1οἱ δ̓ ἷξον κοίλην Λακεδαίμονα κητώεσσαν ,
2πρὸς δ̓ άρα δώματ̓ έλων Μενελάου κυδαλίμοιο
3τὸν δ̓ εὗρον δαινύντα γάμον πολλοῖσιν έτῃσιν
4υἱέος ηδὲ θυγατρὸς αμύμονος ᾧ ενὶ οίκῳ
5τὴν μὲν Αχιλλῆος ῥηξήνορος υἱέι πέμπεν
6εν Τροίῃ γὰρ πρῶτον ὑπέσχετο καὶ κατένευσε
7δωσέμεναι , τοῖσιν δὲ θεοὶ γάμον εξετέλειον
8τὴν άῤ ὅ γ̓ ένθ̓ ἵπποισι καὶ ἅρμασι πέμπε νέεσθαι
9Μυρμιδόνων προτὶ άστυ περικλυτόν , οἷσιν άνασσεν
10υἱέι δὲ Σπάρτηθεν Αλέκτορος ήγετο κούρην ,
11ὅς οἱ τηλύγετος γένετο κρατερὸς Μεγαπένθης
12εκ δούλης ·
Ἑλένῃ δὲ θεοὶ γόνον ουκέτ̓ έφαινον ,
13επεὶ δὴ τὸ πρῶτον εγείνατο παῖδ̓ ερατεινήν ,
14Ἑρμιόνην , ἣ εῖδος έχε χρυσέης Αφροδίτης
15ὣς οἱ μὲν δαίνυντο καθ̓ ὑψερεφὲς μέγα δῶμα
16γείτονες ηδὲ έται Μενελάου κυδαλίμοιο ,
17τερπόμενοι ·
μετὰ δέ σφιν εμέλπετο θεῖος αοιδὸς
18φορμίζων , δοιὼ δὲ κυβιστητῆρε κατ̓ αυτούς ,
19μολπῆς εξάρχοντος , εδίνευον κατὰ μέσσους
20τὼ δ̓ αῦτ̓ εν προθύροισι δόμων αυτώ τε καὶ ἵππω ,
21Τηλέμαχός θ̓ ἥρως καὶ Νέστορος αγλαὸς υἱός ,
22στῆσαν
ὁ δὲ προμολὼν ίδετο κρείων Ετεωνεύς ,
23οτρηρὸς θεράπων Μενελάου κυδαλίμοιο ,
24βῆ δ̓ ίμεν αγγελέων διὰ δώματα ποιμένι λαῶν ,
25αγχοῦ δ̓ ἱστάμενος έπεα πτερόεντα προσηύδα
26ξείνω δή τινε τώδε , διοτρεφὲς ῶ Μενέλαε ,
27άνδρε δύω , γενεῇ δὲ Διὸς μεγάλοιο έικτον .
28αλλ̓ είπ̓ , ή σφωιν καταλύσομεν ωκέας ἵππους ,
29ῆ άλλον πέμπωμεν ἱκανέμεν , ὅς κε φιλήσῃ .
30τὸν δὲ μέγ̓ οχθήσας προσέφη ξανθὸς Μενέλαος
31ου μὲν νήπιος ῆσθα , Βοηθοΐδη Ετεωνεῦ ,
32τὸ πρίν
ατὰρ μὲν νῦν γε πάϊς ὣς νήπια βάζεις .
33ῆ μὲν δὴ νῶι ξεινήια πολλὰ φαγόντε
34άλλων ανθρώπων δεῦῤ ικόμεθ̓ , αί κέ ποθι Ζεὺς
35εξοπίσω περ παύσῃ οιζύος
αλλὰ λύ̓ ἵππους
36ξείνων , ες δ̓ αυτοὺς προτέρω άγε θοινηθῆναι .
37ὣς φάθ̓ , ὁ δὲ μεγάροιο διέσσυτο , κέκλετο δ̓ άλλους
38οτρηροὺς θεράποντας ἅμα σπέσθαι ἑοῖ αυτῷ
39οἱ δ̓ ἵππους μὲν λῦσαν ὑπὸ ζυγοῦ ἱδρώοντας ,
40καὶ τοὺς μὲν κατέδησαν εφ̓ ἱππείῃσι κάπῃσι ,
41πὰρ δ̓ έβαλον ζειάς , ανὰ δὲ κρῖ λευκὸν έμιξαν ,
42ἅρματα δ̓ έκλιναν πρὸς ενώπια παμφανόωντα ,
43αυτοὺς δ̓ εισῆγον θεῖον δόμον
οἱ δὲ ιδόντες
44θαύμαζον κατὰ δῶμα διοτρεφέος βασιλῆος
45ὥς τε γὰρ ηελίου αίγλη πέλεν ηὲ σελήνης
46δῶμα καθ̓ ὑψερεφὲς Μενελάου κυδαλίμοιο
47αυτὰρ επεὶ τάρπησαν ὁρώμενοι οφθαλμοῖσιν ,
48ές ῥ̓ ασαμίνθους βάντες ευξέστας λούσαντο
49τοὺς δ̓ επεὶ οῦν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ελαίῳ ,
50αμφὶ δ̓ άρα χλαίνας ούλας βάλον ηδὲ χιτῶνας ,
51ές ῥα θρόνους ἕζοντο παῤ Ατρεΐδην Μενέλαον
52χέρνιβα δ̓ αμφίπολος προχόῳ επέχευε φέρουσα
53καλῇ χρυσείῃ ὑπὲρ αργυρέοιο λέβητος ,
54νίψασθαι
παρὰ δὲ ξεστὴν ετάνυσσε τράπεζαν
55σῖτον δ̓ αιδοίη ταμίη παρέθηκε φέρουσα ,
56είδατα πόλλ̓ επιθεῖσα , χαριζομένη παρεόντων
57δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν αείρας
58παντοίων , παρὰ δέ σφι τίθει χρύσεια κύπελλα
59τὼ καὶ δεικνύμενος προσέφη ξανθὸς Μενέλαος
60σίτου θ̓ ἅπτεσθον καὶ χαίρετον
αυτὰρ έπειτα
61δείπνου πασσαμένω ειρησόμεθ̓ , οἵ τινές εστον
62ανδρῶν
ου γὰρ σφῷν γε γένος απόλωλε τοκήων ,
63αλλ̓ ανδρῶν γένος εστὲ διοτρεφέων βασιλήων
64σκηπτούχων , επεὶ ού κε κακοὶ τοιούσδε τέκοιεν .
65ὣς φάτο , καί σφιν νῶτα βοὸς παρὰ πίονα θῆκεν
66όπτ̓ εν χερσὶν ἑλών , τά ῥά οἱ γέρα πάρθεσαν αυτῷ
67οἱ δ̓ επ̓ ονείαθ̓ ἑτοῖμα προκείμενα χεῖρας ίαλλον
68αυτὰρ επεὶ πόσιος καὶ εδητύος εξ έρον ἕντο ,
69δὴ τότε Τηλέμαχος προσεφώνεε Νέστορος υἱόν ,
70άγχι σχὼν κεφαλήν , ἵνα μὴ πευθοίαθ̓ οἱ άλλοι
71φράζεο , Νεστορίδη , τῷ εμῷ κεχαρισμένε θυμῷ ,
72χαλκοῦ τε στεροπὴν κὰδ δώματα ηχήεντα
73χρυσοῦ τ̓ ηλέκτρου τε καὶ αργύρου ηδ̓ ελέφαντος
74Ζηνός που τοιήδε γ̓ Ολυμπίου ένδοθεν αυλή ,
75ὅσσα τάδ̓ άσπετα πολλά ·
σέβας μ̓ έχει εισορόωντα .
τοῦ δ̓ αγορεύοντος ξύνετο ξανθὸς Μενέλαος ,
76καί σφεας φωνήσας έπεα πτερόεντα προσηύδα
77τέκνα φίλ̓ , ῆ τοι Ζηνὶ βροτῶν ουκ άν τις ερίζοι
78αθάνατοι γὰρ τοῦ γε δόμοι καὶ κτήματ̓ έασιν
79ανδρῶν δ̓ ή κέν τίς μοι ερίσσεται , ηὲ καὶ ουκί ,
81κτήμασιν .
ῆ γὰρ πολλὰ παθὼν καὶ πόλλ̓ επαληθεὶς
82ηγαγόμην εν νηυσὶ καὶ ογδοάτῳ έτει ῆλθον ,
83Κύπρον Φοινίκην τε καὶ Αιγυπτίους επαληθείς ,
84Αιθίοπάς θ̓ ἱκόμην καὶ Σιδονίους καὶ Ερεμβοὺς
85καὶ Λιβύην , ἵνα τ̓ άρνες άφαρ κεραοὶ τελέθουσι
86τρὶς γὰρ τίκτει μῆλα τελεσφόρον εις ενιαυτόν
87ένθα μὲν ού τε άναξ επιδευὴς ού τε τι ποιμὴν
88τυροῦ καὶ κρειῶν ου δὲ γλυκεροῖο γάλακτος ,
89αλλ̓ αιεὶ παρέχουσιν επηετανὸν γάλα θῆσθαι .
90ἧος εγὼ περὶ κεῖνα πολὺν βίοτον συναγείρων
91ηλώμην , τῆός μοι αδελφεὸν άλλος έπεφνεν
92λάθρῃ , ανωιστί , δόλῳ ουλομένης αλόχοιο
93ὣς ού τοι χαίρων τοῖσδε κτεάτεσσιν ανάσσω
94καὶ πατέρων τάδε μέλλετ̓ ακουέμεν , οἵ τινες ὑμῖν
95εισίν , επεὶ μάλα πολλὰ πάθον , καὶ απώλεσα οῖκον
96εῦ μάλα ναιετάοντα , κεχανδότα πολλὰ καὶ εσθλά
97ὧν όφελον τριτάτην περ έχων εν δώμασι μοῖραν
98ναίειν , οἱ δ̓ άνδρες σόοι έμμεναι , οἳ τότ̓ όλοντο
99Τροίῃ εν ευρείῃ ἑκὰς Άργεος ἱπποβότοιο
100αλλ̓ έμπης πάντας μὲν οδυρόμενος καὶ αχεύων
101πολλάκις εν μεγάροισι καθήμενος ἡμετέροισιν
102άλλοτε μέν τε γόῳ φρένα τέρπομαι , άλλοτε δ̓ αῦτε
103παύομαι
αιψηρὸς δὲ κόρος κρυεροῖο γόοιο .
104τῶν πάντων ου τόσσον οδύρομαι , αχνύμενός περ ,
105ὡς ἑνός , ὅς τέ μοι ὕπνον απεχθαίρει καὶ εδωδὴν
106μνωομένῳ , επεὶ ού τις Αχαιῶν τόσσ̓ εμόγησεν ,
107όσσ̓ Οδυσεὺς εμόγησε καὶ ήρατο .
τῷ δ̓ άῤ έμελλεν
108αυτῷ κήδἐ έσεσθαι , εμοὶ δ̓ άχος αιὲν άλαστον
109κείνου , ὅπως δὴ δηρὸν αποίχεται , ου δέ τι ίδμεν ,
110ζώει ὅ γ̓ ῆ τέθνηκεν .
οδύρονταί νύ που αυτὸν
111Λαέρτης θ̓ ὁ γέρων καὶ εχέφρων Πηνελόπεια
112Τηλέμαχός θ̓ , ὃν έλειπε νέον γεγαῶτ̓ ενὶ οίκῳ .
