Homer

Odyssey    —    Ὀδύσσεια

Book 23

1γρηῢς δ̓ εις υπερῷ̓ ανεβήσετο καγχαλόωσα,
2δεσποίνῃ ερέουσα φίλον πόσιν ένδον εόντα

3γούνατα δ̓ ερρώσαντο, πόδες δ̓ ὑπερικταίνοντο

4στῆ δ̓ άῤ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον έειπεν

5έγρεο, Πηνελόπεια, φίλον τέκος, όφρα ίδηαι
6οφθαλμοῖσι τεοῖσι τά τ̓ έλδεαι ήματα πάντα

7ῆλθ̓ Οδυσεὺς καὶ οῖκον ἱκάνεται, οψέ περ ελθών

8μνηστῆρας δ̓ έκτεινεν αγήνορας, οἵ θ̓ ἑὸν οῖκον
9κήδεσκον καὶ κτήματ̓ έδον βιόωντό τε παῖδα.

10τὴν δ̓ αῦτε προσέειπε περίφρων Πηνελόπεια

11μαῖα φίλη, μάργην σε θεοὶ θέσαν, οἵ τε δύνανται
12άφρονα ποιῆσαι καὶ επίφρονά περ μάλ̓ εόντα,
13καί τε χαλιφρονέοντα σαοφροσύνης επέβησαν

14οἵ σέ περ έβλαψαν
πρὶν δὲ φρένας αισίμη ῆσθα
15τίπτε με λωβεύεις πολυπενθέα θυμὸν έχουσαν
16ταῦτα παρὲξ ερέουσα καὶ εξ ὕπνου μ̓ ανεγείρεις
17ἡδέος, ὅς μ̓ επέδησε φίλα βλέφαῤ αμφικαλύψας

18ου γάρ πω τοιόνδε κατέδραθον, εξ οὗ Οδυσσεὺς
19ῴχετ̓ εποψόμενος Κακοΐλιον ουκ ονομαστήν

20αλλ̓ άγε νῦν κατάβηθι καὶ ὰψ έρχευ μέγαρόνδε

21ει γάρ τίς μ̓ άλλη γε γυναικῶν, αἵ μοι έασι,
22ταῦτ̓ ελθοῦσ̓ ήγγειλε καὶ εξ ὕπνου ανέγειρεν,
23τῷ κε τάχα στυγερῶς μιν εγὼν απέπεμψα νέεσθαι
24αῦτις έσω μέγαρον
σὲ δὲ τοῦτό γε γῆρας ονήσει.
25τὴν δ̓ αῦτε προσέειπε φίλη τροφὸς Ευρύκλεια

26ού τί σε λωβεύω, τέκνον φίλον, αλλ̓ έτυμόν τοι
27ῆλθ̓ Οδυσεὺς καὶ οῖκον ἱκάνεται, ὡς αγορεύω,
28 ξεῖνος, τὸν πάντες ατίμων εν μεγάροισι

29Τηλέμαχος δ̓ άρα μιν πάλαι ῄδεεν ένδον εόντα,
30αλλὰ σαοφροσύνῃσι νοήματα πατρὸς έκευθεν,
31όφῤ ανδρῶν τίσαιτο βίην ὑπερηνορεόντων.

32ὣς έφαθ̓, δ̓ εχάρη καὶ απὸ λέκτροιο θοροῦσα
33γρηῒ περιπλέχθη, βλεφάρων δ̓ απὸ δάκρυον ἧκεν

34καί μιν φωνήσασ̓ έπεα πτερόεντα προσηύδα

35ει δ̓ άγε δή μοι, μαῖα φίλη, νημερτὲς ενίσπες,
36ει ετεὸν δὴ οῖκον ἱκάνεται, ὡς αγορεύεις,
37ὅππως δὴ μνηστῆρσιν αναιδέσι χεῖρας εφῆκε
38μοῦνος εών, οἱ δ̓ αιὲν αολλέες ένδον έμιμνον.

39τὴν δ̓ αῦτε προσέειπε φίλη τροφὸς Ευρύκλεια

40ουκ ίδον, ου πυθόμην, αλλὰ στόνον οῖον άκουσα
41κτεινομένων
ἡμεῖς δὲ μυχῷ θαλάμων ευπήκτων
42ήμεθ̓ ατυζόμεναι, σανίδες δ̓ έχον εῦ αραρυῖαι,
43πρίν γ̓ ὅτε δή με σὸς υἱὸς απὸ μεγάροιο κάλεσσε
44Τηλέμαχος·
τὸν γάρ ῥα πατὴρ προέηκε καλέσσαι
45εὗρον έπειτ̓ Οδυσῆα μετὰ κταμένοισι νέκυσσιν
46εσταόθ̓
οἱ δέ μιν αμφί, κραταίπεδον οῦδας έχοντες,
47κείατ̓ επ̓ αλλήλοισιν
ιδοῦσά κε θυμὸν ιάνθης
48νῦν δ̓ οἱ μὲν δὴ πάντες επ̓ αυλείῃσι θύρῃσιν
49αθρόοι, αυτὰρ δῶμα θεειοῦται περικαλλές,
51πῦρ μέγα κηάμενος·
σὲ δέ με προέηκε καλέσσαι
52αλλ̓ ἕπευ, όφρα σφῶϊν εϋφροσύνης επιβῆτον
53αμφοτέρω φίλον ῆτορ, επεὶ κακὰ πολλὰ πέποσθε

