Homer

Odyssey    —    Ὀδύσσεια

Book 7

1ὧς μὲν ένθ̓ ηρᾶτο πολύτλας δῖος Οδυσσεύς,
2κούρην δὲ προτὶ άστυ φέρεν μένος ἡμιόνοιιν.

3 δ̓ ὅτε δὴ οὗ πατρὸς αγακλυτὰ δώμαθ̓ ἵκανε,
4στῆσεν άῤ εν προθύροισι, κασίγνητοι δέ μιν αμφὶς
5ίσταντ̓ αθανάτοις εναλίγκιοι, οἵ ῥ̓ υπ̓ απήνης
6ἡμιόνους έλυον εσθῆτά τε έσφερον είσω

7αυτὴ δ̓ ες θάλαμον ἑὸν ήιε
δαῖε δέ οἱ πῦρ
8γρῆυς Απειραίη, θαλαμηπόλος Ευρυμέδουσα,
9τήν ποτ̓ Απείρηθεν νέες ήγαγον αμφιέλισσαι

10Αλκινόῳ δ̓ αυτὴν γέρας έξελον, οὕνεκα πᾶσιν
11Φαιήκεσσιν άνασσε, θεοῦ δ̓ ὣς δῆμος άκουεν·

12 τρέφε Ναυσικάαν λευκώλενον εν μεγάροισιν

13 οἱ πῦρ ανέκαιε καὶ είσω δόρπον εκόσμει

14καὶ τότ̓ Οδυσσεὺς ῶρτο πόλινδ̓ ίμεν
αμφὶ δ̓ Αθήνη
15πολλὴν ηέρα χεῦε φίλα φρονέουσ̓ Οδυσῆι,
16μή τις Φαιήκων μεγαθύμων αντιβολήσας
17κερτομέοι τ̓ επέεσσι καὶ εξερέοιθ̓ ὅτις είη

18αλλ̓ ὅτε δὴ άῤ έμελλε πόλιν δύσεσθαι εραννήν,
19ένθα οἱ αντεβόλησε θεά, γλαυκῶπις Αθήνη,
20παρθενικῇ εικυῖα νεήνιδι, κάλπιν εχούσῃ

21στῆ δὲ πρόσθ̓ αυτοῦ, δ̓ ανείρετο δῖος Οδυσσεύς·

22 τέκος, ουκ άν μοι δόμον ανέρος ἡγήσαιο
23Αλκινόου, ὃς τοῖσδε μετ̓ ανθρώποισι ανάσσει

24καὶ γὰρ εγὼ ξεῖνος ταλαπείριος ενθάδ̓ ἱκάνω
25τηλόθεν εξ απίης γαίης
τῷ ού τινα οῖδα
26ανθρώπων, οἳ τήνδε πόλιν καὶ γαῖαν έχουσιν.

27τὸν δ̓ αῦτε προσέειπε θεά, γλαυκῶπις Αθήνη

28τοιγὰρ εγώ τοι, ξεῖνε πάτερ, δόμον, ὅν με κελεύεις,
29δείξω, επεί μοι πατρὸς αμύμονος εγγύθι ναίει.

30αλλ̓ ίθι σιγῇ τοῖον, εγὼ δ̓ ὁδὸν ἡγεμονεύσω,
31μη δέ τιν̓ ανθρώπων προτιόσσεο μη δ̓ ερέεινε

32ου γὰρ ξείνους οἵδε μάλ̓ ανθρώπους ανέχονται,
33ου δ̓ αγαπαζόμενοι φιλέουσ̓ ὅς κ̓ άλλοθεν έλθῃ

34νηυσὶ θοῇσιν τοί γε πεποιθότες ωκείῃσι
35λαῖτμα μέγ̓ εκπερόωσιν, επεί σφισι δῶκ̓ ενοσίχθων

36τῶν νέες ωκεῖαι ὡς ει πτερὸν ηὲ νόημα.

