1ὣς ὁ μὲν ένθα καθεῦδε πολύτλας δῖος Οδυσσεὺς
2ὕπνῳ καὶ καμάτῳ αρημένος
αυτὰρ Αθήνη
3βῆ ῥ̓ ες Φαιήκων ανδρῶν δῆμόν τε πόλιν τε ,
4οἳ πρὶν μέν ποτ̓ έναιον εν ευρυχόρῳ Ὑπερείῃ ,
5αγχοῦ Κυκλώπων ανδρῶν ὑπερηνορεόντων ,
6οἵ σφεας σινέσκοντο , βίηφι δὲ φέρτεροι ῆσαν .
7ένθεν αναστήσας άγε Ναυσίθοος θεοειδής ,
8εἷσεν δὲ Σχερίῃ , ἑκὰς ανδρῶν αλφηστάων ,
9αμφὶ δὲ τεῖχος έλασσε πόλει , καὶ εδείματο οίκους ,
10καὶ νηοὺς ποίησε θεῶν , καὶ εδάσσατ̓ αρούρας
11αλλ̓ ὁ μὲν ήδη κηρὶ δαμεὶς Άϊδόσδε βεβήκει ,
12Αλκίνοος δὲ τότ̓ ῆρχε , θεῶν άπο μήδεα ειδώς
13τοῦ μὲν έβη πρὸς δῶμα θεά , γλαυκῶπις Αθήνη ,
14νόστον Οδυσσῆι μεγαλήτορι μητιόωσα
15βῆ δ̓ ίμεν ες θάλαμον πολυδαίδαλον , ᾧ ένι κούρη
16κοιμᾶτ̓ αθανάτῃσι φυὴν καὶ εῖδος ὁμοίη ,
17Ναυσικάα , θυγάτηρ μεγαλήτορος Αλκινόοιο ,
18πὰρ δὲ δύ̓ αμφίπολοι , Χαρίτων άπο κάλλος έχουσαι ,
19σταθμοῖιν ἑκάτερθε
θύραι δ̓ επέκειντο φαειναί
20ἡ δ̓ ανέμου ὡς πνοιὴ επέσσυτο δέμνια κούρης ,
21στῆ δ̓ άῤ ὑπὲρ κεφαλῆς , καί μιν πρὸς μῦθον έειπεν ,
22ειδομένη κούρῃ ναυσικλειτοῖο Δύμαντος ,
23ἥ οἱ ὁμηλικίη μὲν έην , κεχάριστο δὲ θυμῷ .
24τῇ μιν εεισαμένη προσέφη γλαυκῶπις Αθήνη
25Ναυσικάα , τί νύ σ̓ ὧδε μεθήμονα γείνατο μήτηρ
26εἵματα μέν τοι κεῖται ακηδέα σιγαλόεντα ,
27σοὶ δὲ γάμος σχεδόν εστιν , ἵνα χρὴ καλὰ μὲν αυτὴν
28ἕννυσθαι , τὰ δὲ τοῖσι παρασχεῖν , οἵ κέ σ̓ άγωνται
29εκ γάρ τοι τούτων φάτις ανθρώπους αναβαίνει
30εσθλή , χαίρουσιν δὲ πατὴρ καὶ πότνια μήτηρ
31αλλ̓ ίομεν πλυνέουσαι άμ̓ ηοῖ φαινομένηφι
32καί τοι εγὼ συνέριθος άμ̓ ἕψομαι , όφρα τάχιστα
33εντύνεαι , επεὶ ού τοι έτι δὴν παρθένος έσσεαι
34ήδη γάρ σε μνῶνται αριστῆες κατὰ δῆμον
35πάντων Φαιήκων , ὅθι τοι γένος εστὶ καὶ αυτῇ
36αλλ̓ άγ̓ επότρυνον πατέρα κλυτὸν ηῶθι πρὸ
37ἡμιόνους καὶ άμαξαν εφοπλίσαι , ἥ κεν άγῃσι
38ζῶστρά τε καὶ πέπλους καὶ ῥήγεα σιγαλόεντα
39καὶ δὲ σοὶ ῶδ̓ αυτῇ πολὺ κάλλιον ηὲ πόδεσσιν
40έρχεσθαι ·
πολλὸν γὰρ απὸ πλυνοί εισι πόληος .
