1Ηέλιος δ̓ ανόρουσε , λιπὼν περικαλλέα λίμνην ,
2ουρανὸν ες πολύχαλκον , ίν̓ αθανάτοισι φαείνοι
3καὶ θνητοῖσι βροτοῖσιν επὶ ζείδωρον άρουραν
4οἱ δὲ Πύλον , Νηλῆος ευκτίμενον πτολίεθρον ,
5ἷξον
τοὶ δ̓ επὶ θινὶ θαλάσσης ἱερὰ ῥέζον ,
6ταύρους παμμέλανας , ενοσίχθονι κυανοχαίτῃ
7εννέα δ̓ ἕδραι έσαν , πεντακόσιοι δ̓ εν ἑκάστῃ
8ἥατο καὶ προύχοντο ἑκάστοθι εννέα ταύρους
9εῦθ̓ οἱ σπλάγχνα πάσαντο , θεῷ δ̓ επὶ μηρί̓ έκαιον ,
10οἱ δ̓ ιθὺς κατάγοντο ιδ̓ ἱστία νηὸς είσης
11στεῖλαν αείραντες , τὴν δ̓ ὥρμισαν , εκ δ̓ έβαν αυτοί
12εκ δ̓ άρα Τηλέμαχος νηὸς βαῖν̓ , ῆρχε δ̓ Αθήνη
13τὸν προτέρη προσέειπε θεά , γλαυκῶπις Αθήνη ·
14Τηλέμαχ̓ , ου μέν σε χρὴ έτ̓ αιδοῦς , ου δ̓ ηβαιόν
15τοὔνεκα γὰρ καὶ πόντον επέπλως , όφρα πύθηαι
16πατρός , ὅπου κύθε γαῖα καὶ ὅν τινα πότμον επέσπεν
17αλλ̓ άγε νῦν ιθὺς κίε Νέστορος ἱπποδάμοιο
18είδομεν ἥν τινα μῆτιν ενὶ στήθεσσι κέκευθε
19λίσσεσθαι δέ μιν αυτός , ὅπως νημερτέα είπῃ
20ψεῦδος δ̓ ουκ ερέει
μάλα γὰρ πεπνυμένος εστί .
21τὴν δ̓ αῦ Τηλέμαχος πεπνυμένος αντίον ηύδα
22Μέντορ , πῶς τ̓ άῤ ίω
πῶς τ̓ ὰρ προσπτύξομαι αυτόν
23ου δέ τί πω μύθοισι πεπείρημαι πυκινοῖσιν
24αιδὼς δ̓ αῦ νέον άνδρα γεραίτερον εξερέεσθαι .
25τὸν δ̓ αῦτε προσέειπε θεά , γλαυκῶπις Αθήνη
26Τηλέμαχ̓ , άλλα μὲν αυτὸς ενὶ φρεσὶ σῇσι νοήσεις ,
27άλλα δὲ καὶ δαίμων ὑποθήσεται
ου γὰρ οίω
28ού σε θεῶν αέκητι γενέσθαι τε τραφέμεν τε .
29ὣς άρα φωνήσασ̓ ἡγήσατο Παλλὰς Αθήνη
30καρπαλίμως
ὁ δ̓ έπειτα μετ̓ ίχνια βαῖνε θεοῖο
31ἷξον δ̓ ες Πυλίων ανδρῶν άγυρίν τε καὶ ἕδρας ,
32ένθ̓ άρα Νέστωρ ἧστο σὺν υἱάσιν , αμφὶ δ̓ ἑταῖροι
33δαῖτ̓ εντυνόμενοι κρέα τ̓ ώπτων άλλα τ̓ έπειρον
34οἱ δ̓ ὡς οῦν ξείνους ίδον , ἁθρόοι ῆλθον ἅπαντες ,
35χερσίν τ̓ ησπάζοντο καὶ ἑδριάασθαι άνωγον
36πρῶτος Νεστορίδης Πεισίστρατος εγγύθεν ελθὼν
37αμφοτέρων ἕλε χεῖρα καὶ ἵδρυσεν παρὰ δαιτὶ
38κώεσιν εν μαλακοῖσιν επὶ ψαμάθοις ἁλίῃσιν
39πάρ τε κασιγνήτῳ Θρασυμήδεϊ καὶ πατέρι ᾧ
40δῶκε δ̓ άρα σπλάγχνων μοίρας , εν δ̓ οῖνον έχευεν
41χρυσείῳ δέπαϊ
δειδισκόμενος δὲ προσηύδα
42Παλλάδ̓ Αθηναίην κούρην Διὸς αιγιόχοιο ·
43εύχεο νῦν , ῶ ξεῖνε , Ποσειδάωνι άνακτι
44τοῦ γὰρ καὶ δαίτης ηντήσατε δεῦρο μολόντες
45αυτὰρ επὴν σπείσῃς τε καὶ εύξεαι , ἣ θέμις εστί ,
46δὸς καὶ τούτῳ έπειτα δέπας μελιηδέος οίνου
47σπεῖσαι , επεὶ καὶ τοῦτον οίομαι αθανάτοισιν
48εύχεσθαι
πάντες δὲ θεῶν χατέουσ̓ άνθρωποι
49αλλὰ νεώτερός εστιν , ὁμηλικίη δ̓ εμοὶ αυτῷ
50τοὔνεκα σοὶ προτέρῳ δώσω χρύσειον άλεισον .
51ὣς ειπὼν εν χειρὶ τίθει δέπας ἡδέος οίνου
52χαῖρε δ̓ Αθηναίη πεπνυμένῳ ανδρὶ δικαίῳ ,
53οὕνεκα οἷ προτέρῃ δῶκε χρύσειον άλεισον
54αυτίκα δ̓ εύχετο πολλὰ Ποσειδάωνι άνακτι
55κλῦθι , Ποσείδαον γαιήοχε , μη δὲ μεγήρῃς
56ἡμῖν ευχομένοισι τελευτῆσαι τάδε έργα
57Νέστορι μὲν πρώτιστα καὶ υἱάσι κῦδος όπαζε ,
58αυτὰρ έπειτ̓ άλλοισι δίδου χαρίεσσαν αμοιβὴν
59σύμπασιν Πυλίοισιν αγακλειτῆς ἑκατόμβης
60δὸς δ̓ έτι Τηλέμαχον καὶ εμὲ πρήξαντα νέεσθαι ,
61οὕνεκα δεῦῤ ἱκόμεσθα θοῇ σὺν νηὶ μελαίνῃ .