37ὣς άρα φωνήσασ̓ ἡγήσατο Παλλὰς Αθήνη
38καρπαλίμως
δ̓ έπειτα μετ̓ ίχνια βαῖνε θεοῖο
39τὸν δ̓ άρα Φαίηκες ναυσικλυτοὶ ουκ ενόησαν
40ερχόμενον κατὰ άστυ διὰ σφέας
ου γὰρ Αθήνη
41εία ευπλόκαμος, δεινὴ θεός, ῥά οἱ αχλὺν
42θεσπεσίην κατέχευε φίλα φρονέουσ̓ ενὶ θυμῷ

43θαύμαζεν δ̓ Οδυσεὺς λιμένας καὶ νῆας είσας
44αυτῶν θ̓ ἡρώων αγορὰς καὶ τείχεα μακρὰ
45ὑψηλά, σκολόπεσσιν αρηρότα, θαῦμα ιδέσθαι

46αλλ̓ ὅτε δὴ βασιλῆος αγακλυτὰ δώμαθ̓ ἵκοντο,
47τοῖσι δὲ μύθων ῆρχε θεά, γλαυκῶπις Αθήνη

48οὗτος δή τοι, ξεῖνε πάτερ, δόμος, ὅν με κελεύεις
49πεφραδέμεν·
δήεις δὲ διοτρεφέας βασιλῆας
50δαίτην δαινυμένους
σὺ δ̓ έσω κίε, μη δέ τι θυμῷ
51τάρβει
θαρσαλέος γὰρ ανὴρ εν πᾶσιν αμείνων
52έργοισιν τελέθει, ει καί ποθεν άλλοθεν έλθοι

53δέσποιναν μὲν πρῶτα κιχήσεαι εν μεγάροισιν

54Αρήτη δ̓ όνομ̓ εστὶν επώνυμον, εκ δὲ τοκήων
55τῶν αυτῶν οἵ περ τέκον Αλκίνοον βασιλῆα.

56Ναυσίθοον μὲν πρῶτα Ποσειδάων ενοσίχθων
57γείνατο καὶ Περίβοια, γυναικῶν εῖδος αρίστη,
58ὁπλοτάτη θυγάτηρ μεγαλήτορος Ευρυμέδοντος,
59ὅς ποθ̓ ὑπερθύμοισι Γιγάντεσσιν βασίλευεν

60αλλ̓ μὲν ώλεσε λαὸν ατάσθαλον, ώλετο δ̓ αυτός

61τῇ δὲ Ποσειδάων εμίγη καὶ εγείνατο παῖδα
62Ναυσίθοον μεγάθυμον, ὃς εν Φαίηξιν άνασσε·

63Ναυσίθοος δ̓ έτεκεν Ῥηξήνορά τ̓ Αλκίνοόν τε

64τὸν μὲν άκουρον εόντα βάλ̓ αργυρότοξος Απόλλων
65νυμφίον εν μεγάρῳ, μίαν οίην παῖδα λιπόντα
66Αρήτην·
τὴν δ̓ Αλκίνοος ποιήσατ̓ άκοιτιν,
67καί μιν έτισ̓, ὡς ού τις επὶ χθονὶ τίεται άλλη,
68ὅσσαι νῦν γε γυναῖκες υπ̓ ανδράσιν οῖκον έχουσιν

69ὣς κείνη περὶ κῆρι τετίμηταί τε καὶ έστιν
70έκ τε φίλων παίδων έκ τ̓ αυτοῦ Αλκινόοιο
71καὶ λαῶν, οἵ μίν ῥα θεὸν ὣς εισορόωντες
72δειδέχαται μύθοισιν, ὅτε στείχῃσ̓ ανὰ άστυ.

73ου μὲν γάρ τι νόου γε καὶ αυτὴ δεύεται εσθλοῦ

74ᾗσι τ̓ εὺ φρονέῃσι καὶ ανδράσι νείκεα λύει

75εί κέν τοι κείνη γε φίλα φρονέῃσ̓ ενὶ θυμῷ,
76ελπωρή τοι έπειτα φίλους τ̓ ιδέειν καὶ ἱκέσθαι
77οῖκον ες ὑψόροφον καὶ σὴν ες πατρίδα γαῖαν.

78ὣς άρα φωνήσασ̓ απέβη γλαυκῶπις Αθήνη
79πόντον επ̓ ατρύγετον, λίπε δὲ Σχερίην ερατεινήν,
80ἵκετο δ̓ ες Μαραθῶνα καὶ ευρυάγυιαν Αθήνην,
81δῦνε δ̓ Ερεχθῆος πυκινὸν δόμον
αυτὰρ Οδυσσεὺς
82Αλκινόου πρὸς δώματ̓ ίε κλυτά
πολλὰ δέ οἱ κῆρ
83ώρμαιν̓ ἱσταμένῳ, πρὶν χάλκεον ουδὸν ἱκέσθαι

84ὥς τε γὰρ ηελίου αίγλη πέλεν ηὲ σελήνης
85δῶμα καθ̓ ὑψερεφὲς μεγαλήτορος Αλκινόοιο

86χάλκεοι μὲν γὰρ τοῖχοι εληλέδατ̓ ένθα καὶ ένθα,
87ες μυχὸν εξ ουδοῦ, περὶ δὲ θριγκὸς κυάνοιο·

88χρύσειαι δὲ θύραι πυκινὸν δόμον εντὸς έεργον

89σταθμοὶ δ̓ αργύρεοι εν χαλκέῳ ἕστασαν ουδῷ,
90αργύρεον δ̓ εφ̓ ὑπερθύριον, χρυσέη δὲ κορώνη.

