1Ἑρμῆς δὲ ψυχὰς Κυλλήνιος εξεκαλεῖτο
2ανδρῶν μνηστήρων
έχε δὲ ῥάβδον μετὰ χερσὶν
3καλὴν χρυσείην , τῇ τ̓ ανδρῶν όμματα θέλγει
4ὧν εθέλει , τοὺς δ̓ αῦτε καὶ ὑπνώοντας εγείρει ·
5τῇ ῥ̓ άγε κινήσας , ταὶ δὲ τρίζουσαι ἕποντο
6ὡς δ̓ ὅτε νυκτερίδες μυχῷ άντρου θεσπεσίοιο
7τρίζουσαι ποτέονται , επεί κέ τις αποπέσῃσιν
8ὁρμαθοῦ εκ πέτρης , ανά τ̓ αλλήλῃσιν έχονται ,
9ὣς αἱ τετριγυῖαι άμ̓ ήϊσαν ·
ῆρχε δ̓ άρα σφιν
10Ἑρμείας ακάκητα κατ̓ ευρώεντα κέλευθα
11πὰρ δ̓ ίσαν Ωκεανοῦ τε ῥοὰς καὶ Λευκάδα πέτρην ,
12ηδὲ παῤ Ηελίοιο πύλας καὶ δῆμον ονείρων
13ήϊσαν
αῖψα δ̓ ἵκοντο κατ̓ ασφοδελὸν λειμῶνα ,
14ένθα τε ναίουσι ψυχαί , είδωλα καμόντων
15εὗρον δὲ ψυχὴν Πηληϊάδεω Αχιλῆος
16καὶ Πατροκλῆος καὶ αμύμονος Αντιλόχοιο
17Αίαντός θ̓ , ὃς άριστος έην εῖδός τε δέμας τε
18τῶν άλλων Δαναῶν μετ̓ αμύμονα Πηλεΐδαο
19ὣς οἱ μὲν περὶ κεῖνον ὁμίλεον ·
αγχίμολον δὲ
20ήλυθ̓ έπι ψυχὴ Αγαμέμνονος Ατρεΐδαο
21αχνυμένη
περὶ δ̓ άλλαι αγηγέραθ̓ , ὅσσαι άμ̓ αυτῷ
22οίκῳ εν Αιγίσθοιο θάνον καὶ πότμον επέσπον
23τὸν προτέρη ψυχὴ προσεφώνεε Πηλεΐωνος
24Ατρεΐδη , περὶ μέν σ̓ έφαμεν Διὶ τερπικεραύνῳ
25ανδρῶν ἡρώων φίλον έμμεναι ήματα πάντα ,
26οὕνεκα πολλοῖσίν τε καὶ ιφθίμοισιν άνασσες
27δήμῳ ένι Τρώων , ὅθι πάσχομεν άλγἐ Αχαιοί
28ῆ τ̓ άρα καὶ σοὶ πρῶϊ παραστήσεσθαι έμελλεν
29μοῖῤ ολοή , τὴν ού τις αλεύεται ὅς κε γένηται
30ὡς όφελες τιμῆς απονήμενος , ἧς περ άνασσες ,
31δήμῳ ένι Τρώων θάνατον καὶ πότμον επισπεῖν
32τῷ κέν τοι τύμβον μὲν εποίησαν Παναχαιοί ,
33ηδέ κε καὶ σῷ παιδὶ μέγα κλέος ήρἀ οπίσσω
34νῦν δ̓ άρα σ̓ οικτίστῳ θανάτῳ εἵμαρτο ἁλῶναι .
35τὸν δ̓ αῦτε ψυχὴ προσεφώνεεν Ατρείδαο
36όλβιε Πηλέος υἱέ , θεοῖς επιείκελ̓ Αχιλλεῦ ,
37ὃς θάνες εν Τροίῃ ἑκὰς Άργεος ·
αμφὶ δέ σ̓ άλλοι
38κτείνοντο Τρώων καὶ Αχαιῶν υἷες άριστοι ,
39μαρνάμενοι περὶ σεῖο ·
σὺ δ̓ εν στροφάλιγγι κονίης
40κεῖσο μέγας μεγαλωστί , λελασμένος ἱπποσυνάων
41ἡμεῖς δὲ πρόπαν ῆμαρ εμαρνάμεθ̓
ου δέ κε πάμπαν
42παυσάμεθα πτολέμου , ει μὴ Ζεὺς λαίλαπι παῦσεν
43αυτὰρ επεί σ̓ επὶ νῆας ενείκαμεν εκ πολέμοιο ,
44κάτθεμεν εν λεχέεσσι , καθήραντες χρόα καλὸν
45ὕδατί τε λιαρῷ καὶ αλείφατι
πολλὰ δέ σ̓ αμφὶ
46δάκρυα θερμὰ χέον Δαναοὶ κείροντό τε χαίτας
47μήτηρ δ̓ εξ ἁλὸς ῆλθε σὺν αθανάτῃς ἁλίῃσιν
48αγγελίης αΐουσα
βοὴ δ̓ επὶ πόντον ορώρει
49θεσπεσίη , ὑπὸ δὲ τρόμος έλλαβε πάντας Αχαιούς
50καί νύ κ̓ αναΐξαντες έβαν κοίλας επὶ νῆας ,
51ει μὴ ανὴρ κατέρυκε παλαιά τε πολλά τε ειδώς ,
52Νέστωρ , οὗ καὶ πρόσθεν αρίστη φαίνετο βουλή
53ὅ σφιν εϋφρονέων αγορήσατο καὶ μετέειπεν
54ίσχεσθ̓ , Αργεῖοι , μὴ φεύγετε , κοῦροι Αχαιῶν
55μήτηρ εξ ἁλὸς ἥδε σὺν αθανάτῃς ἁλίῃσιν
56έρχεται , οὗ παιδὸς τεθνηότος αντιόωσα .
57ὣς έφαθ̓ , οἱ δ̓ έσχοντο φόβου μεγάθυμοι Αχαιοί ·
58αμφὶ δέ σ̓ έστησαν κοῦραι ἁλίοιο γέροντος
59οίκτῤ ολοφυρόμεναι , περὶ δ̓ άμβροτα εἵματα ἕσσαν
60Μοῦσαι δ̓ εννέα πᾶσαι αμειβόμεναι οπὶ καλῇ
61θρήνεον
ένθα κεν ού τιν̓ αδάκρυτόν γ̓ ενόησας
62Αργείων
τοῖον γὰρ ὑπώρορε Μοῦσα λίγεια
63ἑπτὰ δὲ καὶ δέκα μέν σε ὁμῶς νύκτας τε καὶ ῆμαρ
64κλαίομεν αθάνατοί τε θεοὶ θνητοί τ̓ άνθρωποι
65οκτωκαιδεκάτῃ δ̓ έδομεν πυρί , πολλὰ δέ σ̓ αμφὶ
66μῆλα κατεκτάνομεν μάλα πίονα καὶ ἕλικας βοῦς
67καίεο δ̓ έν τ̓ εσθῆτι θεῶν καὶ αλείφατι πολλῷ
68καὶ μέλιτι γλυκερῷ
πολλοὶ δ̓ ἥρωες Αχαιοὶ
69τεύχεσιν ερρώσαντο πυρὴν πέρι καιομένοιο ,
70πεζοί θ̓ ἱππῆές τε
πολὺς δ̓ ορυμαγδὸς ορώρει
71αυτὰρ επεὶ δή σε φλὸξ ήνυσεν Ἡφαίστοιο ,
72ηῶθεν δή τοι λέγομεν λεύκ̓ οστέ̓ , Αχιλλεῦ ,
73οίνῳ εν ακρήτῳ καὶ αλείφατι
δῶκε δὲ μήτηρ
74χρύσεον αμφιφορῆα
Διωνύσοιο δὲ δῶρον
75φάσκ̓ έμεναι , έργον δὲ περικλυτοῦ Ἡφαίστοιο
76εν τῷ τοι κεῖται λεύκ̓ οστέα , φαίδιμ̓ Αχιλλεῦ ,
77μίγδα δὲ Πατρόκλοιο Μενοιτιάδαο θανόντος ,
78χωρὶς δ̓ Αντιλόχοιο , τὸν έξοχα τῖες ἁπάντων
79τῶν άλλων ἑτάρων , μετὰ Πάτροκλόν γε θανόντα .
