεύγων, αυτός τοι εγὼ τάδε τίσω.

357τὸν δ̓ ημείβετ̓ έπειτα περικλυτὸς αμφιγυήεις

358ουκ έστ̓ ου δὲ έοικε τεὸν έπος αρνήσασθαι.

359ὣς ειπὼν δεσμὸν ανίει μένος Ἡφαίστοιο

360τὼ δ̓ επεὶ εκ δεσμοῖο λύθεν, κρατεροῦ περ εόντος,
361αυτίκ̓ αναΐξαντε μὲν Θρῄκηνδε βεβήκει,
362 δ̓ άρα Κύπρον ἵκανε φιλομμειδὴς Αφροδίτη,
363ες Πάφον
ένθα δέ οἱ τέμενος βωμός τε θυήεις.
364ένθα δέ μιν Χάριτες λοῦσαν καὶ χρῖσαν ελαίῳ
365αμβρότῳ, οἷα θεοὺς επενήνοθεν αιὲν εόντας,
366αμφὶ δὲ εἵματα ἕσσαν επήρατα, θαῦμα ιδέσθαι

367ταῦτ̓ άῤ αοιδὸς άειδε περικλυτός
αυτὰρ Οδυσσεὺς
368τέρπετ̓ ενὶ φρεσὶν ᾗσιν ακούων ηδὲ καὶ άλλοι
369Φαίηκες δολιχήρετμοι, ναυσίκλυτοι άνδρες.

370Αλκίνοος δ̓ Ἅλιον καὶ Λαοδάμαντα κέλευσεν
371μουνὰξ ορχήσασθαι, επεί σφισιν ού τις έριζεν

372οἱ δ̓ επεὶ οῦν σφαῖραν καλὴν μετὰ χερσὶν ἕλοντο,
373πορφυρέην, τήν σφιν Πόλυβος ποίησε δαΐφρων,
374τὴν ἕτερος ῥίπτασκε ποτὶ νέφεα σκιόεντα
375ιδνωθεὶς οπίσω, δ̓ απὸ χθονὸς υψόσ̓ αερθεὶς
376ῥηιδίως μεθέλεσκε, πάρος ποσὶν οῦδας ἱκέσθαι

377αυτὰρ επεὶ δὴ σφαίρῃ αν̓ ιθὺν πειρήσαντο,
378ωρχείσθην δὴ έπειτα ποτὶ χθονὶ πουλυβοτείρῃ
379ταρφέ̓ αμειβομένω
κοῦροι δ̓ επελήκεον άλλοι
380ἑστεῶτες κατ̓ αγῶνα, πολὺς δ̓ ὑπὸ κόμπος ορώρει

381δὴ τότ̓ άῤ Αλκίνοον προσεφώνεε δῖος Οδυσσεύς

382Αλκίνοε κρεῖον, πάντων αριδείκετε λαῶν,
383ημὲν απείλησας βητάρμονας εῖναι αρίστους,
384ηδ̓ άῤ ἑτοῖμα τέτυκτο
σέβας μ̓ έχει εισορόωντα.
385ὣς φάτο, γήθησεν δ̓ ἱερὸν μένος Αλκινόοιο,
386αῖψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα

387κέκλυτε, Φαιήκων ἡγήτορες ηδὲ μέδοντες

388 ξεῖνος μάλα μοι δοκέει πεπνυμένος εῖναι

389αλλ̓ άγε οἱ δῶμεν ξεινήιον, ὡς επιεικές.

390δώδεκα γὰρ κατὰ δῆμον αριπρεπέες βασιλῆες
391αρχοὶ κραίνουσι, τρισκαιδέκατος δ̓ εγὼ αυτός·

392τῶν οἱ ἕκαστος φᾶρος ευπλυνὲς ηδὲ χιτῶνα
393καὶ χρυσοῖο τάλαντον ενείκατε τιμήεντος

394αῖψα δὲ πάντα φέρωμεν αολλέα, όφῤ ενὶ χερσὶν
395ξεῖνος έχων επὶ δόρπον ίῃ χαίρων ενὶ θυμῷ

396Ευρύαλος δέ αυτὸν αρεσσάσθω επέεσσι
397καὶ δώρῳ, επεὶ ού τι έπος κατὰ μοῖραν έειπεν.