54νῦν δ̓ ήδη τόδε μακρὸν εέλδωρ εκτετέλεσται

55ῆλθε μὲν αυτὸς ζωὸς εφέστιος, εὗρε δὲ καὶ σὲ
56καὶ παῖδ̓ εν μεγάροισι
κακῶς δ̓ οἵ πέρ μιν έρεζον
57μνηστῆρες, τοὺς πάντας ετίσατο ενὶ οίκῳ.

58τὴν δ̓ αῦτε προσέειπε περίφρων Πηνελόπεια

59μαῖα φίλη, μή πω μέγ̓ επεύχεο καγχαλόωσα

60οῖσθα γὰρ ὥς κ̓ ασπαστὸς ενὶ μεγάροισι φανείη
61πᾶσι, μάλιστα δ̓ εμοί τε καὶ υἱέϊ, τὸν τεκόμεσθα

62αλλ̓ ουκ έσθ̓ ὅδε μῦθος ετήτυμος, ὡς αγορεύεις,
63αλλά τις αθανάτων κτεῖνε μνηστῆρας αγαυούς,
64ὕβριν αγασσάμενος θυμαλγέα καὶ κακὰ έργα

65ού τινα γὰρ τίεσκον επιχθονίων ανθρώπων,
66ου κακὸν ου δὲ μὲν εσθλόν, ὅτις σφέας εισαφίκοιτο·

67τῷ δἰ ατασθαλίας έπαθον κακόν
αυτὰρ Οδυσσεὺς
68ώλεσε τηλοῦ νόστον Αχαιΐδος, ώλετο δ̓ αυτός.

69τὴν δ̓ ημείβετ̓ έπειτα φίλη τροφὸς Ευρύκλεια

70τέκνον εμόν, ποῖόν σε έπος φύγεν ἕρκος οδόντων,
71 πόσιν ένδον εόντα παῤ εσχάρῃ ού ποτ̓ έφησθα
72οίκαδ̓ ελεύσεσθαι
θυμὸς δέ τοι αιὲν άπιστος.
73αλλ̓ άγε τοι καὶ σῆμα αριφραδὲς άλλο τι είπω,
74ουλήν, τήν ποτέ μιν σῦς ήλασε λευκῷ οδόντι

75τὴν απονίζουσα φρασάμην, έθελον δὲ σοὶ αυτῇ
76ειπέμεν
αλλά με κεῖνος ἑλὼν επὶ μάστακα χερσὶν
77ουκ έα ειπέμεναι πολυϊδρείῃσι νόοιο

78αλλ̓ ἕπευ
αυτὰρ εγὼν εμέθεν περιδώσομαι αυτῆς,
79αί κέν σ̓ εξαπάφω, κτεῖναί μ̓ οικτίστῳ ολέθρῳ.

80τὴν δ̓ ημείβετ̓ έπειτα περίφρων Πηνελόπεια

81μαῖα φίλη, χαλεπόν σε θεῶν αιειγενετάων
82δήνεα είρυσθαι, μὰλα περ πολύϊδριν εοῦσαν.

83αλλ̓ έμπης ίομεν μετὰ παῖδ̓ εμόν, όφρα ίδωμαι
84άνδρας μνηστῆρας τεθνηότας, ηδ̓ ὃς έπεφνεν.

85ὣς φαμένη κατέβαιν̓ ὑπερώϊα
πολλὰ δέ οἱ κῆρ
86ώρμαιν̓, απάνευθε φίλον πόσιν εξερεείνοι,
87 παρστᾶσα κύσειε κάρη καὶ χεῖρε λαβοῦσα

88 δ̓ επεὶ εισῆλθεν καὶ ὑπέρβη λάϊνον ουδόν,
89έζετ̓ έπειτ̓ Οδυσῆος εναντίη, εν πυρὸς αυγῇ,
90τοίχου τοῦ ἑτέρου
δ̓ άρα πρὸς κίονα μακρὴν
91ἧστο κάτω ὁρόων, ποτιδέγμενος εί τί μιν είποι
92ιφθίμη παράκοιτις, επεὶ ίδεν οφθαλμοῖσιν

93 δ̓ άνεω δὴν ἧστο, τάφος δέ οἱ ῆτορ ἵκανεν

94όψει δ̓ άλλοτε μέν μιν ενωπαδίως εσίδεσκεν,
95άλλοτε δ̓ αγνώσασκε κακὰ χροῒ είματ̓ έχοντα