80αμφ̓ αυτοῖσι δ̓ έπειτα μέγαν καὶ αμύμονα τύμβον
81χεύαμεν Αργείων ἱερὸς στρατὸς αιχμητάων
82ακτῇ έπι προὐχούσῃ , επὶ πλατεῖ Ἑλλησπόντῳ ,
83ὥς κεν τηλεφανὴς εκ ποντόφιν ανδράσιν είη
84τοῖς οἳ νῦν γεγάασι καὶ οἳ μετόπισθεν έσονται
85μήτηρ δ̓ αιτήσασα θεοὺς περικαλλέ̓ άεθλα
86θῆκε μέσῳ εν αγῶνι αριστήεσσιν Αχαιῶν
87ήδη μὲν πολέων τάφῳ ανδρῶν αντεβόλησας
88ἡρώων , ὅτε κέν ποτ̓ αποφθιμένου βασιλῆος
89ζώννυνταί τε νέοι καὶ επεντύνονται άεθλα
90αλλά κε κεῖνα μάλιστα ιδὼν θηήσαο θυμῷ ,
91οῖ επὶ σοὶ κατέθηκε θεὰ περικαλλέ̓ άεθλα ,
92αργυρόπεζα Θέτις
μάλα γὰρ φίλος ῆσθα θεοῖσιν
93ὣς σὺ μὲν ου δὲ θανὼν όνομ̓ ώλεσας , αλλά τοι αιεὶ
94πάντας επ̓ ανθρώπους κλέος έσσεται εσθλόν , Αχιλλεῦ ,
95αυτὰρ εμοὶ τί τόδ̓ ῆδος , επεὶ πόλεμον τολύπευσα ;
96εν νόστῳ γάρ μοι Ζεὺς μήσατο λυγρὸν όλεθρον
97Αιγίσθου ὑπὸ χερσὶ καὶ ουλομένης αλόχοιο .
98ὣς οἱ μὲν τοιαῦτα πρὸς αλλήλους αγόρευον ,
99αγχίμολον δέ σφ̓ ῆλθε διάκτορος αργεϊφόντης ,
100ψυχὰς μνηστήρων κατάγων Οδυσῆϊ δαμέντων ,
101τὼ δ̓ άρα θαμβήσαντ̓ ιθὺς κίον , ὡς εσιδέσθην
102έγνω δὲ ψυχὴ Αγαμέμνονος Ατρεΐδαο
103παῖδα φίλον Μελανῆος , αγακλυτὸν Αμφιμέδοντα
104ξεῖνος γάρ οἱ έην Ιθάκῃ ένι οικία ναίων
105τὸν προτέρη ψυχὴ προσεφώνεεν Ατρεΐδαο
106Αμφίμεδον , τί παθόντες ερεμνὴν γαῖαν έδυτε
107πάντες κεκριμένοι καὶ ὁμήλικες
ου δέ κεν άλλως
108κρινάμενος λέξαιτο κατὰ πτόλιν άνδρας αρίστους
109ῆ ύμμ̓ εν νήεσσι Ποσειδάων εδάμασσεν ,
110όρσας αργαλέους ανέμους καὶ κύματα μακρά
111ῆ που ανάρσιοι άνδρες εδηλήσαντ̓ επὶ χέρσου
112βοῦς περιταμνομένους ηδ̓ οιῶν πώεα καλά ,
113ηὲ περὶ πτόλιος μαχεούμενοι ηδὲ γυναικῶν
114ειπέ μοι ειρομένῳ
ξεῖνος δέ τοι εύχομαι εῖναι
115ῆ ου μέμνῃ ὅτε κεῖσε κατήλυθον ὑμέτερον δῶ ,
116οτρυνέων Οδυσῆα σὺν αντιθέῳ Μενελάῳ
117Ίλιον εις άμ̓ ἕπεσθαι εϋσσέλμων επὶ νηῶν
118μηνὶ δ̓ άῤ ούλῳ πάντα περήσαμεν ευρέα πόντον ,
119σπουδῇ παρπεπιθόντες Οδυσσῆα πτολίπορθον .
120τὸν δ̓ αῦτε ψυχὴ προσεφώνεεν Αμφιμέδοντος
121Ατρεΐδη κύδιστε , άναξ ανδρῶν Αγάμεμνον ,
122μέμνημαι τάδε πάντα , διοτρεφές , ὡς αγορεύεις
123σοὶ δ̓ εγὼ εῦ μάλα πάντα καὶ ατρεκέως καταλέξω ,
124ἡμετέρου θανάτοιο κακὸν τέλος , οἷον ετύχθη
125μνώμεθ̓ Οδυσσῆος δὴν οιχομένοιο δάμαρτα
126ἡ δ̓ ού τ̓ ηρνεῖτο στυγερὸν γάμον ού τ̓ ετελεύτα ,
127ἡμῖν φραζομένη θάνατον καὶ κῆρα μέλαιναν ,
128αλλὰ δόλον τόνδ̓ άλλον ενὶ φρεσὶ μερμήριξε
129στησαμένη μέγαν ἱστὸν ενὶ μεγάροισιν ὕφαινε ,
130λεπτὸν καὶ περίμετρον
άφαρ δ̓ ἡμῖν μετέειπε
131κοῦροι εμοὶ μνηστῆρες , επεὶ θάνε δῖος Οδυσσεύς ,
132μίμνετ̓ επειγόμενοι τὸν εμὸν γάμον , εις ὅ κε φᾶρος
133εκτελέσω , μή μοι μεταμώνια νήματ̓ όληται ,
134Λαέρτῃ ἥρωϊ ταφήϊον , εις ὅτε κέν μιν
135μοῖῤ ολοὴ καθέλῃσι τανηλεγέος θανάτοιο ,
136μή τίς μοι κατὰ δῆμον Αχαιϊάδων νεμεσήσῃ ,
137αί κεν άτερ σπείρου κεῖται πολλὰ κτεατίσσας
138ὣς έφαθ̓ , ἡμῖν δ̓ αῦτ̓ επεπείθετο θυμὸς αγήνωρ
139ένθα καὶ ηματίη μὲν ὑφαίνεσκεν μέγαν ἱστόν ,
140νύκτας δ̓ αλλύεσκεν , επεὶ δαΐδας παραθεῖτο
141ὣς τρίετες μὲν έληθε δόλῳ καὶ έπειθεν Αχαιούς
142αλλ̓ ὅτε τέτρατον ῆλθεν έτος καὶ επήλυθον ὧραι ,
143μηνῶν φθινόντων , περὶ δ̓ ήματα πόλλ̓ ετελέσθη ,
144καὶ τότε δή τις έειπε γυναικῶν , ἣ σάφα ῄδη ,
145καὶ τήν γ̓ αλλύουσαν εφεύρομεν αγλαὸν ἱστόν
146ὣς τὸ μὲν εξετέλεσσε καὶ ουκ εθέλουσ̓ , υπ̓ ανάγκης
147εῦθ̓ ἡ φᾶρος έδειξεν , ὑφήνασα μέγαν ἱστόν ,
148πλύνασ̓ , ηελίῳ εναλίγκιον ηὲ σελήνῃ ,
149καὶ τότε δή ῥ̓ Οδυσῆα κακός ποθεν ήγαγε δαίμων
150αγροῦ επ̓ εσχατιήν , ὅθι δώματα ναῖε συβώτης
151ένθ̓ ῆλθεν φίλος υἱὸς Οδυσσῆος θείοιο ,
152εκ Πύλου ημαθόεντος ιὼν σὺν νηῒ μελαίνῃ
153τὼ δὲ μνηστῆρσιν θάνατον κακὸν αρτύναντε
154ἵκοντο προτὶ άστυ περικλυτόν , ῆ τοι Οδυσσεὺς
155ὕστερος , αυτὰρ Τηλέμαχος πρόσθ̓ ἡγεμόνευε .