398ὣς έφαθ̓, οἱ δ̓ άρα πάντες επῄνεον ηδ̓ εκέλευον,
399δῶρα δ̓ άῤ οισέμεναι πρόεσαν κήρυκα ἕκαστος

400τὸν δ̓ αῦτ̓ Ευρύαλος απαμείβετο φώνησέν τε

401Αλκίνοε κρεῖον, πάντων αριδείκετε λαῶν,
402τοιγὰρ εγὼ τὸν ξεῖνον αρέσσομαι, ὡς σὺ κελεύεις

403δώσω οἱ τόδ̓ άορ παγχάλκεον, έπι κώπη
404αργυρέη, κολεὸν δὲ νεοπρίστου ελέφαντος
405αμφιδεδίνηται·
πολέος δέ οἱ άξιον έσται.
406ὣς ειπὼν εν χερσὶ τίθει ξίφος αργυρόηλον
407καί μιν φωνήσας έπεα πτερόεντα προσηύδα

408χαῖρε, πάτερ ξεῖνε
έπος δ̓ εί πέρ τι βέβακται
409δεινόν, άφαρ τὸ φέροιεν αναρπάξασαι άελλαι

410σοὶ δὲ θεοὶ άλοχόν τ̓ ιδέειν καὶ πατρίδ̓ ἱκέσθαι
411δοῖεν, επεὶ δὴ δηθὰ φίλων άπο πήματα πάσχεις.

412τὸν δ̓ απαμειβόμενος προσέφη πολύμητις Οδυσσεύς

413καὶ σὺ φίλος μάλα χαῖρε, θεοὶ δέ τοι όλβια δοῖεν

414μη δέ τι τοι ξίφεός γε ποθὴ μετόπισθε γένοιτο
415τούτου, δή μοι δῶκας αρεσσάμενος επέεσσιν.

416 ῥα καὶ αμφ̓ ώμοισι θέτο ξίφος αργυρόηλον

417δύσετό τ̓ ηέλιος, καὶ τῷ κλυτὰ δῶρα παρῆεν

418καὶ τά γ̓ ες Αλκινόοιο φέρον κήρυκες αγαυοί·

419δεξάμενοι δ̓ άρα παῖδες αμύμονος Αλκινόοιο
420μητρὶ παῤ αιδοίῃ έθεσαν περικαλλέα δῶρα

421τοῖσιν δ̓ ηγεμόνεὐ ἱερὸν μένος Αλκινόοιο,
422ελθόντες δὲ καθῖζον εν ὑψηλοῖσι θρόνοισι

423δή ῥα τότ̓ Αρήτην προσέφη μένος Αλκινόοιο

424δεῦρο, γύναι, φέρε χηλὸν αριπρεπέ̓, τις αρίστη·

425εν δ̓ αυτὴ θὲς φᾶρος ευπλυνὲς ηδὲ χιτῶνα

426αμφὶ δέ οἱ πυρὶ χαλκὸν ιήνατε, θέρμετε δ̓ ὕδωρ,
427όφρα λοεσσάμενός τε ιδών τ̓ εὺ κείμενα πάντα
428δῶρα, τά οἱ Φαίηκες αμύμονες ενθάδ̓ ένεικαν,
429δαιτί τε τέρπηται καὶ αοιδῆς ὕμνον ακούων

430καί οἱ εγὼ τόδ̓ άλεισον εμὸν περικαλλὲς οπάσσω,
431χρύσεον, όφῤ εμέθεν μεμνημένος ήματα πάντα
432σπένδῃ ενὶ μεγάρῳ Διί τ̓ άλλοισίν τε θεοῖσιν.