113ὣς φάτο , τῷ δ̓ άρα πατρὸς υφ̓ ἵμερον ῶρσε γόοιο
114δάκρυ δ̓ απὸ βλεφάρων χαμάδις βάλε πατρὸς ακούσας ,
115χλαῖναν πορφυρέην άντ̓ οφθαλμοῖιν ανασχὼν
116αμφοτέρῃσιν χερσί
νόησε δέ μιν Μενέλαος ,
117μερμήριξε δ̓ έπειτα κατὰ φρένα καὶ κατὰ θυμόν ,
118ηέ μιν αυτὸν πατρὸς εάσειε μνησθῆναι
119ῆ πρῶτ̓ εξερέοιτο ἕκαστά τε πειρήσαιτο
120ἧος ὁ ταῦθ̓ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν ,
121εκ δ̓ Ἑλένη θαλάμοιο θυώδεος ὑψορόφοιο
122ήλυθεν Αρτέμιδι χρυσηλακάτῳ εικυῖα
123τῇ δ̓ άῤ άμ̓ Αδρήστη κλισίην εύτυκτον έθηκεν ,
124Αλκίππη δὲ τάπητα φέρεν μαλακοῦ ερίοιο ,
125Φυλὼ δ̓ αργύρεον τάλαρον φέρε , τόν οἱ έθηκεν
126Αλκάνδρη , Πολύβοιο δάμαρ , ὃς έναἰ ενὶ Θήβῃς
127Αιγυπτίῃς , ὅθι πλεῖστα δόμοις εν κτήματα κεῖται
128ὃς Μενελάῳ δῶκε δύ̓ αργυρέας ασαμίνθους ,
129δοιοὺς δὲ τρίποδας , δέκα δὲ χρυσοῖο τάλαντα
130χωρὶς δ̓ αῦθ̓ Ἑλένῃ άλοχος πόρε κάλλιμα δῶρα
131χρυσέην τ̓ ηλακάτην τάλαρόν θ̓ ὑπόκυκλον όπασσεν
132αργύρεον , χρυσῷ δ̓ επὶ χείλεα κεκράαντο
133τόν ῥά οἱ αμφίπολος Φυλὼ παρέθηκε φέρουσα
134νήματος ασκητοῖο βεβυσμένον ·
αυτὰρ επ̓ αυτῷ
135ηλακάτη τετάνυστο ιοδνεφὲς εῖρος έχουσα
136ἕζετο δ̓ εν κλισμῷ , ὑπὸ δὲ θρῆνυς ποσὶν ῆεν
137αυτίκα δ̓ ἥ γ̓ επέεσσι πόσιν ερέεινεν ἕκαστα
138ίδμεν δή , Μενέλαε διοτρεφές , οἵ τινες οἵδε
139ανδρῶν ευχετόωνται ἱκανέμεν ἡμέτερον δῶ
140ψεύσομαι ῆ έτυμον ερέω
κέλεται δέ με θυμός
141ου γάρ πώ τινά φημι εοικότα ὧδε ιδέσθαι
142ού τ̓ άνδῤ ού τε γυναῖκα , σέβας μ̓ έχει εισορόωσαν ,
143ὡς όδ̓ Οδυσσῆος μεγαλήτορος υἷι έοικε ,
144Τηλεμάχῳ , τὸν έλειπε νέον γεγαῶτ̓ ενὶ οίκῳ
145κεῖνος ανήρ , ότ̓ εμεῖο κυνώπιδος είνεκ̓ Αχαιοὶ
146ήλθεθ̓ ὑπὸ Τροίην πόλεμον θρασὺν ὁρμαίνοντες .
147τὴν δ̓ απαμειβόμενος προσέφη ξανθὸς Μενέλαος
148οὕτω νῦν καὶ εγὼ νοέω , γύναι , ὡς σὺ είσκεις
149κείνου γὰρ τοιοίδε πόδες τοιαίδε τε χεῖρες
150οφθαλμῶν τε βολαὶ κεφαλή τ̓ εφύπερθέ τε χαῖται .
151καὶ νῦν ῆ τοι εγὼ μεμνημένος αμφ̓ Οδυσῆι
152μυθεόμην , ὅσα κεῖνος οιζύσας εμόγησεν
153αμφ̓ εμοί , αυτὰρ ὁ πικρὸν υπ̓ οφρύσι δάκρυον εῖβε ,
154χλαῖναν πορφυρέην άντ̓ οφθαλμοῖιν ανασχών .
155τὸν δ̓ αῦ Νεστορίδης Πεισίστρατος αντίον ηύδα
156Ατρεΐδη Μενέλαε διοτρεφές , όρχαμε λαῶν ,
157κείνου μέν τοι όδ̓ υἱὸς ετήτυμον , ὡς αγορεύεις ·
158αλλὰ σαόφρων εστί , νεμεσσᾶται δ̓ ενὶ θυμῷ
159ῶδ̓ ελθὼν τὸ πρῶτον επεσβολίας αναφαίνειν
160άντα σέθεν , τοῦ νῶι θεοῦ ὣς τερπόμεθ̓ αυδῇ .
161αυτὰρ εμὲ προέηκε Γερήνιος ἱππότα Νέστωρ
162τῷ ἅμα πομπὸν ἕπεσθαι ·
εέλδετο γάρ σε ιδέσθαι ,
163όφρα οἱ ή τι έπος ὑποθήσεαι ηέ τι έργον
164πολλὰ γὰρ άλγἐ έχει πατρὸς πάϊς οιχομένοιο
165εν μεγάροις , ᾧ μὴ άλλοι αοσσητῆρες έωσιν ,
166ὡς νῦν Τηλεμάχῳ ὁ μὲν οίχεται , ου δέ οἱ άλλοι
167είσ̓ οἵ κεν κατὰ δῆμον αλάλκοιεν κακότητα .
168τὸν δ̓ απαμειβόμενος προσέφη ξανθὸς Μενέλαος
169ὼ πόποι , ῆ μάλα δὴ φίλου ανέρος υἱὸς εμὸν δῶ
170ίκεθ̓ , ὃς είνεκ̓ εμεῖο πολέας εμόγησεν αέθλους
171καί μιν έφην ελθόντα φιλησέμεν έξοχον άλλων
172Αργείων , ει νῶιν ὑπεὶρ ἅλα νόστον έδωκε
173νηυσὶ θοῇσι γενέσθαι Ολύμπιος ευρύοπα Ζεύς
174καί κέ οἱ Άργεϊ νάσσα πόλιν καὶ δώματ̓ έτευξα ,
175εξ Ιθάκης αγαγὼν σὺν κτήμασι καὶ τέκεϊ ᾧ
176καὶ πᾶσιν λαοῖσι , μίαν πόλιν εξαλαπάξας ,
177αἳ περιναιετάουσιν , ανάσσονται δ̓ εμοὶ αυτῷ .
178καί κε θάμ̓ ενθάδ̓ εόντες εμισγόμεθ̓
ου δέ κεν ἡμέας
179άλλο διέκρινεν φιλέοντέ τε τερπομένω τε ,
180πρίν γ̓ ὅτε δὴ θανάτοιο μέλαν νέφος αμφεκάλυψεν
181αλλὰ τὰ μέν που μέλλεν αγάσσεσθαι θεὸς αυτός ,
182ὃς κεῖνον δύστηνον ανόστιμον οῖον έθηκεν .
183ὣς φάτο , τοῖσι δὲ πᾶσιν υφ̓ ἵμερον ῶρσε γόοιο
184κλαῖε μὲν Αργείη Ἑλένη , Διὸς εκγεγαυῖα ,
185κλαῖε δὲ Τηλέμαχός τε καὶ Ατρεΐδης Μενέλαος ,
186ου δ̓ άρα Νέστορος υἱὸς αδακρύτω έχεν όσσε
187μνήσατο γὰρ κατὰ θυμὸν αμύμονος Αντιλόχοιο ,
188τόν ῥ̓ Ηοῦς έκτεινε φαεινῆς αγλαὸς υἱός
189τοῦ ὅ γ̓ επιμνησθεὶς έπεα πτερόεντ̓ αγόρευεν
190Ατρεΐδη , περὶ μέν σε βροτῶν πεπνυμένον εῖναι
191Νέστωρ φάσχ̓ ὁ γέρων , ότ̓ επιμνησαίμεθα σεῖο
192οἷσιν ενὶ μεγάροισι , καὶ αλλήλους ερέοιμεν .
193καὶ νῦν , εί τί που έστι , πίθοιό μοι
ου γὰρ εγώ γε
194τέρπομ̓ οδυρόμενος μεταδόρπιος , αλλὰ καὶ ηὼς
195έσσεται ηριγένεια
νεμεσσῶμαί γε μὲν ουδὲν
196κλαίειν ὅς κε θάνῃσι βροτῶν καὶ πότμον επίσπῃ .
197τοῦτό νυ καὶ γέρας οῖον οιζυροῖσι βροτοῖσιν ,
198κείρασθαί τε κόμην βαλέειν τ̓ απὸ δάκρυ παρειῶν .
199καὶ γὰρ εμὸς τέθνηκεν αδελφεός , ού τι κάκιστος
200Αργείων
μέλλεις δὲ σὺ ίδμεναι
ου γὰρ εγώ γε
201ήντησ̓ ου δὲ ίδον
περὶ δ̓ άλλων φασὶ γενέσθαι
202Αντίλοχον , πέρι μὲν θείειν ταχὺν ηδὲ μαχητήν .
203τὸν δ̓ απαμειβόμενος προσέφη ξανθὸς Μενέλαος
204ῶ φίλ̓ , επεὶ τόσα εῖπες , όσ̓ ὰν πεπνυμένος ανὴρ
205είποι καὶ ῥέξειε , καὶ ὃς προγενέστερος είη
206τοίου γὰρ καὶ πατρός , ὃ καὶ πεπνυμένα βάζεις ,
207ῥεῖα δ̓ αρίγνωτος γόνος ανέρος ᾧ τε Κρονίων
208όλβον επικλώσῃ γαμέοντί τε γεινομένῳ τε ,
209ὡς νῦν Νέστορι δῶκε διαμπερὲς ήματα πάντα
210αυτὸν μὲν λιπαρῶς γηρασκέμεν εν μεγάροισιν ,
211υἱέας αῦ πινυτούς τε καὶ έγχεσιν εῖναι αρίστους .
212ἡμεῖς δὲ κλαυθμὸν μὲν εάσομεν , ὃς πρὶν ετύχθη ,
213δόρπου δ̓ εξαῦτις μνησώμεθα , χερσὶ δ̓ εφ̓ ὕδωρ
214χευάντων
μῦθοι δὲ καὶ ηῶθέν περ έσονται
215Τηλεμάχῳ καὶ εμοὶ διαειπέμεν αλλήλοισιν .
216ὣς έφατ̓ , Ασφαλίων δ̓ άρ ὕδωρ επὶ χεῖρας έχευεν ,
217οτρηρὸς θεράπων Μενελάου κυδαλίμοιο
218οἱ δ̓ επ̓ ονείαθ̓ ἑτοῖμα προκείμενα χεῖρας ίαλλον
219ένθ̓ αῦτ̓ άλλ̓ ενόησ̓ Ἑλένη Διὸς εκγεγαυῖα
220αυτίκ̓ άῤ εις οῖνον βάλε φάρμακον , ένθεν έπινον ,
221νηπενθές τ̓ άχολόν τε , κακῶν επίληθον ἁπάντων
222ὃς τὸ καταβρόξειεν , επὴν κρητῆρι μιγείη ,
223ού κεν εφημέριός γε βάλοι κατὰ δάκρυ παρειῶν ,
224ου δ̓ εί οἱ κατατεθναίη μήτηρ τε πατήρ τε ,
225ου δ̓ εί οἱ προπάροιθεν αδελφεὸν ὴ φίλον υἱὸν
226χαλκῷ δηιόῳεν , ὁ δ̓ οφθαλμοῖσιν ὁρῷτο .