96Τηλέμαχος δ̓ ενένιπεν έπος τ̓ έφατ̓ έκ τ̓ ονόμαξε

97μῆτερ εμή, δύσμητερ, απηνέα θυμὸν έχουσα,
98τίφθ̓ οὕτω πατρὸς νοσφίζεαι, ου δὲ παῤ αυτὸν
99ἑζομένη μύθοισιν ανείρεαι ου δὲ μεταλλᾷς

100ου μέν κ̓ άλλη γ̓ ὧδε γυνὴ τετληότι θυμῷ
101ανδρὸς αφεσταίη, ὅς οἱ κακὰ πολλὰ μογήσας
102έλθοι εεικοστῷ έτεϊ ες πατρίδα γαῖαν

103σοὶ δ̓ αιεὶ κραδίη στερεωτέρη εστὶ λίθοιο.

104τὸν δ̓ αῦτε προσέειπε περίφρων Πηνελόπεια

105τέκνον εμόν, θυμός μοι ενὶ στήθεσσι τέθηπεν,
106ου δέ τι προσφάσθαι δύναμαι έπος ου δ̓ ερέεσθαι ου δ̓
107εις ῶπα ιδέσθαι εναντίον.
ει δ̓ ετεὸν δὴ
108έστ̓ Οδυσεὺς καὶ οῖκον ἱκάνεται, μάλα νῶϊ
109γνωσόμεθ̓ αλλήλων καὶ λώϊον
έστι γὰρ ἡμῖν
110σήμαθ̓, δὴ καὶ νῶϊ κεκρυμμένα ίδμεν απ̓ άλλων.

111ὣς φάτο, μείδησεν δὲ πολύτλας δῖος Οδυσσεύς,
112αῖψα δὲ Τηλέμαχον έπεα πτερόεντα προσηύδα

113Τηλέμαχ̓, τοι μητέῤ ενὶ μεγάροισιν έασον
114πειράζειν εμέθεν
τάχα δὲ φράσεται καὶ άρειον
115νῦν δ̓ ὅττι ῥυπόω, κακὰ δὲ χροῒ εἵματα εἷμαι,
116τοὔνεκ̓ ατιμάζει με καὶ ού πω φησὶ τὸν εῖναι

117ἡμεῖς δὲ φραζώμεθ̓ ὅπως όχ̓ άριστα γένηται

118καὶ γάρ τίς θ̓ ἕνα φῶτα κατακτείνας ενὶ δήμῳ,
119 μὴ πολλοὶ έωσιν αοσσητῆρες οπίσσω,
120φεύγει πηούς τε προλιπὼν καὶ πατρίδα γαῖαν

121ἡμεῖς δ̓ ἕρμα πόληος απέκταμεν, οἳ μέγ̓ άριστοι
122κούρων ειν Ιθάκῃ·
τὰ δέ σε φράζεσθαι άνωγα.
123τὸν δ̓ αῦ Τηλέμαχος πεπνυμένος αντίον ηύδα

124αυτὸς ταῦτά γε λεῦσσε, πάτερ φίλε
σὴν γὰρ αρίστην
125μῆτιν επ̓ ανθρώπους φάσ̓ έμμεναι, ου δέ κέ τίς τοι
126άλλος ανὴρ ερίσειε καταθνητῶν ανθρώπων

127ἡμεῖς δ̓ εμμεμαῶτες άμ̓ εψόμεθ̓, ου δέ τί φημι
128αλκῆς δευήσεσθαι, ὅση δύναμίς γε πάρεστιν.

129τὸν δ̓ απαμειβόμενος προσέφη πολύμητις Οδυσσεύς
130τοιγὰρ εγὼν ερέω ὥς μοι δοκεῖ εῖναι άριστα

131πρῶτα μὲν ὰρ λούσασθε καὶ αμφιέσασθε χιτῶνας,
132δμῳὰς δ̓ εν μεγάροισιν ανώγετε είμαθ̓ ἑλέσθαι

133αυτὰρ θεῖος αοιδὸς έχων φόρμιγγα λίγειαν
134ἡμῖν ἡγείσθω φιλοπαίγμονος ορχηθμοῖο,
135ὥς κέν τις φαίη γάμον έμμεναι εκτὸς ακούων,
136 αν̓ ὁδὸν στείχων, οἳ περιναιετάουσι

137μὴ πρόσθε κλέος ευρὺ φόνου κατὰ άστυ γένηται
138ανδρῶν μνηστήρων, πρίν γ̓ ἡμέας ελθέμεν έξω
139αγρὸν ες ἡμέτερον πολυδένδρεον
ένθα δ̓ έπειτα
140φρασσόμεθ̓ ὅττι κε κέρδος Ολύμπιος εγγυαλίξῃ.