62ὣς άῤ έπειτ̓ ηρᾶτο καὶ αυτὴ πάντα τελεύτα
63δῶκε δὲ Τηλεμάχῳ καλὸν δέπας αμφικύπελλον
64ὣς δ̓ αύτως ηρᾶτο Οδυσσῆος φίλος υἱός
65οἱ δ̓ επεί ώπτησαν κρέ̓ ὑπέρτερα καὶ ερύσαντο ,
66μοίρας δασσάμενοι δαίνυντ̓ ερικυδέα δαῖτα
67αυτὰρ επεὶ πόσιος καὶ εδητύος εξ έρον ἕντο ,
68τοῖς άρα μύθων ῆρχε Γερήνιος ἱππότα Νέστωρ ·
69νῦν δὴ κάλλίον εστι μεταλλῆσαι καὶ ερέσθαι
70ξείνους , οἱ τινές εισιν , επεὶ τάρπησαν εδωδῆς
71ῶ ξεῖνοι , τίνες εστέ
πόθεν πλεῖθ̓ ὑγρὰ κέλευθα
72ή τι κατά πρῆξιν ῆ μαψιδίως αλάλησθε
73οἷά τε ληιστῆρες ὑπεὶρ ἅλα , τοί τ̓ αλόωνται
74ψυχὰς παρθέμενοι κακὸν αλλοδαποῖσι πέροντες ;"
75τὸν δ̓ αῦ Τηλέμαχος πεπνυμένος αντίον ηύδα
76θαρσήσας
αυτὴ γὰρ ενὶ φρεσὶ θάρσος Αθήνη
77θῆχ̓ , ἵνα μιν περὶ πατρὸς αποιχομένοιο έροιτο
78ηδ̓ ἵνα μιν κλέος εσθλὸν εν ανθρώποισιν έχῃσιν
79ῶ Νέστορ Νηληϊάδη , μέγα κῦδος Αχαιῶν ,
80είρεαι ὁππόθεν ειμέν
εγὼ δέ κέ τοι καταλέξω
81ἡμεῖς εξ Ιθάκης ὑπονηίου ειλήλουθμεν
82πρῆξις δ̓ ήδ̓ ιδίη , ου δήμιος , ἣν αγορεύω .
83πατρὸς εμοῦ κλέος ευρὺ μετέρχομαι , ήν που ακούσω ,
84δίου Οδυσσῆος ταλασίφρονος , ὅν ποτέ φασι
85σὺν σοὶ μαρνάμενον Τρώων πόλιν εξαλαπάξαι
86άλλους μὲν γὰρ πάντας , ὅσοι Τρωσὶν πολέμιξον ,
87πευθόμεθ̓ , ἧχι ἕκαστος απώλετο λυγρῷ ολέθρῳ ,
88κείνου δ̓ αῦ καὶ όλεθρον απευθέα θῆκε Κρονίων
89ου γάρ τις δύναται σάφα ειπέμεν οππόθ̓ όλωλεν ,
90είθ̓ ὅ γ̓ επ̓ ηπείρου δάμη ανδράσι δυσμενέεσσιν ,
91είτε καὶ εν πελάγει μετὰ κύμασιν Αμφιτρίτης .
92τοὔνεκα νῦν τὰ σὰ γούναθ̓ ἱκάνομαι , αί κ̓ εθέλῃσθα
93κείνου λυγρὸν όλεθρον ενισπεῖν , εί που όπωπας
94οφθαλμοῖσι τεοῖσιν ὴ άλλου μῦθον άκουσας
95πλαζομένου
πέρι γάρ μιν οιζυρὸν τέκε μήτηρ
96μη δέ τί μ̓ αιδόμενος μειλίσσεο μη δ̓ ελεαίρων ,
97αλλ̓ εῦ μοι κατάλεξον ὃπως ήντησας οπωπῆς .
98λίσσομαι , εί ποτέ τοί τι πατὴρ εμός , εσθλὸς Οδυσσεύς ,
99ὴ έπος ηέ τι έργον ὑποστὰς εξετέλεσσε
100δήμῳ ένι Τρώων , ὅθι πάσχετε πήματ̓ Αχαιοί ,
101τῶν νῦν μοι μνῆσαι , καί μοι νημερτὲς ενίσπες
102τὸν δ̓ ημείβετ̓ έπειτα Γερήνιος ἱππότα Νέστωρ ·
103ῶ φίλ̓ , επεί μ̓ έμνησας οιζύος , ἥν εν εκείνῳ
104δήμῳ ανέτλημεν μένος άσχετοι υἷες Αχαιῶν ,
105ημέν ὅσα ξὺν νηυσίν επ̓ ηεροειδέα πόντον
106πλαζόμενοι κατὰ ληίδ̓ , ὅπῃ άρξειεν Αχιλλεύς ,
107ηδ̓ ὅσα καὶ περί άστυ μέγα Πριάμοιο άνακτος
108μαρνάμεθ̓ ·
ένθα δ̓ έπειτα κατέκταθεν ὅσσοι άριστοι .
109ένθα μὲν Αίας κεῖται αρήιος , ένθα δ̓ Αχιλλεύς ,
110ένθα δὲ Πάτροκλος , θεόφιν μήστωρ ατάλαντος ,
111ένθα δ̓ εμὸς φίλος υἱός , ἅμα κρατερὸς καὶ αμύμων ,
112Αντίλοχος , πέρι μὲν θείειν ταχὺς ηδὲ μαχητής ·
113άλλα τε πόλλ̓ επὶ τοῖς πάθομεν κακά
τίς κεν εκεῖνα
114πάντα γε μυθήσαιτο καταθνητῶν ανθρώπων
115ου δ̓ ει πεντάετές γε καὶ ἑξάετες παραμίμνων
116εξερέοις ὅσα κεῖθι πάθον κακὰ δῖοι Αχαιοί
117πρίν κεν ανιηθεὶς σὴν πατρίδα γαῖαν ἵκοιο
118εινάετες γάρ σφιν κακὰ ῥάπτομεν αμφιέποντες
119παντοίοισι δόλοισι , μόγις δ̓ ετέλεσσε Κρονίων
120ένθ̓ ού τίς ποτε μῆτιν ὁμοιωθήμεναι άντην
121ήθελ̓ , επεὶ μάλα πολλὸν ενίκα δῖος Οδυσσεὺς
122παντοίοισι δόλοισι , πατὴρ τεός , ει ετεόν γε
123κείνου έκγονός εσσι
σέβας μ̓ έχει εισορόωντα
124ῆ τοι γὰρ μῦθοί γε εοικότες , ου δέ κε φαίης
125άνδρα νεώτερον ὧδε εοικότα μυθήσασθαι .
126ένθ̓ ῆ τοι ἧος μὲν εγὼ καὶ δῖος Οδυσσεὺς
127ού τε ποτ̓ ειν αγορῇ δίχ̓ εβάζομεν ού τ̓ ενὶ βουλῇ ,
128αλλ̓ ἕνα θυμὸν έχοντε νόω καὶ επίφρονι βουλῇ
129φραζόμεθ̓ Αργείοισιν ὅπως όχ̓ άριστα γένοιτο .