91χρύσειοι δ̓ ἑκάτερθε καὶ αργύρεοι κύνες ῆσαν,
92οὓς Ἥφαιστος έτευξεν ιδυίῃσι πραπίδεσσι
93δῶμα φυλασσέμεναι μεγαλήτορος Αλκινόοιο,
94αθανάτους όντας καὶ αγήρως ήματα πάντα

95εν δὲ θρόνοι περὶ τοῖχον ερηρέδατ̓ ένθα καὶ ένθα,
96ες μυχὸν εξ ουδοῖο διαμπερές, ένθ̓ ενὶ πέπλοι
97λεπτοὶ εύννητοι βεβλήατο, έργα γυναικῶν.

98ένθα δὲ Φαιήκων ἡγήτορες ἑδριόωντο
99πίνοντες καὶ έδοντες
επηετανὸν γὰρ έχεσκον
100χρύσειοι δ̓ άρα κοῦροι ευδμήτων επὶ βωμῶν
101ἕστασαν αιθομένας δαΐδας μετὰ χερσὶν έχοντες,
102φαίνοντες νύκτας κατὰ δώματα δαιτυμόνεσσι

103πεντήκοντα δέ οἱ δμωαὶ κατὰ δῶμα γυναῖκες
104αἱ μὲν αλετρεύουσι μύλῃς έπι μήλοπα καρπόν,
105αἱ δ̓ ἱστοὺς ὑφόωσι καὶ ηλάκατα στρωφῶσιν
106ἥμεναι, οἷά τε φύλλα μακεδνῆς αιγείροιο·

107καιρουσσέων δ̓ οθονέων απολείβεται ὑγρὸν έλαιον

108ὅσσον Φαίηκες περὶ πάντων ίδριες ανδρῶν
109νῆα θοὴν ενὶ πόντῳ ελαυνέμεν, ὣς δὲ γυναῖκες
110ἱστῶν τεχνῆσσαι·
πέρι γάρ σφισι δῶκεν Αθήνη
111έργα τ̓ επίστασθαι περικαλλέα καὶ φρένας εσθλάς

112έκτοσθεν δ̓ αυλῆς μέγας όρχατος άγχι θυράων
113τετράγυος·
περὶ δ̓ ἕρκος ελήλαται αμφοτέρωθεν
114ένθα δὲ δένδρεα μακρὰ πεφύκασι τηλεθόωντα,
115όγχναι καὶ ῥοιαὶ καὶ μηλέαι αγλαόκαρποι
116συκέαι τε γλυκεραὶ καὶ ελαῖαι τηλεθόωσαι

117τάων ού ποτε καρπὸς απόλλυται ου δ̓ απολείπει χείματος ου δὲ
118θέρευς, επετήσιος
αλλὰ μάλ̓ αιεὶ
119Ζεφυρίη πνείουσα τὰ μὲν φύει, άλλα δὲ πέσσει

120όγχνη επ̓ όγχνῃ γηράσκει, μῆλον δ̓ επὶ μήλῳ,
121αυτὰρ επὶ σταφυλῇ σταφυλή, σῦκον δ̓ επὶ σύκῳ.

122ένθα δέ οἱ πολύκαρπος αλωὴ ερρίζωται,
123τῆς ἕτερον μὲν θειλόπεδον λευρῷ ενὶ χώρῳ
124τέρσεται ηελίῳ, ἑτέρας δ̓ άρα τε τρυγόωσιν,
125άλλας δὲ τραπέουσι
πάροιθε δέ τ̓ όμφακές εισιν
126άνθος αφιεῖσαι, ἕτεραι δ̓ ὑποπερκάζουσιν

127ένθα δὲ κοσμηταὶ πρασιαὶ παρὰ νείατον όρχον
128παντοῖαι πεφύασιν, επηετανὸν γανόωσαι

129εν δὲ δύω κρῆναι μέν τ̓ ανὰ κῆπον ἅπαντα
130σκίδναται, δ̓ ἑτέρωθεν υπ̓ αυλῆς ουδὸν ἵησι
131πρὸς δόμον ὑψηλόν, ὅθεν ὑδρεύοντο πολῖται.