156τὸν δὲ συβώτης ῆγε κακὰ χροῒ είματ̓ έχοντα ,
157πτωχῷ λευγαλέῳ εναλίγκιον ηδὲ γέροντι
158σκηπτόμενον
τὰ δὲ λυγρὰ περὶ χροῒ εἵματα ἕστο
159ου δέ τις ἡμείων δύνατο γνῶναι τὸν εόντα
160εξαπίνης προφανέντ̓ , ου δ̓ οἳ προγενέστεροι ῆσαν ,
161αλλ̓ έπεσίν τε κακοῖσιν ενίσσομεν ηδὲ βολῇσιν
162αυτὰρ ὁ τῆος ετόλμα ενὶ μεγάροισιν ἑοῖσι
163βαλλόμενος καὶ ενισσόμενος τετληότι θυμῷ
164αλλ̓ ὅτε δή μιν έγειρε Διὸς νοός αιγιόχοιο ,
165σὺν μὲν Τηλεμάχῳ περικαλλέα τεύχἐ αείρας
166ες θάλαμον κατέθηκε καὶ εκλήϊσεν οχῆας ,
167αυτὰρ ὁ ἣν άλοχον πολυκερδείῃσιν άνωγε
168τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον ,
169ἡμῖν αινομόροισιν αέθλια καὶ φόνου αρχήν
170ου δέ τις ἡμείων δύνατο κρατεροῖο βιοῖο
171νευρὴν εντανύσαι , πολλὸν δ̓ επιδευέες ῆμεν
172αλλ̓ ὅτε χεῖρας ἵκανεν Οδυσσῆος μέγα τόξον ,
173ένθ̓ ἡμεῖς μὲν πάντες ὁμοκλέομεν επέεσσι
174τόξον μὴ δόμεναι , μη δ̓ ει μάλα πολλ̓ αγορεύοι
175Τηλέμαχος δέ μιν οῖος εποτρύνων εκέλευσεν
176αυτὰρ ὁ δέξατο χειρὶ πολύτλας δῖος Οδυσσεύς ,
177ῥηϊδίως δ̓ ετάνυσσε βιόν , διὰ δ̓ ἧκε σιδήρου ,
178στῆ δ̓ άῤ επ̓ ουδὸν ιών , ταχέας δ̓ εκχεύατ̓ οϊστοὺς
179δεινὸν παπταίνων , βάλε δ̓ Αντίνοον βασιλῆα .
180αυτὰρ έπειτ̓ άλλοις εφίει βέλεα στονόεντα ,
181άντα τιτυσκόμενος
τοὶ δ̓ αγχιστῖνοι έπιπτον
182γνωτὸν δ̓ ῆν ὅ ῥά τίς σφι θεῶν επιτάρροθος ῆεν
183αυτίκα γὰρ κατὰ δώματ̓ επισπόμενοι μένεϊ σφῷ
184κτεῖνον επιστροφάδην , τῶν δὲ στόνος ώρνυτ̓ αεικὴς
185κράτων τυπτομένων , δάπεδον δ̓ ἅπαν αἵματι θῦεν
186ὣς ἡμεῖς , Αγάμεμνον , απωλόμεθ̓ , ὧν έτι καὶ νῦν
187σώματ̓ ακηδέα κεῖται ενὶ μεγάροις Οδυσῆος
188ου γάρ πω ίσασι φίλοι κατὰ δώμαθ̓ ἑκάστου ,
189οἵ κ̓ απονίψαντες μέλανα βρότον εξ ωτειλέων
190κατθέμενοι γοάοιεν
ὃ γὰρ γέρας εστὶ θανόντων .
191τὸν δ̓ αῦτε ψυχὴ προσεφώνεεν Ατρεΐδαο
192όλβιε Λαέρταο πάϊ , πολυμήχαν̓ Οδυσσεῦ ,
193ῆ άρα σὺν μεγάλῃ αρετῇ εκτήσω άκοιτιν
194ὡς αγαθαὶ φρένες ῆσαν αμύμονι Πηνελοπείῃ ,
195κούρῃ Ικαρίου
ὡς εῦ μέμνητ̓ Οδυσῆος ,
196ανδρὸς κουριδίου
τῷ οἱ κλέος ού ποτ̓ ολεῖται
197ἧς αρετῆς , τεύξουσι δ̓ επιχθονίοισιν αοιδὴν
198αθάνατοι χαρίεσσαν εχέφρονι Πηνελοπείῃ ,
199ουχ ὡς Τυνδαρέου κούρη κακὰ μήσατο έργα ,
200κουρίδιον κτείνασα πόσιν , στυγερὴ δέ τ̓ αοιδὴ
201έσσετ̓ επ̓ ανθρώπους , χαλεπὴν δέ τε φῆμιν οπάσσει
202θηλυτέρῃσι γυναιξί , καὶ ἥ κ̓ ευεργὸς έῃσιν .
203ὣς οἱ μὲν τοιαῦτα πρὸς αλλήλους αγόρευον ,
204εσταότ̓ ειν Αΐδαο δόμοις , ὑπὸ κεύθεσι γαίης
205οἱ δ̓ επεὶ εκ πόλιος κατέβαν , τάχα δ̓ αγρὸν ἵκοντο
206καλὸν Λαέρταο τετυγμένον , ὅν ῥά ποτ̓ αυτὸς
207Λαέρτης κτεάτισσεν , επεὶ μάλα πόλλ̓ εμόγησεν
208ένθα οἱ οῖκος έην , περὶ δὲ κλίσιον θέε πάντη ,
209εν τῷ σιτέσκοντο καὶ ἵζανον ηδὲ ίαυον
210δμῶες αναγκαῖοι , τοί οἱ φίλα εργάζοντο
211εν δὲ γυνὴ Σικελὴ γρηῢς πέλεν , ἥ ῥα γέροντα
212ενδυκέως κομέεσκεν επ̓ αγροῦ , νόσφι πόληος
213ένθ̓ Οδυσεὺς δμώεσσι καὶ υἱέϊ μῦθον έειπεν
214ὑμεῖς μὲν νῦν έλθετ̓ εϋκτίμενον δόμον είσω ,
215δεῖπνον δ̓ αῖψα συῶν ἱερεύσατε ὅς τις άριστος ·
216αυτὰρ εγὼ πατρὸς πειρήσομαι ἡμετέροιο ,
217αί κέ μ̓ επιγνώῃ καὶ φράσσεται οφθαλμοῖσιν ,
218ῆέ κεν αγνοιῇσι , πολὺν χρόνον αμφὶς εόντα .