433ὣς έφατ̓, Αρήτη δὲ μετὰ δμῳῇσιν έειπεν
434αμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν ὅττι τάχιστα

435αἱ δὲ λοετροχόον τρίποδ̓ ἵστασαν εν πυρὶ κηλέῳ,
436έν δ̓ άῤ ὕδωρ έχεαν, ὑπὸ δὲ ξύλα δαῖον ἑλοῦσαι

437γάστρην μὲν τρίποδος πῦρ άμφεπε, θέρμετο δ̓ ὕδωρ

438τόφρα δ̓ άῤ Αρήτη ξείνῳ περικαλλέα χηλὸν
439εξέφερεν θαλάμοιο, τίθει δ̓ ενὶ κάλλιμα δῶρα,
440εσθῆτα χρυσόν τε, τά οἱ Φαίηκες έδωκαν

441εν δ̓ αυτὴ φᾶρος θῆκεν καλόν τε χιτῶνα,
442καί μιν φωνήσασ̓ έπεα πτερόεντα προσηύδα

443αυτὸς νῦν ίδε πῶμα, θοῶς δ̓ επὶ δεσμὸν ίηλον,
444μή τίς τοι καθ̓ ὁδὸν δηλήσεται, οππότ̓ ὰν αῦτε
445εὕδῃσθα γλυκὺν ὕπνον ιὼν εν νηὶ μελαίνῃ.

446αυτὰρ επεὶ τό γ̓ άκουσε πολύτλας δῖος Οδυσσεύς,
447αυτίκ̓ επήρτυε πῶμα, θοῶς δ̓ επὶ δεσμὸν ίηλεν
448ποικίλον, ὅν ποτέ μιν δέδαε φρεσὶ πότνια Κίρκη

449αυτόδιον δ̓ άρα μιν ταμίη λούσασθαι ανώγει
450ές ῥ̓ ασάμινθον βάνθ̓
δ̓ άρ ασπασίως ίδε θυμῷ
451θερμὰ λοέτῤ, επεὶ ού τι κομιζόμενός γε θάμιζεν,
452επεὶ δὴ λίπε δῶμα Καλυψοῦς ηυκόμοιο

453τόφρα δέ οἱ κομιδή γε θεῷ ὣς έμπεδος ῆεν.

454τὸν δ̓ επεὶ οῦν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ελαίῳ,
455αμφὶ δέ μιν χλαῖναν καλὴν βάλον ηδὲ χιτῶνα,
456έκ ῥ̓ ασαμίνθου βὰς άνδρας μέτα οινοποτῆρας
457ήιε
Ναυσικάα δὲ θεῶν άπο κάλλος έχουσα
458στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,
459θαύμαζεν δ̓ Οδυσῆα εν οφθαλμοῖσιν ὁρῶσα,
460καί μιν φωνήσασ̓ έπεα πτερόεντα προσηύδα

461χαῖρε, ξεῖν̓, ἵνα καί ποτ̓ εὼν εν πατρίδι γαίῃ
462μνήσῃ εμεῦ, ὅτι μοι πρώτῃ ζωάγρἰ οφέλλεις.

463τὴν δ̓ απαμειβόμενος προσέφη πολύμητις Οδυσσεύς

464Ναυσικάα θύγατερ μεγαλήτορος Αλκινόοιο,
465οὕτω νῦν Ζεὺς θείη, ερίγδουπος πόσις Ἥρης,
466οίκαδέ τ̓ ελθέμεναι καὶ νόστιμον ῆμαρ ιδέσθαι·

467τῷ κέν τοι καὶ κεῖθι θεῷ ὣς ευχετοῴμην
468αιεὶ ήματα πάντα·
σὺ γάρ μ̓ εβιώσαο, κούρη.
469 ῥα καὶ ες θρόνον ἷζε παῤ Αλκίνοον βασιλῆα

470οἱ δ̓ ήδη μοίρας τ̓ ένεμον κερόωντό τε οῖνον

471κῆρυξ δ̓ εγγύθεν ῆλθεν άγων ερίηρον αοιδόν,
472Δημόδοκον λαοῖσι τετιμένον
εἷσε δ̓ άῤ αυτὸν
473μέσσῳ δαιτυμόνων, πρὸς κίονα μακρὸν ερείσας