132τοῖ̓ άῤ εν Αλκινόοιο θεῶν έσαν αγλαὰ δῶρα.

133ένθα στὰς θηεῖτο πολύτλας δῖος Οδυσσεύς

134αυτὰρ επεὶ δὴ πάντα ἑῷ θηήσατο θυμῷ,
135καρπαλίμως ὑπὲρ ουδὸν εβήσετο δώματος είσω

136εὗρε δὲ Φαιήκων ἡγήτορας ηδὲ μέδοντας
137σπένδοντας δεπάεσσιν ευσκόπῳ αργεϊφόντῃ,
138 πυμάτῳ σπένδεσκον, ὅτε μνησαίατο κοίτου

139αυτὰρ βῆ διὰ δῶμα πολύτλας δῖος Οδυσσεὺς
140πολλὴν ηέῤ έων, ἥν οἱ περίχευεν Αθήνη,
141όφῤ ίκετ̓ Αρήτην τε καὶ Αλκίνοον βασιλῆα.

142αμφὶ δ̓ άῤ Αρήτης βάλε γούνασι χεῖρας Οδυσσεύς,
143καὶ τότε δή ῥ̓ αυτοῖο πάλιν χύτο θέσφατος αήρ

144οἱ δ̓ άνεῳ εγένοντο, δόμον κάτα φῶτα ιδόντες

145θαύμαζον δ̓ ὁρόωντες
δὲ λιτάνευεν Οδυσσεύς·
146Αρήτη, θύγατερ Ῥηξήνορος αντιθέοιο,
147σόν τε πόσιν σά τε γούναθ̓ ἱκάνω πολλὰ μογήσας
148τούσδε τε δαιτυμόνας
τοῖσιν θεοὶ όλβια δοῖεν
149ζωέμεναι, καὶ παισὶν επιτρέψειεν ἕκαστος
150κτήματ̓ ενὶ μεγάροισι γέρας θ̓ τι δῆμος έδωκεν

151αυτὰρ εμοὶ πομπὴν οτρύνετε πατρίδ̓ ἱκέσθαι
152θᾶσσον, επεὶ δὴ δηθὰ φίλων άπο πήματα πάσχω.

153ὣς ειπὼν κατ̓ άῤ έζετ̓ επ̓ εσχάρῃ εν κονίῃσιν
154πὰρ πυρί
οἱ δ̓ άρα πάντες ακὴν εγένοντο σιωπῇ
155οψὲ δὲ δὴ μετέειπε γέρων ἥρως Εχένηος,
156ὃς δὴ Φαιήκων ανδρῶν προγενέστερος ῆεν
157καὶ μύθοισι κέκαστο, παλαιά τε πολλά τε ειδώς·

158 σφιν εὺ φρονέων αγορήσατο καὶ μετέειπεν

159Αλκίνὀ, ου μέν τοι τόδε κάλλιον, ου δὲ έοικε,
160ξεῖνον μὲν χαμαὶ ἧσθαι επ̓ εσχάρῃ εν κονίῃσιν,
161οἵδε δὲ σὸν μῦθον ποτιδέγμενοι ισχανόωνται.

162άλλ̓ άγε δὴ ξεῖνον μὲν επὶ θρόνου αργυροήλου
163εἷσον αναστήσας, σὺ δὲ κηρύκεσσι κέλευσον
164οῖνον επικρῆσαι, ἵνα καὶ Διὶ τερπικεραύνῳ
165σπείσομεν, ὅς θ̓ ἱκέτῃσιν άμ̓ αιδοίοισιν οπηδεῖ

166δόρπον δὲ ξείνῳ ταμίη δότω ένδον εόντων.

167αυτὰρ επεὶ τό γ̓ άκουσ̓ ἱερὸν μένος Αλκινόοιο,
168χειρὸς ἑλὼν Οδυσῆα δαΐφρονα ποικιλομήτην
169ῶρσεν απ̓ εσχαρόφιν καὶ επὶ θρόνου εἷσε φαεινοῦ,
170υἱὸν αναστήσας αγαπήνορα Λαοδάμαντα,
171ὅς οἱ πλησίον ἷζε, μάλιστα δέ μιν φιλέεσκεν.