130αυτὰρ επεὶ Πριάμοιο πόλιν διεπέρσαμεν αιπήν ,
131βῆμεν δ̓ εν νήεσσι , θεὸς δ̓ εσκέδασσεν Αχαιούς ,
132καὶ τότε δὴ Ζεὺς λυγρὸν ενὶ φρεσὶ μήδετο νόστον
133Αργείοις , επεὶ ού τι νοήμονες ου δὲ δίκαιοι
134πάντες έσαν ·
τῶ σφεων πολέες κακὸν οῖτον επέσπον
135μήνιος εξ ολοῆς γλαυκώπιδος οβριμοπάτρης
136ἥ τ̓ έριν Ατρεΐδῃσι μετ̓ αμφοτέροισιν έθηκε
137τὼ δὲ καλεσσαμένω αγορὴν ες πάντας Αχαιούς ,
138μάψ , ατὰρ ου κατὰ κόσμον , ες ηέλιον καταδύντα ,
139οἱ ῆλθον οίνῳ βεβαρηότες υἷες Αχαιῶν ,
140μῦθον μυθείσθην , τοῦ εἵνεκα λαὸν άγειραν .
141ένθ̓ ή τοι Μενέλαος ανώγει πάντας Αχαιοὺς
142νόστου μιμνήσκεσθαι επ̓ ευρέα νῶτα θαλάσσης ,
143ου δ̓ Αγαμέμνονι πάμπαν ἑήνδανε
βούλετο γάρ ῥα
144λαὸν ερυκακέειν ῥέξαι θ̓ ἱερὰς ἑκατόμβας ,
145ὡς τὸν Αθηναίης δεινὸν χόλον εξακέσαιτο ,
146νήπιος , ου δὲ τὸ ῄδη , ὃ ου πείσεσθαι έμελλεν
147ου γάρ τ̓ αῖψα θεῶν τρέπεται νόος αιέν εόντων
148ὣς τὼ μὲν χαλεποῖσιν αμειβομένω επέεσσιν
149ἕστασαν
οἱ δ̓ ανόρουσαν ευκνήμιδες Αχαιοὶ
150ηχῇ θεσπεσίῃ , δίχα δέ σφισιν ἥνδανε βουλή .
151νύκτα μὲν αέσαμεν χαλεπὰ φρεσὶν ὁρμαίνοντες
152αλλήλοις
επὶ γὰρ Ζεὺς ήρτυε πῆμα κακοῖο
153ηῶθεν δ̓ οἱ μὲν νέας ἕλκομεν εις ἅλα δῖαν
154κτήματά τ̓ εντιθέμεσθα βαθυζώνους τε γυναῖκας
155ἡμίσεες δ̓ άρα λαοὶ ερητύοντο μένοντες
156αῦθι παῤ Ατρεΐδῃ Αγαμέμνονι , ποιμένι λαῶν
157ἡμίσεες δ̓ αναβάντες ελαύνομεν
αἱ δὲ μάλ̓ ῶκα
158έπλεον , εστόρεσεν δέ θεὸς μεγακήτεα πόντον
159ες Τένεδον δ̓ ελθόντες ερέξαμεν ἱρὰ θεοῖσιν ,
160οίκαδε ἱέμενοι
Ζεὺς δ̓ ού πω μήδετο νόστον ,
161σχέτλιος , ὅς ῥ̓ έριν ῶρσε κακήν έπι δεύτερον αῦτις
162οἱ μὲν αποστρέψαντες έβαν νέας αμφιελίσσας
163αμφ̓ Οδυσῆα άνακτα δαΐφρονα , ποικιλομήτην ,
164αῦτις επ̓ Ατρεΐδῃ Αγαμέμνονι ῆρα φέροντες
165αυτὰρ εγὼ σὺν νηυσὶν αολλέσιν , αἵ μοι ἕποντο ,
166φεῦγον , επεὶ γίγνωσκον , ὃδὴ κακὰ μήδετο δαίμων
167φεῦγε δὲ Τυδέος υἱὸς αρήιος , ῶρσε δ̓ ἑταίρους
168οψὲ δὲ δὴ μετὰ νῶι κίε ξανθὸς Μενέλαος ,
169εν Λέσβῳ δ̓ έκιχεν δολιχὸν πλόον ὁρμαίνοντας ,
170ὴ καθύπερθε Χίοιο νεοίμεθα παιπαλοέσσης ,
171νήσου έπι Ψυρίης , αυτὴν επ̓ αριστέῤ έχοντες ,
172ῆ ὑπένερθε Χίοιο , παῤ ηνεμόεντα Μίμαντα .
173ῃτέομεν δὲ θεὸν φῆναι τέρας
αυτὰρ ὅ γ̓ ἡμῖν
174δεῖξε , καὶ ηνώγει πέλαγος μέσον εις Εύβοιαν
175τέμνειν , όφρα τάχιστα ὑπὲκ κακότητα φύγοιμεν
176ῶρτο δ̓ επὶ λιγὺς οῦρος αήμεναι
αἱ δὲ μάλ̓ ῶκα
177ιχθυόεντα κέλευθα διέδραμον , ες δὲ Γεραιστὸν
178εννύχιαι κατάγοντο
Ποσειδάωνι δὲ ταύρων
179πόλλ̓ επὶ μῆῤ έθεμεν , πέλαγος μέγα μετρήσαντες
180τέτρατον ῆμαρ έην , ότ̓ εν Άργεϊ νῆας είσας
181Τυδεΐδεω ἕταροι Διομήδεος ἱπποδάμοιο
182ἵστασαν
αυτάρ εγώ γε Πύλονδ̓ έχον , ου δέ ποτ̓ έσβη
183οῦρος , επεὶ δὴ πρῶτα θεὸς προέηκεν αῆναι
184ὣς ῆλθον , φίλε τέκνον , απευθής , ου δέ τι οῖδα
185κείνων , οἵ τ̓ εσάωθεν Αχαιῶν οἵ τ̓ απόλοντο
186ὅσσα δ̓ ενὶ μεγάροισι καθήμενος ἡμετέροισι
187πεύθομαι , ἣ θέμις εστί , δαήσεαι , κοὐδέ σε δεύσω
188εῦ μὲν Μυρμιδόνας φάσ̓ ελθέμεν εγχεσιμώρους ,
189οὓς άγ̓ Αχιλλῆος μεγαθύμου φαίδιμος υἱός ,
190εῦ δὲ Φιλοκτήτην , Ποιάντιον αγλαὸν υἱόν .
191πάντας δ̓ Ιδομενεὺς Κρήτην εισήγαγ̓ ἑταίρους ,
192οἳ φύγον εκ πολέμου , πόντος δέ οἱ ού τιν̓ απηύρα
193Ατρεΐδην δὲ καὶ αυτοὶ ακούετε , νόσφιν εόντες ,
194ὥς τ̓ ῆλθ̓ , ὥς τ̓ Αίγισθος εμήσατο λυγρὸν όλεθρον
195αλλ̓ ῆ τοι κεῖνος μὲν επισμυγερῶς απέτισεν
196ὡς αγαθὸν καὶ παῖδα καταφθιμένοιο λιπέσθαι
197ανδρός , επεὶ καὶ κεῖνος ετίσατο πατροφονῆα ,
198Αίγισθον δολόμητιν , ὅ οἱ πατέρα κλυτὸν έκτα .