219ὣς ειπὼν δμώεσσιν αρήϊα τεύχἐ έδωκεν
220οἱ μὲν έπειτα δόμονδε θοῶς κίον , αυτὰρ Οδυσσεὺς
221ᾶσσον ίεν πολυκάρπου αλωῆς πειρητίζων
222ου δ̓ εὗρεν Δολίον , μέγαν όρχατον εσκαταβαίνων ,
223ου δέ τινα δμώων ου δ̓ υἱῶν ·
αλλ̓ άρα τοί γε
224αἱμασιὰς λέξοντες αλωῆς έμμεναι ἕρκος
225ῴχοντ̓ , αυτὰρ ὁ τοῖσι γέρων ὁδὸν ἡγεμόνευε .
226τὸν δ̓ οῖον πατέῤ εὗρεν εϋκτιμένῃ εν αλωῇ ,
227λιστρεύοντα φυτόν
ῥυπόωντα δὲ ἕστο χιτῶνα
228ῥαπτὸν αεικέλιον , περὶ δὲ κνήμῃσι βοείας
229κνημῖδας ῥαπτὰς δέδετο , γραπτῦς αλεείνων ,
230χειρῖδάς τ̓ επὶ χερσὶ βάτων ένεκ̓ ·
αυτὰρ ὕπερθεν
231αιγείην κυνέην κεφαλῇ έχε , πένθος αέξων
232τὸν δ̓ ὡς οῦν ενόησε πολύτλας δῖος Οδυσσεὺς
233γήραϊ τειρόμενον , μέγα δὲ φρεσὶ πένθος έχοντα ,
234στὰς άῤ ὑπὸ βλωθρὴν όγχνην κατὰ δάκρυον εῖβε
235μερμήριξε δ̓ έπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν
236κύσσαι καὶ περιφῦναι ἑὸν πατέῤ , ηδὲ ἕκαστα
237ειπεῖν , ὡς έλθοι καὶ ίκοιτ̓ ες πατρίδα γαῖαν ,
238ῆ πρῶτ̓ εξερέοιτο ἕκαστά τε πειρήσαιτο
239ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εῖναι ,
240πρῶτον κερτομίοις επέεσσιν πειρηθῆναι
241τὰ φρονέων ιθὺς κίεν αυτοῦ δῖος Οδυσσεύς
242ῆ τοι ὁ μὲν κατέχων κεφαλὴν φυτὸν αμφελάχαινε
243τὸν δὲ παριστάμενος προσεφώνεε φαίδιμος υἱός
244ῶ γέρον , ουκ αδαημονίη σ̓ έχει αμφιπολεύειν
245όρχατον , αλλ̓ εῦ τοι κομιδὴ έχει , ου δέ τι πάμπαν ,
246ου φυτόν , ου συκέη , ουκ άμπελος , ου μὲν ελαίη ,
247ουκ όγχνη , ου πρασιή τοι άνευ κομιδῆς κατὰ κῆπον .
248άλλο δέ τοι ερέω , σὺ δὲ μὴ χόλον ένθεο θυμῷ
249αυτόν σ̓ ουκ αγαθὴ κομιδὴ έχει , αλλ̓ ἅμα γῆρας
250λυγρὸν έχεις αυχμεῖς τε κακῶς καὶ αεικέα ἕσσαι
251ου μὲν αεργίης γε άναξ ένεκ̓ ού σε κομίζει ,
252ου δέ τί τοι δούλειον επιπρέπει εισοράασθαι
253εῖδος καὶ μέγεθος
βασιλῆϊ γὰρ ανδρὶ έοικας
254τοιούτῳ δὲ έοικας , επεὶ λούσαιτο φάγοι τε ,
255εὑδέμεναι μαλακῶς
ἡ γὰρ δίκη εστὶ γερόντων
256αλλ̓ άγε μοι τόδε ειπὲ καὶ ατρεκέως κατάλεξον ,
257τεῦ δμὼς εῖς ανδρῶν
τεῦ δ̓ όρχατον αμφιπολεύεις
258καὶ μοι τοῦτ̓ αγόρευσον ετήτυμον , όφῤ εῢ ειδῶ ,
259ει ετεόν γ̓ Ιθάκην τήνδ̓ ικόμεθ̓ , ὥς μοι έειπεν
260οὗτος ανὴρ νῦν δὴ ξυμβλήμενος ενθάδ̓ ιόντι ,
261ού τι μάλ̓ αρτίφρων , επεὶ ου τόλμησεν ἕκαστα
262ειπεῖν ηδ̓ επακοῦσαι εμὸν έπος , ὡς ερέεινον
263αμφὶ ξείνῳ εμῷ , ή που ζώει τε καὶ έστιν
264ῆ ήδη τέθνηκε καὶ ειν Αΐδαο δόμοισιν .
265εκ γάρ τοι ερέω , σὺ δὲ σύνθεο καί μευ άκουσον
266άνδρα ποτ̓ εξείνισσα φίλῃ ενὶ πατρίδι γαίῃ
267ημέτερόνδ̓ ελθόντα , καὶ ού πω τις βροτὸς άλλος
268ξείνων τηλεδαπῶν φιλίων εμὸν ἵκετο δῶμα
269εύχετο δ̓ εξ Ιθάκης γένος έμμεναι , αυτὰρ έφασκε
270Λαέρτην Αρκεισιάδην πατέῤ έμμεναι αυτῷ
271τὸν μὲν εγὼ πρὸς δώματ̓ άγων εῢ εξείνισσα ,
272ενδυκέως φιλέων , πολλῶν κατὰ οῖκον εόντων ,
273καί οἱ δῶρα πόρον ξεινήϊα , οἷα εῴκει .
274χρυσοῦ μέν οἱ δῶκ̓ ευεργέος ἑπτὰ τάλαντα ,
275δῶκα δέ οἱ κρητῆρα πανάργυρον ανθεμόεντα ,
276δώδεκα δ̓ ἁπλοΐδας χλαίνας , τόσσους δὲ τάπητας ,
277τόσσα δὲ φάρεα καλά , τόσους δ̓ επὶ τοῖσι χιτῶνας ,
278χωρὶς δ̓ αῦτε γυναῖκας , αμύμονα έργα ιδυίας ,
279τέσσαρας ειδαλίμας , ἃς ήθελεν αυτὸς ἑλέσθαι .
280τὸν δ̓ ημείβετ̓ έπειτα πατὴρ κατὰ δάκρυον είβων
281ξεῖν̓ , ῆ τοι μὲν γαῖαν ἱκάνεις , ἣν ερεείνεις ,
282ὑβρισταὶ δ̓ αυτὴν καὶ ατάσθαλοι άνδρες έχουσιν
283δῶρα δ̓ ετώσια ταῦτα χαρίζεο , μυρί̓ οπάζων
284ει γάρ μιν ζωόν γ̓ εκίχεις Ιθάκης ενὶ δήμῳ ,
285τῷ κέν σ̓ εῦ δώροισιν αμειψάμενος απέπεμψε
286καὶ ξενίῃ αγαθῇ ἡ γὰρ θέμις , ὅς τις ὑπάρξῃ .