227τοῖα Διὸς θυγάτηρ έχε φάρμακα μητιόεντα ,
228εσθλά , τά οἱ Πολύδαμνα πόρεν , Θῶνος παράκοιτις
229Αιγυπτίη , τῇ πλεῖστα φέρει ζείδωρος άρουρα
230φάρμακα , πολλὰ μὲν εσθλὰ μεμιγμένα πολλὰ δὲ λυγρά
231ιητρὸς δὲ ἕκαστος επιστάμενος περὶ πάντων
232ανθρώπων ·
ῆ γὰρ Παιήονός εισι γενέθλης
233αυτὰρ επεί ῥ̓ ενέηκε κέλευσέ τε οινοχοῆσαι ,
234εξαῦτις μύθοισιν αμειβομένη προσέειπεν
235Ατρεΐδη Μενέλαε διοτρεφὲς ηδὲ καὶ οἵδε
236ανδρῶν εσθλῶν παῖδες
ατὰρ θεὸς άλλοτε άλλῳ
237Ζεὺς αγαθόν τε κακόν τε διδοῖ ·
δύναται γὰρ ἅπαντα
238ῆ τοι νῦν δαίνυσθε καθήμενοι εν μεγάροισι
239καὶ μύθοις τέρπεσθε
εοικότα γὰρ καταλέξω
240πάντα μὲν ουκ ὰν εγὼ μυθήσομαι ου δ̓ ονομήνω ,
241ὅσσοι Οδυσσῆος ταλασίφρονός εισιν άεθλοι
242αλλ̓ οἷον τόδ̓ έρεξε καὶ έτλη καρτερὸς ανὴρ
243δήμῳ ένι Τρώων , ὅθι πάσχετε πήματ̓ Αχαιοί
244αυτόν μιν πληγῇσιν αεικελίῃσι δαμάσσας ,
245σπεῖρα κάκ̓ αμφ̓ ώμοισι βαλών , οικῆι εοικώς ,
246ανδρῶν δυσμενέων κατέδυ πόλιν ευρυάγυιαν
247άλλῳ δ̓ αυτὸν φωτὶ κατακρύπτων ήισκε ,
248δέκτῃ , ὃς ουδὲν τοῖος έην επὶ νηυσὶν Αχαιῶν .
249τῷ ίκελος κατέδυ Τρώων πόλιν , οἱ δ̓ αβάκησαν
250πάντες
εγὼ δέ μιν οίη ανέγνων τοῖον εόντα ,
251καί μιν ανηρώτων
ὁ δὲ κερδοσύνῃ αλέεινεν
252αλλ̓ ὅτε δή μιν εγὼ λόεον καὶ χρῖον ελαίῳ ,
253αμφὶ δὲ εἵματα ἕσσα καὶ ώμοσα καρτερὸν ὅρκον
254μὴ μὲν πρὶν Οδυσῆα μετὰ Τρώεσσ̓ αναφῆναι ,
255πρίν γε τὸν ες νῆάς τε θοὰς κλισίας τ̓ αφικέσθαι ,
256καὶ τότε δή μοι πάντα νόον κατέλεξεν Αχαιῶν
257πολλοὺς δὲ Τρώων κτείνας ταναήκεϊ χαλκῷ
258ῆλθε μετ̓ Αργείους , κατὰ δὲ φρόνιν ήγαγε πολλήν
259ένθ̓ άλλαι Τρῳαὶ λίγ̓ εκώκυον
αυτὰρ εμὸν κῆρ
260χαῖῤ , επεὶ ήδη μοι κραδίη τέτραπτο νέεσθαι
261ὰψ οῖκόνδ̓ , άτην δὲ μετέστενον , ἣν Αφροδίτη
262δῶχ̓ , ὅτε μ̓ ήγαγε κεῖσε φίλης απὸ πατρίδος αίης ,
263παῖδά τ̓ εμὴν νοσφισσαμένην θάλαμόν τε πόσιν τε
264ού τευ δευόμενον , ού τ̓ ὰρ φρένας ού τε τι εῖδος .
265τὴν δ̓ απαμειβόμενος προσέφη ξανθὸς Μενέλαος
266ναὶ δὴ ταῦτά γε πάντα , γύναι , κατὰ μοῖραν έειπες
267ήδη μὲν πολέων εδάην βουλήν τε νόον τε
268ανδρῶν ἡρώων , πολλὴν δ̓ επελήλυθα γαῖαν
269αλλ̓ ού πω τοιοῦτον εγὼν ίδον οφθαλμοῖσιν ,
270οἷν Οδυσσῆος ταλασίφρονος έσκε φίλον κῆρ
271οἷον καὶ τόδ̓ έρεξε καὶ έτλη καρτερὸς ανὴρ
272ἵππῳ ένι ξεστῷ , ίν̓ ενήμεθα πάντες άριστοι
273Αργείων Τρώεσσι φόνον καὶ κῆρα φέροντες
274ῆλθες έπειτα σὺ κεῖσε
κελευσέμεναι δέ σ̓ έμελλε
275δαίμων , ὃς Τρώεσσιν εβούλετο κῦδος ορέξαι
276καί τοι Δηΐφοβος θεοείκελος έσπετ̓ ιούσῃ
277τρὶς δὲ περίστειξας κοῖλον λόχον αμφαφόωσα ,
278εκ δ̓ ονομακλήδην Δαναῶν ονόμαζες αρίστους ,
279πάντων Αργείων φωνὴν ίσκουσ̓ αλόχοισιν
280αυτὰρ εγὼ καὶ Τυδεΐδης καὶ δῖος Οδυσσεὺς
281ἥμενοι εν μέσσοισιν ακούσαμεν ὡς εβόησας
282νῶι μὲν αμφοτέρω μενεήναμεν ὁρμηθέντε
283ὴ εξελθέμεναι , ὴ ένδοθεν αῖψ̓ ὑπακοῦσαι
284αλλ̓ Οδυσεὺς κατέρυκε καὶ έσχεθεν ἱεμένω περ
285ένθ̓ άλλοι μὲν πάντες ακὴν έσαν υἷες Αχαιῶν ,
286Άντικλος δὲ σέ γ̓ οῖος αμείψασθαι επέεσσιν
287ήθελεν
αλλ̓ Οδυσεὺς επὶ μάστακα χερσὶ πίεζεν
288νωλεμέως κρατερῇσι , σάωσε δὲ πάντας Αχαιούς
289τόφρα δ̓ έχ̓ , όφρα σε νόσφιν απήγαγε Παλλὰς Αθήνη .
290τὸν δ̓ αῦ Τηλέμαχος πεπνυμένος αντίον ηύδα
291Ατρεΐδη Μενέλαε διοτρεφές , όρχαμε λαῶν ,
292άλγιον ·
ου γάρ οἵ τι τάδ̓ ήρκεσε λυγρὸν όλεθρον ,
293ου δ̓ εί οἱ κραδίη γε σιδηρέη ένδοθεν ῆεν
294αλλ̓ άγετ̓ εις ευνὴν τράπεθ̓ ἡμέας , όφρα καὶ ήδη
295ὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντες .
296ὣς έφατ̓ , Αργείη δ̓ Ἑλένη δμῳῇσι κέλευσεν
297δέμνἰ υπ̓ αιθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ
298πορφύρἐ εμβαλέειν στορέσαι τ̓ εφύπερθε τάπητας ,
299χλαίνας τ̓ ενθέμεναι ούλας καθύπερθεν ἕσασθαι
300αἱ δ̓ ίσαν εκ μεγάροιο δάος μετὰ χερσὶν έχουσαι ,
301δέμνια δὲ στόρεσαν
εκ δὲ ξείνους άγε κῆρυξ
302οἱ μὲν άῤ εν προδόμῳ δόμου αυτόθι κοιμήσαντο ,
303Τηλέμαχός θ̓ ἥρως καὶ Νέστορος αγλαὸς υἱός
304Ατρεΐδης δὲ καθεῦδε μυχῷ δόμου ὑψηλοῖο ,
305πὰρ δ̓ Ἑλένη τανύπεπλος ελέξατο , δῖα γυναικῶν
306ῆμος δ̓ ηριγένεια φάνη ῥοδοδάκτυλος Ηώς ,
307ώρνυτ̓ άῤ εξ ευνῆφι βοὴν αγαθὸς Μενέλαος
308εἵματα ἑσσάμενος , περὶ δὲ ξίφος οξὺ θέτ̓ ώμῳ ,
309ποσσὶ δ̓ ὑπὸ λιπαροῖσιν εδήσατο καλὰ πέδιλα ,
310βῆ δ̓ ίμεν εκ θαλάμοιο θεῷ εναλίγκιος άντην ,
311Τηλεμάχῳ δὲ παρῖζεν , έπος τ̓ έφατ̓ έκ τ̓ ονόμαζεν
312τίπτε δέ σε χρειὼ δεῦῤ ήγαγε , Τηλέμαχ̓ ἥρως ,
313ες Λακεδαίμονα δῖαν , επ̓ ευρέα νῶτα θαλάσσης
314δήμιον ῆ ίδιον ;
τόδε μοι νημερτὲς ενίσπες .
315τὸν δ̓ αῦ Τηλέμαχος πεπνυμένος αντίον ηύδα
316Ατρεΐδη Μενέλαε διοτρεφές , όρχαμε λαῶν ,
317ήλυθον , εί τινά μοι κληηδόνα πατρὸς ενίσποις
318εσθίεταί μοι οῖκος , όλωλε δὲ πίονα έργα ,
319δυσμενέων δ̓ ανδρῶν πλεῖος δόμος , οἵ τέ μοι αιεὶ
320μῆλ̓ ἁδινὰ σφάζουσι καὶ ειλίποδας ἕλικας βοῦς ,
321μητρὸς εμῆς μνηστῆρες ὑπέρβιον ὕβριν έχοντες .
322τοὔνεκα νῦν τὰ σὰ γούναθ̓ ἱκάνομαι , αί κ̓ εθέλῃσθα
323κείνου λυγρὸν όλεθρον ενισπεῖν , εί που όπωπας
324οφθαλμοῖσι τεοῖσιν ὴ άλλου μῦθον άκουσας
325πλαζομένου
περὶ γάρ μιν οιζυρὸν τέκε μήτηρ
326μη δέ τί μ̓ αιδόμενος μειλίσσεο μη δ̓ ελεαίρων ,
327αλλ̓ εῦ μοι κατάλεξον ὅπως ήντησας οπωπῆς
328λίσσομαι , εί ποτέ τοί τι πατὴρ εμός , εσθλὸς Οδυσσεὺς
329ὴ έπος ηέ τι έργον ὑποστὰς εξετέλεσσε
330δήμῳ ένι Τρώων , ὅθι πάσχετε πήματ̓ Αχαιοί ,
331τῶν νῦν μοι μνῆσαι , καί μοι νημερτὲς ενίσπες .