199καὶ σὺ φίλος , μάλα γάρ σ̓ ὁρόω καλόν τε μέγαν τε ,
200άλκιμος έσσ̓ , ἵνα τίς σε καὶ οψιγόνων εὺ είπῃ .
201τὸν δ̓ αῦ Τηλέμαχος πεπνυμένος αντίον ηύδα
202ῶ Νέστορ Νηληϊάδη , μέγα κῦδος Αχαιῶν ,
203καὶ λίην κεῖνος μὲν ετίσατο , καί οἱ Αχαιοὶ
204οίσουσι κλέος ευρὺ καὶ εσσομένοισι πυθέσθαι
205αὶ γὰρ εμοὶ τοσσήνδε θεοὶ δύναμιν περιθεῖεν ,
206τίσασθαι μνηστῆρας ὑπερβασίης αλεγεινῆς ,
207οἵ τέ μοι ὑβρίζοντες ατάσθαλα μηχανόωνται
208αλλ̓ ού μοι τοιοῦτον επέκλωσαν θεοὶ όλβον ,
209πατρί τ̓ εμῷ καὶ εμοί
νῦν δὲ χρὴ τετλάμεν έμπης .
210τὸν δ̓ ημείβετ̓ έπειτα Γερήνιος ἱππότα Νέστωρ ·
211ῶ φίλ̓ , επεὶ δὴ ταῦτά μ̓ ανέμνησας καὶ έειπες ,
212φασὶ μνηστῆρας σῆς μητέρος εἵνεκα πολλοὺς
213εν μεγάροις αέκητι σέθεν κακὰ μηχανάασθαι
214ειπέ μοι , ηὲ ἑκὼν ὑποδάμνασαι , ῆ σέ γε λαοὶ
215εχθαίρουσ̓ ανὰ δῆμον , επισπόμενοι θεοῦ ομφῇ
216τίς δ̓ οῖδ̓ εί κέ ποτέ σφι βίας αποτίσεται ελθών ,
217ὴ ὅ γε μοῦνος εὼν ὴ καὶ σύμπαντες Αχαιοί
218ει γάρ σ̓ ὣς εθέλοι φιλέειν γλαυκῶπις Αθήνη ,
219ὡς τότ̓ Οδυσσῆος περικήδετο κυδαλίμοιο
220δήμῳ ένι Τρώων , ὅθι πάσχομεν άλγἐ Αχαιοί -
221ου γάρ πω ίδον ὧδε θεοὺς αναφανδὰ φιλεῦντας ,
222ὡς κείνῳ αναφανδὰ παρίστατο Παλλὰς Αθήνη -
223εί σ̓ οὕτως εθέλοι φιλέειν κήδοιτό τε θυμῷ ,
224τῶ κέν τις κείνων γε καὶ εκλελάθοιτο γάμοιο .
225τὸν δ̓ αῦ Τηλέμαχος πεπνυμένος αντίον ηύδα
226ῶ γέρον , ού πω τοῦτο έπος τελέεσθαι οίω
227λίην γὰρ μέγα εῖπες
άγη μ̓ έχει
ουκ ὰν εμοί γε
228ελπομένω τὰ γένοιτ̓ , ου δ̓ ει θεοὶ ὣς εθέλοιεν .
229τὸν δ̓ αῦτε προσέειπε θεά , γλαυκῶπις Αθήνη
230Τηλέμαχε , ποῖόν σε έπος φύγεν ἕρκος οδόντων
231ῥεῖα θεός γ̓ εθέλων καὶ τηλόθεν άνδρα σαώσαι
232βουλοίμην δ̓ ὰν εγώ γε καὶ άλγεα πολλὰ μογήσας
233οίκαδέ τ̓ ελθέμεναι καὶ νόστιμον ῆμαρ ιδέσθαι ,
234ὴ ελθὼν απολέσθαι εφέστιος , ὡς Αγαμέμνων
235ώλεθ̓ υπ̓ Αιγίσθοιο δόλῳ καὶ ἧς αλόχοιο
236αλλ̓ ῆ τοι θάνατον μὲν ὁμοίιον ου δὲ θεοί περ
237καὶ φίλῳ ανδρὶ δύνανται αλαλκέμεν , ὁππότε κεν δὴ
238μοῖῤ ολοὴ καθέλῃσι τανηλεγέος θανάτοιο .
239τὴν δ̓ αῦ Τηλέμαχος πεπνυμένος αντίον ηύδα
240Μέντορ , μηκέτι ταῦτα λεγώμεθα κηδόμενοί περ
241κείνῳ δ̓ ουκέτι νόστος ετήτυμος , αλλά οἱ ήδη
242φράσσαντ̓ αθάνατοι θάνατον καὶ κῆρα μέλαιναν .
243νῦν δ̓ εθέλω έπος άλλο μεταλλῆσαι καὶ ερέσθαι
244Νέστοῤ , επεὶ περὶ οῖδε δίκας ηδὲ φρόνιν άλλων
245τρὶς γὰρ δή μίν φασιν ανάξασθαι γένἐ ανδρῶν
246ὥς τέ μοι αθάνατος ινδάλλεται εισοράασθαι .