41ἡ μὲν άῤ ὣς ειποῦσ̓ απέβη γλαυκῶπις Αθήνη
42Ούλυμπόνδ̓ , ὅθι φασὶ θεῶν ἕδος ασφαλὲς αιεὶ
43έμμεναι
ού τ̓ ανέμοισι τινάσσεται ού τε ποτ̓ όμβρῳ
44δεύεται ού τε χιὼν επιπίλναται , αλλὰ μάλ̓ αίθρη
45πέπταται ανέφελος , λευκὴ δ̓ επιδέδρομεν αίγλη
46τῷ ένι τέρπονται μάκαρες θεοὶ ήματα πάντα
47ένθ̓ απέβη γλαυκῶπις , επεὶ διεπέφραδε κούρῃ
48αυτίκα δ̓ Ηὼς ῆλθεν εύθρονος , ἥ μιν έγειρε
49Ναυσικάαν εύπεπλον ·
άφαρ δ̓ απεθαύμασ̓ όνειρον ,
50βῆ δ̓ ιέναι διὰ δώμαθ̓ , ίν̓ αγγείλειε τοκεῦσιν ,
51πατρὶ φίλῳ καὶ μητρί
κιχήσατο δ̓ ένδον εόντας
52ἡ μὲν επ̓ εσχάρῃ ἧστο σὺν αμφιπόλοισι γυναιξὶν
53ηλάκατα στρωφῶσ̓ ἁλιπόρφυρα
τῷ δὲ θύραζε
54ερχομένῳ ξύμβλητο μετὰ κλειτοὺς βασιλῆας
55ες βουλήν , ἵνα μιν κάλεον Φαίηκες αγαυοί .
56ἡ δὲ μάλ̓ άγχι στᾶσα φίλον πατέρα προσέειπε
57πάππα φίλ̓ , ουκ ὰν δή μοι εφοπλίσσειας απήνην
58ὑψηλὴν εύκυκλον , ἵνα κλυτὰ είματ̓ άγωμαι
59ες ποταμὸν πλυνέουσα , τά μοι ῥερυπωμένα κεῖται
60καὶ δὲ σοὶ αυτῷ έοικε μετὰ πρώτοισιν εόντα .
61βουλὰς βουλεύειν καθαρὰ χροΐ είματ̓ έχοντα .
62πέντε δέ τοι φίλοι υἷες ενὶ μεγάροις γεγάασιν ,
63οἱ δύ̓ οπυίοντες , τρεῖς δ̓ ηίθεοι θαλέθοντες
64οἱ δ̓ αιεὶ εθέλουσι νεόπλυτα είματ̓ έχοντες
65ες χορὸν έρχεσθαι
τὰ δ̓ εμῇ φρενὶ πάντα μέμηλεν .
66ὣς έφατ̓
αίδετο γὰρ θαλερὸν γάμον εξονομῆναι
67πατρὶ φίλῳ
ὁ δὲ πάντα νόει καὶ αμείβετο μύθῳ
68ού τε τοι ἡμιόνων φθονέω , τέκος , ού τε τευ άλλου
69έρχευ
ατάρ τοι δμῶες εφοπλίσσουσιν απήνην
70ὑψηλὴν εύκυκλον , ὑπερτερίῃ αραρυῖαν .
71ὣς ειπὼν δμώεσσιν εκέκλετο , τοὶ δ̓ επίθοντο
72οἱ μὲν άῤ εκτὸς άμαξαν εύτροχον ἡμιονείην
73ὥπλεον , ἡμιόνους θ̓ ὕπαγον ζεῦξάν θ̓ υπ̓ απήνῃ
74κούρη δ̓ εκ θαλάμοιο φέρεν εσθῆτα φαεινήν
75καὶ τὴν μὲν κατέθηκεν ευξέστῳ επ̓ απήνῃ ,
76μήτηρ δ̓ εν κίστῃ ετίθει μενοεικέ̓ εδωδὴν
77παντοίην , εν δ̓ όψα τίθει , εν δ̓ οῖνον έχευεν
78ασκῷ εν αιγείῳ
κούρη δ̓ επεβήσετ̓ απήνης
79δῶκεν δὲ χρυσέῃ εν ληκύθῳ ὑγρὸν έλαιον ,
80ἧος χυτλώσαιτο σὺν αμφιπόλοισι γυναιξίν
81ἡ δ̓ έλαβεν μάστιγα καὶ ἡνία σιγαλόεντα ,
82μάστιξεν δ̓ ελάαν
καναχὴ δ̓ ῆν ἡμιόνοιιν
83αἱ δ̓ άμοτον τανύοντο , φέρον δ̓ εσθῆτα καὶ αυτήν ,