332τὸν δὲ μέγ̓ οχθήσας προσέθη ξανθὸς Μενέλαος
333ὼ πόποι , ῆ μάλα δὴ κρατερόφρονος ανδρὸς εν ευνῇ
334ήθελον ευνηθῆναι ανάλκιδες αυτοὶ εόντες
335ὡς δ̓ οπότ̓ εν ξυλόχῳ έλαφος κρατεροῖο λέοντος
336νεβροὺς κοιμήσασα νεηγενέας γαλαθηνοὺς
337κνημοὺς εξερέῃσι καὶ άγκεα ποιήεντα
338βοσκομένη , ὁ δ̓ έπειτα ἑὴν εισήλυθεν ευνήν ,
339αμφοτέροισι δὲ τοῖσιν αεικέα πότμον εφῆκεν ,
340ὣς Οδυσεὺς κείνοισιν αεικέα πότμον εφήσει
341αὶ γάρ , Ζεῦ τε πάτερ καὶ Αθηναίη καὶ Άπολλον ,
342τοῖος εών , οἷός ποτ̓ ευκτιμένῃ ενὶ Λέσβῳ
343εξ έριδος Φιλομηλεΐδῃ επάλαισεν αναστάς ,
344κὰδ δ̓ έβαλε κρατερῶς , κεχάροντο δὲ πάντες Αχαιοί ,
345τοῖος εὼν μνηστῆρσιν ὁμιλήσειεν Οδυσσεύς
346πάντες κ̓ ωκύμοροί τε γενοίατο πικρόγαμοί τε
347ταῦτα δ̓ ἅ μ̓ ειρωτᾷς καὶ λίσσεαι , ουκ ὰν εγώ γε
348άλλα παρὲξ είποιμι παρακλιδόν , ου δ̓ απατήσω ,
349αλλὰ τὰ μέν μοι έειπε γέρων ἅλιος νημερτής ,
350τῶν ουδέν τοι εγὼ κρύψω έπος ου δ̓ επικεύσω .
351Αιγύπτῳ μ̓ έτι δεῦρο θεοὶ μεμαῶτα νέεσθαι
352έσχον , επεὶ ού σφιν έρεξα τεληέσσας ἑκατόμβας
353οἱ δ̓ αιεὶ βούλοντο θεοὶ μεμνῆσθαι εφετμέων
354νῆσος έπειτά τις έστι πολυκλύστῳ ενὶ πόντῳ
355Αιγύπτου προπάροιθε , Φάρον δέ ἑ κικλήσκουσι ,
356τόσσον άνευθ̓ ὅσσον τε πανημερίη γλαφυρὴ νηῦς
357ήνυσεν , ᾗ λιγὺς οῦρος επιπνείῃσιν όπισθεν
358εν δὲ λιμὴν εύορμος , ὅθεν τ̓ απὸ νῆας είσας
359ες πόντον βάλλουσιν , αφυσσάμενοι μέλαν ὕδωρ .
360ένθα μ̓ εείκοσιν ήματ̓ έχον θεοί , ου δέ ποτ̓ οῦροι
361πνείοντες φαίνονθ̓ ἁλιαέες , οἵ ῥά τε νηῶν
362πομπῆες γίγνονται επ̓ ευρέα νῶτα θαλάσσης
363καί νύ κεν ήια πάντα κατέφθιτο καὶ μένἐ ανδρῶν ,
364ει μή τίς με θεῶν ολοφύρατο καί μ̓ εσάωσε ,
365Πρωτέος ιφθίμου θυγάτηρ ἁλίοιο γέροντος ,
366Ειδοθέη ·
τῇ γάρ ῥα μάλιστά γε θυμὸν όρινα
367ἥ μ̓ οίῳ έρροντι συνήντετο νόσφιν ἑταίρων
368αιεὶ γὰρ περὶ νῆσον αλώμενοι ιχθυάασκον
369γναμπτοῖς αγκίστροισιν , έτειρε δὲ γαστέρα λιμός
370ἡ δέ μευ άγχι στᾶσα έπος φάτο φώνησέν τε
371νήπιός εις , ῶ ξεῖνε , λίην τόσον ηδὲ χαλίφρων ,
372ῆε ἑκὼν μεθίεις καὶ τέρπεαι άλγεα πάσχων
373ὡς δὴ δήθ̓ ενὶ νήσῳ ερύκεαι , ου δέ τι τέκμωρ
374εὑρέμεναι δύνασαι , μινύθει δέ τοι ῆτορ ἑταίρων
̓"̓
375ὣς έφατ̓ , αυτὰρ εγώ μιν αμειβόμενος προσέειπον
376εκ μέν τοι ερέω , ἥ τις σύ πέρ εσσι θεάων ,
377ὡς εγὼ ού τι ἑκὼν κατερύκομαι , αλλά νυ μέλλω
378αθανάτους αλιτέσθαι , οἳ ουρανὸν ευρὺν έχουσιν
379αλλὰ σύ πέρ μοι ειπέ , θεοὶ δέ τε πάντα ίσασιν ,
380ὅς τίς μ̓ αθανάτων πεδάᾳ καὶ έδησε κελεύθου ,
381νόστον θ̓ , ὡς επὶ πόντον ελεύσομαι ιχθυόεντα
382ὣς εφάμην , ἡ δ̓ αυτίκ̓ αμείβετο δῖα θεάων
383τοιγὰρ εγώ τοι , ξεῖνε , μάλ̓ ατρεκέως αγορεύσω
384πωλεῖταί τις δεῦρο γέρων ἅλιος νημερτὴς
385αθάνατος Πρωτεὺς Αιγύπτιος , ὅς τε θαλάσσης
386πάσης βένθεα οῖδε , Ποσειδάωνος ὑποδμώς
387τὸν δέ τ̓ εμόν φασιν πατέῤ έμμεναι ηδὲ τεκέσθαι
388τόν γ̓ εί πως σὺ δύναιο λοχησάμενος λελαβέσθαι ,
389ὅς κέν τοι είπῃσιν ὁδὸν καὶ μέτρα κελεύθου
390νόστον θ̓ , ὡς επὶ πόντον ελεύσεαι ιχθυόεντα
391καὶ δέ κέ τοι είπῃσι , διοτρεφές , αί κ̓ εθέλῃσθα ,
392ὅττι τοι εν μεγάροισι κακόν τ̓ αγαθόν τε τέτυκται
393οιχομένοιο σέθεν δολιχὴν ὁδὸν αργαλέην τε
394ὣς έφατ̓ , αυτὰρ εγώ μιν αμειβόμενος προσέειπον
395αυτὴ νῦν φράζευ σὺ λόχον θείοιο γέροντος ,
396μή πώς με προϊδὼν ηὲ προδαεὶς αλέηται
397αργαλέος γάρ τ̓ εστὶ θεὸς βροτῷ ανδρὶ δαμῆναι
398ὣς εφάμην , ἡ δ̓ αυτίκ̓ αμείβετο δῖα θεάων
399τοιγὰρ εγώ τοι , ξεῖνε , μάλ̓ ατρεκέως αγορεύσω
400ῆμος δ̓ ηέλιος μέσον ουρανὸν αμφιβεβήκῃ ,
401τῆμος άῤ εξ ἁλὸς εῖσι γέρων ἅλιος νημερτὴς
402πνοιῇ ὕπο Ζεφύροιο μελαίνῃ φρικὶ καλυφθείς ,
403εκ δ̓ ελθὼν κοιμᾶται ὑπὸ σπέσσι γλαφυροῖσιν
404αμφὶ δέ μιν φῶκαι νέποδες καλῆς ἁλοσύδνης
405ἁθρόαι εὕδουσιν , πολιῆς ἁλὸς εξαναδῦσαι ,
406πικρὸν αποπνείουσαι ἁλὸς πολυβενθέος οδμήν .
407ένθα σ̓ εγὼν αγαγοῦσα άμ̓ ηοῖ φαινομένηφιν
408ευνάσω ἑξείης
σὺ δ̓ εὺ κρίνασθαι ἑταίρους
409τρεῖς , οἵ τοι παρὰ νηυσὶν ευσσέλμοισιν άριστοι .
410πάντα δέ τοι ερέω ολοφώια τοῖο γέροντος
411φώκας μέν τοι πρῶτον αριθμήσει καὶ έπεισιν
412αυτὰρ επὴν πάσας πεμπάσσεται ηδὲ ίδηται ,
413λέξεται εν μέσσῃσι νομεὺς ὣς πώεσι μήλων .
