Homer

Odyssey    —    Ὀδύσσεια

Book 5

1Ηὼς δ̓ εκ λεχέων παῤ αγαυοῦ Τιθωνοῖο
2ώρνυθ̓, ίν̓ αθανάτοισι φόως φέροι ηδὲ βροτοῖσιν

3οἱ δὲ θεοὶ θῶκόνδε καθίζανον, εν δ̓ άρα τοῖσι
4Ζεὺς ὑψιβρεμέτης, οὗ τε κράτος εστὶ μέγιστον.

5τοῖσι δ̓ Αθηναίη λέγε κήδεα πόλλ̓ Οδυσῆος
6μνησαμένη
μέλε γάρ οἱ εὼν εν δώμασι νύμφης
7Ζεῦ πάτερ ηδ̓ άλλοι μάκαρες θεοὶ αιὲν εόντες,
8μή τις έτι πρόφρων αγανὸς καὶ ήπιος έστω
9σκηπτοῦχος βασιλεύς, μη δὲ φρεσὶν αίσιμα ειδώς,
10αλλ̓ αιεὶ χαλεπός τ̓ είη καὶ αίσυλα ῥέζοι·

11ὡς ού τις μέμνηται Οδυσσῆος θείοιο
12λαῶν οἷσιν άνασσε, πατὴρ δ̓ ὣς ήπιος ῆεν.

13αλλ̓ μὲν εν νήσῳ κεῖται κρατέῤ άλγεα πάσχων
14νύμφης εν μεγάροισι Καλυψοῦς, μιν ανάγκῃ
15ίσχει
δ̓ ου δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι
16ου γάρ οἱ πάρα νῆες επήρετμοι καὶ ἑταῖροι,
17οἵ κέν μιν πέμποιεν επ̓ ευρέα νῶτα θαλάσσης.

18νῦν αῦ παῖδ̓ αγαπητὸν αποκτεῖναι μεμάασιν
19οίκαδε νισόμενον
δ̓ έβη μετὰ πατρὸς ακουὴν
20ες Πύλον ηγαθέην ηδ̓ ες Λακεδαίμονα δῖαν.

21τὴν δ̓ απαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς

22τέκνον εμόν, ποῖόν σε έπος φύγεν ἕρκος οδόντων

23ου γὰρ δὴ τοῦτον μὲν εβούλευσας νόον αυτή,
24ὡς τοι κείνους Οδυσεὺς αποτίσεται ελθών

25Τηλέμαχον δὲ σὺ πέμψον επισταμένως, δύνασαι γάρ,
26ὥς κε μάλ̓ ασκηθὴς ἣν πατρίδα γαῖαν ἵκηται,
27μνηστῆρες δ̓ εν νηὶ·
παλιμπετὲς απονέωνται.
28 ῥα καὶ Ἑρμείαν, υἱὸν φίλον, αντίον ηύδα

29Ἑρμεία, σὺ γὰρ αῦτε τά τ̓ άλλα περ άγγελός εσσι,
30νύμφῃ ευπλοκάμῳ ειπεῖν νημερτέα βουλήν,
31νόστον Οδυσσῆος ταλασίφρονος, ὥς κε νέηται
32ού τε θεῶν πομπῇ ού τε θνητῶν ανθρώπων

33αλλ̓ γ̓ επὶ σχεδίης πολυδέσμου πήματα πάσχων
34ήματί κ̓ εικοστῷ Σχερίην ερίβωλον ἵκοιτο,
35Φαιήκων ες γαῖαν, οἳ αγχίθεοι γεγάασιν,
36οἵ κέν μιν περὶ κῆρι θεὸν ὣς τιμήσουσιν,
37πέμψουσιν δ̓ εν νηὶ φίλην ες πατρίδα γαῖαν,
38χαλκόν τε χρυσόν τε ἅλις εσθῆτά τε δόντες,
39πόλλ̓, όσ̓ ὰν ου δέ ποτε Τροίης εξήρατ̓ Οδυσσεύς,
40εί περ απήμων ῆλθε, λαχὼν απὸ ληίδος αῖσαν.

41ὣς γάρ οἱ μοῖῤ εστὶ φίλους τ̓ ιδέειν καὶ ἱκέσθαι
42οῖκον ες ὑψόροφον καὶ ἑὴν ες πατρίδα γαῖαν.

43ὣς έφατ̓, ου δ̓ απίθησε διάκτορος αργεϊφόντης

44αυτίκ̓ έπειθ̓ ὑπὸ ποσσὶν εδήσατο καλὰ πέδιλα,
45αμβρόσια χρύσεια, τά μιν φέρον ημὲν εφ̓ ὑγρὴν
46ηδ̓ επ̓ απείρονα γαῖαν ἅμα πνοιῇς ανέμοιο

47εἵλετο δὲ ῥάβδον, τῇ τ̓ ανδρῶν όμματα θέλγει,
48ὧν εθέλει, τοὺς δ̓ αῦτε καὶ ὑπνώοντας εγείρει.

49τὴν μετὰ χερσὶν έχων πέτετο κρατὺς αργεϊφόντης

50Πιερίην δ̓ επιβὰς εξ αιθέρος έμπεσε πόντῳ

51σεύατ̓ έπειτ̓ επὶ κῦμα λάρῳ όρνιθι εοικώς,
52ὅς τε κατὰ δεινοὺς κόλπους ἁλὸς ατρυγέτοιο
53ιχθῦς αγρώσσων πυκινὰ πτερὰ δεύεται ἅλμῃ

54τῷ ίκελος πολέεσσιν οχήσατο κύμασιν Ἑρμῆς

55αλλ̓ ὅτε δὴ τὴν νῆσον αφίκετο τηλόθ̓ εοῦσαν,
56ένθ̓ εκ πόντου βὰς ιοειδέος ήπειρόνδε
57ήιεν, όφρα μέγα σπέος ἵκετο, τῷ ένι νύμφη
58ναῖεν ευπλόκαμος
τὴν δ̓ ένδοθι τέτμεν εοῦσαν
59πῦρ μὲν επ̓ εσχαρόφιν μέγα καίετο, τηλόσε δ̓ οδμὴ
60κέδρου τ̓ ευκεάτοιο θύου τ̓ ανὰ νῆσον οδώδει
61δαιομένων
δ̓ ένδον αοιδιάουσ̓ οπὶ καλῇ
62ἱστὸν εποιχομένη χρυσείῃ κερκίδ̓ ὕφαινεν

63ὕλη δὲ σπέος αμφὶ πεφύκει τηλεθόωσα,
64κλήθρη τ̓ αίγειρός τε καὶ ευώδης κυπάρισσος

65ένθα δέ τ̓ όρνιθες τανυσίπτεροι ευνάζοντο,
66σκῶπές τ̓ ίρηκές τε τανύγλωσσοί τε κορῶναι
67εινάλιαι, τῇσίν τε θαλάσσια έργα μέμηλεν

68 δ̓ αυτοῦ τετάνυστο περὶ σπείους γλαφυροῖο
69ἡμερὶς ἡβώωσα, τεθήλει δὲ σταφυλῇσι.