84ουκ οίην , ἅμα τῇ γε καὶ αμφίπολοι κίον άλλαι
85αἱ δ̓ ὅτε δὴ ποταμοῖο ῥόον περικαλλέ̓ ἵκοντο ,
86ένθ̓ ῆ τοι πλυνοὶ ῆσαν επηετανοί , πολὺ δ̓ ὕδωρ
87καλὸν ὑπεκπρόρεεν μάλα περ ῥυπόωντα καθῆραι ,
88ένθ̓ αἵ γ̓ ἡμιόνους μὲν ὑπεκπροέλυσαν απήνης
89καὶ τὰς μὲν σεῦαν ποταμὸν πάρα δινήεντα
90τρώγειν άγρωστιν μελιηδέα
ταὶ δ̓ απ̓ απήνης
91εἵματα χερσὶν ἕλοντο καὶ εσφόρεον μέλαν ὕδωρ ,
92στεῖβον δ̓ εν βόθροισι θοῶς έριδα προφέρουσαι
93αυτὰρ επεὶ πλῦνάν τε κάθηράν τε ῥύπα πάντα ,
94ἑξείης πέτασαν παρὰ θῖν̓ ἁλός , ἧχι μάλιστα
95λάιγγας ποτὶ χέρσον αποπλύνεσκε θάλασσα
96αἱ δὲ λοεσσάμεναι καὶ χρισάμεναι λίπ̓ ελαίῳ
97δεῖπνον έπειθ̓ εἵλοντο παῤ όχθῃσιν ποταμοῖο ,
98εἵματα δ̓ ηελίοιο μένον τερσήμεναι αυγῇ
99αυτὰρ επεὶ σίτου τάρφθεν δμῳαί τε καὶ αυτή ,
100σφαίρῃ ταὶ δ̓ άῤ έπαιζον , απὸ κρήδεμνα βαλοῦσαι
101τῇσι δὲ Ναυσικάα λευκώλενος ήρχετο μολπῆς
102οἵη δ̓ Άρτεμις εῖσι κατ̓ ούρεα ιοχέαιρα ,
103ὴ κατὰ Τηΰγετον περιμήκετον ὴ Ερύμανθον ,
104τερπομένη κάπροισι καὶ ωκείῃς ελάφοισι ·
105τῇ δέ θ̓ ἅμα νύμφαι , κοῦραι Διὸς αιγιόχοιο ,
106αγρονόμοι παίζουσι , γέγηθε δέ τε φρένα Λητώ ·
107πασάων δ̓ ὑπὲρ ἥ γε κάρη έχει ηδὲ μέτωπα ,
108ῥεῖά τ̓ αριγνώτη πέλεται , καλαὶ δέ τε πᾶσαι ·
109ὣς ἥ γ̓ αμφιπόλοισι μετέπρεπε παρθένος αδμής .
110αλλ̓ ὅτε δὴ άῤ έμελλε πάλιν οῖκόνδε νέεσθαι
111ζεύξασ̓ ἡμιόνους πτύξασά τε εἵματα καλά ,
112ένθ̓ αῦτ̓ άλλ̓ ενόησε θεά , γλαυκῶπις Αθήνη ,
113ὡς Οδυσεὺς έγροιτο , ίδοι τ̓ ευώπιδα κούρην ,
114ἥ οἱ Φαιήκων ανδρῶν πόλιν ἡγήσαιτο
115σφαῖραν έπειτ̓ έρριψε μετ̓ αμφίπολον βασίλεια
116αμφιπόλου μὲν ἅμαρτε , βαθείῃ δ̓ έμβαλε δίνῃ
117αἱ δ̓ επὶ μακρὸν άυσαν
ὁ δ̓ έγρετο δῖος Οδυσσεύς ,
118ἑζόμενος δ̓ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν
119ώ μοι εγώ , τέων αῦτε βροτῶν ες γαῖαν ἱκάνω
120ῆ ῥ̓ οἵ γ̓ ὑβρισταί τε καὶ άγριοι ου δὲ δίκαιοι ,
121ῆε φιλόξεινοι καί σφιν νόος εστὶ θεουδής ;
122ὥς τέ με κουράων αμφήλυθε θῆλυς αυτή ·
123νυμφάων , αἳ έχουσ̓ ορέων αιπεινὰ κάρηνα
124καὶ πηγὰς ποταμῶν καὶ πίσεα ποιήεντα .
125ῆ νύ που ανθρώπων ειμὶ σχεδὸν αυδηέντων
126αλλ̓ άγ̓ εγὼν αυτὸς πειρήσομαι ηδὲ ίδωμαι .