287αλλ̓ άγε μοι τόδε ειπὲ καὶ ατρεκέως κατάλεξον ,
288πόστον δὴ έτος εστίν , ὅτε ξείνισσας εκεῖνον
289σὸν ξεῖνον δύστηνον , εμὸν παῖδ̓ , εί ποτ̓ έην γε ,
290δύσμορον ;
ὅν που τῆλε φίλων καὶ πατρίδος αίης
291ηέ που εν πόντῳ φάγον ιχθύες , ὴ επὶ χέρσου
292θηρσὶ καὶ οιωνοῖσιν ἕλωρ γένετ̓ ·
ου δέ ἑ μήτηρ
293κλαῦσε περιστείλασα πατήρ θ̓ , οἵ μιν τεκόμεσθα
294ου δ̓ άλοχος πολύδωρος , εχέφρων Πηνελόπεια ,
295κώκυσ̓ εν λεχέεσσιν ἑὸν πόσιν , ὡς επεῴκει ,
296οφθαλμοὺς καθελοῦσα
τὸ γὰρ γέρας εστὶ θανόντων
297καί μοι τοῦτ̓ αγόρευσον ετήτυμον , όφῤ εῢ ειδῶ
298τίς πόθεν εῖς ανδρῶν
πόθι τοι πόλις ηδὲ τοκῆες ;
299ποῦ δὲ νηῦς ἕστηκε θοή , ἥ σ̓ ήγαγε δεῦρο
300αντιθέους θ̓ ἑτάρους
ῆ έμπορος ειλήλουθας
301νηὸς επ̓ αλλοτρίης , οἱ δ̓ εκβήσαντες έβησαν
302τὸν δ̓ απαμειβόμενος προσέφη πολύμητις Οδυσσεύς
303τοιγὰρ εγώ τοι πάντα μάλ̓ ατρεκέως καταλέξω
304ειμὶ μὲν εξ Αλύβαντος , ὅθι κλυτὰ δώματα ναίω ,
305υἱὸς Αφείδαντος Πολυπημονίδαο άνακτος
306αυτὰρ εμοί γ̓ όνομ̓ εστὶν Επήριτος
αλλά με δαίμων
307πλάγξ̓ απὸ Σικανίης δεῦῤ ελθέμεν ουκ εθέλοντα
308νηῦς δέ μοι ήδ̓ ἕστηκεν επ̓ αγροῦ νόσφι πόληος
309αυτὰρ Οδυσσῆϊ τόδε δὴ πέμπτον έτος εστίν ,
310εξ οὗ κεῖθεν έβη καὶ εμῆς απελήλυθε πάτρης ,
311δύσμορος
ῆ τέ οἱ εσθλοὶ έσαν όρνιθες ιόντι ,
312δεξιοί , οἷς χαίρων μὲν εγὼν απέπεμπον εκεῖνον ,
313χαῖρε δὲ κεῖνος ιών
θυμὸς δ̓ έτι νῶϊν εώλπει
314μίξεσθαι ξενίῃ ηδ̓ αγλαὰ δῶρα διδώσειν .
315ὣς φάτο , τὸν δ̓ άχεος νεφέλη εκάλυψε μέλαινα
316αμφοτέρῃσι δὲ χερσὶν ἑλὼν κόνιν αιθαλόεσσαν
317χεύατο κὰκ κεφαλῆς πολιῆς , ἁδινὰ στεναχίζων
318τοῦ δ̓ ωρίνετο θυμός , ανὰ ῥῖνας δέ οἱ ήδη
319δριμὺ μένος προὔτυψε φίλον πατέῤ εισορόωντι
320κύσσε δέ μιν περιφὺς επιάλμενος , ηδὲ προσηύδα
321κεῖνος μέν τοι όδ̓ αυτὸς εγώ , πάτερ , ὃν σὺ μεταλλᾷς ,
322ήλυθον εικοστῷ έτεϊ ες πατρίδα γαῖαν .
323αλλ̓ ίσχεο κλαυθμοῖο γόοιό τε δακρυόεντος
324εκ γάρ τοι ερέω
μάλα δὲ χρὴ σπευδέμεν έμπης
325μνηστῆρας κατέπεφνον εν ἡμετέροισι δόμοισι ,
326λώβην τινύμενος θυμαλγέα καὶ κακὰ έργα .
327τὸν δ̓ αῦ Λαέρτης απαμείβετο φώνησέν τε
328ει μὲν δὴ Οδυσεύς γε εμὸς πάϊς ενθάδ̓ ἱκάνεις ,
329σῆμά τί μοι νῦν ειπὲ αριφραδές , όφρα πεποίθω .
330τὸν δ̓ απαμειβόμενος προσέφη πολύμητις Οδυσσεύς
331ουλὴν μὲν πρῶτον τήνδε φράσαι οφθαλμοῖσι ,
332τὴν εν Παρνησῷ μ̓ έλασεν σῦς λευκῷ οδόντι
333οιχόμενον
σὺ δέ με προΐεις καὶ πότνια μήτηρ
334ες πατέῤ Αυτόλυκον μητρὸς φίλον , όφῤ ὰν ἑλοίμην
335δῶρα , τὰ δεῦρο μολών μοι ὑπέσχετο καὶ κατένευσεν
336ει δ̓ άγε τοι καὶ δένδρἐ εϋκτιμένην κατ̓ αλωὴν
337είπω , ἅ μοί ποτ̓ έδωκας , εγὼ δ̓ ῄτεόν σε ἕκαστα
338παιδνὸς εών , κατὰ κῆπον επισπόμενος
διὰ δ̓ αυτῶν
339ἱκνεύμεσθα , σὺ δ̓ ωνόμασας καὶ έειπες ἕκαστα
340όγχνας μοι δῶκας τρισκαίδεκα καὶ δέκα μηλέας ,
341συκέας τεσσαράκοντ̓
όρχους δέ μοι ῶδ̓ ονόμηνας
342δώσειν πεντήκοντα , διατρύγιος δὲ ἕκαστος
343ήην
ένθα δ̓ ανὰ σταφυλαὶ παντοῖαι έασιν -
344ὁππότε δὴ Διὸς ὧραι επιβρίσειαν ὕπερθεν .
345ὣς φάτο , τοῦ δ̓ αυτοῦ λύτο γούνατα καὶ φίλον ῆτορ ,
346σήματ̓ αναγνόντος τά οἱ έμπεδα πέφραδ̓ Οδυσσεύς
347αμφὶ δὲ παιδὶ φίλῳ βάλε πήχεε
τὸν δὲ ποτὶ οἷ
348εἷλεν αποψύχοντα πολύτλας δῖος Οδυσσεύς
349αυτὰρ επεί ῥ̓ άμπνυτο καὶ ες φρένα θυμὸς αγέρθη ,
350εξαῦτις μύθοισιν αμειβόμενος προσέειπε
351Ζεῦ πάτερ , ῆ ῥα έτ̓ έστε θεοὶ κατὰ μακρὸν Όλυμπον ,
352ει ετεὸν μνηστῆρες ατάσθαλον ὕβριν έτισαν
353νῦν δ̓ αινῶς δείδοικα κατὰ φρένα μὴ τάχα πάντες
354ενθάδ̓ επέλθωσιν Ιθακήσιοι , αγγελίας δὲ
355πάντη εποτρύνωσι Κεφαλλήνων πολίεσσι .