141ὣς έφαθ̓, οἱ δ̓ άρα τοῦ μάλα μὲν κλύον ηδ̓ επίθοντο
142πρῶτα μὲν οῦν λούσαντο καὶ αμφιέσαντο χιτῶνας,
143ὅπλισθεν δὲ γυναῖκες
δ̓ εἵλετο θεῖος αοιδὸς
144φόρμιγγα γλαφυρήν, εν δέ σφισιν ἵμερον ῶρσε
145μολπῆς τε γλυκερῆς καὶ αμύμονος ορχηθμοῖο

146τοῖσιν δὲ μέγα δῶμα περιστεναχίζετο ποσσὶν
147ανδρῶν παιζόντων καλλιζώνων τε γυναικῶν

148ὧδε δέ τις είπεσκε δόμων έκτοσθεν ακούων

149 μάλα δή τις έγημε πολυμνήστην βασίλειαν

150σχετλίη, ου δ̓ έτλη πόσιος οὗ κουριδίοιο
151είρυσθαι μέγα δῶμα διαμπερές, ἧος ἵκοιτο.

152ὣς άρα τις είπεσκε, τὰ δ̓ ουκ ίσαν ὡς ετέτυκτο.

153αυτὰρ Οδυσσῆα μεγαλήτορα ενὶ οίκῳ
154Ευρυνόμη ταμίη λοῦσεν καὶ χρῖσεν ελαίῳ,
155αμφὶ δέ μιν φᾶρος καλὸν βάλεν ηδὲ χιτῶνα

156αυτὰρ κὰκ κεφαλῆς κάλλος πολὺ χεῦεν Αθήνη
157μείζονά τ̓ εισιδέειν καὶ πάσσονα·
κὰδ δὲ κάρητος
158ούλας ἧκε κόμας, ὑακινθίνῳ άνθει ὁμοίας

159ὡς δ̓ ὅτε τις χρυσὸν περιχεύεται αργύρῳ ανὴρ
160ίδρις, ὃν Ἥφαιστος δέδαεν καὶ Παλλὰς Αθήνη
161τέχνην παντοίην, χαρίεντα δὲ έργα τελείει·

162ὣς μὲν τῷ περίχευε χάριν κεφαλῇ τε καὶ ώμοις

163εκ δ̓ ασαμίνθου βῆ δέμας αθανάτοισιν ὁμοῖος

164ὰψ δ̓ αῦτις κατ̓ άῤ έζετ̓ επὶ θρόνου ένθεν ανέστη,
165αντίον ἧς αλόχου, καί μιν πρὸς μῦθον έειπε

166δαιμονίη, περί σοί γε γυναικῶν θηλυτεράων
167κῆρ ατέραμνον έθηκαν Ολύμπια δώματ̓ έχοντες

168ου μέν κ̓ άλλη γ̓ ὧδε γυνὴ τετληότι θυμῷ
169ανδρὸς αφεσταίη, ὅς οἱ κακὰ πολλὰ μογήσας
170έλθοι εεικοστῷ έτεϊ ες πατρίδα γαῖαν

171αλλ̓ άγε μοι, μαῖα, στόρεσον λέχος, όφρα καὶ αυτὸς
172λέξομαι
γὰρ τῇ γε σιδήρεον εν φρεσὶ ῆτορ.
173τὸν δ̓ αῦτε προσέειπε περίφρων Πηνελόπεια

174δαιμόνἰ, ού τ̓ άρ τι μεγαλίζομαι ού τ̓ αθερίζω ού τε
175λίην άγαμαι, μάλα δ̓ εῦ οῖδ̓ οἷος έησθα
176εξ Ιθάκης επὶ νηὸς ιὼν δολιχηρέτμοιο

177αλλ̓ άγε οἱ στόρεσον πυκινὸν λέχος, Ευρύκλεια,
178εκτὸς εϋσταθέος θαλάμου, τόν ῥ̓ αυτὸς εποίει

179ένθα οἱ εκθεῖσαι πυκινὸν λέχος εμβάλετ̓ ευνήν,
180κώεα καὶ χλαίνας καὶ ῥήγεα σιγαλόεντα.

181ὣς άῤ έφη πόσιος πειρωμένη
αυτὰρ Οδυσσεὺς
182οχθήσας άλοχον προσεφώνεε κεδνὰ ιδυῖαν

183 γύναι, μάλα τοῦτο έπος θυμαλγὲς έειπες

184τίς δέ μοι άλλοσε θῆκε λέχος
χαλεπὸν δέ κεν είη
185καὶ μάλ̓ επισταμένῳ, ὅτε μὴ θεὸς αυτὸς επελθὼν
186ῥηϊδίως εθέλων θείη άλλῃ ενὶ χώρῃ