127ὣς ειπὼν θάμνων ὑπεδύσετο δῖος Οδυσσεύς ,
128εκ πυκινῆς δ̓ ὕλης πτόρθον κλάσε χειρὶ παχείῃ
129φύλλων , ὡς ῥύσαιτο περὶ χροῒ μήδεα φωτός
130βῆ δ̓ ίμεν ὥς τε λέων ορεσίτροφος αλκὶ πεποιθώς ,
131ὅς τ̓ εῖσ̓ ὑόμενος καὶ αήμενος , εν δέ οἱ όσσε
132δαίεται ·
αυτὰρ ὁ βουσὶ μετέρχεται ὴ οίεσσιν
133ηὲ μετ̓ αγροτέρας ελάφους ·
κέλεται δέ ἑ γαστὴρ
134μήλων πειρήσοντα καὶ ες πυκινὸν δόμον ελθεῖν ·
135ὣς Οδυσεὺς κούρῃσιν ευπλοκάμοισιν έμελλε
136μίξεσθαι , γυμνός περ εών
χρειὼ γὰρ ἵκανε
137σμερδαλέος δ̓ αυτῇσι φάνη κεκακωμένος ἅλμῃ ,
138τρέσσαν δ̓ άλλυδις άλλη επ̓ ηιόνας προὐχούσας ·
139οίη δ̓ Αλκινόου θυγάτηρ μένε
τῇ γὰρ Αθήνη
140θάρσος ενὶ φρεσὶ θῆκε καὶ εκ δέος εἵλετο γυίων
141στῆ δ̓ άντα σχομένη
ὁ δὲ μερμήριξεν Οδυσσεύς ,
142ὴ γούνων λίσσοιτο λαβὼν ευώπιδα κούρην ,
143ῆ αύτως επέεσσιν αποσταδὰ μειλιχίοισι
144λίσσοιτ̓ , ει δείξειε πόλιν καὶ εἵματα δοίη
145ὣς άρα οἱ φρονέοντι δοάσσατο κέρδιον εῖναι ,
146λίσσεσθαι επέεσσιν αποσταδὰ μειλιχίοισι ,
147μή οἱ γοῦνα λαβόντι χολώσαιτο φρένα κούρη
148αυτίκα μειλίχιον καὶ κερδαλέον φάτο μῦθον
149γουνοῦμαί σε , άνασσα
θεός νύ τις , ῆ βροτός εσσι
150ει μέν τις θεός εσσι , τοὶ ουρανὸν ευρὺν έχουσιν ,
151Αρτέμιδί σε εγώ γε , Διὸς κούρῃ μεγάλοιο ,
152εῖδός τε μέγεθός τε φυήν τ̓ άγχιστα είσκω
153ει δέ τίς εσσι βροτῶν , τοὶ επὶ χθονὶ ναιετάουσιν ,
154τρὶς μάκαρες μὲν σοί γε πατὴρ καὶ πότνια μήτηρ ,
155τρὶς μάκαρες δὲ κασίγνητοι ·
μάλα πού σφισι θυμὸς
156αιὲν ευφροσύνῃσιν ιαίνεται εἵνεκα σεῖο ,
157λευσσόντων τοιόνδε θάλος χορὸν εισοιχνεῦσαν
158κεῖνος δ̓ αῦ περὶ κῆρι μακάρτατος έξοχον άλλων ,
159ὅς κέ σ̓ εέδνοισι βρίσας οῖκόνδ̓ αγάγηται .
160ου γάρ πω τοιοῦτον ίδον βροτὸν οφθαλμοῖσιν ,
161ού τ̓ άνδῤ ού τε γυναῖκα
σέβας μ̓ έχει εισορόωντα
162Δήλῳ δή ποτε τοῖον Απόλλωνος παρὰ βωμῷ
163φοίνικος νέον έρνος ανερχόμενον ενόησα
164ῆλθον γὰρ καὶ κεῖσε , πολὺς δέ μοι ἕσπετο λαός ,
165τὴν ὁδὸν ᾗ δὴ μέλλεν εμοὶ κακὰ κήδἐ έσεσθαι
166ὣς δ̓ αύτως καὶ κεῖνο ιδὼν ετεθήπεα θυμῷ
167δήν , επεὶ ού πω τοῖον ανήλυθεν εκ δόρυ γαίης ,
168ὡς σέ , γύναι , άγαμαί τε τέθηπά τε , δείδια δ̓ αινῶς
169γούνων ἅψασθαι
χαλεπὸν δέ με πένθος ἱκάνει
170χθιζὸς εεικοστῷ φύγον ήματι οίνοπα πόντον
171τόφρα δέ μ̓ αιεὶ κῦμ̓ εφόρει κραιπναί τε θύελλαι
172νήσου απ̓ Ωγυγίης
νῦν δ̓ ενθάδε κάββαλε δαίμων ,
173όφῤ έτι που καὶ τῇδε πάθω κακόν
ου γὰρ οίω
174παύσεσθ̓ , αλλ̓ έτι πολλὰ θεοὶ τελέουσι πάροιθεν
175αλλά , άνασσ̓ , ελέαιρε
σὲ γὰρ κακὰ πολλὰ μογήσας
176ες πρώτην ἱκόμην , τῶν δ̓ άλλων ού τινα οῖδα
177ανθρώπων , οἳ τήνδε πόλιν καὶ γαῖαν έχουσιν
178άστυ δέ μοι δεῖξον , δὸς δὲ ῥάκος αμφιβαλέσθαι ,
179εί τί που είλυμα σπείρων έχες ενθάδ̓ ιοῦσα
180σοὶ δὲ θεοὶ τόσα δοῖεν ὅσα φρεσὶ σῇσι μενοινᾷς ,
181άνδρα τε καὶ οῖκον , καὶ ὁμοφροσύνην οπάσειαν
182εσθλήν
ου μὲν γὰρ τοῦ γε κρεῖσσον καὶ άρειον ,
183ὴ όθ̓ ὁμοφρονέοντε νοήμασιν οῖκον έχητον
184ανὴρ ηδὲ γυνή ·
πόλλ̓ άλγεα δυσμενέεσσι ,
185χάρματα δ̓ ευμενέτῃσι , μάλιστα δέ τ̓ έκλυον αυτοί .