356τὸν δ̓ απαμειβόμενος προσέφη πολύμητις Οδυσσεύς
357θάρσει , μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων
358αλλ̓ ίομεν προτὶ οῖκον , ὃς ορχάτου εγγύθι κεῖται
359ένθα δὲ Τηλέμαχον καὶ βουκόλον ηδὲ συβώτην
360προὔπεμψ̓ , ὡς ὰν δεῖπνον εφοπλίσσωσι τάχιστα .
361ὣς άρα φωνήσαντε βάτην πρὸς δώματα καλά
362οἱ δ̓ ὅτε δή ῥ̓ ἵκοντο δόμους εῦ ναιετάοντας ,
363εὗρον Τηλέμαχον καὶ βουκόλον ηδὲ συβώτην
364ταμνομένους κρέα πολλὰ κερῶντάς τ̓ αίθοπα οῖνον
365τόφρα δὲ Λαέρτην μεγαλήτορα ᾧ ενὶ οίκῳ
366αμφίπολος Σικελὴ λοῦσεν καὶ χρῖσεν ελαίῳ ,
367αμφὶ δ̓ άρα χλαῖναν καλὴν βάλεν
αυτὰρ Αθήνη
368άγχι παρισταμένη μέλἐ ήλδανε ποιμένι λαῶν ,
369μείζονα δ̓ ηὲ πάρος καὶ πάσσονα θῆκεν ιδέσθαι .
370εκ δ̓ ασαμίνθου βῆ
θαύμαζε δέ μιν φίλος υἱός ,
371ὡς ίδεν αθανάτοισι θεοῖς εναλίγκιον άντην ·
372καί μιν φωνήσας έπεα πτερόεντα προσηύδα
373ῶ πάτερ , ῆ μάλα τίς σε θεῶν αιειγενετάων
374εῖδός τε μέγεθός τε αμείνονα θῆκεν ιδέσθαι .
375τὸν δ̓ αῦ Λαέρτης πεπνυμένος αντίον ηύδα
376αὶ γάρ , Ζεῦ τε πάτερ καὶ Αθηναίη καὶ Άπολλον ,
377οἷος Νήρικον εἷλον , εϋκτίμενον πτολίεθρον ,
378ακτὴν ηπείροιο , Κεφαλλήνεσσιν ανάσσων ,
379τοῖος εών τοι χθιζὸς εν ἡμετέροισι δόμοισιν ,
380τεύχἐ έχων ώμοισιν , εφεστάμεναι καὶ αμύνειν
381άνδρας μνηστῆρας ·
τῷ κε σφέων γούνατ̓ έλυσα
382πολλῶν εν μεγάροισι , σὺ δὲ φρένας ένδον εγήθεις .
383ὣς οἷ μὲν τοιαῦτα πρὸς αλλήλους αγόρευον
384οἱ δ̓ επεὶ οῦν παύσαντο πόνου τετύκοντό τε δαῖτα ,
385ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε
386ένθ̓ οἱ μὲν δείπνῳ επεχείρεον , αγχίμολον δὲ
387ῆλθ̓ ὁ γέρων Δολίος , σὺν δ̓ υἱεῖς τοῖο γέροντος ,
388εξ έργων μογέοντες , επεὶ προμολοῦσα κάλεσσεν
389μήτηρ γρηῦς Σικελή , ἥ σφεας τρέφε καί ῥα γέροντα
390ενδυκέως κομέεσκεν , επεὶ κατὰ γῆρας έμαρψεν .
391οἱ δ̓ ὡς οῦν Οδυσῆα ίδον φράσσαντό τε θυμῷ ,
392έσταν ενὶ μεγάροισι τεθηπότες
αυτὰρ Οδυσσεὺς
393μειλιχίοις επέεσσι καθαπτόμενος προσέειπεν
394ῶ γέρον , ίζ̓ επὶ δεῖπνον , απεκλελάθεσθε δὲ θάμβευς
395δηρὸν γὰρ σίτῳ επιχειρήσειν μεμαῶτες
396μίμνομεν εν μεγάροις , ὑμέας ποτιδέγμενοι αιεί .
397ὣς άρ έφη , Δολίος δ̓ ιθὺς κίε χεῖρε πετάσσας
398αμφοτέρας , Οδυσεῦς δὲ λαβὼν κύσε χεῖῤ επὶ καρπῷ ,
399καί μιν φωνήσας έπεα πτερόεντα προσηύδα
400ῶ φίλ̓ , επεὶ νόστησας εελδομένοισι μάλ̓ ἡμῖν
401ου δ̓ έτ̓ οϊομένοισι , θεοὶ δέ σ̓ ανήγαγον αυτοί ,
402οῦλέ τε καὶ μάλα χαῖρε , θεοὶ δέ τοι όλβια δοῖεν
403καί μοι τοῦτ̓ αγόρευσον ετήτυμον , όφῤ εῢ ειδῶ ,
404ὴ ήδη σάφα οῖδε περίφρων Πηνελόπεια
405νοστήσαντά σε δεῦῤ , ῆ άγγελον οτρύνωμεν .
406τὸν δ̓ απαμειβόμενος προσέφη πολύμητις Οδυσσεύς
407ῶ γέρον , ήδη οῖδε
τί σε χρὴ ταῦτα πένεσθαι
408ὣς φάθ̓ , ὁ δ̓ αῦτις άῤ έζετ̓ εϋξέστου επὶ δίφρου
409ὣς δ̓ αύτως παῖδες Δολίου κλυτὸν αμφ̓ Οδυσῆα
410δεικανόωντ̓ επέεσσι καὶ εν χείρεσσι φύοντο ,
411ἑξείης δ̓ ἕζοντο παραὶ Δολίον , πατέρα σφόν
412ὣς οἱ μὲν περὶ δεῖπνον ενὶ μεγάροισι πένοντο
413Όσσα δ̓ άῤ άγγελος ῶκα κατὰ πτόλιν ῴχετο πάντη ,
414μνηστήρων στυγερὸν θάνατον καὶ κῆῤ ενέπουσα
415οἱ δ̓ άῤ ὁμῶς αΐοντες εφοίτων άλλοθεν άλλος
416μυχμῷ τε στοναχῇ τε δόμων προπάροιθ̓ Οδυσῆος ,
417εκ δὲ νέκυς οίκων φόρεον καὶ θάπτον ἕκαστοι ,
418τοὺς δ̓ εξ αλλάων πολίων οῖκόνδε ἕκαστον
419πέμπον άγειν ἁλιεῦσι θοῇς επὶ νηυσὶ τιθέντες
420αυτοὶ δ̓ εις αγορὴν κίον αθρόοι , αχνύμενοι κῆρ
421αυτὰρ επεί ῥ̓ ήγερθεν ὁμηγερέες τ̓ εγένοντο ,
422τοῖσιν δ̓ Ευπείθης ανά θ̓ ἵστατο καὶ μετέειπε
423παιδὸς γάρ οἱ άλαστον ενὶ φρεσὶ πένθος έκειτο ,
424Αντινόου , τὸν πρῶτον ενήρατο δῖος Οδυσσεύς
425τοῦ ὅ γε δάκρυ χέων αγορήσατο καὶ μετέειπεν
426ῶ φίλοι , ῆ μέγα έργον ανὴρ όδ̓ εμήσατ̓ Αχαιούς
427τοὺς μὲν σὺν νήεσσιν άγων πολέας τε καὶ εσθλοὺς
428ώλεσε μὲν νῆας γλαφυράς , απὸ δ̓ ώλεσε λαούς
429τοὺς δ̓ ελθὼν έκτεινε Κεφαλλήνων όχ̓ αρίστους ,
430αλλ̓ άγετε , πρὶν τοῦτον ὴ ες Πύλον ῶκα ἱκέσθαι
431ὴ καὶ ες Ήλιδα δῖαν , ὅθι κρατέουσιν Επειοί ,
432ίομεν ·
ῆ καὶ έπειτα κατηφέες εσσόμεθ̓ αιεί
433λώβη γὰρ τάδε γ̓ εστὶ καὶ εσσομένοισι πυθέσθαι ,
434ει δὴ μὴ παίδων τε κασιγνήτων τε φονῆας
435τισόμεθ̓
ουκ ὰν εμοί γε μετὰ φρεσὶν ἡδὺ γένοιτο
436ζωέμεν , αλλὰ τάχιστα θανὼν φθιμένοισι μετείην
437αλλ̓ ίομεν , μὴ φθέωσι περαιωθέντες εκεῖνοι .