187ανδρῶν δ̓ ού κέν τις ζωὸς βροτός, ου δὲ μάλ̓ ἡβῶν,
188ῥεῖα μετοχλίσσειεν, επεὶ μέγα σῆμα τέτυκται
189εν λέχει ασκητῷ·
τὸ δ̓ εγὼ κάμον ου δέ τις άλλος
190θάμνος έφυ τανύφυλλος ελαίης ἕρκεος εντός,
191ακμηνὸς θαλέθων·
πάχετος δ̓ ῆν ηΰτε κίων
192τῷ δ̓ εγὼ αμφιβαλὼν θάλαμον δέμον, όφῤ ετέλεσσα,
193πυκνῇσιν λιθάδεσσι, καὶ εῦ καθύπερθεν έρεψα,
194κολλητὰς δ̓ επέθηκα θύρας, πυκινῶς αραρυίας

195καὶ τότ̓ έπειτ̓ απέκοψα κόμην τανυφύλλου ελαίης,
196κορμὸν δ̓ εκ ῥίζης προταμὼν αμφέξεσα χαλκῷ
197εῦ καὶ επισταμένως, καὶ επὶ στάθμην ίθυνα,
198ερμῖν̓ ασκήσας, τέτρηνα δὲ πάντα τερέτρῳ

199εκ δὲ τοῦ αρχόμενος λέχος έξεον, όφῤ ετέλεσσα,
200δαιδάλλων χρυσῷ τε καὶ αργύρῳ ηδ̓ ελέφαντι

201εκ δ̓ ετάνυσσα ἱμάντα βοὸς φοίνικι φαεινόν

202οὕτω τοι τόδε σῆμα πιφαύσκομαι
ου δέ τι οῖδα,
203ή μοι έτ̓ έμπεδόν εστι, γύναι, λέχος, ῆέ τις ήδη
204ανδρῶν άλλοσε θῆκε, ταμὼν ὕπο πυθμέν̓ ελαίης.

205ὣς φάτο, τῆς δ̓ αυτοῦ λύτο γούνατα καὶ φίλον ῆτορ,
206σήματ̓ αναγνούσῃ τά οἱ έμπεδα πέφραδ̓ Οδυσσεύς

207δακρύσασα δ̓ έπειτ̓ ιθὺς δράμεν, αμφὶ δὲ χεῖρας
208δειρῇ βάλλ̓ Οδυσῆϊ, κάρη δ̓ έκυσ̓ ηδὲ προσηύδα

209μή μοι, Οδυσσεῦ, σκύζευ, επεὶ τά περ άλλα μάλιστα
210ανθρώπων πέπνυσο
θεοὶ δ̓ ώπαζον οϊζύν,
211οἳ νῶϊν αγάσαντο παῤ αλλήλοισι μένοντε
212ἥβης ταρπῆναι καὶ γήραος ουδὸν ἱκέσθαι

213αυτὰρ μὴ νῦν μοι τόδε χώεο μη δὲ νεμέσσα,
214οὕνεκά σ̓ ου τὸ πρῶτον, επεὶ ίδον, ῶδ̓ αγάπησα

215αιεὶ γάρ μοι θυμὸς ενὶ στήθεσσι φίλοισιν
216ερρίγει μή τίς με βροτῶν απάφοιτο έπεσσιν
217ελθών
πολλοὶ γὰρ κακὰ κέρδεα βουλεύουσιν
218ου δέ κεν Αργείη Ἑλένη, Διὸς εκγεγαυῖα,
219ανδρὶ παῤ αλλοδαπῷ εμίγη φιλότητι καὶ ευνῇ,
220ει ῄδη μιν αῦτις αρήϊοι υἷες Αχαιῶν
221αξέμεναι οῖκόνδε φίλην ες πατρίδ̓ έμελλον

222τὴν δ̓ τοι ῥέξαι θεὸς ώρορεν έργον αεικές

223τὴν δ̓ άτην ου πρόσθεν ἑῷ εγκάτθετο θυμῷ
224λυγρήν, εξ ἧς πρῶτα καὶ ἡμέας ἵκετο πένθος

225νῦν δ̓, επεὶ ήδη σήματ̓ αριφραδέα κατέλεξας
226ευνῆς ἡμετέρης, ἣν ου βροτὸς άλλος οπώπει,
227αλλ̓ οῖοι σύ τ̓ εγώ τε καὶ αμφίπολος μία μούνη,
228Ακτορίς, ἥν μοι δῶκε πατὴρ έτι δεῦρο κιούσῃ,
229 νῶϊν είρυτο θύρας πυκινοῦ θαλάμοιο,
230πείθεις δή μευ θυμόν, απηνέα περ μάλ̓ εόντα.