414τὸν μὲν επὴν δὴ πρῶτα κατευνηθέντα ίδησθε ,
415καὶ τότ̓ έπειθ̓ ὑμῖν μελέτω κάρτος τε βίη τε ,
416αῦθι δ̓ έχειν μεμαῶτα καὶ εσσύμενόν περ αλύξαι
417πάντα δὲ γιγνόμενος πειρήσεται , όσσ̓ επὶ γαῖαν
418ἑρπετὰ γίγνονται , καὶ ὕδωρ καὶ θεσπιδαὲς πῦρ
419ὑμεῖς δ̓ αστεμφέως εχέμεν μᾶλλόν τε πιέζειν
420αλλ̓ ὅτε κεν δή σ̓ αυτὸς ανείρηται επέεσσι ,
421τοῖος εὼν οἷόν κε κατευνηθέντα ίδησθε ,
422καὶ τότε δὴ σχέσθαι τε βίης λῦσαί τε γέροντα ,
423ἥρως , είρεσθαι δέ , θεῶν ὅς τίς σε χαλέπτει ,
424νόστον θ̓ , ὡς επὶ πόντον ελεύσεαι ιχθυόεντα
425ὣς ειποῦσ̓ ὑπὸ πόντον εδύσετο κυμαίνοντα
426αυτὰρ εγὼν επὶ νῆας , όθ̓ ἕστασαν εν ψαμάθοισιν ,
427ήια
πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι
428αυτὰρ επεί ῥ̓ επὶ νῆα κατήλυθον ηδὲ θάλασσαν ,
429δόρπον θ̓ οπλισάμεσθ̓ , επί τ̓ ήλυθεν αμβροσίη νύξ
430δὴ τότε κοιμήθημεν επὶ ῥηγμῖνι θαλάσσης
431ῆμος δ̓ ηριγένεια φάνη ῥοδοδάκτυλος Ηώς ,
432καὶ τότε δὴ παρὰ θῖνα θαλάσσης ευρυπόροιο
433ήια πολλὰ θεοὺς γουνούμενος
αυτὰρ ἑταίρους
434τρεῖς άγον , οἷσι μάλιστα πεποίθεα πᾶσαν επ̓ ιθύν
435τόφρα δ̓ άῤ ἥ γ̓ ὑποδῦσα θαλάσσης ευρέα κόλπον
436τέσσαρα φωκάων εκ πόντου δέρματ̓ ένεικε
437πάντα δ̓ έσαν νεόδαρτα
δόλον δ̓ επεμήδετο πατρί
438ευνὰς δ̓ εν ψαμάθοισι διαγλάψασ̓ ἁλίῃσιν
439ἧστο μένουσ̓
ἡμεῖς δὲ μάλα σχεδὸν ήλθομεν αυτῆς
440ἑξείης δ̓ εύνησε , βάλεν δ̓ επὶ δέρμα ἑκάστῳ
441ένθα κεν αινότατος λόχος έπλετο
τεῖρε γὰρ αινῶς
442φωκάων ἁλιοτρεφέων ολοώτατος οδμή
443τίς γάρ κ̓ ειναλίῳ παρὰ κήτεϊ κοιμηθείη
444αλλ̓ αυτὴ εσάωσε καὶ εφράσατο μέγ̓ όνειαρ
445αμβροσίην ὑπὸ ῥῖνα ἑκάστῳ θῆκε φέρουσα
446ἡδὺ μάλα πνείουσαν , όλεσσε δὲ κήτεος οδμήν
447πᾶσαν δ̓ ηοίην μένομεν τετληότι θυμῷ
448φῶκαι δ̓ εξ ἁλὸς ῆλθον αολλέες
αἱ μὲν έπειτα
449ἑξῆς ευνάζοντο παρὰ ῥηγμῖνι θαλάσσης
450ένδιος δ̓ ὁ γέρων ῆλθ̓ εξ ἁλός , εὗρε δὲ φώκας
451ζατρεφέας , πάσας δ̓ άῤ επῴχετο , λέκτο δ̓ αριθμόν
452εν δ̓ ἡμέας πρώτους λέγε κήτεσιν , ου δέ τι θυμῷ
453ωΐσθη δόλον εῖναι
έπειτα δὲ λέκτο καὶ αυτός
454ἡμεῖς δὲ ιάχοντες επεσσύμεθ̓ , αμφὶ δὲ χεῖρας
455βάλλομεν
ου δ̓ ὁ γέρων δολίης επελήθετο τέχνης ,
456αλλ̓ ῆ τοι πρώτιστα λέων γένετ̓ ηυγένειος ,
457αυτὰρ έπειτα δράκων καὶ πάρδαλις ηδὲ μέγας σῦς ·
458γίγνετο δ̓ ὑγρὸν ὕδωρ καὶ δένδρεον ὑψιπέτηλον
459ἡμεῖς δ̓ αστεμφέως έχομεν τετληότι θυμῷ
460αλλ̓ ὅτε δή ῥ̓ ανίαζ̓ ὁ γέρων ολοφώια ειδώς ,
461καὶ τότε δή μ̓ επέεσσιν ανειρόμενος προσέειπε
462τίς νύ τοι , Ατρέος υἱέ , θεῶν συμφράσσατο βουλάς ,
463όφρα μ̓ ἕλοις αέκοντα λοχησάμενος
τέο σε χρή
464ὣς έφατ̓ , αυτὰρ εγώ μιν αμειβόμενος προσέειπον
465οῖσθα , γέρον , τί με ταῦτα παρατροπέων ερεείνεις
466ὡς δὴ δήθ̓ ενὶ νήσῳ ερύκομαι , ου δέ τι τέκμωρ
467εὑρέμεναι δύναμαι , μινύθει δέ μοι ένδοθεν ῆτορ
468αλλὰ σύ πέρ μοι ειπέ , θεοὶ δέ τε πάντα ίσασιν ,
469ὅς τίς μ̓ αθανάτων πεδάᾳ καὶ έδησε κελεύθου ,
470νόστον θ̓ , ὡς επὶ πόντον ελεύσομαι ιχθυόεντα
471ὣς εφάμην , ὁ δέ μ̓ αυτίκ̓ αμειβόμενος προσέειπεν
472αλλὰ μάλ̓ ώφελλες Διί τ̓ άλλοισίν τε θεοῖσι
473ῥέξας ἱερὰ κάλ̓ αναβαινέμεν , όφρα τάχιστα
474σὴν ες πατρίδ̓ ἵκοιο πλέων επὶ οίνοπα πόντον
475ου γάρ τοι πρὶν μοῖρα φίλους τ̓ ιδέειν καὶ ἱκέσθαι
476οῖκον ευκτίμενον καὶ σὴν ες πατρίδα γαῖαν ,
477πρίν γ̓ ότ̓ ὰν Αιγύπτοιο , διιπετέος ποταμοῖο ,
478αῦτις ὕδωρ έλθῃς ῥέξῃς θ̓ ἱερὰς ἑκατόμβας
479αθανάτοισι θεοῖσι , τοὶ ουρανὸν ευρὺν έχουσι ·
480καὶ τότε τοι δώσουσιν ὁδὸν θεοί , ἣν σὺ μενοινᾷς
481ὣς έφατ̓ , αυτὰρ εμοί γε κατεκλάσθη φίλον ῆτορ ,
482οὕνεκά μ̓ αῦτις άνωγεν επ̓ ηεροειδέα πόντον
483Αίγυπτόνδ̓ ιέναι , δολιχὴν ὁδὸν αργαλέην τε
484αλλὰ καὶ ὣς μύθοισιν αμειβόμενος προσέειπον
485ταῦτα μὲν οὕτω δὴ τελέω , γέρον , ὡς σὺ κελεύεις
486αλλ̓ άγε μοι τόδε ειπὲ καὶ ατρεκέως κατάλεξον ,
487ὴ πάντες σὺν νηυσὶν απήμονες ῆλθον Αχαιοί ,
488οὓς Νέστωρ καὶ εγὼ λίπομεν Τροίηθεν ιόντες ,
489ῆέ τις ώλετ̓ ολέθρῳ αδευκέι ἧς επὶ νηὸς
490ηὲ φίλων εν χερσίν , επεὶ πόλεμον τολύπευσεν
491ὣς εφάμην , ὁ δέ μ̓ αυτίκ̓ αμειβόμενος προσέειπεν
492Ατρεΐδη , τί με ταῦτα διείρεαι
ου δέ τί σε χρὴ
493ίδμεναι , ου δὲ δαῆναι εμὸν νόον ·
ου δέ σέ φημι
494δὴν άκλαυτον έσεσθαι , επὴν εὺ πάντα πύθηαι
495πολλοὶ μὲν γὰρ τῶν γε δάμεν , πολλοὶ δὲ λίποντο
496αρχοὶ δ̓ αῦ δύο μοῦνοι Αχαιῶν χαλκοχιτώνων
497εν νόστῳ απόλοντο
μάχῃ δέ τε καὶ σὺ παρῆσθα
498εἷς δ̓ έτι που ζωὸς κατερύκεται ευρέι πόντῳ
499Αίας μὲν μετὰ νηυσὶ δάμη δολιχηρέτμοισι
500Γυρῇσίν μιν πρῶτα Ποσειδάων επέλασσεν
501πέτρῃσιν μεγάλῃσι καὶ εξεσάωσε θαλάσσης
502καί νύ κεν έκφυγε κῆρα καὶ εχθόμενός περ Αθήνῃ ,
503ει μὴ ὑπερφίαλον έπος έκβαλε καὶ μέγ̓ αάσθη
504φῆ ῥ̓ αέκητι θεῶν φυγέειν μέγα λαῖτμα θαλάσσης
505τοῦ δὲ Ποσειδάων μεγάλ̓ έκλυεν αυδήσαντος
506αυτίκ̓ έπειτα τρίαιναν ἑλὼν χερσὶ στιβαρῇσιν
507ήλασε Γυραίην πέτρην , απὸ δ̓ έσχισεν αυτήν
508καὶ τὸ μὲν αυτόθι μεῖνε , τὸ δὲ τρύφος έμπεσε πόντῳ ,
509τῷ ῥ̓ Αίας τὸ πρῶτον εφεζόμενος μέγ̓ αάσθη ·
510τὸν δ̓ εφόρει κατὰ πόντον απείρονα κυμαίνοντα
511ὣς ὁ μὲν ένθ̓ απόλωλεν , επεὶ πίεν ἁλμυρὸν ὕδωρ
512σὸς δέ που έκφυγε κῆρας αδελφεὸς ηδ̓ ὑπάλυξεν
513εν νηυσὶ γλαφυρῇσι
σάωσε δὲ πότνια Ἥρη
514αλλ̓ ὅτε δὴ τάχ̓ έμελλε Μαλειάων όρος αιπὺ
515ἵξεσθαι , τότε δή μιν αναρπάξασα θύελλα
516πόντον επ̓ ιχθυόεντα φέρεν βαρέα στενάχοντα ,
517αγροῦ επ̓ εσχατιήν , ὅθι δώματα ναῖε Θυέστης
518τὸ πρίν , ατὰρ τότ̓ έναιε Θυεστιάδης Αίγισθος
519αλλ̓ ὅτε δὴ καὶ κεῖθεν εφαίνετο νόστος απήμων ,
520ὰψ δὲ θεοὶ οῦρον στρέψαν , καὶ οίκαδ̓ ἵκοντο ,
521ῆ τοι ὁ μὲν χαίρων επεβήσετο πατρίδος αίης
522καὶ κύνει ἁπτόμενος ἣν πατρίδα
πολλὰ δ̓ απ̓ αυτοῦ
523δάκρυα θερμὰ χέοντ̓ , επεὶ ασπασίως ίδε γαῖαν
524τὸν δ̓ άῤ απὸ σκοπιῆς εῖδε σκοπός , ὅν ῥα καθεῖσεν
525Αίγισθος δολόμητις άγων , ὑπὸ δ̓ έσχετο μισθὸν
526χρυσοῦ δοιὰ τάλαντα
φύλασσε δ̓ ὅ γ̓ εις ενιαυτόν ,
527μή ἑ λάθοι παριών , μνήσαιτο δὲ θούριδος αλκῆς
528βῆ δ̓ ίμεν αγγελέων πρὸς δώματα ποιμένι λαῶν
529αυτίκα δ̓ Αίγισθος δολίην εφράσσατο τέχνην
530κρινάμενος κατὰ δῆμον εείκοσι φῶτας αρίστους
531εἷσε λόχον , ἑτέρωθι δ̓ ανώγει δαῖτα πένεσθαι
532αυτὰρ ὁ βῆ καλέων Αγαμέμνονα , ποιμένα λαῶν
533ἵπποισιν καὶ όχεσφιν , αεικέα μερμηρίζων
534τὸν δ̓ ουκ ειδότ̓ όλεθρον ανήγαγε καὶ κατέπεφνεν
535δειπνίσσας , ὥς τίς τε κατέκτανε βοῦν επὶ φάτνῃ
536ου δέ τις Ατρεΐδεω ἑτάρων λίπεθ̓ οἵ οἱ ἕποντο ,
537ου δέ τις Αιγίσθου , αλλ̓ έκταθεν εν μεγάροισιν .
538ὣς έφατ̓ , αυτὰρ εμοί γε κατεκλάσθη φίλον ῆτορ ,
539κλαῖον δ̓ εν ψαμάθοισι καθήμενος , ου δέ νύ μοι κῆρ
540ήθελ̓ έτι ζώειν καὶ ὁρᾶν φάος ηελίοιο
541αυτὰρ επεὶ κλαίων τε κυλινδόμενός τε κορέσθην ,
542δὴ τότε με προσέειπε γέρων ἅλιος νημερτής
543μηκέτι , Ατρέος υἱέ , πολὺν χρόνον ασκελὲς οὕτω
544κλαῖ̓ , επεὶ ουκ άνυσίν τινα δήομεν
αλλὰ τάχιστα
545πείρα ὅπως κεν δὴ σὴν πατρίδα γαῖαν ἵκηαι
546ὴ γάρ μιν ζωόν γε κιχήσεαι , ή κεν Ορέστης
547κτεῖνεν ὑποφθάμενος , σὺ δέ κεν τάφου αντιβολήσαις
548ὣς έφατ̓ , αυτὰρ εμοὶ κραδίη καὶ θυμὸς αγήνωρ
549αῦτις ενὶ στήθεσσι καὶ αχνυμένῳ περ ιάνθη ,
550καί μιν φωνήσας έπεα πτερόεντα προσηύδων
551τούτους μὲν δὴ οῖδα
σὺ δὲ τρίτον άνδῤ ονόμαζε ,
552ὅς τις έτι ζωὸς κατερύκεται ευρέι πόντῳ
553ηὲ θανών
εθέλω δὲ καὶ αχνύμενός περ ακοῦσαι
554ὣς εφάμην , ὁ δέ μ̓ αυτίκ̓ αμειβόμενος προσέειπεν
555υἱὸς Λαέρτεω , Ιθάκῃ ένι οικία ναίων ·
556τὸν δ̓ ίδον εν νήσῳ θαλερὸν κατὰ δάκρυ χέοντα ,
557νύμφης εν μεγάροισι Καλυψοῦς , ἥ μιν ανάγκῃ
558ίσχει
ὁ δ̓ ου δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι
559ου γάρ οἱ πάρα νῆες επήρετμοι καὶ ἑταῖροι ,
560οἵ κέν μιν πέμποιεν επ̓ ευρέα νῶτα θαλάσσης .