186τὸν δ̓ αῦ Ναυσικάα λευκώλενος αντίον ηύδα
187ξεῖν̓ , επεὶ ού τε κακῷ ού τ̓ άφρονι φωτὶ έοικας ·
188Ζεὺς δ̓ αυτὸς νέμει όλβον Ολύμπιος ανθρώποισιν ,
189εσθλοῖς ηδὲ κακοῖσιν , ὅπως εθέλῃσιν , ἑκάστῳ ·
190καί που σοὶ τάδ̓ έδωκε , σὲ δὲ χρὴ τετλάμεν έμπης
191νῦν δ̓ , επεὶ ἡμετέρην τε πόλιν καὶ γαῖαν ἱκάνεις ,
192ού τ̓ οῦν εσθῆτος δευήσεαι ού τε τευ άλλου ,
193ὧν επέοιχ̓ ἱκέτην ταλαπείριον αντιάσαντα .
194άστυ δέ τοι δείξω , ερέω δέ τοι ούνομα λαῶν
195Φαίηκες μὲν τήνδε πόλιν καὶ γαῖαν έχουσιν ,
196ειμὶ δ̓ εγὼ θυγάτηρ μεγαλήτορος Αλκινόοιο ,
197τοῦ δ̓ εκ Φαιήκων έχεται κάρτος τε βίη τε .
198ῆ ῥα καὶ αμφιπόλοισιν ευπλοκάμοισι κέλευσε
199στῆτέ μοι , αμφίπολοι
πόσε φεύγετε φῶτα ιδοῦσαι
200ῆ μή πού τινα δυσμενέων φάσθ̓ έμμεναι ανδρῶν
201ουκ έσθ̓ οὗτος ανὴρ διερὸς βροτὸς ου δὲ γένηται ,
202ὅς κεν Φαιήκων ανδρῶν ες γαῖαν ἵκηται
203δηιοτῆτα φέρων
μάλα γὰρ φίλοι αθανάτοισιν .
204οικέομεν δ̓ απάνευθε πολυκλύστῳ ενὶ πόντῳ ,
205έσχατοι , ου δέ τις άμμι βροτῶν επιμίσγεται άλλος .
206αλλ̓ ὅδε τις δύστηνος αλώμενος ενθάδ̓ ἱκάνει ,
207τὸν νῦν χρὴ κομέειν
πρὸς γὰρ Διός εισιν ἅπαντες
208ξεῖνοί τε πτωχοί τε , δόσις δ̓ ολίγη τε φίλη τε .
209αλλὰ δότ̓ , αμφίπολοι , ξείνῳ βρῶσίν τε πόσιν τε ,
210λούσατέ τ̓ εν ποταμῷ , όθ̓ επὶ σκέπας έστ̓ ανέμοιο .