70κρῆναι δ̓ ἑξείης πίσυρες ῥέον ὕδατι λευκῷ,
71πλησίαι αλλήλων τετραμμέναι άλλυδις άλλη

72αμφὶ δὲ λειμῶνες μαλακοὶ ίου ηδὲ σελίνου
73θήλεον
ένθα κ̓ έπειτα καὶ αθάνατός περ επελθὼν
74θηήσαιτο ιδὼν καὶ τερφθείη φρεσὶν ᾗσιν

75ένθα στὰς θηεῖτο διάκτορος αργεϊφόντης

76αυτὰρ επεὶ δὴ πάντα ἑῷ θηήσατο θυμῷ,
77αυτίκ̓ άῤ εις ευρὺ σπέος ήλυθεν
ου δέ μιν άντην
78ηγνοίησεν ιδοῦσα Καλυψώ, δῖα θεάων

79ου γάρ τ̓ αγνῶτες θεοὶ αλλήλοισι πέλονται
80αθάνατοι, ου δ̓ εί τις απόπροθι δώματα ναίει

81ου δ̓ άῤ Οδυσσῆα μεγαλήτορα ένδον έτετμεν,
82αλλ̓ γ̓ επ̓ ακτῆς κλαῖε καθήμενος, ένθα πάρος περ,
83δάκρυσι καὶ στοναχῇσι καὶ άλγεσι θυμὸν ερέχθων.

84πόντον επ̓ ατρύγετον δερκέσκετο δάκρυα λείβων

85Ἑρμείαν δ̓ ερέεινε Καλυψώ, δῖα θεάων,
86εν θρόνῳ ἱδρύσασα φαεινῷ σιγαλόεντι

87τίπτε μοι, Ἑρμεία χρυσόρραπι, ειλήλουθας
88αιδοῖός τε φίλος τε
πάρος γε μὲν ού τι θαμίζεις
89αύδα τι φρονέεις
τελέσαι δέ με θυμὸς άνωγεν,
90ει δύναμαι τελέσαι γε καὶ ει τετελεσμένον εστίν

91αλλ̓ ἕπεο προτέρω, ἵνα τοι πὰρ ξείνια θείω.

92ὥς άρα φωνήσασα θεὰ παρέθηκε τράπεζαν
93αμβροσίης πλήσασα, κέρασσε δὲ νέκταρ ερυθρόν

94αυτὰρ πῖνε καὶ ῆσθε διάκτορος αργεϊφόντης.

95αυτὰρ επεὶ δείπνησε καὶ ήραρε θυμὸν εδωδῇ,
96καὶ τότε δή μιν έπεσσιν αμειβόμενος προσέειπεν

97ειρωτᾷς μ̓ ελθόντα θεὰ θεόν
αυτὰρ εγώ τοι
98νημερτέως τὸν μῦθον ενισπήσω
κέλεαι γάρ
99Ζεὺς εμέ γ̓ ηνώγει δεῦῤ ελθέμεν ουκ εθέλοντα

100τίς δ̓ ὰν ἑκὼν τοσσόνδε διαδράμοι ἁλμυρὸν ὕδωρ
101άσπετον
ου δέ τις άγχι βροτῶν πόλις, οἵ τε θεοῖσιν
102ἱερά τε ῥέζουσι καὶ εξαίτους ἑκατόμβας.

103αλλὰ μάλ̓ ού πως έστι Διὸς νόον αιγιόχοιο
104ού τε παρεξελθεῖν άλλον θεὸν ούθ̓ ἁλιῶσαι

105φησί τοι άνδρα παρεῖναι οιζυρώτατον άλλων,
106τῶν ανδρῶν, οἳ άστυ πέρι Πριάμοιο μάχοντο
107εινάετες, δεκάτῳ δὲ πόλιν πέρσαντες έβησαν
108οίκαδ̓
ατὰρ εν νόστῳ Αθηναίην αλίτοντο,
109 σφιν επῶρσ̓ άνεμόν τε κακὸν καὶ κύματα μακρά

110ένθ̓ άλλοι μὲν πάντες απέφθιθεν εσθλοὶ ἑταῖροι,
111τὸν δ̓ άρα δεῦῤ άνεμός τε φέρων καὶ κῦμα πέλασσε

112τὸν νῦν σ̓ ηνώγειν αποπεμπέμεν ὅττι τάχιστα

113ου γάρ οἱ τῇδ̓ αῖσα φίλων απονόσφιν ολέσθαι,
114αλλ̓ έτι οἱ μοῖῤ εστὶ φίλους τ̓ ιδέειν καὶ ἱκέσθαι
115οῖκον ες ὑψόροφον καὶ ἑὴν ες πατρίδα γαῖαν.