561σοι δ̓ ου θέσφατόν εστι , διοτρεφὲς ῶ Μενέλαε ,
562Άργει εν ἱπποβότῳ θανέειν καὶ πότμον επισπεῖν ,
563αλλά σ̓ ες Ηλύσιον πεδίον καὶ πείρατα γαίης
564αθάνατοι πέμψουσιν , ὅθι ξανθὸς Ῥαδάμανθυς ,
565τῇ περ ῥηίστη βιοτὴ πέλει ανθρώποισιν ·
566ου νιφετός , ού τ̓ ὰρ χειμὼν πολὺς ού τε ποτ̓ όμβρος ,
567αλλ̓ αιεὶ Ζεφύροιο λιγὺ πνείοντος αήτας
568Ωκεανὸς ανίησιν αναψύχειν ανθρώπους ·
569ούνεκ̓ έχεις Ἑλένην καί σφιν γαμβρὸς Διός εσσι
570ὣς ειπὼν ὑπὸ πόντον εδύσετο κυμαίνοντα
571αυτὰρ εγὼν επὶ νῆας άμ̓ αντιθέοις ἑτάροισιν
572ήια , πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι
573αυτὰρ επεί ῥ̓ επὶ νῆα κατήλθομεν ηδὲ θάλασσαν ,
574δόρπον θ̓ οπλισάμεσθ̓ , επί τ̓ ήλυθεν αμβροσίη νύξ ,
575δὴ τότε κοιμήθημεν επὶ ῥηγμῖνι θαλάσσης
576ῆμος δ̓ ηριγένεια φάνη ῥοδοδάκτυλος Ηώς ,
577νῆας μὲν πάμπρωτον ερύσσαμεν εις ἅλα δῖαν ,
578εν δ̓ ἱστοὺς τιθέμεσθα καὶ ἱστία νηυσὶν είσῃς ,
579ὰν δὲ καὶ αυτοὶ βάντες επὶ κληῖσι καθῖζον
580ἑξῆς δ̓ ἑζόμενοι πολιὴν ἅλα τύπτον ερετμοῖς
581ὰψ δ̓ εις Αιγύπτοιο διιπετέος ποταμοῖο
582στῆσα νέας , καὶ έρεξα τεληέσσας ἑκατόμβας .
583αυτὰρ επεὶ κατέπαυσα θεῶν χόλον αιὲν εόντων ,
584χεῦ̓ Αγαμέμνονι τύμβον , ίν̓ άσβεστον κλέος είη
585ταῦτα τελευτήσας νεόμην , έδοσαν δέ μοι οῦρον
586αθάνατοι , τοί μ̓ ῶκα φίλην ες πατρίδ̓ έπεμψαν
587αλλ̓ άγε νῦν επίμεινον ενὶ μεγάροισιν εμοῖσιν ,
588όφρα κεν ἑνδεκάτη τε δυωδεκάτη τε γένηται
589καὶ τότε σ̓ εῦ πέμψω , δώσω δέ τοι αγλαὰ δῶρα ,
590τρεῖς ἵππους καὶ δίφρον εύξοον
αυτὰρ έπειτα
591δώσω καλὸν άλεισον , ἵνα σπένδῃσθα θεοῖσιν
592αθανάτοις εμέθεν μεμνημένος ήματα πάντα .
593τὸν δ̓ αῦ Τηλέμαχος πεπνυμένος αντίον ηύδα
594Ατρεΐδη , μὴ δή με πολὺν χρόνον ενθάδ̓ έρυκε
595καὶ γάρ κ̓ εις ενιαυτὸν εγὼ παρὰ σοί γ̓ ανεχοίμην
596ἥμενος , ου δέ κέ μ̓ οίκου ἕλοι πόθος ου δὲ τοκήων ·
597αινῶς γὰρ μύθοισιν έπεσσί τε σοῖσιν ακούων
598τέρπομαι
αλλ̓ ήδη μοι ανιάζουσιν ἑταῖροι
599εν Πύλῳ ηγαθέῃ
σὺ δέ με χρόνον ενθάδ̓ ερύκεις
600δῶρον δ̓ ὅττι κέ μοι δοίης , κειμήλιον έστω
601ἵππους δ̓ εις Ιθάκην ουκ άξομαι , αλλὰ σοὶ αυτῷ
602ενθάδε λείψω άγαλμα
σὺ γὰρ πεδίοιο ανάσσεις
603ευρέος , ᾧ ένι μὲν λωτὸς πολύς , εν δὲ κύπειρον
604πυροί τε ζειαί τε ιδ̓ ευρυφυὲς κρῖ λευκόν .
605εν δ̓ Ιθάκῃ ού τ̓ ὰρ δρόμοι ευρέες ού τε τι λειμών ·
606αιγίβοτος , καὶ μᾶλλον επήρατος ἱπποβότοιο .
607ου γάρ τις νήσων ἱππήλατος ου δ̓ ευλείμων ,
608αἵ θ̓ ἁλὶ κεκλίαται ·
Ιθάκη δέ τε καὶ περὶ πασέων .
609ὣς φάτο , μείδησεν δὲ βοὴν αγαθὸς Μενέλαος ,
610χειρί τέ μιν κατέρεξεν έπος τ̓ έφατ̓ έκ τ̓ ονόμαζεν
611αἵματός εις αγαθοῖο , φίλον τέκος , οῖ αγορεύεις
612τοιγὰρ εγώ τοι ταῦτα μεταστήσω
δύναμαι γάρ
613δώρων δ̓ όσσ̓ εν εμῷ οίκῳ κειμήλια κεῖται ,
614δώσω ὃ κάλλιστον καὶ τιμηέστατόν εστιν ·
615δώσω τοι κρητῆρα τετυγμένον
αργύρεος δὲ
616έστιν ἅπας , χρυσῷ δ̓ χείλεα κεκράανται ,
617έργον δ̓ Ἡφαίστοιο .
πόρεν δέ ἑ Φαίδιμος ἥρως ,
618Σιδονίων βασιλεύς , όθ̓ ἑὸς δόμος αμφεκάλυψε
619κεῖσέ με νοστήσαντα
τεῒν δ̓ εθέλω τόδ̓ οπάσσαι .
620ὣς οἱ μὲν τοιαῦτα πρὸς αλλήλους αγόρευον ,
621δαιτυμόνες δ̓ ες δώματ̓ ίσαν θείου βασιλῆος
622οἱ δ̓ ῆγον μὲν μῆλα , φέρον δ̓ ευήνορα οῖνον
623σῖτον δέ σφ̓ άλοχοι καλλικρήδεμνοι έπεμπον
624ὣς οἱ μὲν περὶ δεῖπνον ενὶ μεγάροισι πένοντο
625μνηστῆρες δὲ πάροιθεν Οδυσσῆος μεγάροιο
626δίσκοισιν τέρποντο καὶ αιγανέῃσιν ἱέντες
627εν τυκτῷ δαπέδῳ , ὅθι περ πάρος , ὕβριν έχοντες .
628Αντίνοος δὲ καθῆστο καὶ Ευρύμαχος θεοειδής ,
629αρχοὶ μνηστήρων , αρετῇ δ̓ έσαν έξοχ̓ άριστοι
630τοῖς δ̓ υἱὸς Φρονίοιο Νοήμων εγγύθεν ελθὼν
631Αντίνοον μύθοισιν ανειρόμενος προσέειπεν ·
632Αντίνὀ , ῆ ῥά τι ίδμεν ενὶ φρεσίν , ῆε καὶ ουκί ,
633ὁππότε Τηλέμαχος νεῖτ̓ εκ Πύλου ημαθόεντος ;
634νῆά μοι οίχετ̓ άγων
εμὲ δὲ χρεὼ γίγνεται αυτῆς
635Ήλιδ̓ ες ευρύχορον διαβήμεναι , ένθα μοι ἵπποι
636δώδεκα θήλειαι , ὑπὸ δ̓ ἡμίονοι ταλαεργοὶ
637αδμῆτες ·
τῶν κέν τιν̓ ελασσάμενος δαμασαίμην .
638ὣς έφαθ̓ , οἱ δ̓ ανὰ θυμὸν εθάμβεον
ου γὰρ έφαντο
639ες Πύλον οίχεσθαι Νηλήιον , αλλά που αυτοῦ
640αγρῶν ὴ μήλοισι παρέμμεναι ηὲ συβώτη
641τὸν δ̓ αῦτ̓ Αντίνοος προσέφη Ευπείθεος υἱός ·
642νημερτές μοι ένισπε , πότ̓ ῴχετο καὶ τίνες αυτῷ
643κοῦροι έποντ̓
Ιθάκης εξαίρετοι , ῆ ἑοὶ αυτοῦ
644θῆτές τε δμῶές τε ;
δύναιτό κε καὶ τὸ τελέσσαι
645καί μοι τοῦτ̓ αγόρευσον ετήτυμον , όφῤ εὺ ειδῶ ,
646ή σε βίῃ αέκοντος απηύρα νῆα μέλαιναν ,
647ῆε ἑκών οἱ δῶκας , επεὶ προσπτύξατο μύθῳ .
648τὸν δ̓ υἱὸς Φρονίοιο Νοήμων αντίον ηύδα ·
649αυτὸς ἑκών οἱ δῶκα
τί κεν ῥέξειε καὶ άλλος ,
650οππότ̓ ανὴρ τοιοῦτος έχων μελεδήματα θυμῷ
651αιτίζῃ
χαλεπόν κεν ανήνασθαι δόσιν είη
652κοῦροι δ̓ , οἳ κατὰ δῆμον αριστεύουσι μεθ̓ ἡμέας ,
653οἵ οἱ έποντ̓
εν δ̓ αρχὸν εγὼ βαίνοντ̓ ενόησα
654Μέντορα , ηὲ θεόν , τῷ δ̓ αυτῷ πάντα εῴκει
655αλλὰ τὸ θαυμάζω
ίδον ενθάδε Μέντορα δῖον
656χθιζὸν ὑπηοῖον , τότε δ̓ έμβη νηὶ Πύλονδε .