438ὣς φάτο δάκρυ χέων , οῖκτος δ̓ ἕλε πάντας Αχαιούς
439αγχίμολον δέ σφ̓ ῆλθε Μέδων καὶ θεῖος αοιδὸς
440εκ μεγάρων Οδυσῆος , επεί σφεας ὕπνος ανῆκεν ,
441έσταν δ̓ εν μέσσοισι
τάφος δ̓ ἕλεν άνδρα ἕκαστον
442τοῖσι δὲ καὶ μετέειπε Μέδων πεπνυμένα ειδώς
443κέκλυτε δὴ νῦν μευ , Ιθακήσιοι
ου γὰρ Οδυσσεὺς
444αθανάτων αέκητι θεῶν τάδ̓ εμήσατο έργα
445αυτὸς εγὼν εῖδον θεὸν άμβροτον , ὅς ῥ̓ Οδυσῆϊ
446εγγύθεν ἑστήκει καὶ Μέντορι πάντα εῴκει
447αθάνατος δὲ θεὸς τοτὲ μὲν προπάροιθ̓ Οδυσῆος
448φαίνετο θαρσύνων , τοτὲ δὲ μνηστῆρας ορίνων
449θῦνε κατὰ μέγαρον
τοὶ δ̓ αγχιστῖνοι έπιπτον .
450ὣς φάτο , τοὺς δ̓ άρα πάντας ὑπὸ χλωρὸν δέος ᾕρει
451τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἁλιθέρσης
452Μαστορίδης ·
ὁ γὰρ οῖος ὅρα πρόσσω καὶ οπίσσω
453ὅ σφιν εϋφρονέων αγορήσατο καὶ μετέειπε
454κέκλυτε δὴ νῦν μευ , Ιθακήσιοι , ὅττι κεν είπω
455ὑμετέρῃ κακότητι , φίλοι , τάδε έργα γένοντο
456ου γὰρ εμοὶ πείθεσθ̓ , ου Μέντορι ποιμένι λαῶν ,
457ὑμετέρους παῖδας καταπαυέμεν αφροσυνάων ,
458οἳ μέγα έργον έρεξαν ατασθαλίῃσι κακῇσι ,
459κτήματα κείροντες καὶ ατιμάζοντες άκοιτιν
460ανδρὸς αριστῆος ·
τὸν δ̓ ουκέτι φάντο νέεσθαι
461καὶ νῦν ὧδε γένοιτο
πίθεσθέ μοι ὡς αγορεύω
462μὴ ίομεν , μή πού τις επίσπαστον κακὸν εὕρῃ .
463ὣς έφαθ̓ , οἱ δ̓ άῤ ανήϊξαν μεγάλῳ αλαλητῷ
464ἡμίσεων πλείους
τοὶ δ̓ αθρόοι αυτόθι μίμνον
465ου γὰρ σφιν ἅδε μῦθος ενὶ φρεσίν , αλλ̓ Ευπείθει
466πείθοντ̓
αῖψα δ̓ έπειτ̓ επὶ τεύχεα εσσεύοντο
467αυτὰρ επεί ῥ̓ ἕσσαντο περὶ χροῒ νώροπα χαλκόν ,
468αθρόοι ηγερέθοντο πρὸ άστεος ευρυχόροιο
469τοῖσιν δ̓ Ευπείθης ἡγήσατο νηπιέῃσι
470φῆ δ̓ ὅ γε τίσεσθαι παιδὸς φόνον , ου δ̓ άῤ έμελλεν
471ὰψ απονοστήσειν , αλλ̓ αυτοῦ πότμον εφέψειν
472αυτὰρ Αθηναίη Ζῆνα Κρονίωνα προσηύδα
473ῶ πάτερ ἡμέτερε , Κρονίδη , ὕπατε κρειόντων ,
474ειπέ μοι ειρομένῃ , τί νύ τοι νόος ένδοθι κεύθει
475ὴ προτέρω πόλεμόν τε κακὸν καὶ φύλοπιν αινὴν
476τεύξεις , ῆ φιλότητα μετ̓ αμφοτέροισι τίθησθα
477τὴν δ̓ απαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς
478τέκνον εμόν , τί με ταῦτα διείρεαι ηδὲ μεταλλᾷς
479ου γὰρ δὴ τοῦτον μὲν εβούλευσας νόον αυτή ,
480ὡς ῆ τοι κείνους Οδυσεὺς αποτίσεται ελθών
481έρξον ὅπως εθέλεις
ερέω τέ τοι ὡς επέοικεν
482επεὶ δὴ μνηστῆρας ετίσατο δῖος Οδυσσεύς ,
483ὅρκια πιστὰ ταμόντες ὁ μὲν βασιλευέτω αιεί ,
484ἡμεῖς δ̓ αῦ παίδων τε κασιγνήτων τε φόνοιο
485έκλησιν θέωμεν
τοὶ δ̓ αλλήλους φιλεόντων
486ὡς τὸ πάρος , πλοῦτος δὲ καὶ ειρήνη ἅλις έστω .
487ὣς ειπὼν ώτρυνε πάρος μεμαυῖαν Αθήνην ,
488βῆ δὲ κατ̓ Ουλύμποιο καρήνων αΐξασα
489οἱ δ̓ επεὶ οῦν σίτοιο μελίφρονος εξ έρον ἕντο ,
490τοῖς δ̓ άρα μύθων ῆρχε πολύτλας δῖος Οδυσσεύς
491εξελθών τις ίδοι μὴ δὴ σχεδὸν ῶσι κιόντες .
492ὣς έφατ̓
εκ δ̓ υἱὸς Δολίου κίεν , ὡς εκέλευεν
493στῆ δ̓ άῤ επ̓ ουδὸν ιών , τοὺς δὲ σχεδὸν έσιδε πάντας ·
494αῖψα δ̓ Οδυσσῆα έπεα πτερόεντα προσηύδα
495οἵδε δὴ εγγὺς έασ̓
αλλ̓ ὁπλιζώμεθα θᾶσσον .
496ὣς έφαθ̓ , οἱ δ̓ ώρνυντο καὶ εν τεύχεσσι δύοντο ,
497τέσσαρες αμφ̓ Οδυσῆ̓ , ἓξ δ̓ υἱεῖς οἱ Δολίοιο
498εν δ̓ άρα Λαέρτης Δολίος τ̓ ες τεύχἐ έδυνον ,
499καὶ πολιοί περ εόντες , αναγκαῖοι πολεμισταί
500αυτὰρ επεί ῥ̓ ἕσσαντο περὶ χροῒ νώροπα χαλκόν ,
501ώϊξάν ῥα θύρας , εκ δ̓ ήϊον , άρχε δ̓ Οδυσσεύς
502τοῖσι δ̓ επ̓ αγχίμολον θυγάτηρ Διὸς ῆλθεν Αθήνη
503Μέντορι ειδομένη ημὲν δέμας ηδὲ καὶ αυδήν .