231ὣς φάτο, τῷ δ̓ έτι μᾶλλον υφ̓ ἵμερον ῶρσε γόοιο

232κλαῖε δ̓ έχων άλοχον θυμαρέα, κεδνὰ ιδυῖαν

233ὡς δ̓ ότ̓ ὰν ασπάσιος γῆ νηχομένοισι φανήῃ,
234ὧν τε Ποσειδάων ευεργέα νῆ̓ ενὶ πόντῳ
235ῥαίσῃ, επειγομένην ανέμῳ καὶ κύματι πηγῷ·

236παῦροι δ̓ εξέφυγον πολιῆς ἁλὸς ήπειρόνδε
237νηχόμενοι, πολλὴ δὲ περὶ χροῒ τέτροφεν ἅλμη,
238ασπάσιοι δ̓ επέβαν γαίης, κακότητα φυγόντες·

239ὣς άρα τῇ ασπαστὸς έην πόσις εισοροώσῃ,
240δειρῆς δ̓ ού πω πάμπαν αφίετο πήχεε λευκώ

241καί νύ κ̓ οδυρομένοισι φάνη ῥοδοδάκτυλος Ηώς,
242ει μὴ άῤ άλλ̓ ενόησε θεὰ γλαυκῶπις Αθήνη.

243νύκτα μὲν εν περάτῃ δολιχὴν σχέθεν, Ηῶ δ̓ αῦτε
244ῥύσατ̓ επ̓ Ωκεανῷ χρυσόθρονον, ου δ̓ έα ἵππους
245ζεύγνυσθ̓ ωκύποδας, φάος ανθρώποισι φέροντας,
246Λάμπον καὶ Φαέθονθ̓, οἵ τ̓ Ηῶ πῶλοι άγουσι

247καὶ τότ̓ άῤ ἣν άλοχον προσέφη πολύμητις Οδυσσεύς
248 γύναι, ου γάρ πω πάντων επὶ πείρατ̓ αέθλων
249ήλθομεν, αλλ̓ έτ̓ όπισθεν αμέτρητος πόνος έσται,
250πολλὸς καὶ χαλεπός, τὸν εμὲ χρὴ πάντα τελέσσαι

251ὣς γάρ μοι ψυχὴ μαντεύσατο Τειρεσίαο
252ήματι τῷ ὅτε δὴ κατέβην δόμον Άϊδος είσω,
253νόστον ἑταίροισιν διζήμενος ηδ̓ εμοὶ αυτῷ

254αλλ̓ έρχευ, λέκτρονδ̓ ίομεν, γύναι, όφρα καὶ ήδη
255ὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντε.

256τὸν δ̓ αῦτε προσέειπε περίφρων Πηνελόπεια

257ευνὴ μὲν δή σοί γε τότ̓ έσσεται ὁππότε θυμῷ
258σῷ εθέλῃς, επεὶ άρ σε θεοὶ ποίησαν ἱκέσθαι
259οῖκον εϋκτίμενον καὶ σὴν ες πατρίδα γαῖαν

260αλλ̓ επεὶ εφράσθης καί τοι θεὸς έμβαλε θυμῷ,
261είπ̓ άγε μοι τὸν άεθλον, επεὶ καὶ όπισθεν, οΐω,
262πεύσομαι, αυτίκα δ̓ εστὶ δαήμεναι ού τι χέρειον.

263τὴν δ̓ απαμειβόμενος προσέφη πολύμητις Οδυσσεύς

264δαιμονίη, τί τ̓ άῤ αῦ με μάλ̓ οτρύνουσα κελεύεις
265ειπέμεν
αυτὰρ εγὼ μυθήσομαι ου δ̓ επικεύσω
266ου μέν τοι θυμὸς κεχαρήσεται
ου δὲ γὰρ αυτὸς
267χαίρω, επεὶ μάλα πολλὰ βροτῶν επὶ άστἐ άνωγεν
268ελθεῖν, εν χείρεσσιν έχοντ̓ ευῆρες ερετμόν,
269εις κε τοὺς αφίκωμαι οἳ ουκ ίσασι θάλασσαν
270ανέρες, ου δέ θ̓ ἅλεσσι μεμιγμένον εῖδαρ έδουσιν·

271ου δ̓ άρα τοί γ̓ ίσασι νέας φοινικοπαρῄους,
272ου δ̓ ευήρἐ ερετμά, τά τε πτερὰ νηυσὶ πέλονται.

273σῆμα δέ μοι τόδ̓ έειπεν αριφραδές, ου δέ σε κεύσω

274ὁππότε κεν δή μοι ξυμβλήμενος άλλος ὁδίτης
275φήῃ αθηρηλοιγὸν έχειν ανὰ φαιδίμῳ ώμῳ,
276καὶ τότε μ̓ εν γαίῃ πήξαντ̓ εκέλευεν ερετμόν,
277έρξανθ̓ ἱερὰ καλὰ Ποσειδάωνι άνακτι,
278αρνειὸν ταῦρόν τε συῶν τ̓ επιβήτορα κάπρον,
279οίκαδ̓ αποστείχειν, έρδειν θ̓ ἱερὰς ἑκατόμβας
280αθανάτοισι θεοῖσι, τοὶ ουρανὸν ευρὺν έχουσι,
281πᾶσι μάλ̓ ἑξείης
θάνατος δέ μοι εξ ἁλὸς αυτῷ
282αβληχρὸς μάλα τοῖος ελεύσεται, ὅς κέ με πέφνῃ
283γήρας ὕπο λιπαρῷ αρημένον
αμφὶ δὲ λαοὶ
284όλβιοι έσσονται
τὰ δέ μοι φάτο πάντα τελεῖσθαι.
285τὸν δ̓ αῦτε προσέειπε περίφρων Πηνελόπεια