657ὣς άρα φωνήσας απέβη πρὸς δώματα πατρός ,
658τοῖσιν δ̓ αμφοτέροισιν αγάσσατο θυμὸς αγήνωρ
659μνηστῆρας δ̓ άμυδις κάθισαν καὶ παῦσαν αέθλων
660τοῖσιν δ̓ Αντίνοος μετέφη Ευπείθεος υἱός ,
661αχνύμενος ·
μένεος δὲ μέγα φρένες αμφιμέλαιναι
662πίμπλαντ̓ , όσσε δέ οἱ πυρὶ λαμπετόωντι είκτην
663ὼ πόποι , ῆ μέγα έργον ὑπερφιάλως ετελέσθη
664Τηλεμάχῳ ὁδὸς ἥδε ·
φάμεν δέ οἱ ου τελέεσθαι
665εκ τοσσῶνδ̓ αέκητι νέος πάϊς οίχεται αύτως
666νῆα ερυσσάμενος , κρίνας τ̓ ανὰ δῆμον αρίστους
667άρξει καὶ προτέρω κακὸν έμμεναι
αλλά οἱ αυτῷ
668Ζεὺς ολέσειε βίην , πρὶν ἥβης μέτρον ἱκέσθαι
669αλλ̓ άγε μοι δότε νῆα θοὴν καὶ είκοσ̓ ἑταίρους ,
670όφρα μιν αυτὸν ιόντα λοχήσομαι ηδὲ φυλάξω
671εν πορθμῷ Ιθάκης τε Σάμοιό τε παιπαλοέσσης ,
672ὡς ὰν επισμυγερῶς ναυτίλλεται εἵνεκα πατρός .
673ὣς έφαθ̓ , οἱ δ̓ άρα πάντες επῄνεον ηδ̓ εκέλευον
674αυτίκ̓ έπειτ̓ ανστάντες έβαν δόμον εις Οδυσῆος
675ου δ̓ άρα Πηνελόπεια πολὺν χρόνον ῆεν άπυστος
676μύθων , οὓς μνηστῆρες ενὶ φρεσὶ βυσσοδόμευον
677κῆρυξ γάρ οἱ έειπε Μέδων , ὃς επεύθετο βουλὰς
678αυλῆς εκτὸς εών
οἱ δ̓ ένδοθι μῆτιν ὕφαινον
679βῆ δ̓ ίμεν αγγελέων διὰ δώματα Πηνελοπείῃ
680τὸν δὲ κατ̓ ουδοῦ βάντα προσηύδα Πηνελόπεια
681κῆρυξ , τίπτε δέ σε πρόεσαν μνηστῆρες αγαυοί
682ῆ ειπέμεναι δμῳῇσιν Οδυσσῆος θείοιο
683έργων παύσασθαι , σφίσι δ̓ αυτοῖς δαῖτα πένεσθαι
684μὴ μνηστεύσαντες μη δ̓ άλλοθ̓ ὁμιλήσαντες
685ὕστατα καὶ πύματα νῦν ενθάδε δειπνήσειαν
686οἳ θάμ̓ αγειρόμενοι βίοτον κατακείρετε πολλόν ,
687κτῆσιν Τηλεμάχοιο δαΐφρονος
ου δέ τι πατρῶν
688ὑμετέρων τὸ πρόσθεν ακούετε , παῖδες εόντες ,
689οἷος Οδυσσεὺς έσκε μεθ̓ ὑμετέροισι τοκεῦσιν ,
690ού τε τινὰ ῥέξας εξαίσιον ού τε τι ειπὼν
691εν δήμῳ , ἥ τ̓ εστὶ δίκη θείων βασιλήων
692άλλον κ̓ εχθαίρῃσι βροτῶν , άλλον κε φιλοίη
693κεῖνος δ̓ ού ποτε πάμπαν ατάσθαλον άνδρα εώργει
694αλλ̓ ὁ μὲν ὑμέτερος θυμὸς καὶ αεικέα έργα
695φαίνεται , ου δέ τίς εστι χάρις μετόπισθ̓ ευεργέων .
696τὴν δ̓ αῦτε προσέειπε Μέδων πεπνυμένα ειδώς
697αὶ γὰρ δή , βασίλεια , τόδε πλεῖστον κακὸν είη
698αλλὰ πολὺ μεῖζόν τε καὶ αργαλεώτερον άλλο
699μνηστῆρες φράζονται , ὃ μὴ τελέσειε Κρονίων
700Τηλέμαχον μεμάασι κατακτάμεν οξέι χαλκῷ
701οίκαδε νισόμενον
ὁ δ̓ έβη μετὰ πατρὸς ακουὴν
702ες Πύλον ηγαθέην ηδ̓ ες Λακεδαίμονα δῖαν .
703ὣς φάτο , τῆς δ̓ αυτοῦ λύτο γούνατα καὶ φίλον ῆτορ ,
704δὴν δέ μιν αμφασίη επέων λάβε
τὼ δέ οἱ όσσε
705δακρυόφι πλῆσθεν , θαλερὴ δέ οἱ έσχετο φωνή
706οψὲ δὲ δή μιν έπεσσιν αμειβομένη προσέειπε
707κῆρυξ , τίπτε δέ μοι πάϊς οίχεται
ου δέ τί μιν χρεὼ
708νηῶν ωκυπόρων επιβαινέμεν , αἵ θ̓ ἁλὸς ἵπποι
709ανδράσι γίγνονται , περόωσι δὲ πουλὺν εφ̓ ὑγρήν .
710ῆ ἵνα μη δ̓ όνομ̓ αυτοῦ εν ανθρώποισι λίπηται
711τὴν δ̓ ημείβετ̓ έπειτα Μέδων πεπνυμένα ειδώς
712ουκ οῖδ̓ ή τίς μιν θεὸς ώρορεν , ῆε καὶ αυτοῦ
713θυμὸς εφωρμήθη ίμεν ες Πύλον , όφρα πύθηται
714πατρὸς ἑοῦ ὴ νόστον ὴ ὅν τινα πότμον επέσπεν .
715ὣς άρα φωνήσας απέβη κατὰ δῶμ̓ Οδυσῆος
716τὴν δ̓ άχος αμφεχύθη θυμοφθόρον , ου δ̓ άῤ έτ̓ έτλη
717δίφρῳ εφέζεσθαι πολλῶν κατὰ οῖκον εόντων ,
718αλλ̓ άῤ επ̓ ουδοῦ ἷζε πολυκμήτου θαλάμοιο
719οίκτῤ ολοφυρομένη
περὶ δὲ δμῳαὶ μινύριζον
720πᾶσαι , ὅσαι κατὰ δώματ̓ έσαν νέαι ηδὲ παλαιαί
721τῇς δ̓ ἁδινὸν γοόωσα μετηύδα Πηνελόπεια
722κλῦτε , φίλαι
πέρι γάρ μοι Ολύμπιος άλγἐ έδωκεν
723εκ πασέων , ὅσσαι μοι ὁμοῦ τράφεν ηδ̓ εγένοντο
724ἣ πρὶν μὲν πόσιν εσθλὸν απώλεσα θυμολέοντα ,
725παντοίῃς αρετῇσι κεκασμένον εν Δαναοῖσιν ,
726εσθλόν , τοῦ κλέος ευρὺ καθ̓ Ἑλλάδα καὶ μέσον Άργος .
727νῦν αῦ παῖδ̓ αγαπητὸν ανηρείψαντο θύελλαι
728ακλέα εκ μεγάρων , ου δ̓ ὁρμηθέντος άκουσα
729σχέτλιαι , ου δ̓ ὑμεῖς περ ενὶ φρεσὶ θέσθε ἑκάστη
730εκ λεχέων μ̓ ανεγεῖραι , επιστάμεναι σάφα θυμῷ ,
731οππότ̓ εκεῖνος έβη κοίλην επὶ νῆα μέλαιναν
732ει γὰρ εγὼ πυθόμην ταύτην ὁδὸν ὁρμαίνοντα ,
733τῷ κε μάλ̓ ή κεν έμεινε καὶ εσσύμενός περ ὁδοῖο ,
734ή κέ με τεθνηκυῖαν ενὶ μεγάροισιν έλειπεν
735αλλά τις οτρηρῶς Δολίον καλέσειε γέροντα ,
736δμῶ̓ εμόν , ὅν μοι δῶκε πατὴρ έτι δεῦρο κιούσῃ ,
737καί μοι κῆπον έχει πολυδένδρεον , όφρα τάχιστα
738Λαέρτῃ τάδε πάντα παρεζόμενος καταλέξῃ ,
739ει δή πού τινα κεῖνος ενὶ φρεσὶ μῆτιν ὑφήνας
740εξελθὼν λαοῖσιν οδύρεται , οἳ μεμάασιν
741ὃν καὶ Οδυσσῆος φθῖσαι γόνον αντιθέοιο .
742τὴν δ̓ αῦτε προσέειπε φίλη τροφὸς Ευρύκλεια
743νύμφα φίλη , σὺ μὲν άρ με κατάκτανε νηλέι χαλκῷ
744ὴ έα εν μεγάρῳ
μῦθον δέ τοι ουκ επικεύσω
745ῄδἐ εγὼ τάδε πάντα , πόρον δέ οἱ όσσ̓ εκέλευε ,
746σῖτον καὶ μέθυ ἡδύ
εμεῦ δ̓ ἕλετο μέγαν ὅρκον
747μὴ πρὶν σοὶ ερέειν , πρὶν δωδεκάτην γε γενέσθαι
748ὴ σ̓ αυτὴν ποθέσαι καὶ αφορμηθέντος ακοῦσαι ,
749ὡς ὰν μὴ κλαίουσα κατὰ χρόα καλὸν ιάπτῃς
750αλλ̓ ὑδρηναμένη , καθαρὰ χροῒ είμαθ̓ ἑλοῦσα ,
751εις υπερῷ̓ αναβᾶσα σὺν αμφιπόλοισι γυναιξὶν
752εύχἐ Αθηναίῃ κούρῃ Διὸς αιγιόχοιο ·
753ἡ γάρ κέν μιν έπειτα καὶ εκ θανάτοιο σαώσαι
754μη δὲ γέροντα κάκου κεκακωμένον
ου γὰρ οίω
755πάγχυ θεοῖς μακάρεσσι γονὴν Αρκεισιάδαο
756έχθεσθ̓ , αλλ̓ έτι πού τις επέσσεται ὅς κεν έχῃσι
757δώματά θ̓ ὑψερεφέα καὶ απόπροθι πίονας αγρούς .
758ὣς φάτο , τῆς δ̓ εύνησε γόον , σχέθε δ̓ όσσε γόοιο
759ἡ δ̓ ὑδρηναμένη , καθαρὰ χροῒ είμαθ̓ ἑλοῦσα
760εις υπερῷ̓ ανέβαινε σὺν αμφιπόλοισι γυναιξίν ,
761εν δ̓ έθετ̓ ουλοχύτας κανέῳ , ηρᾶτο δ̓ Αθήνῃ
762κλῦθί μευ , αιγιόχοιο Διὸς τέκος , Ατρυτώνη ,
763εί ποτέ τοι πολύμητις ενὶ μεγάροισιν Οδυσσεὺς
764ὴ βοὸς ὴ όϊος κατὰ πίονα μηρί̓ έκηε ,
765τῶν νῦν μοι μνῆσαι , καί μοι φίλον υἷα σάωσον ,
766μνηστῆρας δ̓ απάλαλκε κακῶς ὑπερηνορέοντας .
767ὣς ειποῦσ̓ ολόλυξε , θεὰ δέ οἱ έκλυεν αρῆς
768μνηστῆρες δ̓ ὁμάδησαν ανὰ μέγαρα σκιόεντα
769ὧδε δέ τις είπεσκε νέων ὑπερηνορεόντων
770ῆ μάλα δὴ γάμον άμμι πολυμνήστη βασίλεια
771αρτύει , ου δέ τι οῖδεν ὅ οἱ φόνος υἷι τέτυκται .