247ῶ Νέστορ Νηληϊάδη , σὺ δ̓ αληθὲς ενίσπες
248πῶς έθαν̓ Ατρεΐδης ευρὺ κρείων Αγαμέμνων
249ποῦ Μενέλαος έην
τίνα δ̓ αυτῷ μήσατ̓ όλεθρον
250Αίγισθος δολόμητις , επεὶ κτάνε πολλὸν αρείω
251ῆ ουκ Άργεος ῆεν Αχαιικοῦ , αλλά πῃ άλλῃ
252πλάζετ̓ επ̓ ανθρώπους , ὁ δὲ θαρσήσας κατέπεφνε
253τὸν δ̓ ημείβετ̓ έπειτα Γερήνιος ἱππότα Νέστωρ ·
254τοιγὰρ εγώ τοι , τέκνον , αληθέα πάντ̓ αγορεύσω
255ῆ τοι μὲν τάδε καὐτὸς οίεαι , ὥς κεν ετύχθη ,
256ει ζωόν γ̓ Αίγισθον ενὶ μεγάροισιν έτετμεν
257Ατρεΐδης Τροίηθεν ιών , ξανθὸς Μενέλαος
258τῶ κέ οἱ ου δὲ θανόντι χυτὴν επὶ γαῖαν έχευαν ,
259αλλ̓ άρα τόν γε κύνες τε καὶ οιωνοὶ κατέδαψαν
260κείμενον εν πεδίῳ ἑκὰς άστεος , ου δέ κέ τίς μιν
261κλαῦσεν Αχαιιάδων
μάλα γὰρ μέγα μήσατο έργον
262ἡμεῖς μὲν γὰρ κεῖθι πολέας τελέοντες αέθλους
263ήμεθ̓
ὁ δ̓ εύκηλος μυχῷ Άργεος ἱπποβότοιο
264πόλλ̓ Αγαμεμνονέην άλοχον θέλγεσκ̓ επέεσσιν
265ἡ δ̓ ῆ τοι τὸ πρὶν μὲν αναίνετο έργον αεικὲς
266δῖα Κλυταιμνήστρη ·
φρεσὶ γὰρ κέχρητ̓ αγαθῇσι
267πὰρ δ̓ άῤ έην καὶ αοιδὸς ανήρ , ᾧ πόλλ̓ επέτελλεν
268Ατρεΐδης Τροίηνδε κιὼν έρυσασθαι άκοιτιν
269αλλ̓ ὅτε δή μιν μοῖρα θεῶν επέδησε δαμῆναι ,
270δὴ τότε τὸν μὲν αοιδὸν άγων ες νῆσον ερήμην
271κάλλιπεν οιωνοῖσιν ἕλωρ καὶ κύρμα γενέσθαι ,
272τὴν δ̓ εθέλων εθέλουσαν ανήγαγεν ὅνδε δόμονδε
273πολλὰ δὲ μηρί̓ έκηε θεῶν ἱεροῖς επὶ βωμοῖς ,
274πολλὰ δ̓ αγάλματ̓ ανῆψεν , ὑφάσματά τε χρυσόν τε ,
275εκτελέσας μέγα έργον , ὃ ού ποτε έλπετο θυμῷ
276ἡμεῖς μὲν γὰρ ἅμα πλέομεν Τροίηθεν ιόντες ,
277Ατρεΐδης καὶ εγώ , φίλα ειδότες αλλήλοισιν
278αλλ̓ ὅτε Σούνιον ἱρὸν αφικόμεθ̓ , άκρον Αθηνέων ,
279ένθα κυβερνήτην Μενελάου Φοῖβος Απόλλων
280οἷς αγανοῖς βελέεσσιν εποιχόμενος κατέπεφνε ,
281πηδάλιον μετὰ χερσὶ θεούσης νηὸς έχοντα ,
282Φρόντιν Ονητορίδην , ὃς εκαίνυτο φῦλ̓ ανθρώπων
283νῆα κυβερνῆσαι , ὁπότε σπέρχοιεν άελλαι
284ὣς ὁ μὲν ένθα κατέσχετ̓ , επειγόμενός περ ὁδοῖο ,
285όφῤ ἕταρον θάπτοι καὶ επὶ κτέρεα κτερίσειεν
286αλλ̓ ὅτε δὴ καὶ κεῖνος ιὼν επὶ οίνοπα πόντον
287εν νηυσὶ γλαφυρῇσι Μαλειάων όρος αιπὺ
288ἷξε θέων , τότε δὴ στυγερὴν ὁδὸν ευρύοπα Ζεὺς
289εφράσατο , λιγέων δ̓ ανέμων επ̓ αυτμένα χεῦε ,
290κύματά τε τροφέοντο πελώρια , ῖσα όρεσσιν
291ένθα διατμήξας τὰς μὲν Κρήτῃ επέλασσεν ,
292ἧχι Κύδωνες έναιον Ιαρδάνου αμφὶ ῥέεθρα
293έστι δέ τις λισσὴ αιπεῖά τε εις ἅλα πέτρη
294εσχατιῇ Γόρτυνος εν ηεροειδέι πόντῳ
295ένθα Νότος μέγα κῦμα ποτὶ σκαιὸν ῥίον ωθεῖ ,
296ες Φαιστόν , μικρὸς δὲ λίθος μέγα κῦμ̓ αποέργει
297αἱ μὲν άῤ ένθ̓ ῆλθον , σπουδῇ δ̓ ήλυξαν όλεθρον
298άνδρες , ατὰρ νῆάς γε ποτὶ σπιλάδεσσιν έαξαν
299κύματ̓
ατὰρ τὰς πέντε νέας κυανοπρῳρείους
300Αιγύπτῳ επέλασσε φέρων άνεμός τε καὶ ὕδωρ
301ὣς ὁ μὲν ένθα πολὺν βίοτον καὶ χρυσὸν αγείρων
302ηλᾶτο ξὺν νηυσὶ κατ̓ αλλοθρόους ανθρώπους
303τόφρα δὲ ταῦτ̓ Αίγισθος εμήσατο οίκοθι λυγρά
304ἑπτάετες δ̓ ήνασσε πολυχρύσοιο Μυκήνης , κτείνας Ατρεΐδην , δέδμητο δὲ λαὸς υπ̓ αυτῷ
305τῷ δέ οἱ ογδοάτῳ κακὸν ήλυθε δῖος Ορέστης
306ὰψ απ̓ Αθηνάων , κατὰ δ̓ έκτανε πατροφονῆα ,
307Αίγισθον δολόμητιν , ὅ οἱ πατέρα κλυτὸν έκτα
308ῆ τοι ὁ τὸν κτείνας δαίνυ τάφον Αργείοισιν
309μητρός τε στυγερῆς καὶ ανάλκιδος Αιγίσθοιο
311αυτῆμαρ δέ οἱ ῆλθε βοὴν αγαθὸς Μενέλαος
312πολλὰ κτήματ̓ άγων , ὅσα οἱ νέες άχθος άειραν
313καὶ σύ , φίλος , μὴ δηθὰ δόμων άπο τῆλ̓ αλάλησο ,
314κτήματά τε προλιπὼν άνδρας τ̓ εν σοῖσι δόμοισιν
315οὕτω ὑπερφιάλους , μή τοι κατὰ πάντα φάγωσιν
316κτήματα δασσάμενοι , σὺ δὲ τηϋσίην ὁδὸν έλθῃς
317αλλ̓ ες μὲν Μενέλαον εγὼ κέλομαι καὶ άνωγα
318ελθεῖν
κεῖνος γὰρ νέον άλλοθεν ειλήλουθεν ,
319εκ τῶν ανθρώπων , ὅθεν ουκ έλποιτό γε θυμῷ
320ελθέμεν , ὅν τινα πρῶτον αποσφήλωσιν άελλαι
321ες πέλαγος μέγα τοῖον , ὅθεν τέ περ ου δ̓ οιωνοὶ
322αυτόετες οιχνεῦσιν , επεὶ μέγα τε δεινόν τε .
323αλλ̓ ίθι νῦν σὺν νηί τε σῇ καὶ σοῖς ἑτάροισιν
324ει δ̓ εθέλεις πεζός , πάρα τοι δίφρος τε καὶ ἵπποι ,
325πὰρ δὲ τοι υἷες εμοί , οἵ τοι πομπῆες έσονται
326ες Λακεδαίμονα δῖαν , ὅθι ξανθὸς Μενέλαος .