116ὣς φάτο, ῥίγησεν δὲ Καλυψώ, δῖα θεάων,
117καί μιν φωνήσασ̓ έπεα πτερόεντα προσηύδα

118σχέτλιοί εστε, θεοί, ζηλήμονες έξοχον άλλων,
119οἵ τε θεαῖς αγάασθε παῤ ανδράσιν ευνάζεσθαι
120αμφαδίην, ήν τίς τε φίλον ποιήσετ̓ ακοίτην

121ὣς μὲν ότ̓ Ωρίων̓ ἕλετο ῥοδοδάκτυλος Ηώς,
122τόφρα οἱ ηγάασθε θεοὶ ῥεῖα ζώοντες,
123ἧος εν Ορτυγίῃ χρυσόθρονος Άρτεμις ἁγνὴ
124οἷς αγανοῖς βελέεσσιν εποιχομένη κατέπεφνεν

125ὣς δ̓ οπότ̓ Ιασίωνι ευπλόκαμος Δημήτηρ,
126 θυμῷ είξασα, μίγη φιλότητι καὶ ευνῇ
127νειῷ ένι τριπόλῳ·
ου δὲ δὴν ῆεν άπυστος
128Ζεύς, ὅς μιν κατέπεφνε βαλὼν αργῆτι κεραυνῷ

129ὥς δ̓ αῦ νῦν μοι άγασθε, θεοί, βροτὸν άνδρα παρεῖναι

130τὸν μὲν εγὼν εσάωσα περὶ τρόπιος βεβαῶτα
131οῖον, επεί οἱ νῆα θοὴν αργῆτι κεραυνῷ
132Ζεὺς έλσας εκέασσε μέσῳ ενὶ οίνοπι πόντῳ

133ένθ̓ άλλοι μὲν πάντες απέφθιθεν εσθλοὶ ἑταῖροι,
134τὸν δ̓ άρα δεῦῤ άνεμός τε φέρων καὶ κῦμα πέλασσε

135τὸν μὲν εγὼ φίλεόν τε καὶ έτρεφον, ηδὲ έφασκον
136θήσειν αθάνατον καὶ αγήραον ήματα πάντα

137αλλ̓ επεὶ ού πως έστι Διὸς νόον αιγιόχοιο
138ού τε παρεξελθεῖν άλλον θεὸν ούθ̓ ἁλιῶσαι,
139ερρέτω, εί μιν κεῖνος εποτρύνει καὶ ανώγει,
140πόντον επ̓ ατρύγετον
πέμψω δέ μιν ού πῃ εγώ γε
141ου γάρ μοι πάρα νῆες επήρετμοι καὶ ἑταῖροι,
142οἵ κέν μιν πέμποιεν επ̓ ευρέα νῶτα θαλάσσης.

143αυτάρ οἱ πρόφρων ὑποθήσομαι, ου δ̓ επικεύσω,
144ὥς κε μάλ̓ ασκηθὴς ἣν πατρίδα γαῖαν ἵκηται.

145τὴν δ̓ αῦτε προσέειπε διάκτορος αργεϊφόντης

146οὕτω νῦν απόπεμπε, Διὸς δ̓ εποπίζεο μῆνιν,
147μή πώς τοι μετόπισθε κοτεσσάμενος χαλεπήνῃ.

148ὣς άρα φωνήσας απέβη κρατὺς αργεϊφόντης

149 δ̓ επ̓ Οδυσσῆα μεγαλήτορα πότνια νύμφη
150ήἰ, επεὶ δὴ Ζηνὸς επέκλυεν αγγελιάων.

151τὸν δ̓ άῤ επ̓ ακτῆς εὗρε καθήμενον
ου δέ ποτ̓ όσσε
152δακρυόφιν τέρσοντο, κατείβετο δὲ γλυκὺς αιὼν
153νόστον οδυρομένῳ, επεὶ ουκέτι ἥνδανε νύμφη.

154αλλ̓ τοι νύκτας μὲν ιαύεσκεν καὶ ανάγκῃ
155εν σπέσσι γλαφυροῖσι παῤ ουκ εθέλων εθελούσῃ

156ήματα δ̓ ὰμ πέτρῃσι καὶ ηιόνεσσι καθίζων
157δάκρυσι καὶ στοναχῇσι καὶ άλγεσι θυμὸν ερέχθων
158πόντον επ̓ ατρύγετον δερκέσκετο δάκρυα λείβων

159αγχοῦ δ̓ ἱσταμένη προσεφώνεε δῖα θεάων

160κάμμορε, μή μοι έτ̓ ενθάδ̓ οδύρεο, μη δέ τοι αιὼν
161φθινέτω
ήδη γάρ σε μάλα πρόφρασσ̓ αποπέμψω
162αλλ̓ άγε δούρατα μακρὰ ταμὼν ἁρμόζεο χαλκῷ
163ευρεῖαν σχεδίην
ατὰρ ίκρια πῆξαι επ̓ αυτῆς
164ὑψοῦ, ὥς σε φέρῃσιν επ̓ ηεροειδέα πόντον

165αυτὰρ εγὼ σῖτον καὶ ὕδωρ καὶ οῖνον ερυθρὸν
166ενθήσω μενοεικέ̓, κέν τοι λιμὸν ερύκοι,
167εἵματά τ̓ αμφιέσω
πέμψω δέ τοι οῦρον όπισθεν,
168ὥς κε μάλ̓ ασκηθὴς σὴν πατρίδα γαῖαν ἵκηαι,
169αί κε θεοί γ̓ εθέλωσι, τοὶ ουρανὸν ευρὺν έχουσιν,
170οἵ μευ φέρτεροί εισι νοῆσαί τε κρῆναί τε.

171ὣς φάτο, ῥίγησεν δὲ πολύτλας δῖος Οδυσσεύς,
172καί μιν φωνήσας έπεα πτερόεντα προσηύδα

173άλλο τι δὴ σύ, θεά, τόδε μήδεαι, ου δέ τι πομπήν,
174 με κέλεαι σχεδίῃ περάαν μέγα λαῖτμα θαλάσσης,
175δεινόν τ̓ αργαλέον τε·
τὸ δ̓ ου δ̓ επὶ νῆες εῖσαι
176ωκύποροι περόωσιν, αγαλλόμεναι Διὸς ούρῳ

177ου δ̓ ὰν εγὼν αέκητι σέθεν σχεδίης επιβαίην,
178ει μή μοι τλαίης γε, θεά, μέγαν ὅρκον ομόσσαι
179μή τί μοι αυτῷ πῆμα κακὸν βουλευσέμεν άλλο.

180ὣς φάτο, μείδησεν δὲ Καλυψὼ δῖα θεάων,
181χειρί τέ μιν κατέρεξεν έπος τ̓ έφατ̓ έκ τ̓ ονόμαζεν·

182 δὴ αλιτρός γ̓ εσσὶ καὶ ουκ αποφώλια ειδώς,
183οἷον δὴ τὸν μῦθον επεφράσθης αγορεῦσαι.