474δὴ τότε κήρυκα προσέφη πολύμητις Οδυσσεύς,
475νώτου αποπροταμών, επὶ δὲ πλεῖον ελέλειπτο,
476αργιόδοντος ὑός, θαλερὴ δ̓ ῆν αμφὶς αλοιφή

477κῆρυξ, τῆ δή, τοῦτο πόρε κρέας, όφρα φάγῃσιν,
478Δημοδόκῳ
καί μιν προσπτύξομαι αχνύμενός περ
479πᾶσι γὰρ ανθρώποισιν επιχθονίοισιν αοιδοὶ
480τιμῆς έμμοροί εισι καὶ αιδοῦς, ούνεκ̓ άρα σφέας
481οίμας μοῦσ̓ εδίδαξε, φίλησε δὲ φῦλον αοιδῶν.

482ὣς άῤ έφη, κῆρυξ δὲ φέρων εν χερσὶν έθηκεν
483ἥρῳ Δημοδόκῳ
δ̓ εδέξατο, χαῖρε δὲ θυμῷ
484οἱ δ̓ επ̓ ονείαθ̓ ἑτοῖμα προκείμενα χεῖρας ίαλλον

485αυτὰρ επεὶ πόσιος καὶ εδητύος εξ έρον ἕντο,
486δὴ τότε Δημόδοκον προσέφη πολύμητις Οδυσσεύς

487Δημόδοκ̓, έξοχα δή σε βροτῶν αινίζομ̓ ἁπάντων

488 σέ γε μοῦσ̓ εδίδαξε, Διὸς πάϊς, σέ γ̓ Απόλλων·

489λίην γὰρ κατὰ κόσμον Αχαιῶν οῖτον αείδεις,
490όσσ̓ έρξαν τ̓ έπαθόν τε καὶ όσσ̓ εμόγησαν Αχαιοί,
491ὥς τέ που αυτὸς παρεὼν άλλου ακούσας.

492αλλ̓ άγε δὴ μετάβηθι καὶ ἵππου κόσμον άεισον
493δουρατέου, τὸν Επειὸς εποίησεν σὺν Αθήνῃ,
494ὅν ποτ̓ ες ακρόπολιν δόλον ήγαγε δῖος Οδυσσεὺς
495ανδρῶν εμπλήσας οἵ ῥ̓ Ίλιον εξαλάπαξαν

496αί κεν δή μοι ταῦτα κατὰ μοῖραν καταλέξῃς,
497αυτίκ̓ εγὼ πᾶσιν μυθήσομαι ανθρώποισιν,
498ὡς άρα τοι πρόφρων θεὸς ώπασε θέσπιν αοιδήν.

499ὣς φάθ̓, δ̓ ὁρμηθεὶς θεοῦ ήρχετο, φαῖνε δ̓ αοιδήν,
500ένθεν ἑλὼν ὡς οἱ μὲν ευσσέλμων επὶ νηῶν
501βάντες απέπλειον, πῦρ εν κλισίῃσι βαλόντες,
502Αργεῖοι, τοὶ δ̓ ήδη αγακλυτὸν αμφ̓ Οδυσῆα
503ήατ̓ ενὶ Τρώων αγορῇ κεκαλυμμένοι ἵππῳ

504αυτοὶ γάρ μιν Τρῶες ες ακρόπολιν ερύσαντο

505ὣς μὲν ἑστήκει, τοὶ δ̓ άκριτα πόλλ̓ αγόρευον
506ἥμενοι αμφ̓ αυτόν
τρίχα δέ σφισιν ἥνδανε βουλή,
507ηὲ διαπλῆξαι κοῖλον δόρυ νηλέι χαλκῷ,
508 κατὰ πετράων βαλέειν ερύσαντας επ̓ άκρης,
509 εάαν μέγ̓ άγαλμα θεῶν θελκτήριον εῖναι,
510τῇ περ δὴ καὶ έπειτα τελευτήσεσθαι έμελλεν