327λίσσεσθαι δέ μιν αυτός , ἵνα νημερτὲς ενίσπῃ
328ψεῦδος δ̓ ουκ ερέει
μάλα γὰρ πεπνυμένος εστίν .
329ὣς έφατ̓ , ηέλιος δ̓ άῤ έδυ καὶ επὶ κνέφας ῆλθε
330τοῖσι δὲ καὶ μετέειπε θεά , γλαυκῶπις Αθήνη
331ῶ γέρον , ῆ τοι ταῦτα κατὰ μοῖραν κατέλεξας
332αλλ̓ άγε τάμνετε μὲν γλώσσας , κεράασθε δὲ οῖνον ,
333όφρα Ποσειδάωνι καὶ άλλοις αθανάτοισιν
334σπείσαντες κοίτοιο μεδώμεθα
τοῖο γὰρ ὥρη .
335ήδη γὰρ φάος οίχεθ̓ ὑπὸ ζόφον , ου δὲ έοικεν
336δηθὰ θεῶν εν δαιτὶ θαασσέμεν , αλλὰ νέεσθαι .
337ῆ ῥα Διὸς θυγάτηρ , οἱ δ̓ έκλυον αυδησάσης
338τοῖσι δὲ κήρυκες μὲν ὕδωρ επὶ χεῖρας έχευαν ,
339κοῦροι δὲ κρητῆρας επεστέψαντο ποτοῖο ,
340νώμησαν δ̓ άρα πᾶσιν επαρξάμενοι δεπάεσσι
341γλώσσας δ̓ εν πυρὶ βάλλον , ανιστάμενοι δ̓ επέλειβον
342αυτὰρ επεὶ σπεῖσάν τ̓ έπιον θ̓ , ὅσον ήθελε θυμός ,
343δὴ τότ̓ Αθηναίη καὶ Τηλέμαχος θεοειδὴς
344άμφω ἱέσθην κοίλην επὶ νῆα νέεσθαι .
345Νέστωρ δ̓ αῦ κατέρυκε καθαπτόμενος επέεσσιν
346Ζεὺς τό γ̓ αλεξήσειε καὶ αθάνατοι θεοὶ άλλοι ,
347ὡς ὑμεῖς παῤ εμεῖο θοὴν επὶ νῆα κίοιτε
348ὥς τέ τευ ῆ παρὰ πάμπαν ανείμονος ηδὲ πενιχροῦ ,
349ᾧ ού τι χλαῖναι καὶ ῥήγεα πόλλ̓ ενὶ οίκῳ ,
350ού τ̓ αυτῷ μαλακῶς ού τε ξείνοισιν ενεύδειν .
351αυτὰρ εμοὶ πάρα μὲν χλαῖναι καὶ ῥήγεα καλά .
352ού θην δὴ τοῦδ̓ ανδρὸς Οδυσσῆος φίλος υἱὸς
353νηὸς επ̓ ικριόφιν καταλέξεται , όφῤ ὰν εγώ γε
354ζώω , έπειτα δὲ παῖδες ενὶ μεγάροισι λίπωνται ,
355ξείνους ξεινίζειν , ὅς τίς κ̓ εμὰ δώμαθ̓ ἵκηται .
356τὸν δ̓ αῦτε προσέειπε θεά , γλαυκῶπις Αθήνη
357εῦ δὴ ταῦτά γ̓ έφησθα , γέρον φίλε
σοὶ δὲ έοικεν
358Τηλέμαχον πείθεσθαι , επεὶ πολὺ κάλλιον οὕτως .
359αλλ̓ οὗτος μὲν νῦν σοὶ άμ̓ ἕψεται , όφρα κεν εὕδῃ
360σοῖσιν ενὶ μεγάροισιν
εγὼ δ̓ επὶ νῆα μέλαιναν
361εῖμ̓ , ἵνα θαρσύνω θ̓ ἑτάρους είπω τε ἕκαστα
362οῖος γὰρ μετὰ τοῖσι γεραίτερος εύχομαι εῖναι
363οἱ δ̓ άλλοι φιλότητι νεώτεροι άνδρες ἕπονται ,
364πάντες ὁμηλικίη μεγαθύμου Τηλεμάχοιο .
365ένθα κε λεξαίμην κοίλῃ παρὰ νηὶ μελαίνῃ
366νῦν
ατὰρ ηῶθεν μετὰ Καύκωνας μεγαθύμους
367εῖμ̓ ένθα χρεῖός μοι οφέλλεται , ού τι νέον γε
368ου δ̓ ολίγον
σὺ δὲ τοῦτον , επεὶ τεὸν ἵκετο δῶμα ,
369πέμψον σὺν δίφρῳ τε καὶ υἱέι
δὸς δέ οἱ ἵππους ,
370οἵ τοι ελαφρότατοι θείειν καὶ κάρτος άριστοι .
371ὣς άρα φωνήσασ̓ απέβη γλαυκῶπις Αθήνη
372φήνῃ ειδομένη
θάμβος δ̓ ἕλε πάντας ιδόντας
373θαύμαζεν δ̓ ὁ γεραιός , ὅπως ίδεν οφθαλμοῖς
374Τηλεμάχου δ̓ ἕλε χεῖρα , έπος τ̓ έφατ̓ έκ τ̓ ονόμαζεν
375ῶ φίλος , ού σε έολπα κακὸν καὶ άναλκιν έσεσθαι ,
376ει δή τοι νέῳ ὧδε θεοὶ πομπῆες ἕπονται
377ου μὲν γάρ τις όδ̓ άλλος Ολύμπια δώματ̓ εχόντων ,
378αλλὰ Διὸς θυγάτηρ , κυδίστη Τριτογένεια ,
379ἥ τοι καὶ πατέῤ εσθλὸν εν Αργείοισιν ετίμα .
380αλλὰ άνασσ̓ ἵληθι , δίδωθι δέ μοι κλέος εσθλόν ,
381αυτῷ καὶ παίδεσσι καὶ αιδοίῃ παρακοίτι
382σοὶ δ̓ αῦ εγὼ ῥέξω βοῦν ῆνιν ευρυμέτωπον
383αδμήτην , ἣν ού πω ὕπὸ ζυγὸν ήγαγεν ανήρ
384τήν τοι εγὼ ῥέξω χρυσὸν κέρασιν περιχεύας .
385ὣς έφατ̓ ευχόμενος , τοῦ δ̓ έκλυε Παλλὰς Αθήνη
386τοῖσιν δ̓ ἡγεμόνευε Γερήνιος ἱππότα Νέστωρ ,
387υἱάσι καὶ γαμβροῖσιν , ἑὰ πρὸς δώματα καλά .