172χέρνιβα δ̓ αμφίπολος προχόῳ επέχευε φέρουσα
173καλῇ χρυσείῃ ὑπὲρ αργυρέοιο λέβητος,
174νίψασθαι
παρὰ δὲ ξεστὴν ετάνυσσε τράπεζαν
175σῖτον δ̓ αιδοίη ταμίη παρέθηκε φέρουσα,
176είδατα πόλλ̓ επιθεῖσα, χαριζομένη παρεόντων

177αυτὰρ πῖνε καὶ ῆσθε πολύτλας δῖος Οδυσσεύς.

178καὶ τότε κήρυκα προσέφη μένος Αλκινόοιο

179Ποντόνοε, κρητῆρα κερασσάμενος μέθυ νεῖμον
180πᾶσιν ανὰ μέγαρον, ἵνα καὶ Διὶ τερπικεραύνῳ
181σπείσομεν, ὅς θ̓ ἱκέτῃσιν άμ̓ αιδοίοισιν οπηδεῖ.

182ὣς φάτο, Ποντόνοος δὲ μελίφρονα οῖνον εκίρνα,
183νώμησεν δ̓ άρα πᾶσιν επαρξάμενος δεπάεσσιν

184αυτὰρ επεὶ σπεῖσάν τ̓ έπιόν θ̓, ὅσον ήθελε θυμός,
185τοῖσιν δ̓ Αλκίνοος αγορήσατο καὶ μετέειπε·

186κέκλυτε, Φαιήκων ἡγήτορες ηδὲ μέδοντες
187όφῤ είπω τά με θυμὸς ενὶ στήθεσσι κελεύει.

188νῦν μὲν δαισάμενοι κατακείετε οίκαδ̓ ιόντες

189ηῶθεν δὲ γέροντας επὶ πλέονας καλέσαντες
190ξεῖνον ενὶ μεγάροις ξεινίσσομεν ηδὲ θεοῖσιν
191ῥέξομεν ἱερὰ καλά, έπειτα δὲ καὶ περὶ πομπῆς
192μνησόμεθ̓, ὥς χ̓ ξεῖνος άνευθε πόνου καὶ ανίης
193πομπῇ υφ̓ ἡμετέρῃ ἣν πατρίδα γαῖαν ἵκηται
194χαίρων καρπαλίμως, ει καὶ μάλα τηλόθεν εστί,
195μη δέ τι μεσσηγύς γε κακὸν καὶ πῆμα πάθῃσι,
196πρίν γε τὸν ἧς γαίης επιβήμεναι
ένθα δ̓ έπειτα
197πείσεται, ἅσσα οἱ αῖσα κατὰ κλῶθές τε βαρεῖαι
198γιγνομένῳ νήσαντο λίνῳ, ὅτε μιν τέκε μήτηρ

199ει δέ τις αθανάτων γε κατ̓ ουρανοῦ ειλήλουθεν,
200άλλο τι δὴ τόδ̓ έπειτα θεοὶ περιμηχανόωνται

201αιεὶ γὰρ τὸ πάρος γε θεοὶ φαίνονται εναργεῖς
202ἡμῖν, εῦτ̓ έρδωμεν αγακλειτὰς ἑκατόμβας,
203δαίνυνταί τε παῤ άμμι καθήμενοι ένθα περ ἡμεῖς.

204ει δ̓ άρα τις καὶ μοῦνος ιὼν ξύμβληται ὁδίτης,
205ού τι κατακρύπτουσιν, επεί σφισιν εγγύθεν ειμέν,
206ὥς περ Κύκλωπές τε καὶ άγρια φῦλα Γιγάντων.

207τὸν δ̓ απαμειβόμενος προσέφη πολύμητις Οδυσσεύς

208Αλκίνὀ, άλλο τί τοι μελέτω φρεσίν
ου γὰρ εγώ γε
209αθανάτοισιν έοικα, τοὶ ουρανὸν ευρὺν έχουσιν,
210ου δέμας ου δὲ φυήν, αλλὰ θνητοῖσι βροτοῖσιν.