511αῖσα γὰρ ῆν απολέσθαι, επὴν πόλις αμφικαλύψῃ
512δουράτεον μέγαν ἵππον, όθ̓ ἥατο πάντες άριστοι
513Αργείων Τρώεσσι φόνον καὶ κῆρα φέροντες

514ήειδεν δ̓ ὡς άστυ διέπραθον υἷες Αχαιῶν
515ἱππόθεν εκχύμενοι, κοῖλον λόχον εκπρολιπόντες

516άλλον δ̓ άλλῃ άειδε πόλιν κεραϊζέμεν αιπήν,
517αυτὰρ Οδυσσῆα προτὶ δώματα Δηιφόβοιο
518βήμεναι, ηύτ̓ Άρηα σὺν αντιθέῳ Μενελάῳ.

519κεῖθι δὴ αινότατον πόλεμον φάτο τολμήσαντα
520νικῆσαι καὶ έπειτα διὰ μεγάθυμον Αθήνην

521ταῦτ̓ άῤ αοιδὸς άειδε περικλυτός
αυτὰρ Οδυσσεὺς
522τήκετο, δάκρυ δ̓ έδευεν ὑπὸ βλεφάροισι παρειάς

523ὡς δὲ γυνὴ κλαίῃσι φίλον πόσιν αμφιπεσοῦσα,
524ὅς τε ἑῆς πρόσθεν πόλιος λαῶν τε πέσῃσιν,
525άστεϊ καὶ τεκέεσσιν αμύνων νηλεὲς ῆμαρ·

526 μὲν τὸν θνήσκοντα καὶ ασπαίροντα ιδοῦσα
527αμφ̓ αυτῷ χυμένη λίγα κωκύει
οἱ δέ τ̓ όπισθε
528κόπτοντες δούρεσσι μετάφρενον ηδὲ καὶ ώμους
529είρερον εισανάγουσι, πόνον τ̓ εχέμεν καὶ οιζύν

530τῆς δ̓ ελεεινοτάτῳ άχεϊ φθινύθουσι παρειαί

531ὣς Οδυσεὺς ελεεινὸν υπ̓ οφρύσι δάκρυον εῖβεν

532ένθ̓ άλλους μὲν πάντας ελάνθανε δάκρυα λείβων,
533Αλκίνοος δέ μιν οῖος επεφράσατ̓ ηδ̓ ενόησεν,
534ἥμενος άγχ̓ αυτοῦ, βαρὺ δὲ στενάχοντος άκουσεν

535αῖψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα

536κέκλυτε, Φαιήκων ἡγήτορες ηδὲ μέδοντες,
537Δημόδοκος δ̓ ήδη σχεθέτω φόρμιγγα λίγειαν

538ου γάρ πως πάντεσσι χαριζόμενος τάδ̓ αείδει

539εξ οὗ δορπέομέν τε καὶ ώρορε θεῖος αοιδός,
540εκ τοῦ δ̓ ού πω παύσατ̓ οιζυροῖο γόοιο
541 ξεῖνος
μάλα πού μιν άχος φρένας αμφιβέβηκεν
542αλλ̓ άγ̓ μὲν σχεθέτω, ίν̓ ὁμῶς τερπώμεθα πάντες,
543ξεινοδόκοι καὶ ξεῖνος, επεὶ πολὺ κάλλιον οὕτως·

544εἵνεκα γὰρ ξείνοιο τάδ̓ αιδοίοιο τέτυκται,
545πομπὴ καὶ φίλα δῶρα, τά οἱ δίδομεν φιλέοντες

546αντὶ κασιγνήτου ξεῖνός θ̓ ἱκέτης τε τέτυκται
547ανέρι, ὅς τ̓ ολίγον περ επιψαύῃ πραπίδεσσι

548τῷ νῦν μη δὲ σὺ κεῦθε νοήμασι κερδαλέοισιν
549ὅττι κέ σ̓ είρωμαι
φάσθαι δέ σε κάλλιόν εστιν
550είπ̓ όνομ̓ ὅττι σε κεῖθι κάλεον μήτηρ τε πατήρ τε
551άλλοι θ̓ οἳ κατὰ άστυ καὶ οἳ περιναιετάουσιν.