184ίστω νῦν τόδε γαῖα καὶ ουρανὸς ευρὺς ὕπερθε
185καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ, ὅς τε μέγιστος
186ὅρκος δεινότατός τε πέλει μακάρεσσι θεοῖσι,
187μή τί τοι αυτῷ πῆμα κακὸν βουλευσέμεν άλλο

188αλλὰ τὰ μὲν νοέω καὶ φράσσομαι, άσσ̓ ὰν εμοί περ
189αυτῇ μηδοίμην, ὅτε με χρειὼ τόσον ἵκοι

190καὶ γὰρ εμοὶ νόος εστὶν εναίσιμος, ου δέ μοι αυτῇ
191θυμὸς ενὶ στήθεσσι σιδήρεος, αλλ̓ ελεήμων.

192ὣς άρα φωνήσασ̓ ἡγήσατο δῖα θεάων
193καρπαλίμως
δ̓ έπειτα μετ̓ ίχνια βαῖνε θεοῖο
194ἷξον δὲ σπεῖος γλαφυρὸν θεὸς ηδὲ καὶ ανήρ,
195καί ῥ̓ μὲν ένθα καθέζετ̓ επὶ θρόνου ένθεν ανέστη
196Ἑρμείας, νύμφη δ̓ ετίθει πάρα πᾶσαν εδωδήν,
197έσθειν καὶ πίνειν, οἷα βροτοὶ άνδρες έδουσιν

198αυτὴ δ̓ αντίον ἷζεν Οδυσσῆος θείοιο,
199τῇ δὲ παῤ αμβροσίην δμῳαὶ καὶ νέκταρ έθηκαν

200οἱ δ̓ επ̓ ονείαθ̓ ἑτοῖμα προκείμενα χεῖρας ίαλλον

201αυτὰρ επεὶ τάρπησαν εδητύος ηδὲ ποτῆτος,
202τοῖς άρα μύθων ῆρχε Καλυψώ, δῖα θεάων

203διογενὲς Λαερτιάδη, πολυμήχαν̓ Οδυσσεῦ,
204οὕτω δὴ οῖκόνδε φίλην ες πατρίδα γαῖαν
205αυτίκα νῦν εθέλεις ιέναι;
σὺ δὲ χαῖρε καὶ έμπης
206εί γε μὲν ειδείης σῇσι φρεσὶν ὅσσα τοι αῖσα
207κήδἐ αναπλῆσαι, πρὶν πατρίδα γαῖαν ἱκέσθαι,
208ενθάδε κ̓ αῦθι μένων σὺν εμοὶ τόδε δῶμα φυλάσσοις
209αθάνατός τ̓ είης, ἱμειρόμενός περ ιδέσθαι
210σὴν άλοχον, τῆς τ̓ αιὲν εέλδεαι ήματα πάντα.

211ου μέν θην κείνης γε χερείων εύχομαι εῖναι,
212ου δέμας ου δὲ φυήν, επεὶ ού πως ου δὲ έοικεν
213θνητὰς αθανάτῃσι δέμας καὶ εῖδος ερίζειν.

214τὴν δ̓ απαμειβόμενος προσέφη πολύμητις Οδυσσεύς

215πότνα θεά, μή μοι τόδε χώεο
οῖδα καὶ αυτὸς
216πάντα μάλ̓, οὕνεκα σεῖο περίφρων Πηνελόπεια
217εῖδος ακιδνοτέρη μέγεθός τ̓ εισάντα ιδέσθαι·

218 μὲν γὰρ βροτός εστι, σὺ δ̓ αθάνατος καὶ αγήρως.

219αλλὰ καὶ ὣς εθέλω καὶ εέλδομαι ήματα πάντα
220οίκαδέ τ̓ ελθέμεναι καὶ νόστιμον ῆμαρ ιδέσθαι

221ει δ̓ αῦ τις ῥαίῃσι θεῶν ενὶ οίνοπι πόντῳ,
222τλήσομαι εν στήθεσσιν έχων ταλαπενθέα θυμόν

223ήδη γὰρ μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα
224κύμασι καὶ πολέμῳ
μετὰ καὶ τόδε τοῖσι γενέσθω.
225ὣς έφατ̓, ηέλιος δ̓ άῤ έδυ καὶ επὶ κνέφας ῆλθεν

226ελθόντες δ̓ άρα τώ γε μυχῷ σπείους γλαφυροῖο
227τερπέσθην φιλότητι, παῤ αλλήλοισι μένοντες

228ῆμος δ̓ ηριγένεια φάνη ῥοδοδάκτυλος Ηώς,
229αυτίχ̓ μὲν χλαῖνάν τε χιτῶνά τε έννυτ̓ Οδυσσεύς,
230αυτὴ δ̓ αργύφεον φᾶρος μέγα ἕννυτο νύμφη,
231λεπτὸν καὶ χαρίεν, περὶ δὲ ζώνην βάλετ̓ ιξυῖ
232καλὴν χρυσείην, κεφαλῇ δ̓ εφύπερθε καλύπτρην.

233καὶ τότ̓ Οδυσσῆι μεγαλήτορι μήδετο πομπήν

234δῶκέν οἱ πέλεκυν μέγαν, άρμενον εν παλάμῃσι,
235χάλκεον, αμφοτέρωθεν ακαχμένον
αυτὰρ εν αυτῷ
236στειλειὸν περικαλλὲς ελάινον, εῦ εναρηρός·

237δῶκε δ̓ έπειτα σκέπαρνον εύξοον
ῆρχε δ̓ ὁδοῖο
238νήσου επ̓ εσχατιῆς, ὅθι δένδρεα μακρὰ πεφύκει,
239κλήθρη τ̓ αίγειρός τ̓, ελάτη τ̓ ῆν ουρανομήκης,
240αῦα πάλαι, περίκηλα, τά οἱ πλώοιεν ελαφρῶς

241αυτὰρ επεὶ δὴ δεῖξ̓, ὅθι δένδρεα μακρὰ πεφύκει,
242 μὲν έβη πρὸς δῶμα Καλυψώ, δῖα θεάων,
243αυτὰρ τάμνετο δοῦρα·
θοῶς δέ οἱ ῄνυτο έργον
244είκοσι δ̓ έκβαλε πάντα, πελέκκησεν δ̓ άρα χαλκῷ,
245ξέσσε δ̓ επισταμένως καὶ επὶ στάθμην ίθυνεν

246τόφρα δ̓ ένεικε τέρετρα Καλυψώ, δῖα θεάων

247τέτρηνεν δ̓ άρα πάντα καὶ ἥρμοσεν αλλήλοισιν,
248γόμφοισιν δ̓ άρα τήν γε καὶ ἁρμονίῃσιν άρασσεν