388αλλ̓ ὅτε δώμαθ̓ ἵκοντο αγακλυτὰ τοῖο άνακτος ,
389ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε
390τοῖς δ̓ ὁ γέρων ελθοῦσιν ανὰ κρητῆρα κέρασσεν
391οίνου ἡδυπότοιο , τὸν ἑνδεκάτῳ ενιαυτῷ
392ώιξεν ταμίη καὶ απὸ κρήδεμνον έλυσε
393τοῦ ὁ γέρων κρητῆρα κεράσσατο , πολλὰ δ̓ Αθήνῃ
394εύχετ̓ αποσπένδων , κούρῃ Διὸς αιγιόχοιο
395αυτὰρ επεὶ σπεῖσάν τ̓ έπιον θ̓ , ὅσον ήθελε θυμός ,
396οἱ μὲν κακκείοντες έβαν οῖκόνδε ἕκαστος ,
397τὸν δ̓ αυτοῦ κοίμησε Γερήνιος ἱππότα Νέστωρ ,
398Τηλέμαχον , φίλον υἱὸν Οδυσσῆος θείοιο ,
399τρητοῖς εν λεχέεσσιν υπ̓ αιθούσῃ εριδούπῳ ,
400πὰῤ δ̓ άῤ ευμμελίην Πεισίστρατον , όρχαμον ανδρῶν ,
401ὅς οἱ έτ̓ ηίθεος παίδων ῆν εν μεγάροισιν ·
402αυτὸς δ̓ αῦτε καθεῦδε μυχῷ δόμου ὑψηλοῖο ,
403τῷ δ̓ άλοχος δέσποινα λέχος πόρσυνε καὶ ευνήν
404ῆμος δ̓ ηριγένεια φάνη ῥοδοδάκτυλος Ηώς ,
405ώρνυτ̓ άῤ εξ ευνῆφι Γερήνιος ἱππότα Νέστωρ ,
406εκ δ̓ ελθὼν κατ̓ άῤ έζετ̓ επὶ ξεστοῖσι λίθοισιν ,
407οἵ οἱ έσαν προπάροιθε θυράων ὑψηλάων ,
408λευκοί , αποστίλβοντες αλείφατος ·
οἷς έπι μὲν πρὶν
409Νηλεὺς ἵζεσκεν , θεόφιν μήστωρ ατάλαντος
410αλλ̓ ὁ μὲν ήδη κηρὶ δαμεὶς Άϊδόσδε βεβήκει ,
411Νέστωρ αῦ τότ̓ εφῖζε Γερήνιος , οῦρος Αχαιῶν ,
412σκῆπτρον έχων
περὶ δ̓ υἷες αολλέες ηγερέθοντο
413εκ θαλάμων ελθόντες , Εχέφρων τε Στρατίος τε
414Περσεύς τ̓ Άρητός τε καὶ αντίθεος Θρασυμήδης
415τοῖσι δ̓ έπειθ̓ ἕκτος Πεισίστρατος ήλυθεν ἥρως ,
416πὰρ δ̓ άρα Τηλέμαχον θεοείκελον εἷσαν άγοντες
417τοῖσι δὲ μύθων ῆρχε Γερήνιος ἱππότα Νέστωρ ·
418καρπαλίμως μοι , τέκνα φίλα , κρηήνατ̓ εέλδωρ ,
419όφῤ ῆ τοι πρώτιστα θεῶν ιλάσσομ̓ Αθήνην ,
420ἥ μοι εναργὴς ῆλθε θεοῦ ες δαῖτα θάλειαν
421αλλ̓ άγ̓ ὁ μὲν πεδίονδ̓ επὶ βοῦν , ίτω , όφρα τάχιστα
422έλθῃσιν , ελάσῃ δὲ βοῶν επιβουκόλος ανήρ
423εἷς δ̓ επὶ Τηλεμάχου μεγαθύμου νῆα μέλαιναν
424πάντας ιὼν ἑτάρους αγέτω , λιπέτω δὲ δύ̓ οίους
425εἷς δ̓ αῦ χρυσοχόον Λαέρκεα δεῦρο κελέσθω
426ελθεῖν , όφρα βοὸς χρυσὸν κέρασιν περιχεύῃ
427οἱ δ̓ άλλοι μένετ̓ αυτοῦ αολλέες , είπατε δ̓ είσω
428δμῳῇσιν κατὰ δώματ̓ αγακλυτὰ δαῖτα πένεσθαι ,
429ἕδρας τε ξύλα τ̓ αμφὶ καὶ αγλαὸν οισέμεν ὕδωρ .
430ὣς έφαθ̓ , οἱ δ̓ άρα πάντες εποίπνυον
ῆλθε μὲν ὰρ βοῦς
431εκ πεδίου , ῆλθον δὲ θοῆς παρὰ νηὸς είσης
432Τηλεμάχου ἕταροι μεγαλήτορος , ῆλθε δὲ χαλκεὺς
433όπλ̓ εν χερσὶν έχων χαλκήια , πείρατα τέχνης ,
434άκμονά τε σφῦραν τ̓ ευποίητόν τε πυράγρην ,
435οἷσίν τε χρυσὸν ειργάξετο
ῆλθε δ̓ Αθήνη
436ἱρῶν αντιόωσα
γέρων δ̓ ἱππηλάτα Νέστωρ
437χρυσὸν έδωχ̓
ὁ δ̓ έπειτα βοὸς κέρασιν περίχευεν
438ασκήσας , ίν̓ άγαλμα θεὰ κεχάροιτο ιδοῦσα
439βοῦν δ̓ αγέτην κεράων Στρατίος καὶ δῖος Εχέφρων
440χέρνιβα δέ σφ̓ Άρητος εν ανθεμόεντι λέβητι
441ήλυθεν εκ θαλάμοιο φέρων , ἑτέρῃ δ̓ έχεν ουλὰς
442εν κανέῳ πέλεκυν δὲ μενεπτόλεμος Θρασυμήδης
443οξὺν έχων εν χειρὶ παρίστατο βοῦν επικόψων
444Περσεὺς δ̓ αμνίον εῖχε
γέρων δ̓ ἱππηλάτα Νέστωρ
445χέρνιβά τ̓ ουλοχύτας τε κατήρχετο , πολλὰ δ̓ Αθήνῃ
446εύχετ̓ απαρχόμενος , κεφαλῆς τρίχας εν πυρὶ βάλλων
447αυτὰρ επεί ῥ̓ εύξαντο καὶ ουλοχύτας προβάλοντο ,
448αυτίκα Νέστορος υἱὸς ὑπέρθυμος Θρασυμήδης
449ήλασεν άγχι στάς ·
πέλεκυς δ̓ απέκοψε τένοντας
450αυχενίους , λῦσεν δὲ βοὸς μένος
αἱ δ̓ ολόλυξαν
451θυγατέρες τε νυοί τε καὶ αιδοίη παράκοιτις
452Νέστορος , Ευρυδίκη , πρέσβα Κλυμένοιο θυγατρῶν .