211ὣς έφαθ̓ , αἱ δ̓ έσταν τε καὶ αλλήλῃσι κέλευσαν ,
212κὰδ δ̓ άῤ Οδυσσῆ̓ εἷσαν επὶ σκέπας , ὡς εκέλευσεν
213Ναυσικάα θυγάτηρ μεγαλήτορος Αλκινόοιο ·
214πὰρ δ̓ άρα οἱ φᾶρός τε χιτῶνά τε είματ̓ έθηκαν ,
215δῶκαν δὲ χρυσέῃ εν ληκύθῳ ὑγρὸν έλαιον ,
216ήνωγον δ̓ άρα μιν λοῦσθαι ποταμοῖο ῥοῇσιν
217δή ῥα τότ̓ αμφιπόλοισι μετηύδα δῖος Οδυσσεύς
218αμφίπολοι , στῆθ̓ οὕτω απόπροθεν , όφῤ εγὼ αυτὸς
219ἅλμην ώμοιιν απολούσομαι , αμφὶ δ̓ ελαίῳ
220χρίσομαι
ῆ γὰρ δηρὸν απὸ χροός εστιν αλοιφή
221άντην δ̓ ουκ ὰν εγώ γε λοέσσομαι
αιδέομαι γὰρ
222γυμνοῦσθαι κούρῃσιν ευπλοκάμοισι μετελθών .
223ὣς έφαθ̓ , αἱ δ̓ απάνευθεν ίσαν , εῖπον δ̓ άρα κούρῃ
224αυτὰρ ὁ εκ ποταμοῦ χρόα νίζετο δῖος Οδυσσεὺς
225ἅλμην , ἥ οἱ νῶτα καὶ ευρέας άμπεχεν ώμους ,
226εκ κεφαλῆς δ̓ έσμηχεν ἁλὸς χνόον ατρυγέτοιο
227αυτὰρ επεὶ δὴ πάντα λοέσσατο καὶ λίπ̓ άλειψεν ,
228αμφὶ δὲ εἵματα έσσαθ̓ ἅ οἱ πόρε παρθένος αδμής ,
229τὸν μὲν Αθηναίη θῆκεν Διὸς εκγεγαυῖα
230μείζονά τ̓ εισιδέειν καὶ πάσσονα , κὰδ δὲ κάρητος
231ούλας ἧκε κόμας , ὑακινθίνῳ άνθει ὁμοίας
232ὡς δ̓ ὅτε τις χρυσὸν περιχεύεται αργύρῳ ανὴρ
233ίδρις , ὃν Ἥφαιστος δέδαεν καὶ Παλλὰς Αθήνη
234τέχνην παντοίην , χαρίεντα δὲ έργα τελείει ,
235ὣς άρα τῷ κατέχευε χάριν κεφαλῇ τε καὶ ώμοις
236έζετ̓ έπειτ̓ απάνευθε κιὼν επὶ θῖνα θαλάσσης ,
237κάλλεϊ καὶ χάρισι στίλβων
θηεῖτο δὲ κούρη
238δή ῥα τότ̓ αμφιπόλοισιν ευπλοκάμοισι μετηύδα
239κλῦτέ μευ , αμφίπολοι λευκώλενοι , όφρα τι είπω
240ου πάντων αέκητι θεῶν , οἳ Όλυμπον έχουσιν ,
241Φαιήκεσσ̓ όδ̓ ανὴρ επιμίσγεται αντιθέοισι
242πρόσθεν μὲν γὰρ δή μοι αεικέλιος δέατ̓ εῖναι ,
243νῦν δὲ θεοῖσιν έοικε , τοὶ ουρανὸν ευρὺν έχουσιν
244αὶ γὰρ εμοὶ τοιόσδε πόσις κεκλημένος είη
245ενθάδε ναιετάων , καὶ οἱ ἅδοι αυτόθι μίμνειν
246αλλὰ δότ̓ , αμφίπολοι , ξείνῳ βρῶσίν τε πόσιν τε .
247ὣς έφαθ̓ , αἱ δ̓ άρα τῆς μάλα μὲν κλύον ηδ̓ επίθοντο ,
248πὰρ δ̓ άῤ Οδυσσῆι έθεσαν βρῶσίν τε πόσιν τε
249ῆ τοι ὁ πῖνε καὶ ῆσθε πολύτλας δῖος Οδυσσεὺς
250ἁρπαλέως
δηρὸν γὰρ εδητύος ῆεν άπαστος
251αυτὰρ Ναυσικάα λευκώλενος άλλ̓ ενόησεν
252είματ̓ άρα πτύξασα τίθει καλῆς επ̓ απήνης ,
253ζεῦξεν δ̓ ἡμιόνους κρατερώνυχας , ὰν δ̓ έβη αυτή ,
254ώτρυνεν δ̓ Οδυσῆα , έπος τ̓ έφατ̓ έκ τ̓ ονόμαζεν
255όρσεο δὴ νῦν , ξεῖνε , πόλινδ̓ ίμεν όφρα σε πέμψω
256πατρὸς εμοῦ πρὸς δῶμα δαΐφρονος , ένθα σέ φημι
257πάντων Φαιήκων ειδησέμεν ὅσσοι άριστοι .