286ει μὲν δὴ γῆράς γε θεοὶ τελέουσιν άρειον,
287ελπωρή τοι έπειτα κακῶν ὑπάλυξιν έσεσθαι.

288ὣς οἱ μὲν τοιαῦτα πρὸς αλλήλους αγόρευον

289τόφρα δ̓ άῤ Ευρυνόμη τε ιδὲ τροφὸς έντυον ευνὴν
290εσθῆτος μαλακῆς, δαΐδων ὕπο λαμπομενάων

291αυτὰρ επεὶ στόρεσαν πυκινὸν λέχος εγκονέουσαι,
292γρηῢς μὲν κείουσα πάλιν οῖκόνδε βεβήκει,
293τοῖσιν δ̓ Ευρυνόμη θαλαμηπόλος ἡγεμόνευεν
294ερχομένοισι λέχοσδε, δάος μετὰ χερσὶν έχουσα

295ες θάλαμον δ̓ αγαγοῦσα πάλιν κίεν
οἱ μὲν έπειτα
296ασπάσιοι λέκτροιο παλαιοῦ θεσμὸν ἵκοντο

297αυτὰρ Τηλέμαχος καὶ βουκόλος ηδὲ συβώτης
298παῦσαν άῤ ορχηθμοῖο πόδας, παῦσαν δὲ γυναῖκας,
299αυτοὶ δ̓ ευνάζοντο κατὰ μέγαρα σκιόεντα

300τὼ δ̓ επεὶ οῦν φιλότητος εταρπήτην ερατεινῆς,
301τερπέσθην μύθοισι, πρὸς αλλήλους ενέποντε,
302 μὲν όσ̓ εν μεγάροισιν ανέσχετο δῖα γυναικῶν,
303ανδρῶν μνηστήρων εσορῶσ̓ αΐδηλον ὅμιλον,
304οἳ ἕθεν εἵνεκα πολλά, βόας καὶ ίφια μῆλα,
305έσφαζον, πολλὸς δὲ πίθων ηφύσσετο οῖνος·

306αυτὰρ διογενὴς Οδυσεὺς ὅσα κήδἐ έθηκεν
307ανθρώποις ὅσα τ̓ αυτὸς οϊζύσας εμόγησε,
308πάντ̓ έλεγ̓
δ̓ άῤ ετέρπετ̓ ακούουσ̓, ου δέ οἱ ὕπνος
309πῖπτεν επὶ βλεφάροισι πάρος καταλέξαι ἅπαντα

310ήρξατο δ̓ ὡς πρῶτον Κίκονας δάμασ̓, αυτὰρ έπειτα
311ῆλθ̓ ες Λωτοφάγων ανδρῶν πίειραν άρουραν

312ηδ̓ ὅσα Κύκλωψ έρξε, καὶ ὡς απετίσατο ποινὴν
313ιφθίμων ἑτάρων, οὓς ήσθιεν ου δ̓ ελέαιρεν·

314ηδ̓ ὡς Αίολον ίκεθ̓, μιν πρόφρων ὑπέδεκτο
315καὶ πέμπ̓, ου δέ πω αῖσα φίλην ες πατρίδ̓ ἱκέσθαι
316ήην, αλλά μιν αῦτις αναρπάξασα θύελλα
317πόντον επ̓ ιχθυόεντα φέρεν βαρέα στενάχοντα·

318ηδ̓ ὡς Τηλέπυλον Λαιστρυγονίην αφίκανεν,
319οἳ νῆάς τ̓ όλεσαν καὶ εϋκνήμιδας ἑταίρους
320πάντας·
Οδυσσεὺς δ̓ οῖος ὑπέκφυγε νηῒ μελαίνῃ·
321καὶ Κίρκης κατέλεξε δόλον πολυμηχανίην τε,
322ηδ̓ ὡς εις Αΐδεω δόμον ήλυθεν ευρώεντα,
323ψυχῇ χρησόμενος Θηβαίου Τειρεσίαο,
324νηῒ πολυκλήϊδι, καὶ είσιδε πάντας ἑταίρους
325μητέρα θ̓, μιν έτικτε καὶ έτρεφε τυτθὸν εόντα