249ὅσσον τίς τ̓ έδαφος νηὸς τορνώσεται ανὴρ
250φορτίδος ευρείης, εὺ ειδὼς τεκτοσυνάων,
251τόσσον έπ̓ ευρεῖαν σχεδίην ποιήσατ̓ Οδυσσεύς

252ίκρια δὲ στήσας, αραρὼν θαμέσι σταμίνεσσι,
253ποίει
ατὰρ μακρῇσιν επηγκενίδεσσι τελεύτα
254εν δ̓ ἱστὸν ποίει καὶ επίκριον άρμενον αυτῷ

255πρὸς δ̓ άρα πηδάλιον ποιήσατο, όφῤ ιθύνοι

256φράξε δέ μιν ῥίπεσσι διαμπερὲς οισυΐνῃσι
257κύματος εῖλαρ έμεν
πολλὴν δ̓ επεχεύατο ὕλην
258τόφρα δὲ φάρἐ ένεικε Καλυψώ, δῖα θεάων,
259ἱστία ποιήσασθαι
δ̓ εῦ τεχνήσατο καὶ τά
260εν δ̓ ὑπέρας τε κάλους τε πόδας τ̓ ενέδησεν εν αυτῇ,
261μοχλοῖσιν δ̓ άρα τήν γε κατείρυσεν εις ἅλα δῖαν

262τέτρατον ῆμαρ έην, καὶ τῷ τετέλεστο ἅπαντα

263τῷ δ̓ άρα πέμπτῳ πέμπ̓ απὸ νήσου δῖα Καλυψώ,
264εἵματά τ̓ αμφιέσασα θυώδεα καὶ λούσασα

265εν δέ οἱ ασκὸν έθηκε θεὰ μέλανος οίνοιο
266τὸν ἕτερον, ἕτερον δ̓ ὕδατος μέγαν, εν δὲ καὶ ῇα
267κωρύκῳ·
εν δέ οἱ όψα τίθει μενοεικέα πολλά
268οῦρον δὲ προέηκεν απήμονά τε λιαρόν τε

269γηθόσυνος δ̓ ούρῳ πέτασ̓ ἱστία δῖος Οδυσσεύς

270αυτὰρ πηδαλίῳ ιθύνετο τεχνηέντως
271ἥμενος, ου δέ οἱ ὕπνος επὶ βλεφάροισιν έπιπτεν
272Πληιάδας τ̓ εσορῶντι καὶ οψὲ δύοντα Βοώτην
273Άρκτον θ̓, ἣν καὶ άμαξαν επίκλησιν καλέουσιν,
274 τ̓ αυτοῦ στρέφεται καί τ̓ Ωρίωνα δοκεύει,
275οίη δ̓ άμμορός εστι λοετρῶν Ωκεανοῖο

276τὴν γὰρ δή μιν άνωγε Καλυψώ, δῖα θεάων,
277ποντοπορευέμεναι επ̓ αριστερὰ χειρὸς έχοντα

278ἑπτὰ δὲ καὶ δέκα μὲν πλέεν ήματα ποντοπορεύων,
279οκτωκαιδεκάτῃ δ̓ εφάνη όρεα σκιόεντα
280γαίης Φαιήκων, ὅθι τ̓ άγχιστον πέλεν αυτῷ

281είσατο δ̓ ὡς ὅτε ῥινὸν εν ηεροειδέι πόντῳ.

282τὸν δ̓ εξ Αιθιόπων ανιὼν κρείων ενοσίχθων
283τηλόθεν εκ Σολύμων ορέων ίδεν
είσατο γάρ οἱ
284πόντον επιπλώων
δ̓ εχώσατο κηρόθι μᾶλλον,
285κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν

286 πόποι, μάλα δὴ μετεβούλευσαν θεοὶ άλλως
287αμφ̓ Οδυσῆι εμεῖο μετ̓ Αιθιόπεσσιν εόντος,
288καὶ δὴ Φαιήκων γαίης σχεδόν, ένθα οἱ αῖσα
289εκφυγέειν μέγα πεῖραρ οιζύος, μιν ἱκάνει.

290αλλ̓ έτι μέν μίν φημι ἅδην ελάαν κακότητος.

291ὣς ειπὼν σύναγεν νεφέλας, ετάραξε δὲ πόντον
292χερσὶ τρίαιναν ἑλών
πάσας δ̓ ορόθυνεν αέλλας
293παντοίων ανέμων, σὺν δὲ νεφέεσσι κάλυψε
294γαῖαν ὁμοῦ καὶ πόντον
ορώρει δ̓ ουρανόθεν νύξ
295σὺν δ̓ Εῦρός τε Νότος τ̓ έπεσον Ζέφυρός τε δυσαὴς
296καὶ Βορέης αιθρηγενέτης, μέγα κῦμα κυλίνδων

297καὶ τότ̓ Οδυσσῆος λύτο γούνατα καὶ φίλον ῆτορ,
298οχθήσας δ̓ άρα εῖπε πρὸς ὃν μεγαλήτορα θυμόν

299ώ μοι εγὼ δειλός, τί νύ μοι μήκιστα γένηται;

300δείδω μὴ δὴ πάντα θεὰ νημερτέα εῖπεν,
301 μ̓ έφατ̓ εν πόντῳ, πρὶν πατρίδα γαῖαν ἱκέσθαι,
302άλγἐ αναπλήσειν
τὰ δὲ δὴ νῦν πάντα τελεῖται
303οἵοισιν νεφέεσσι περιστέφει ουρανὸν ευρὺν
304Ζεύς, ετάραξε δὲ πόντον, επισπέρχουσι δ̓ άελλαι
305παντοίων ανέμων
νῦν μοι σῶς αιπὺς όλεθρος.
306τρὶς μάκαρες Δαναοὶ καὶ τετράκις, οἳ τότ̓ όλοντο
307Τροίῃ εν ευρείῃ χάριν Ατρεΐδῃσι φέροντες.

308ὡς δὴ εγώ γ̓ όφελον θανέειν καὶ πότμον επισπεῖν
309ήματι τῷ ὅτε μοι πλεῖστοι χαλκήρεα δοῦρα
310Τρῶες επέρριψαν περὶ Πηλεΐωνι θανόντι

311τῷ κ̓ έλαχον κτερέων, καί μευ κλέος ῆγον Αχαιοί

312νῦν δέ λευγαλέῳ θανάτῳ εἵμαρτο ἁλῶναι.