258αλλὰ μάλ̓ ῶδ̓ έρδειν , δοκέεις δέ μοι ουκ απινύσσειν
259όφῤ ὰν μέν κ̓ αγροὺς ίομεν καὶ έργ̓ ανθρώπων ,
260τόφρα σὺν αμφιπόλοισι μεθ̓ ἡμιόνους καὶ άμαξαν
261καρπαλίμως έρχεσθαι
εγὼ δ̓ ὁδὸν ἡγεμονεύσω
262αυτὰρ επὴν πόλιος επιβήομεν , ἣν πέρι πύργος
263ὑψηλός , καλὸς δὲ λιμὴν ἑκάτερθε πόληος ,
264λεπτὴ δ̓ εισίθμη ·
νῆες δ̓ ὁδὸν αμφιέλισσαι
265ειρύαται
πᾶσιν γὰρ επίστιόν εστιν ἑκάστῳ
266ένθα δέ τέ σφ̓ αγορὴ καλὸν Ποσιδήιον αμφίς ,
267ῥυτοῖσιν λάεσσι κατωρυχέεσσ̓ αραρυῖα .
268ένθα δὲ νηῶν ὅπλα μελαινάων αλέγουσι ,
269πείσματα καὶ σπεῖρα , καὶ αποξύνουσιν ερετμά
270ου γὰρ Φαιήκεσσι μέλει βιὸς ου δὲ φαρέτρη ,
271αλλ̓ ἱστοὶ καὶ ερετμὰ νεῶν καὶ νῆες εῖσαι ,
272ᾗσιν αγαλλόμενοι πολιὴν περόωσι θάλασσαν .
273τῶν αλεείνω φῆμιν αδευκέα , μή τις οπίσσω
274μωμεύῃ
μάλα δ̓ εισὶν ὑπερφίαλοι κατὰ δῆμον
275καί νύ τις ῶδ̓ είπῃσι κακώτερος αντιβολήσας
276τίς δ̓ ὅδε Ναυσικάᾳ ἕπεται καλός τε μέγας τε
277ξεῖνος
ποῦ δέ μιν εὗρε
πόσις νύ οἱ έσσεται αυτῇ
278ῆ τινά που πλαγχθέντα κομίσσατο ἧς απὸ νηὸς
279ανδρῶν τηλεδαπῶν , επεὶ ού τινες εγγύθεν εισίν
280ή τίς οἱ ευξαμένῃ πολυάρητος θεὸς ῆλθεν
281ουρανόθεν καταβάς , ἕξει δέ μιν ήματα πάντα
282βέλτερον , ει καὐτή περ εποιχομένη πόσιν εὗρεν
283άλλοθεν ·
ῆ γὰρ τούσδε γ̓ ατιμάζει κατὰ δῆμον
284Φαίηκας , τοί μιν μνῶνται πολέες τε καὶ εσθλοί
285ὣς ερέουσιν , εμοὶ δέ κ̓ ονείδεα ταῦτα γένοιτο
286καὶ δ̓ άλλῃ νεμεσῶ , ἥ τις τοιαῦτά γε ῥέζοι ,
287ἥ τ̓ αέκητι φίλων πατρὸς καὶ μητρὸς εόντων ,
288ανδράσι μίσγηται , πρίν γ̓ αμφάδιον γάμον ελθεῖν
289ξεῖνε , σὺ δ̓ ῶκ̓ εμέθεν ξυνίει έπος , όφρα τάχιστα
290πομπῆς καὶ νόστοιο τύχῃς παρὰ πατρὸς εμοῖο
291δήεις αγλαὸν άλσος Αθήνης άγχι κελεύθου
292αιγείρων
εν δὲ κρήνη νάει , αμφὶ δὲ λειμών ·
293ένθα δὲ πατρὸς εμοῦ τέμενος τεθαλυῖά τ̓ αλωή ,
294τόσσον απὸ πτόλιος , ὅσσον τε γέγωνε βοήσας .
295ένθα καθεζόμενος μεῖναι χρόνον , εις ὅ κεν ἡμεῖς
296άστυδε έλθωμεν καὶ ἱκώμεθα δώματα πατρός
297αυτὰρ επὴν ἡμέας έλπῃ ποτὶ δώματ̓ αφῖχθαι ,
298καὶ τότε Φαιήκων ίμεν ες πόλιν ηδ̓ ερέεσθαι
299δώματα πατρὸς εμοῦ μεγαλήτορος Αλκινόοιο .
300ῥεῖα δ̓ αρίγνωτ̓ εστί , καὶ ὰν πάϊς ἡγήσαιτο
301νήπιος
ου μὲν γάρ τι εοικότα τοῖσι τέτυκται
302δώματα Φαιήκων , οἷος δόμος Αλκινόοιο
303ἥρωος .