326ηδ̓ ὡς Σειρήνων ἁδινάων φθόγγον άκουσεν,
327ὥς θ̓ ἵκετο Πλαγκτὰς πέτρας δεινήν τε Χάρυβδιν
328Σκύλλην θ̓, ἣν ού πώ ποτ̓ ακήριοι άνδρες άλυξαν·

329ηδ̓ ὡς Ηελίοιο βόας κατέπεφνον ἑταῖροι·

330ηδ̓ ὡς νῆα θοὴν έβαλε ψολόεντι κεραυνῷ
331Ζεὺς ὑψιβρεμέτης, απὸ δ̓ έφθιθεν εσθλοὶ ἑταῖροι
332πάντες ὁμῶς, αυτὸς δὲ κακὰς ὑπὸ κῆρας άλυξεν·

333ὥς θ̓ ίκετ̓ Ωγυγίην νῆσον νύμφην τε Καλυψώ,
334 δή μιν κατέρυκε, λιλαιομένη πόσιν εῖναι,
335εν σπέσσι γλαφυροῖσι, καὶ έτρεφεν ηδὲ έφασκε
336θήσειν αθάνατον καὶ αγήραον ήματα πάντα·

337αλλὰ τοῦ ού ποτε θυμὸν ενὶ στήθεσσιν έπειθεν·

338ηδ̓ ὡς ες Φαίηκας αφίκετο πολλὰ μογήσας,
339οἳ δή μιν περὶ κῆρι θεὸν ὣς τιμήσαντο
340καὶ πέμψαν σὺν νηῒ φίλην ες πατρίδα γαῖαν,
341χαλκόν τε χρυσόν τε ἅλις εσθῆτά τε δόντες.

342τοῦτ̓ άρα δεύτατον εῖπεν έπος, ὅτε οἱ γλυκὺς ὕπνος
343λυσιμελὴς επόρουσε, λύων μελεδήματα θυμοῦ

344 δ̓ αῦτ̓ άλλ̓ ενόησε θεὰ γλαυκῶπις Αθήνη·

345ὁππότε δή ῥ̓ Οδυσῆα εέλπετο ὃν κατὰ θυμὸν
346ευνῆς ἧς αλόχου ταρπήμεναι ηδὲ καὶ ὕπνου,
347αυτίκ̓ απ̓ Ωκεανοῦ χρυσόθρονον ηριγένειαν
348ῶρσεν, ίν̓ ανθρώποισι φόως φέροι
ῶρτο δ̓ Οδυσσεὺς
349ευνῆς εκ μαλακῆς, αλόχῳ δ̓ επὶ μῦθον έτελλεν

350 γύναι, ήδη μὲν πολέων κεκορήμεθ̓ αέθλων
351αμφοτέρω, σὺ μὲν ενθάδ̓ εμὸν πολυκηδέα νόστον
352κλαίουσ̓
αυτὰρ εμὲ Ζεὺς άλγεσι καὶ θεοὶ άλλοι
353ἱέμενον πεδάασκον εμῆς απὸ πατρίδος αίης

354νῦν δ̓ επεὶ αμφοτέρω πολυήρατον ικόμεθ̓ ευνήν,
355κτήματα μὲν τά μοι έστι, κομιζέμεν εν μεγάροισι,
356μῆλα δ̓ μοι μνηστῆρες ὑπερφίαλοι κατέκειραν,
357πολλὰ μὲν αυτὸς εγὼ ληΐσσομαι, άλλα δ̓ Αχαιοὶ
358δώσουσ̓, εις κε πάντας ενιπλήσωσιν επαύλους

359αλλ̓ τοι μὲν εγὼ πολυδένδρεον αγρὸν έπειμι,
360οψόμενος πατέῤ εσθλόν, μοι πυκινῶς ακάχηται

361σοὶ δέ, γύναι, τάδ̓ επιτέλλω, πινυτῇ περ εούσῃ

362αυτίκα γὰρ φάτις εῖσιν άμ̓ ηελίῳ ανιόντι
363ανδρῶν μνηστήρων, οὓς έκτανον εν μεγάροισιν

364εις υπερῷ̓ αναβᾶσα σὺν αμφιπόλοισι γυναιξὶν
365ἧσθαι, μη δέ τινα προτιόσσεο μη δ̓ ερέεινε.

366 ῥα καὶ αμφ̓ ώμοισιν εδύσετο τεύχεα καλά,
367ῶρσε δὲ Τηλέμαχον καὶ βουκόλον ηδὲ συβώτην,
368πάντας δ̓ έντἐ άνωγεν αρήϊα χερσὶν ἑλέσθαι

369οἱ δέ οἱ ουκ απίθησαν, εθωρήσσοντο δὲ χαλκῷ,
370ώϊξαν δὲ θύρας, εκ δ̓ ήϊον
ῆρχε δ̓ Οδυσσεύς
371ήδη μὲν φάος ῆεν επὶ χθόνα, τοὺς δ̓ άῤ Αθήνη νυκτὶ κατακρύψασα θοῶς εξῆγε πόληος