211οὕς τινας ὑμεῖς ίστε μάλιστ̓ οχέοντας οιζὺν
212ανθρώπων, τοῖσίν κεν εν άλγεσιν ισωσαίμην

213καὶ δ̓ έτι κεν καὶ μᾶλλον εγὼ κακὰ μυθησαίμην,
214ὅσσα γε δὴ ξύμπαντα θεῶν ιότητι μόγησα

215αλλ̓ εμὲ μὲν δορπῆσαι εάσατε κηδόμενόν περ

216ου γάρ τι στυγερῇ επὶ γαστέρι κύντερον άλλο
217έπλετο, τ̓ εκέλευσεν ἕο μνήσασθαι ανάγκῃ
218καὶ μάλα τειρόμενον καὶ ενὶ φρεσὶ πένθος έχοντα,
219ὡς καὶ εγὼ πένθος μὲν έχω φρεσίν, δὲ μάλ̓ αιεὶ
220εσθέμεναι κέλεται καὶ πινέμεν, εκ δέ με πάντων
221ληθάνει όσσ̓ έπαθον, καὶ ενιπλησθῆναι ανώγει

222ὑμεῖς δ̓ οτρύνεσθαι άμ̓ ηοῖ φαινομένηφιν,
223ὥς κ̓ εμὲ τὸν δύστηνον εμῆς επιβήσετε πάτρης
224καί περ πολλὰ παθόντα·
ιδόντα με καὶ λίποι αιὼν
225κτῆσιν εμήν, δμῶάς τε καὶ ὑψερεφὲς μέγα δῶμα.

226ὣς έφαθ̓, οἱ δ̓ άρα πάντες επῄνεον ηδ̓ εκέλευον
227πεμπέμεναι τὸν ξεῖνον, επεὶ κατὰ μοῖραν έειπεν

228αυτὰρ επεὶ σπεῖσάν τ̓ έπιον θ̓ ὅσον ήθελε θυμός,
229οἱ μὲν κακκείοντες έβαν οῖκόνδε ἕκαστος,
230αυτὰρ εν μεγάρῳ ὑπελείπετο δῖος Οδυσσεύς,
231πὰρ δέ οἱ Αρήτη τε καὶ Αλκίνοος θεοειδὴς
232ἥσθην·
αμφίπολοι δ̓ απεκόσμεον έντεα δαιτός
233τοῖσιν δ̓ Αρήτη λευκώλενος ήρχετο μύθων

234έγνω γὰρ φᾶρός τε χιτῶνά τε είματ̓ ιδοῦσα
235καλά, τά ῥ̓ αυτὴ τεῦξε σὺν αμφιπόλοισι γυναιξί

236καί μιν φωνήσασ̓ έπεα πτερόεντα προσηύδα

237ξεῖνε, τὸ μέν σε πρῶτον εγὼν ειρήσομαι αυτή

238τίς πόθεν εις ανδρῶν;
τίς τοι τάδε είματ̓ έδωκεν
239ου δὴ φῆς επὶ πόντον αλώμενος ενθάδ̓ ἱκέσθαι

240τὴν δ̓ απαμειβόμενος προσέφη πολύμητις Οδυσσεύς

241αργαλέον, βασίλεια, διηνεκέως αγορεῦσαι
242κήδἐ, επεί μοι πολλὰ δόσαν θεοὶ Ουρανίωνες·

243τοῦτο δέ τοι ερέω μ̓ ανείρεαι ηδὲ μεταλλᾷς

244Ωγυγίη τις νῆσος απόπροθεν ειν ἁλὶ κεῖται·

245ένθα μὲν Άτλαντος θυγάτηρ, δολόεσσα Καλυψὼ
246ναίει ευπλόκαμος, δεινὴ θεός
ου δέ τις αυτῇ
247μίσγεται ού τε θεῶν ού τε θνητῶν ανθρώπων

248αλλ̓ εμὲ τὸν δύστηνον εφέστιον ήγαγε δαίμων
249οῖον, επεί μοι νῆα θοὴν αργῆτι κεραυνῷ
250Ζεὺς έλσας εκέασσε μέσῳ ενὶ οίνοπι πόντῳ.

251ένθ̓ άλλοι μὲν πάντες απέφθιθεν εσθλοὶ ἑταῖροι,
252αυτὰρ εγὼ τρόπιν αγκὰς ἑλὼν νεὸς αμφιελίσσης
253εννῆμαρ φερόμην
δεκάτῃ δέ με νυκτὶ μελαίνῃ
254νῆσον ες Ωγυγίην πέλασαν θεοί, ένθα Καλυψὼ
255ναίει ευπλόκαμος, δεινὴ θεός, με λαβοῦσα
256ενδυκέως εφίλει τε καὶ έτρεφεν ηδὲ έφασκε
257θήσειν αθάνατον καὶ αγήραον ήματα πάντα

258αλλ̓ εμὸν ού ποτε θυμὸν ενὶ στήθεσσιν έπειθεν

259ένθα μὲν ἑπτάετες μένον έμπεδον, εἵματα δ̓ αιεὶ
260δάκρυσι δεύεσκον, τά μοι άμβροτα δῶκε Καλυψώ