453οἱ μὲν έπειτ̓ ανελόντες απὸ χθονὸς ευρυοδείης
454έσχον
ατὰρ σφάξεν Πεισίστρατος , όρχαμος ανδρῶν
455τῆς δ̓ επεὶ εκ μέλαν αἷμα ῥύη , λίπε δ̓ οστέα θυμός ,
456αῖψ̓ άρα μιν διέχευαν , άφαρ δ̓ εκ μηρία τάμνον
457πάντα κατὰ μοῖραν , κατά τε κνίσῃ εκάλυψαν
458δίπτυχα ποιήσαντες , επ̓ αυτῶν δ̓ ωμοθέτησαν
459καῖε δ̓ επὶ σχίζῃς ὁ γέρων , επὶ δ̓ αίθοπα οῖνον
460λεῖβε
νέοι δὲ παῤ αυτὸν έχον πεμπώβολα χερσίν
461αυτὰρ επεὶ κατὰ μῆῤ εκάη καὶ σπλάγχνα πάσαντο ,
462μίστυλλόν τ̓ άρα τἆλλα καὶ αμφ̓ οβελοῖσιν έπειραν ,
463ώπτων δ̓ ακροπόρους οβελοὺς εν χερσὶν έχοντες
464τόφρα δὲ Τηλέμαχον λοῦσεν καλὴ Πολυκάστη ,
465Νέστορος ὁπλοτάτη θυγάτηρ Νηληϊάδαο
466αυτὰρ επεὶ λοῦσέν τε καὶ έχρισεν λίπ̓ ελαίῳ ,
467αμφὶ δέ μιν φᾶρος καλὸν βάλεν ηδὲ χιτῶνα ,
468έκ ῥ̓ ασαμίνθου βῆ δέμας αθανάτοισιν ὁμοῖος
469πὰρ δ̓ ὅ γε Νέστοῤ ιὼν κατ̓ άῤ ἕζετο , ποιμένα λαῶν
470οἱ δ̓ επεὶ ώπτησαν κρέ̓ ὑπέρτερα καὶ ερύσαντο ,
471δαίνυνθ̓ ἑζόμενοι
επὶ δ̓ ανέρες εσθλοὶ όροντο
472οῖνον οινοχοεῦντες ενὶ χρυσέοις δεπάεσσιν
473αυτὰρ επεὶ πόσιος καὶ εδητύος εξ έρον ἕντο ,
474τοῖσι δὲ μύθων ῆρχε Γερήνιος ἱππότα Νέστωρ ·
475παῖδες εμοί , άγε Τηλεμάχῳ καλλίτριχας ἵππους
476ζεύξαθ̓ υφ̓ άρματ̓ άγοντες , ἵνα πρήσσῃσιν ὁδοῖο .
477ὣς έφαθ̓ , οἱ δ̓ άρα τοῦ μάλα μὲν κλύον ηδ̓ επίθοντο ,
478καρπαλίμως δ̓ έζευξαν υφ̓ ἅρμασιν ωκέας ἵππους
479εν δὲ γυνὴ ταμίη σῖτον καὶ οῖνον έθηκεν
480όψα τε , οἷα έδουσι διοτρεφέες βασιλῆες
481ὰν δ̓ άρα Τηλέμαχος περικαλλέα βήσετο δίφρον
482πὰρ δ̓ άρα Νεστορίδης Πεισίστρατος , όρχαμος ανδρῶν ,
483ες δίφρον τ̓ ανέβαινε καὶ ἡνία λάζετο χερσί ,
484μάστιξεν δ̓ ελάαν , τὼ δ̓ ουκ αέκοντε πετέσθην
485ες πεδίον , λιπέτην δὲ Πύλου αιπὺ πτολίεθρον
486οἱ δὲ πανημέριοι σεῖον ζυγὸν αμφὶς έχοντες
487δύσετό τ̓ ηέλιος σκιόωντό τε πᾶσαι αγυιαί ,
488ες Φηρὰς δ̓ ἵκοντο Διοκλῆος ποτὶ δῶμα ,
489υἱέος Ορτιλόχοιο , τὸν Αλφειὸς τέκε παῖδα
490ένθα δὲ νύκτ̓ άεσαν , ὁ δὲ τοῖς πὰρ ξείνια θῆκεν
491ῆμος δ̓ ηριγένεια φάνη ῥοδοδάκτυλος Ηώς ,
492ἵππους τε ζεύγνυντ̓ ανά θ̓ ἅρματα ποικίλ̓ έβαινον
493εκ δ̓ έλασαν προθύροιο καὶ αιθούσης εριδούπου
494μάστιξεν δ̓ ελάαν , τὼ δ̓ ουκ αέκοντε πετέσθην
495ἷξον δ̓ ες πεδίον πυρηφόρον , ένθα δ̓ έπειτα
496ῆνον ὁδόν
τοῖον γὰρ ὑπέκφερον ωκέες ἵπποι
δύσετό τ̓ ηέλιος σκιόωντό τε πᾶσαι αγυιαί
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52
53
54
55
56
57
58
59
60
61
62
63
64
65
66
67
68
69
70
71
72
73
74
75
76
77
78
79
80
81
82
83
84
85
86
87
88
89
90
91
92
93
94
95
96
97
98
99
100
101
102
103
104
105
106
107
108
109
110
111
112
113
114
115
116
117
118
119
120
121
122
123
124
125
126
127
128
129
130
131
132
133
134
135
136
137
138
139
140
141
142
143
144
145
146
147
148
149
150
151
152
153
154
155
156
157
158
159
160
161
162
163
164
165
166
167
168
169
170
171
172
173
174
175
176
177
178
179
180
181
182
183
184
185
186
187
188
189
190
191
192
193
194
195
196
197
198
199
200
201
202
203
204
205
206
207
208
209
210
211
212
213
214
215
216
217
218
219
220
221
222
223
224
225
226
227
228
229
230
231
232
233
234
235
236
237
238
239
240
241
242
243
244
245
246
247
248
249
250
251
252
253
254
255
256
257
258
259
260
261
262
263
264
265
266
267
268
269
270
271
272
273
274
275
276
277
278
279
280
281
282
283
284
285
286
287
288
289
290
291
292
293
294
295
296
297
298
299
300
301
302
303
304
305
306
307
308
309
311
312
313
314
315
316
317
318
319
320
321
322
323
324
325
326
327
328
329
330
331
332
333
334
335
336
337
338
339
340
341
342
343
344
345
346
347
348
349
350
351
352
353
354
355
356
357
358
359
360
361
362
363
364
365
366
367
368
369
370
371
372
373
374
375
376
377
378
379
380
381
382
383
384
385
386
387
388
389
390
391
392
393
394
395
396
397
398
399
400
401
402
403
404
405
406
407
408
409
410
411
412
413
414
415
416
417
418
419
420
421
422
423
424
425
426
427
428
429
430
431
432
433
434
435
436
437
438
439
440
441
442
443
444
445
446
447
448
449
450
451
452
453
454
455
456
457
458
459
460
461
462
463
464
465
466
467
468
469
470
471
472
473
474
475
476
477
478
479
480
481
482
483
484
485
486
487
488
489
490
491
492
493
494
495
496