552ου μὲν γάρ τις πάμπαν ανώνυμός εστ̓ ανθρώπων,
553ου κακὸς ου δὲ μὲν εσθλός, επὴν τὰ πρῶτα γένηται,
554αλλ̓ επὶ πᾶσι τίθενται, επεί κε τέκωσι, τοκῆες

555ειπὲ δέ μοι γαῖάν τε
τεὴν δῆμόν τε πόλιν τε,
556όφρα σε τῇ πέμπωσι τιτυσκόμεναι φρεσὶ νῆες

557ου γὰρ Φαιήκεσσι κυβερνητῆρες έασιν,
558ου δέ τι πηδάλἰ έστι, τά τ̓ άλλαι νῆες έχουσιν

559αλλ̓ αυταὶ ίσασι νοήματα καὶ φρένας ανδρῶν,
560καὶ πάντων ίσασι πόλιας καὶ πίονας αγροὺς
561ανθρώπων, καὶ λαῖτμα τάχισθ̓ ἁλὸς εκπερόωσιν
562ηέρι καὶ νεφέλῃ κεκαλυμμέναι
ου δέ ποτέ σφιν ού τε
563τι πημανθῆναι έπι δέος ού τ̓ απολέσθαι.

564αλλὰ τόδ̓ ὥς ποτε πατρὸς εγὼν ειπόντος άκουσα
565Ναυσιθόου, ὃς έφασκε Ποσειδάων̓ αγάσασθαι
566ἡμῖν, οὕνεκα πομποὶ απήμονές ειμεν ἁπάντων.

567φῆ ποτὲ Φαιήκων ανδρῶν ευεργέα νῆα
568εκ πομπῆς ανιοῦσαν εν ηεροειδέι πόντῳ
569ῥαισέμεναι, μέγα δ̓ ἧμιν όρος πόλει αμφικαλύψειν

570ὣς αγόρεὐ γέρων
τὰ δέ κεν θεὸς τελέσειεν
571ή κ̓ ατέλεστ̓ είη, ὥς οἱ φίλον έπλετο θυμῷ

572αλλ̓ άγε μοι τόδε ειπὲ καὶ ατρεκέως κατάλεξον,
573ὅππῃ απεπλάγχθης τε καὶ ἅς τινας ἵκεο χώρας
574ανθρώπων, αυτούς τε πόλιάς τ̓ εὺ ναιετοώσας,
575ημὲν ὅσοι χαλεποί τε καὶ άγριοι ου δὲ δίκαιοι,
576οἵ τε φιλόξεινοι, καί σφιν νόος εστὶ θεουδής.

577ειπὲ δ̓ τι κλαίεις καὶ οδύρεαι ένδοθι θυμῷ
578Αργείων Δαναῶν ηδ̓ Ιλίου οῖτον ακούων

579τὸν δὲ θεοὶ μὲν τεῦξαν, επεκλώσαντο δ̓ όλεθρον
580ανθρώποις, ἵνα ῇσι καὶ εσσομένοισιν αοιδή

581 τίς τοι καὶ πηὸς απέφθιτο Ιλιόθι πρὸ
582εσθλὸς εών, γαμβρὸς πενθερός, οἵ τε μάλιστα
583κήδιστοι τελέθουσι μεθ̓ αἷμά τε καὶ γένος αυτῶν

584 τίς που καὶ ἑταῖρος ανὴρ κεχαρισμένα ειδώς,
585εσθλός;
επεὶ ου μέν τι κασιγνήτοιο χερείων γίγνεται, ὅς κεν ἑταῖρος εὼν πεπνυμένα ειδῇ.