261αλλ̓ ὅτε δὴ ογδόατόν μοι επιπλόμενον έτος ῆλθεν,
262καὶ τότε δή μ̓ εκέλευσεν εποτρύνουσα νέεσθαι
263Ζηνὸς υπ̓ αγγελίης, καὶ νόος ετράπετ̓ αυτῆς

264πέμπε δ̓ επὶ σχεδίης πολυδέσμου, πολλὰ δ̓ έδωκε,
265σῖτον καὶ μέθυ ἡδύ, καὶ άμβροτα εἵματα ἕσσεν,
266οῦρον δὲ προέηκεν απήμονά τε λιαρόν τε

267ἑπτὰ δὲ καὶ δέκα μὲν πλέον ήματα ποντοπορεύων,
268οκτωκαιδεκάτῃ δ̓ εφάνη όρεα σκιόεντα
269γαίης ὑμετέρης, γήθησε δέ μοι φίλον ῆτορ
270δυσμόρῳ·
γὰρ έμελλον έτι ξυνέσεσθαι οιζυῖ
271πολλῇ, τήν μοι επῶρσε Ποσειδάων ενοσίχθων,
272ὅς μοι εφορμήσας ανέμους κατέδησε κέλευθον,
273ώρινεν δὲ θάλασσαν αθέσφατον, ου δέ τι κῦμα
274εία επὶ σχεδίης ἁδινὰ στενάχοντα φέρεσθαι

275τὴν μὲν έπειτα θύελλα διεσκέδασ̓
αυτὰρ εγώ γε
276νηχόμενος τόδε λαῖτμα διέτμαγον, όφρα με γαίῃ
277ὑμετέρῃ επέλασσε φέρων άνεμός τε καὶ ὕδωρ

278ένθα κέ μ̓ εκβαίνοντα βιήσατο κῦμ̓ επὶ χέρσου,
279πέτρῃς πρὸς μεγάλῃσι βαλὸν καὶ ατερπέι χώρῳ

280αλλ̓ αναχασσάμενος νῆχον πάλιν, ἧος επῆλθον
281ες ποταμόν, τῇ δή μοι εείσατο χῶρος άριστος,
282λεῖος πετράων, καὶ επὶ σκέπας ῆν ανέμοιο

283εκ δ̓ έπεσον θυμηγερέων, επὶ δ̓ αμβροσίη νὺξ
284ήλυθ̓
εγὼ δ̓ απάνευθε διιπετέος ποταμοῖο
285εκβὰς εν θάμνοισι κατέδραθον, αμφὶ δὲ φύλλα
286ηφυσάμην
ὕπνον δὲ θεὸς κατ̓ απείρονα χεῦεν
287ένθα μὲν εν φύλλοισι φίλον τετιημένος ῆτορ
288εὗδον παννύχιος καὶ επ̓ ηῶ καὶ μέσον ῆμαρ

289δείλετό τ̓ ηέλιος καί με γλυκὺς ὕπνος ανῆκεν

290αμφιπόλους δ̓ επὶ θινὶ τεῆς ενόησα θυγατρὸς
291παιζούσας, εν δ̓ αυτὴ έην εικυῖα θεῇσι

292τὴν ικέτευσ̓
δ̓ ού τι νοήματος ήμβροτεν εσθλοῦ,
293ὡς ουκ ὰν έλποιο νεώτερον αντιάσαντα
294ερξέμεν
αιεὶ γάρ τε νεώτεροι αφραδέουσιν
295 μοι σῖτον έδωκεν ἅλις ηδ̓ αίθοπα οῖνον
296καὶ λοῦσ̓ εν ποταμῷ καί μοι τάδε είματ̓ έδωκε

297ταῦτά τοι αχνύμενός περ αληθείην κατέλεξα.

298τὸν δ̓ αῦτ̓ Αλκίνοος απαμείβετο φώνησέν τε

299ξεῖν̓, τοι μὲν τοῦτο γ̓ εναίσιμον ουκ ενόησε
300παῖς εμή, οὕνεκά σ̓ ού τι μετ̓ αμφιπόλοισι γυναιξὶν
301ῆγεν ες ἡμέτερον, σὺ δ̓ άρα πρώτην ἱκέτευσας.