313ὣς άρα μιν ειπόντ̓ έλασεν μέγα κῦμα κατ̓ άκρης
314δεινὸν επεσσύμενον, περὶ δὲ σχεδίην ελέλιξε

315τῆλε δ̓ απὸ σχεδίης αυτὸς πέσε, πηδάλιον δὲ
316εκ χειρῶν προέηκε
μέσον δέ οἱ ἱστὸν έαξεν
317δεινὴ μισγομένων ανέμων ελθοῦσα θύελλα,
318τηλοῦ δὲ σπεῖρον καὶ επίκριον έμπεσε πόντῳ

319τὸν δ̓ άῤ ὑπόβρυχα θῆκε πολὺν χρόνον, ου δ̓ εδυνάσθη
320αῖψα μάλ̓ ανσχεθέειν μεγάλου ὑπὸ κύματος ὁρμῆς

321εἵματα γάρ ῥ̓ εβάρυνε, τά οἱ πόρε δῖα Καλυψώ

322οψὲ δὲ δή ῥ̓ ανέδυ, στόματος δ̓ εξέπτυσεν ἅλμην
323πικρήν, οἱ πολλὴ απὸ κρατὸς κελάρυζεν

324αλλ̓ ου δ̓ ὣς σχεδίης επελήθετο, τειρόμενός περ,
325αλλὰ μεθορμηθεὶς ενὶ κύμασιν ελλάβετ̓ αυτῆς,
326εν μέσσῃ δὲ καθῖζε τέλος θανάτου αλεείνων

327τὴν δ̓ εφόρει μέγα κῦμα κατὰ ῥόον ένθα καὶ ένθα

328ὡς δ̓ ότ̓ οπωρινὸς Βορέης φορέῃσιν ακάνθας
329ὰμ πεδίον, πυκιναὶ δὲ πρὸς αλλήλῃσιν έχονται,
330ὣς τὴν ὰμ πέλαγος άνεμοι φέρον ένθα καὶ ένθα·

331άλλοτε μέν τε Νότος Βορέῃ προβάλεσκε φέρεσθαι,
332άλλοτε δ̓ αῦτ̓ Εῦρος Ζεφύρῳ είξασκε διώκειν

333τὸν δὲ ίδεν Κάδμου θυγάτηρ, καλλίσφυρος Ινώ,
334Λευκοθέη, πρὶν μὲν έην βροτὸς αυδήεσσα,
335νῦν δ̓ ἁλὸς εν πελάγεσσι θεῶν ὲξ έμμορε τιμῆς

336 ῥ̓ Οδυσῆ̓ ελέησεν αλώμενον, άλγἐ έχοντα,
337αιθυίῃ δ̓ εικυῖα ποτῇ ανεδύσετο λίμνης,
338ἷζε δ̓ επὶ σχεδίης πολυδέσμου εῖπέ τε μῦθον

339κάμμορε, τίπτε τοι ὧδε Ποσειδάων ενοσίχθων
340ωδύσατ̓ εκπάγλως, ὅτι τοι κακὰ πολλὰ φυτεύει

341ου μὲν δή σε καταφθίσει μάλα περ μενεαίνων

342αλλὰ μάλ̓ ῶδ̓ έρξαι, δοκέεις δέ μοι ουκ απινύσσειν

343εἵματα ταῦτ̓ αποδὺς σχεδίην ανέμοισι φέρεσθαι
344κάλλιπ̓, ατὰρ χείρεσσι νέων επιμαίεο νόστου
345γαίης Φαιήκων, ὅθι τοι μοῖῤ εστὶν αλύξαι.

346τῆ δέ, τόδε κρήδεμνον ὑπὸ στέρνοιο τανύσσαι
347άμβροτον
ου δέ τί τοι παθέειν δέος ου δ̓ απολέσθαι.
348αυτὰρ επὴν χείρεσσιν εφάψεαι ηπείροιο,
349ὰψ απολυσάμενος βαλέειν εις οίνοπα πόντον
350πολλὸν απ̓ ηπείρου, αυτὸς δ̓ απονόσφι τραπέσθαι.

351ὣς άρα φωνήσασα θεὰ κρήδεμνον έδωκεν,
352αυτὴ δ̓ ὰψ ες πόντον εδύσετο κυμαίνοντα
353αιθυίῃ εικυῖα
μέλαν δέ κῦμα κάλυψεν
354αυτὰρ μερμήριξε πολύτλας δῖος Οδυσσεύς,
355οχθήσας δ̓ άρα εῖπε πρὸς ὃν μεγαλήτορα θυμόν·

356ώ μοι εγώ, μή τίς μοι ὑφαίνῃσιν δόλον αῦτε
357αθανάτων, τέ με σχεδίης αποβῆναι ανώγει

358αλλὰ μάλ̓ ού πω πείσομ̓, επεὶ ἑκὰς οφθαλμοῖσιν
359γαῖαν εγὼν ιδόμην, ὅθι μοι φάτο φύξιμον εῖναι.

360αλλὰ μάλ̓ ῶδ̓ έρξω, δοκέει δέ μοι εῖναι άριστον

361όφῤ ὰν μέν κεν δούρατ̓ εν ἁρμονίῃσιν αρήρῃ,
362τόφῤ αυτοῦ μενέω καὶ τλήσομαι άλγεα πάσχων

363αυτὰρ επὴν δή μοι σχεδίην διὰ κῦμα τινάξῃ,
364νήξομ̓, επεὶ ου μέν τι πάρα προνοῆσαι άμεινον.

365ἧος ταῦθ̓ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,
366ῶρσε δ̓ επὶ μέγα κῦμα Ποσειδάων ενοσίχθων,
367δεινόν τ̓ αργαλέον τε, κατηρεφές, ήλασε δ̓ αυτόν

368ὡς δ̓ άνεμος ζαὴς ηΐων θημῶνα τινάξῃ
369καρφαλέων·
τὰ μὲν άρ τε διεσκέδασ̓ άλλυδις άλλῃ
370ὣς τῆς δούρατα μακρὰ διεσκέδασ̓
αυτὰρ Οδυσσεὺς
371αμφ̓ ἑνὶ δούρατι βαῖνε, κέληθ̓ ὡς ἵππον ελαύνων,
372εἵματα δ̓ εξαπέδυνε, τά οἱ πόρε δῖα Καλυψώ.