αλλ̓ οπότ̓ άν σε δόμοι κεκύθωσι καὶ αυλή ,
304ῶκα μάλα μεγάροιο διελθέμεν , όφῤ ὰν ἵκηαι
305μητέῤ εμήν
ἡ δ̓ ἧσται επ̓ εσχάρῃ εν πυρὸς αυγῇ ,
306ηλάκατα στρωφῶσ̓ ἁλιπόρφυρα , θαῦμα ιδέσθαι ,
307κίονι κεκλιμένη ·
δμωαὶ δέ οἱ είατ̓ όπισθεν
308ένθα δὲ πατρὸς εμοῖο θρόνος ποτικέκλιται αυτῇ ,
309τῷ ὅ γε οινοποτάζει εφήμενος αθάνατος ὥς .
310τὸν παραμειψάμενος μητρὸς περὶ γούνασι χεῖρας
311βάλλειν ἡμετέρης , ἵνα νόστιμον ῆμαρ ίδηαι
312χαίρων καρπαλίμως , ει καὶ μάλα τηλόθεν εσσί
313εί κέν τοι κείνη γε φίλα φρονέῃσ̓ ενὶ θυμῷ ,
314ελπωρή τοι έπειτα φίλους τ̓ ιδέειν καὶ ἱκέσθαι
315οῖκον ευκτίμενον καὶ σὴν ες πατρίδα γαῖαν .
316ὣς άρα φωνήσασ̓ ἵμασεν μάστιγι φαεινῇ
317ἡμιόνους
αἱ δ̓ ῶκα λίπον ποταμοῖο ῥέεθρα
318αἱ δ̓ εὺ μὲν τρώχων , εὺ δὲ πλίσσοντο πόδεσσιν
319ἡ δὲ μάλ̓ ἡνιόχευεν , ὅπως άμ̓ ἑποίατο πεζοὶ
320αμφίπολοί τ̓ Οδυσεύς τε , νόῳ δ̓ επέβαλλεν ἱμάσθλην
321δύσετό τ̓ ηέλιος καὶ τοὶ κλυτὸν άλσος ἵκοντο
322ἱρὸν Αθηναίης , ίν̓ άῤ ἕζετο δῖος Οδυσσεύς
323αυτίκ̓ έπειτ̓ ηρᾶτο Διὸς κούρῃ μεγάλοιο
324κλῦθί μευ , αιγιόχοιο Διὸς τέκος , Ατρυτώνη
325νῦν δή πέρ μευ άκουσον , επεὶ πάρος ού ποτ̓ άκουσας
326ῥαιομένου , ὅτε μ̓ έρραιε κλυτὸς εννοσίγαιος
327δός μ̓ ες Φαίηκας φίλον ελθεῖν ηδ̓ ελεεινόν .
328ὣς έφατ̓ ευχόμενος , τοῦ δ̓ έκλυε Παλλὰς Αθήνη
329αυτῷ δ̓ ού πω φαίνετ̓ εναντίη
αίδετο γάρ ῥα
330πατροκασίγνητον
ὁ δ̓ επιζαφελῶς μενέαινεν αντιθέῳ Οδυσῆι πάρος ἣν γαῖαν ἱκέσθαι
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52
53
54
55
56
57
58
59
60
61
62
63
64
65
66
67
68
69
70
71
72
73
74
75
76
77
78
79
80
81
82
83
84
85
86
87
88
89
90
91
92
93
94
95
96
97
98
99
100
101
102
103
104
105
106
107
108
109
110
111
112
113
114
115
116
117
118
119
120
121
122
123
124
125
126
127
128
129
130
131
132
133
134
135
136
137
138
139
140
141
142
143
144
145
146
147
148
149
150
151
152
153
154
155
156
157
158
159
160
161
162
163
164
165
166
167
168
169
170
171
172
173
174
175
176
177
178
179
180
181
182
183
184
185
186
187
188
189
190
191
192
193
194
195
196
197
198
199
200
201
202
203
204
205
206
207
208
209
210
211
212
213
214
215
216
217
218
219
220
221
222
223
224
225
226
227
228
229
230
231
232
233
234
235
236
237
238
239
240
241
242
243
244
245
246
247
248
249
250
251
252
253
254
255
256
257
258
259
260
261
262
263
264
265
266
267
268
269
270
271
272
273
274
275
276
277
278
279
280
281
282
283
284
285
286
287
288
289
290
291
292
293
294
295
296
297
298
299
300
301
302
303
304
305
306
307
308
309
310
311
312
313
314
315
316
317
318
319
320
321
322
323
324
325
326
327
328
329
330