302τὸν δ̓ απαμειβόμενος προσέφη πολύμητις Οδυσσεύς

303ἥρως, μή τοι τοὔνεκ̓ αμύμονα νείκεε κούρην

304 μὲν γάρ μ̓ εκέλευε σὺν αμφιπόλοισιν ἕπεσθαι,
305αλλ̓ εγὼ ουκ έθελον δείσας αισχυνόμενός τε,
306μή πως καὶ σοὶ θυμὸς επισκύσσαιτο ιδόντι

307δύσζηλοι γάρ τ̓ ειμὲν επὶ χθονὶ φῦλ̓ ανθρώπων.

308τὸν δ̓ αῦτ̓ Αλκίνοος απαμείβετο φώνησέν τε

309ξεῖν̓, ού μοι τοιοῦτον ενὶ στήθεσσι φίλον κῆρ
310μαψιδίως κεχολῶσθαι·
αμείνω δ̓ αίσιμα πάντα.
311αὶ γάρ, Ζεῦ τε πάτερ καὶ Αθηναίη καὶ Άπολλον,
312τοῖος εὼν οἷός εσσι, τά τε φρονέων τ̓ εγώ περ,
313παῖδά τ̓ εμὴν εχέμεν καὶ εμὸς γαμβρὸς καλέεσθαι
314αῦθι μένων·
οῖκον δέ κ̓ εγὼ καὶ κτήματα δοίην,
315εί κ̓ εθέλων γε μένοις
αέκοντα δέ σ̓ ού τις ερύξει
316Φαιήκων
μὴ τοῦτο φίλον Διὶ πατρὶ γένοιτο
317πομπὴν δ̓ ες τόδ̓ εγὼ τεκμαίρομαι, όφῤ εὺ ειδῇς,
318αύριον ές
τῆμος δὲ σὺ μὲν δεδμημένος ὕπνῳ
319λέξεαι, οἱ δ̓ ελόωσι γαλήνην, όφῤ ὰν ἵκηαι
320πατρίδα σὴν καὶ δῶμα, καὶ εί πού τοι φίλον εστίν,
321εί περ καὶ μάλα πολλὸν ἑκαστέρω έστ̓ Ευβοίης,
322τήν περ τηλοτάτω φάσ̓ έμμεναι, οἵ μιν ίδοντο
323λαῶν ἡμετέρων, ὅτε τε ξανθὸν Ῥαδάμανθυν
324ῆγον εποψόμενον Τιτυὸν Γαιήιον υἱόν.

325καὶ μὲν οἱ ένθ̓ ῆλθον καὶ άτερ καμάτοιο τέλεσσαν
326ήματι τῷ αυτῷ καὶ απήνυσαν οίκαδ̓ οπίσσω

327ειδήσεις δὲ καὶ αυτὸς ενὶ φρεσὶν ὅσσον άρισται
328νῆες εμαὶ καὶ κοῦροι αναρρίπτειν ἅλα πηδῷ.

329ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Οδυσσεύς,
330ευχόμενος δ̓ άρα εῖπεν, έπος τ̓ έφατ̓ έκ τ̓ ονόμαζεν

331Ζεῦ πάτερ, αίθ̓ ὅσα εῖπε τελευτήσειεν ἅπαντα
332Αλκίνοος
τοῦ μέν κεν επὶ ζείδωρον άρουραν
333άσβεστον κλέος είη, εγὼ δέ κε πατρίδ̓ ἱκοίμην.

334ὣς οἱ μὲν τοιαῦτα πρὸς αλλήλους αγόρευον

335κέκλετο δ̓ Αρήτη λευκώλενος αμφιπόλοισιν
336δέμνἰ υπ̓ αιθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ
337πορφύρἐ εμβαλέειν, στορέσαι τ̓ εφύπερθε τάπητας
338χλαίνας τ̓ ενθέμεναι ούλας καθύπερθεν ἕσασθαι

339αἱ δ̓ ίσαν εκ μεγάροιο δάος μετὰ χερσὶν έχουσαι

340αυτὰρ επεὶ στόρεσαν πυκινὸν λέχος εγκονέουσαι,
341ώτρυνον δ̓ Οδυσῆα παριστάμεναι επέεσσιν

342όρσο κέων, ξεῖνε
πεποίηται δέ τοι ευνή.
343ὣς φάν, τῷ δ̓ ασπαστὸν εείσατο κοιμηθῆναι

344ὣς μὲν ένθα καθεῦδε πολύτλας δῖος Οδυσσεὺς
345τρητοῖς εν λεχέεσσιν υπ̓ αιθούσῃ εριδούπῳ·

346Αλκίνοος δ̓ άρα λέκτο μυχῷ δόμου ὑψηλοῖο, πὰρ δὲ γυνὴ δέσποινα λέχος πόρσυνε καὶ ευνήν