772ὣς άρα τις είπεσκε , τὰ δ̓ ουκ ίσαν ὡς ετέτυκτο .
773τοῖσιν δ̓ Αντίνοος αγορήσατο καὶ μετέειπε
774δαιμόνιοι , μύθους μὲν ὑπερφιάλους αλέασθε
775πάντας ὁμῶς , μή πού τις απαγγείλῃσι καὶ είσω
776αλλ̓ άγε σιγῇ τοῖον αναστάντες τελέωμεν
777μῦθον , ὃ δὴ καὶ πᾶσιν ενὶ φρεσὶν ήραρεν ἡμῖν .
778ὣς ειπὼν εκρίνατ̓ εείκοσι φῶτας αρίστους ,
779βὰν δ̓ ιέναι επὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης
780νῆα μὲν οῦν πάμπρωτον ἁλὸς βένθοσδε έρυσσαν ,
781εν δ̓ ἱστόν τ̓ ετίθεντο καὶ ἱστία νηὶ μελαίνῃ ,
782ηρτύναντο δ̓ ερετμὰ τροποῖς εν δερματίνοισιν ,
783πάντα κατὰ μοῖραν , ανά θ̓ ἱστία λευκὰ πέτασσαν ·
784τεύχεα δέ σφ̓ ήνεικαν ὑπέρθυμοι θεράποντες
785ὑψοῦ δ̓ εν νοτίῳ τήν γ̓ ὥρμισαν , εκ δ̓ έβαν αυτοί
786ένθα δὲ δόρπον ἕλοντο , μένον δ̓ επὶ ἕσπερον ελθεῖν
787ἡ δ̓ ὑπερωίῳ αῦθι περίφρων Πηνελόπεια
788κεῖτ̓ άῤ άσιτος , άπαστος εδητύος ηδὲ ποτῆτος ,
789ορμαίνουσ̓ ή οἱ θάνατον φύγοι υἱὸς αμύμων ,
790ῆ ὅ γ̓ ὑπὸ μνηστῆρσιν ὑπερφιάλοισι δαμείη .
791ὅσσα δὲ μερμήριξε λέων ανδρῶν εν ὁμίλῳ
792δείσας , ὁππότε μιν δόλιον περὶ κύκλον άγωσι ,
793τόσσα μιν ὁρμαίνουσαν επήλυθε νήδυμος ὕπνος
794εὗδε δ̓ ανακλινθεῖσα , λύθεν δέ οἱ ἅψεα πάντα
795ένθ̓ αῦτ̓ άλλ̓ ενόησε θεά , γλαυκῶπις Αθήνη
796είδωλον ποίησε , δέμας δ̓ ήικτο γυναικί ,
797Ιφθίμῃ , κούρῃ μεγαλήτορος Ικαρίοιο ,
798τὴν Εύμηλος όπυιε Φερῇς ένι οικία ναίων
799πέμπε δέ μιν πρὸς δώματ̓ Οδυσσῆος θείοιο ,
800ἧος Πηνελόπειαν οδυρομένην γοόωσαν
801παύσειε κλαυθμοῖο γόοιό τε δακρυόεντος
802ες θάλαμον δ̓ εισῆλθε παρὰ κληῖδος ἱμάντα ,
803στῆ δ̓ άρ ὑπὲρ κεφαλῆς , καί μιν πρὸς μῦθον έειπεν
804εὕδεις , Πηνελόπεια , φίλον τετιημένη ῆτορ
805ου μέν σ̓ ου δὲ εῶσι θεοὶ ῥεῖα ζώοντες
806κλαίειν ου δ̓ ακάχησθαι , επεί ῥ̓ έτι νόστιμός εστι
807σὸς παῖς ·
ου μὲν γάρ τι θεοῖς αλιτήμενός εστι .
808τὴν δ̓ ημείβετ̓ έπειτα περίφρων Πηνελόπεια ,
809ἡδὺ μάλα κνώσσουσ̓ εν ονειρείῃσι πύλῃσιν
810τίπτε , κασιγνήτη , δεῦῤ ήλυθες
ού τι πάρος γε
811πωλέ̓ , επεὶ μάλα πολλὸν απόπροθι δώματα ναίεις
812καί με κέλεαι παύσασθαι οιζύος ηδ̓ οδυνάων
813πολλέων , αἵ μ̓ ερέθουσι κατὰ φρένα καὶ κατὰ θυμόν ,
814ἣ πρὶν μὲν πόσιν εσθλὸν απώλεσα θυμολέοντα ,
815παντοίῃς αρετῇσι κεκασμένον εν Δαναοῖσιν ,
816εσθλόν , τοῦ κλέος ευρὺ καθ̓ Ἑλλάδα καὶ μέσον Άργος ·
817νῦν αῦ παῖς αγαπητὸς έβη κοίλης επὶ νηός ,
818νήπιος , ού τε πόνων εὺ ειδὼς ού τ̓ αγοράων .
819τοῦ δὴ εγὼ καὶ μᾶλλον οδύρομαι ή περ εκείνου
820τοῦ δ̓ αμφιτρομέω καὶ δείδια , μή τι πάθῃσιν ,
821ὴ ὅ γε τῶν ενὶ δήμῳ , ίν̓ οίχεται , ὴ ενὶ πόντῳ
822δυσμενέες γὰρ πολλοὶ επ̓ αυτῷ μηχανόωνται ,
823ἱέμενοι κτεῖναι πρὶν πατρίδα γαῖαν ἱκέσθαι .
824τὴν δ̓ απαμειβόμενον προσέφη είδωλον αμαυρόν
825θάρσει , μη δέ τι πάγχυ μετὰ φρεσὶ δείδιθι λίην
826τοίη γάρ οἱ πομπὸς άμ̓ έρχεται , ἥν τε καὶ άλλοι
827ανέρες ηρήσαντο παρεστάμεναι , δύναται γάρ ,
828Παλλὰς Αθηναίη
σὲ δ̓ οδυρομένην ελεαίρει
829ἣ νῦν με προέηκε τεῒν τάδε μυθήσασθαι .
830τὴν δ̓ αῦτε προσέειπε περίφρων Πηνελόπεια
831ει μὲν δὴ θεός εσσι θεοῖό τε έκλυες αυδῆς ,
832ει δ̓ άγε μοι καὶ κεῖνον οιζυρὸν κατάλεξον ,
833ή που έτι ζώει καὶ ὁρᾷ φάος ηελίοιο ,
834ῆ ήδη τέθνηκε καὶ ειν Αίδαο δόμοισι .
835τὴν δ̓ απαμειβόμενον προσέφη είδωλον αμαυρόν
836ου μέν τοι κεῖνόν γε διηνεκέως αγορεύσω ,
837ζώει ὅ γ̓ ῆ τέθνηκε
κακὸν δ̓ ανεμώλια βάζειν .
838ὣς ειπὸν σταθμοῖο παρὰ κληῖδα λιάσθη
839ες πνοιὰς ανέμων
ἡ δ̓ εξ ὕπνου ανόρουσε
840κούρη Ικαρίοιο ·
φίλον δέ οἱ ῆτορ ιάνθη ,
841ὥς οἱ εναργὲς όνειρον επέσσυτο νυκτὸς αμολγῷ
842μνηστῆρες δ̓ αναβάντες επέπλεον ὑγρὰ κέλευθα
843Τηλεμάχῳ φόνον αιπὺν ενὶ φρεσὶν ὁρμαίνοντες
844έστι δέ τις νῆσος μέσσῃ ἁλὶ πετρήεσσα ,
845μεσσηγὺς Ιθάκης τε Σάμοιό τε παιπαλοέσσης ,
846Αστερίς , ου μεγάλη
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52
53
54
55
56
57
58
59
60
61
62
63
64
65
66
67
68
69
70
71
72
73
74
75
76
77
78
79
81
82
83
84
85
86
87
88
89
90
91
92
93
94
95
96
97
98
99
100
101
102
103
104
105
106
107
108
109
110
111
112
113
114
115
116
117
118
119
120
121
122
123
124
125
126
127
128
129
130
131
132
133
134
135
136
137
138
139
140
141
142
143
144
145
146
147
148
149
150
151
152
153
154
155
156
157
158
159
160
161
162
163
164
165
166
167
168
169
170
171
172
173
174
175
176
177
178
179
180
181
182
183
184
185
186
187
188
189
190
191
192
193
194
195
196
197
198
199
200
201
202
203
204
205
206
207
208
209
210
211
212
213
214
215
216
217
218
219
220
221
222
223
224
225
226
227
228
229
230
231
232
233
234
235
236
237
238
239
240
241
242
243
244
245
246
247
248
249
250
251
252
253
254
255
256
257
258
259
260
261
262
263
264
265
266
267
268
269
270
271
272
273
274
275
276
277
278
279
280
281
282
283
284
285
286
287
288
289
290
291
292
293
294
295
296
297
298
299
300
301
302
303
304
305
306
307
308
309
310
311
312
313
314
315
316
317
318
319
320
321
322
323
324
325
326
327
328
329
330
331
332
333
334
335
336
337
338
339
340
341
342
343
344
345
346
347
348
349
350
351
352
353
354
355
356
357
358
359
360
361
362
363
364
365
366
367
368
369
370
371
372
373
374
375
376
377
378
379
380
381
382
383
384
385
386
387
388
389
390
391
392
393
394
395
396
397
398
399
400
401
402
403
404
405
406
407
408
409
410
411
412
413
414
415
416
417
418
419
420
421
422
423
424
425
426
427
428
429
430
431
432
433
434
435
436
437
438
439
440
441
442
443
444
445
446
447
448
449
450
451
452
453
454
455
456
457
458
459
460
461
462
463
464
465
466
467
468
469
470
471
472
473
474
475
476
477
478
479
480
481
482
483
484
485
486
487
488
489
490
491
492
493
494
495
496
497
498
499
500
501
502
503
504
505
506
507
508
509
510
511
512
513
514
515
516
517
518
519
520
521
522
523
524
525
526
527
528
529
530
531
532
533
534
535
536
537
538
539
540
541
542
543
544
545
546
547
548
549
550
551
552
553
554
555
556
557
558
559
560
561
562
563
564
565
566
567
568
569
570
571
572
573
574
575
576
577
578
579
580
581
582
583
584
585
586
587
588
589
590
591
592
593
594
595
596
597
598
599
600
601
602
603
604
605
606
607
608
609
610
611
612
613
614
615
616
617
618
619
620
621
622
623
624
625
626
627
628
629
630
631
632
633
634
635
636
637
638
639
640
641
642
643
644
645
646
647
648
649
650
651
652
653
654
655
656
657
658
659
660
661
662
663
664
665
666
667
668
669
670
671
672
673
674
675
676
677
678
679
680
681
682
683
684
685
686
687
688
689
690
691
692
693
694
695
696
697
698
699
700
701
702
703
704
705
706
707
708
709
710
711
712
713
714
715
716
717
718
719
720
721
722
723
724
725
726
727
728
729
730
731
732
733
734
735
736
737
738
739
740
741
742
743
744
745
746
747
748
749
750
751
752
753
754
755
756
757
758
759
760
761
762
763
764
765
766
767
768
769
770
771
772
773
774
775
776
777
778
779
780
781
782
783
784
785
786
787
788
789
790
791
792
793
794
795
796
797
798
799
800
801
802
803
804
805
806
807
808
809
810
811
812
813
814
815
816
817
818
819
820
821
822
823
824
825
826
827
828
829
830
831
832
833
834
835
836
837
838
839
840
841
842
843
844
845
846