504τὴν μὲν ιδὼν γήθησε πολύτλας δῖος Οδυσσεύς
505αῖψα δὲ Τηλέμαχον προσεφώνεεν ὃν φίλον υἱόν ·
506Τηλέμαχ̓ , ήδη μὲν τόδε γ̓ είσεαι αυτὸς επελθών ,
507ανδρῶν μαρναμένων ἵνα τε κρίνονται άριστοι ,
508μή τι καταισχύνειν πατέρων γένος , οἳ τὸ πάρος περ
509αλκῇ τ̓ ηνορέῃ τε κεκάσμεθα πᾶσαν επ̓ αῖαν .
510τὸν δ̓ αῦ Τηλέμαχος πεπνυμένος αντίον ηύδα
511όψεαι , αί κ̓ εθέλῃσθα , πάτερ φίλε , τῷδ̓ επὶ θυμῷ
512ού τι καταισχύνοντα τεὸν γένος , ὡς αγορεύεις .
513ὣς φάτο , Λαέρτης δ̓ εχάρη καὶ μῦθον έειπε
514τίς νύ μοι ἡμέρη ἥδε , θεοὶ φίλοι ;
ῆ μάλα χαίρω
515υἱός θ̓ υἱωνός τ̓ αρετῆς πέρι δῆριν έχουσιν .
516τὸν δὲ παρισταμένη προσέφη γλαυκῶπις Αθήνη
517ῶ Αρκεισιάδη , πάντων πολὺ φίλταθ̓ ἑταίρων ,
518ευξάμενος κούρῃ γλαυκώπιδι καὶ Διὶ πατρί ,
519αῖψα μαλ̓ αμπεπαλὼν προΐει δολιχόσκιον έγχος .
520ὣς φάτο , καί ῥ̓ έμπνευσε μένος μέγα Παλλὰς Αθήνη
521ευξάμενος δ̓ άῤ έπειτα Διὸς κούρῃ μεγάλοιο ,
522αῖψα μάλ̓ αμπεπαλὼν προΐει δολιχόσκιον έγχος ,
523καὶ βάλεν Ευπείθεα κόρυθος διὰ χαλκοπαρῄου
524ἡ δ̓ ουκ έγχος έρυτο , διαπρὸ δὲ είσατο χαλκός ,
525δούπησεν δὲ πεσών , αράβησε δὲ τεύχἐ επ̓ αυτῷ
526εν δ̓ έπεσον προμάχοις Οδυσεὺς καὶ φαίδιμος υἱός ,
527τύπτον δὲ ξίφεσίν τε καὶ έγχεσιν αμφιγύοισι
528καί νύ κε δὴ πάντας όλεσαν καὶ έθηκαν ανόστους ,
529ει μὴ Αθηναίη , κούρη Διὸς αιγιόχοιο ,
530ήϋσεν φωνῇ , κατὰ έσχεθε λαὸν ἅπαντα .
531ίσχεσθε πτολέμου , Ιθακήσιοι , αργαλέοιο ,
532ὥς κεν αναιμωτί γε διακρινθῆτε τάχιστα .
533ὣς φάτ̓ Αθηναίη , τοὺς δὲ χλωρὸν δέος εἷλεν
534τῶν δ̓ άρα δεισάντων εκ χειρῶν έπτατο τεύχεα ,
535πάντα δ̓ επὶ χθονὶ πῖπτε , θεᾶς όπα φωνησάσης
536πρὸς δὲ πόλιν τρωπῶντο λιλαιόμενοι βιότοιο
537σμερδαλέον δ̓ εβόησε πολύτλας δῖος Οδυσσεύς ,
538οίμησεν δὲ αλεὶς ὥς τ̓ αιετὸς ὑψιπετήεις .
539καὶ τότε δὴ Κρονίδης αφίει ψολόεντα κεραυνόν ,
540κὰδ δ̓ έπεσε πρόσθε γλαυκώπιδος οβριμοπάτρης
541δὴ τότ̓ Οδυσσῆα προσέφη γλαυκῶπις Αθήνη
542διογενὲς Λαερτιάδη , πολυμήχαν̓ Οδυσσεῦ ,
543ίσχεο , παῦε δὲ νεῖκος ὁμοιΐου πολέμοιο ,
544μή πως τοι Κρονίδης κεχολώσεται ευρύοπα Ζεύς .
545ὣς φάτ̓ Αθηναίη , ὁ δ̓ επείθετο , χαῖρε δὲ θυμῷ
546ὅρκια δ̓ αῦ κατόπισθε μετ̓ αμφοτέροισιν έθηκεν
547Παλλὰς Αθηναίη , κούρη Διὸς αιγιόχοιο ,
548Μέντορι ειδομένη ημὲν δέμας ηδὲ καὶ αυδήν
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52
53
54
55
56
57
58
59
60
61
62
63
64
65
66
67
68
69
70
71
72
73
74
75
76
77
78
79
80
81
82
83
84
85
86
87
88
89
90
91
92
93
94
95
96
97
98
99
100
101
102
103
104
105
106
107
108
109
110
111
112
113
114
115
116
117
118
119
120
121
122
123
124
125
126
127
128
129
130
131
132
133
134
135
136
137
138
139
140
141
142
143
144
145
146
147
148
149
150
151
152
153
154
155
156
157
158
159
160
161
162
163
164
165
166
167
168
169
170
171
172
173
174
175
176
177
178
179
180
181
182
183
184
185
186
187
188
189
190
191
192
193
194
195
196
197
198
199
200
201
202
203
204
205
206
207
208
209
210
211
212
213
214
215
216
217
218
219
220
221
222
223
224
225
226
227
228
229
230
231
232
233
234
235
236
237
238
239
240
241
242
243
244
245
246
247
248
249
250
251
252
253
254
255
256
257
258
259
260
261
262
263
264
265
266
267
268
269
270
271
272
273
274
275
276
277
278
279
280
281
282
283
284
285
286
287
288
289
290
291
292
293
294
295
296
297
298
299
300
301
302
303
304
305
306
307
308
309
310
311
312
313
314
315
316
317
318
319
320
321
322
323
324
325
326
327
328
329
330
331
332
333
334
335
336
337
338
339
340
341
342
343
344
345
346
347
348
349
350
351
352
353
354
355
356
357
358
359
360
361
362
363
364
365
366
367
368
369
370
371
372
373
374
375
376
377
378
379
380
381
382
383
384
385
386
387
388
389
390
391
392
393
394
395
396
397
398
399
400
401
402
403
404
405
406
407
408
409
410
411
412
413
414
415
416
417
418
419
420
421
422
423
424
425
426
427
428
429
430
431
432
433
434
435
436
437
438
439
440
441
442
443
444
445
446
447
448
449
450
451
452
453
454
455
456
457
458
459
460
461
462
463
464
465
466
467
468
469
470
471
472
473
474
475
476
477
478
479
480
481
482
483
484
485
486
487
488
489
490
491
492
493
494
495
496
497
498
499
500
501
502
503
504
505
506
507
508
509
510
511
512
513
514
515
516
517
518
519
520
521
522
523
524
525
526
527
528
529
530
531
532
533
534
535
536
537
538
539
540
541
542
543
544
545
546
547
548