373αυτίκα δὲ κρήδεμνον ὑπὸ στέρνοιο τάνυσσεν,
374αυτὸς δὲ πρηνὴς ἁλὶ κάππεσε, χεῖρε πετάσσας,
375νηχέμεναι μεμαώς
ίδε δὲ κρείων ενοσίχθων,
376κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν

377οὕτω νῦν κακὰ πολλὰ παθὼν αλόω κατὰ πόντον,
378εις κεν ανθρώποισι διοτρεφέεσσι μιγήῃς

379αλλ̓ ου δ̓ ὥς σε έολπα ονόσσεσθαι κακότητος.

380ὣς άρα φωνήσας ἵμασεν καλλίτριχας ἵππους,
381ἵκετο δ̓ εις Αιγάς, ὅθι οἱ κλυτὰ δώματ̓ έασιν

382αυτὰρ Αθηναίη κούρη Διὸς άλλ̓ ενόησεν.

383 τοι τῶν άλλων ανέμων κατέδησε κελεύθους,
384παύσασθαι δ̓ εκέλευσε καὶ ευνηθῆναι ἅπαντας

385ῶρσε δ̓ επὶ κραιπνὸν Βορέην, πρὸ δὲ κύματ̓ έαξεν,
386ἧος Φαιήκεσσι φιληρέτμοισι μιγείη
387διογενὴς Οδυσεὺς θάνατον καὶ κῆρας αλύξας

388ένθα δύω νύκτας δύο τ̓ ήματα κύματι πηγῷ
389πλάζετο, πολλὰ δέ οἱ κραδίη προτιόσσετ̓ όλεθρον

390αλλ̓ ὅτε δὴ τρίτον ῆμαρ ευπλόκαμος τέλεσ̓ Ηώς,
391καὶ τότ̓ έπειτ̓ άνεμος μὲν επαύσατο ηδὲ γαλήνη
392έπλετο νηνεμίη
δ̓ άρα σχεδὸν είσιδε γαῖαν
393οξὺ μάλα προϊδών, μεγάλου ὑπὸ κύματος αρθείς.

394ὡς δ̓ ότ̓ ὰν ασπάσιος βίοτος παίδεσσι φανήῃ
395πατρός, ὃς εν νούσῳ κεῖται κρατέῤ άλγεα πάσχων,
396δηρὸν τηκόμενος, στυγερὸς δέ οἱ έχραε δαίμων,
397ασπάσιον δ̓ άρα τόν γε θεοὶ κακότητος έλυσαν,
398ὣς Οδυσεῖ ασπαστὸν εείσατο γαῖα καὶ ὕλη,
399νῆχε δ̓ επειγόμενος ποσὶν ηπείρου επιβῆναι.

400αλλ̓ ὅτε τόσσον απῆν ὅσσον τε γέγωνε βοήσας,
401καὶ δὴ δοῦπον άκουσε ποτὶ σπιλάδεσσι θαλάσσης

402ῥόχθει γὰρ μέγα κῦμα ποτὶ ξερὸν ηπείροιο
403δεινὸν ερευγόμενον, είλυτο δὲ πάνθ̓ ἁλὸς άχνῃ

404ου γὰρ έσαν λιμένες νηῶν όχοι, ου δ̓ επιωγαί.

405αλλ̓ ακταὶ προβλῆτες έσαν σπιλάδες τε πάγοι τε

406καὶ τότ̓ Οδυσσῆος λύτο γούνατα καὶ φίλον ῆτορ,
407οχθήσας δ̓ άρα εῖπε πρὸς ὃν μεγαλήτορα θυμόν

408ώ μοι, επεὶ δὴ γαῖαν αελπέα δῶκεν ιδέσθαι
409Ζεύς, καὶ δὴ τόδε λαῖτμα διατμήξας επέρησα,
410έκβασις ού πῃ φαίνεθ̓ ἁλὸς πολιοῖο θύραζε

411έκτοσθεν μὲν γὰρ πάγοι οξέες, αμφὶ δὲ κῦμα
412βέβρυχεν ῥόθιον, λισσὴ δ̓ αναδέδρομε πέτρη,
413αγχιβαθὴς δὲ θάλασσα, καὶ ού πως έστι πόδεσσι
414στήμεναι αμφοτέροισι καὶ εκφυγέειν κακότητα·

415μή πώς μ̓ εκβαίνοντα βάλῃ λίθακι ποτὶ πέτρῃ
416κῦμα μέγ̓ ἁρπάξαν
μελέη δέ μοι έσσεται ὁρμή
417ει δέ κ̓ έτι προτέρω παρανήξομαι, ήν που εφεύρω
418ηιόνας τε παραπλῆγας λιμένας τε θαλάσσης,
419δείδω μή μ̓ εξαῦτις αναρπάξασα θύελλα
420πόντον επ̓ ιχθυόεντα φέρῃ βαρέα στενάχοντα,
421ηέ τί μοι καὶ κῆτος επισσεύῃ μέγα δαίμων
422εξ ἁλός, οἷά τε πολλὰ τρέφει κλυτὸς Αμφιτρίτη

423οῖδα γάρ, ὥς μοι οδώδυσται κλυτὸς εννοσίγαιος.

424ἧος ταῦθ̓ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,
425τόφρα δέ μιν μέγα κῦμα φέρε τρηχεῖαν επ̓ ακτήν

426ένθα κ̓ απὸ ῥινοὺς δρύφθη, σὺν δ̓ οστέ̓ αράχθη,
427ει μὴ επὶ φρεσὶ θῆκε θεά, γλαυκῶπις Αθήνη

428αμφοτέρῃσι δὲ χερσὶν επεσσύμενος λάβε πέτρης,
429τῆς έχετο στενάχων, ἧος μέγα κῦμα παρῆλθε

430καὶ τὸ μὲν ὣς ὑπάλυξε, παλιρρόθιον δέ μιν αῦτις
431πλῆξεν επεσσύμενον, τηλοῦ δέ μιν έμβαλε πόντῳ

432ὡς δ̓ ὅτε πουλύποδος θαλάμης εξελκομένοιο
433πρὸς κοτυληδονόφιν πυκιναὶ λάιγγες έχονται,
434ὣς τοῦ πρὸς πέτρῃσι θρασειάων απὸ χειρῶν
435ῥινοὶ απέδρυφθεν
τὸν δὲ μέγα κῦμα κάλυψεν
436ένθα κε δὴ δύστηνος ὑπὲρ μόρον ώλετ̓ Οδυσσεύς,
437ει μὴ επιφροσύνην δῶκε γλαυκῶπις Αθήνη

438κύματος εξαναδύς, τά τ̓ ερεύγεται ήπειρόνδε,
439νῆχε παρέξ, ες γαῖαν ὁρώμενος, εί που εφεύροι
440ηιόνας τε παραπλῆγας λιμένας τε θαλάσσης

441αλλ̓ ὅτε δὴ ποταμοῖο κατὰ στόμα καλλιρόοιο
442ἷξε νέων, τῇ δή οἱ εείσατο χῶρος άριστος,
443λεῖος πετράων, καὶ επὶ σκέπας ῆν ανέμοιο,
444έγνω δὲ προρέοντα καὶ εύξατο ὃν κατὰ θυμόν

445κλῦθι, άναξ, ὅτις εσσί
πολύλλιστον δέ σ̓ ἱκάνω,
446φεύγων εκ πόντοιο Ποσειδάωνος ενιπάς

447αιδοῖος μέν τ̓ εστὶ καὶ αθανάτοισι θεοῖσιν
448ανδρῶν ὅς τις ἵκηται αλώμενος, ὡς καὶ εγὼ νῦν
449σόν τε ῥόον σά τε γούναθ̓ ἱκάνω πολλὰ μογήσας

450αλλ̓ ελέαιρε, άναξ
ἱκέτης δέ τοι εύχομαι εῖναι.
451ὣς φάθ̓, δ̓ αυτίκα παῦσεν ἑὸν ῥόον, έσχε δὲ κῦμα,
452πρόσθε δέ οἱ ποίησε γαλήνην, τὸν δ̓ εσάωσεν
453ες ποταμοῦ προχοάς
δ̓ άῤ άμφω γούνατ̓ έκαμψε
454χεῖράς τε στιβαράς
ἁλὶ γὰρ δέδμητο φίλον κῆρ
455ῴδεε δὲ χρόα πάντα, θάλασσα δὲ κήκιε πολλὴ
456ὰν στόμα τε ῥῖνάς θ̓
δ̓ άῤ άπνευστος καὶ άναυδος
457κεῖτ̓ ολιγηπελέων, κάματος δέ μιν αινὸς ἵκανεν

458αλλ̓ ὅτε δή ῥ̓ άμπνυτο καὶ ες φρένα θυμὸς αγέρθη,
459καὶ τότε δὴ κρήδεμνον απὸ ἕο λῦσε θεοῖο

460καὶ τὸ μὲν ες ποταμὸν ἁλιμυρήεντα μεθῆκεν,
461ὰψ δ̓ έφερεν μέγα κῦμα κατὰ ῥόον, αῖψα δ̓ άῤ Ινὼ
462δέξατο χερσὶ φίλῃσιν
δ̓ εκ ποταμοῖο λιασθεὶς
463σχοίνῳ ὑπεκλίνθη, κύσε δὲ ζείδωρον άρουραν

464οχθήσας δ̓ άρα εῖπε πρὸς ὃν μεγαλήτορα θυμόν

465ώ μοι εγώ, τί πάθω
τί νύ μοι μήκιστα γένηται
466ει μέν κ̓ εν ποταμῷ δυσκηδέα νύκτα φυλάσσω,
467μή μ̓ άμυδις στίβη τε κακὴ καὶ θῆλυς εέρση
468εξ ολιγηπελίης δαμάσῃ κεκαφηότα θυμόν

469αύρη δ̓ εκ ποταμοῦ ψυχρὴ πνέει ηῶθι πρό

470ει δέ κεν ες κλιτὺν αναβὰς καὶ δάσκιον ὕλην
471θάμνοις εν πυκινοῖσι καταδράθω, εί με μεθείη
472ῥῖγος καὶ κάματος, γλυκερὸς δέ μοι ὕπνος επέλθῃ,
473δείδω, μὴ θήρεσσιν ἕλωρ καὶ κύρμα γένωμαι.

474ὣς άρα οἱ φρονέοντι δοάσσατο κέρδιον εῖναι

475βῆ ῥ̓ ίμεν εις ὕλην
τὴν δὲ σχεδὸν ὕδατος εὗρεν
476εν περιφαινομένῳ·
δοιοὺς δ̓ άῤ ὑπήλυθε θάμνους,
477εξ ὁμόθεν πεφυῶτας
μὲν φυλίης, δ̓ ελαίης.
478τοὺς μὲν άῤ ού τ̓ ανέμων διάη μένος ὑγρὸν αέντων,
479ού τε ποτ̓ ηέλιος φαέθων ακτῖσιν έβαλλεν,
480ού τ̓ όμβρος περάασκε διαμπερές
ὣς άρα πυκνοὶ
481αλλήλοισιν έφυν επαμοιβαδίς
οὓς υπ̓ Οδυσσεὺς
482δύσετ̓
άφαρ δ̓ ευνὴν επαμήσατο χερσὶ φίλῃσιν
483ευρεῖαν
φύλλων γὰρ έην χύσις ήλιθα πολλή,
484ὅσσον τ̓ ηὲ δύω ηὲ τρεῖς άνδρας έρυσθαι
485ὥρῃ χειμερίῃ, ει καὶ μάλα περ χαλεπαίνοι

486τὴν μὲν ιδὼν γήθησε πολύτλας δῖος Οδυσσεύς,
487εν δ̓ άρα μέσσῃ λέκτο, χύσιν δ̓ επεχεύατο φύλλων

488ὡς δ̓ ὅτε τις δαλὸν σποδιῇ ενέκρυψε μελαίνῃ
489αγροῦ επ̓ εσχατιῆς, μὴ πάρα γείτονες άλλοι,
490σπέρμα πυρὸς σώζων, ἵνα μή ποθεν άλλοθεν αύοι,
491ὣς Οδυσεὺς φύλλοισι καλύψατο·
τῷ δ̓ άῤ Αθήνη
492ὕπνον επ̓ όμμασι χεῦ̓, ἵνα μιν παύσειε τάχιστα δυσπονέος καμάτοιο φίλα βλέφαῤ αμφικαλύψας