Homer

Odyssey    —    Ὀδύσσεια

Book 22

1αυτὰρ γυμνώθη ῥακέων πολύμητις Οδυσσεύς,
2ᾶλτο δ̓ επὶ μέγαν ουδόν, έχων βιὸν ηδὲ φαρέτρην
3ιῶν εμπλείην, ταχέας δ̓ εκχεύατ̓ οϊστοὺς
4αυτοῦ πρόσθε ποδῶν, μετὰ δὲ μνηστῆρσιν έειπεν·

5οὗτος μὲν δὴ άεθλος αάατος εκτετέλεσται

6νῦν αῦτε σκοπὸν άλλον, ὃν ού πώ τις βάλεν ανήρ,
7είσομαι, αί κε τύχωμι, πόρῃ δέ μοι εῦχος Απόλλων.

8 καὶ επ̓ Αντινόῳ ιθύνετο πικρὸν οϊστόν

9 τοι καλὸν άλεισον αναιρήσεσθαι έμελλε,
10χρύσεον άμφωτον, καὶ δὴ μετὰ χερσὶν ενώμα,
11όφρα πίοι οίνοιο
φόνος δέ οἱ ουκ ενὶ θυμῷ
12μέμβλετο
τίς κ̓ οίοιτο μετ̓ ανδράσι δαιτυμόνεσσι
13μοῦνον ενὶ πλεόνεσσι, καὶ ει μάλα καρτερὸς είη,
14οἷ τεύξειν θάνατόν τε κακὸν καὶ κῆρα μέλαιναν

15τὸν δ̓ Οδυσεὺς κατὰ λαιμὸν επισχόμενος βάλεν ιῷ,
16αντικρὺ δ̓ ἁπαλοῖο δἰ αυχένος ήλυθ̓ ακωκή

17εκλίνθη δ̓ ἑτέρωσε, δέπας δέ οἱ έκπεσε χειρὸς
18βλημένου, αυτίκα δ̓ αυλὸς ανὰ ῥῖνας παχὺς ῆλθεν
19αἵματος ανδρομέοιο
θοῶς δ̓ απὸ εἷο τράπεζαν
20ῶσε ποδὶ πλήξας, απὸ δ̓ είδατα χεῦεν έραζε

21σῖτός τε κρέα τ̓ οπτὰ φορύνετο
τοὶ δ̓ ὁμάδησαν
22μνηστῆρες κατὰ δώμαθ̓, ὅπως ίδον άνδρα πεσόντα,
23εκ δὲ θρόνων ανόρουσαν ορινθέντες κατὰ δῶμα,
24πάντοσε παπταίνοντες εϋδμήτους ποτὶ τοίχους·

25ου δέ πη ασπὶς έην ου δ̓ άλκιμον έγχος ἑλέσθαι.

26νείκειον δ̓ Οδυσῆα χολωτοῖσιν επέεσσι

27ξεῖνε, κακῶς ανδρῶν τοξάζεαι
ουκέτ̓ αέθλων
28άλλων αντιάσεις
νῦν τοι σῶς αιπὺς όλεθρος.
29καὶ γὰρ δὴ νῦν φῶτα κατέκτανες ὃς μέγ̓ άριστος
30κούρων ειν Ιθάκῃ·
τῷ σ̓ ενθάδε γῦπες έδονται.
31ίσκεν ἕκαστος ανήρ, επεὶ φάσαν ουκ εθέλοντα
32άνδρα κατακτεῖναι
τὸ δὲ νήπιοι ουκ ενόησαν,
33ὡς δή σφιν καὶ πᾶσιν ολέθρου πείρατ̓ εφῆπτο

34τοὺς δ̓ άῤ ὑπόδρα ιδὼν προσέφη πολύμητις Οδυσσεύς

35 κύνες, ού μ̓ έτ̓ εφάσκεθ̓ ὑπότροπον οίκαδ̓ ἱκέσθαι
36δήμου άπο Τρώων, ὅτι μοι κατεκείρετε οῖκον,
37δμῳῇσιν δὲ γυναιξὶ παρευνάζεσθε βιαίως,
38αυτοῦ τε ζώοντος ὑπεμνάασθε γυναῖκα,
39ού τε θεοὺς δείσαντες, οἳ ουρανὸν ευρὺν έχουσιν,
40ού τε τιν̓ ανθρώπων νέμεσιν κατόπισθεν έσεσθαι

41νῦν ὑμῖν καὶ πᾶσιν ολέθρου πείρατ̓ εφῆπται.

42ὣς φάτο, τοὺς δ̓ άρα πάντας ὑπὸ χλωρὸν δέος εἷλεν

43πάπτηνεν δὲ ἕκαστος ὅπη φύγοι αιπὺν όλεθρον

44Ευρύμαχος δέ μιν οῖος αμειβόμενος προσέειπεν

45ει μὲν δὴ Οδυσεὺς Ιθακήσιος ειλήλουθας,
46ταῦτα μὲν αίσιμα εῖπας, ὅσα ῥέζεσκον Αχαιοί,
47πολλὰ μὲν εν μεγάροισιν ατάσθαλα, πολλὰ δ̓ επ̓ αγροῦ

48αλλ̓ μὲν ήδη κεῖται ὃς αίτιος έπλετο πάντων,
49Αντίνοος
οὗτος γὰρ επίηλεν τάδε έργα,
50ού τι γάμου τόσσον κεχρημένος ου δὲ χατίζων,
51αλλ̓ άλλα φρονέων, τά οἱ ουκ ετέλεσσε Κρονίων,
52όφῤ Ιθάκης κατὰ δῆμον εϋκτιμένης βασιλεύοι
53αυτός, ατὰρ σὸν παῖδα κατακτείνειε λοχήσας

54νῦν δ̓ μὲν εν μοίρῃ πέφαται, σὺ δὲ φείδεο λαῶν
55σῶν
ατὰρ άμμες όπισθεν αρεσσάμενοι κατὰ δῆμον,
56ὅσσα τοι εκπέποται καὶ εδήδοται εν μεγάροισι,
57τιμὴν αμφὶς άγοντες εεικοσάβοιον ἕκαστος,
58χαλκόν τε χρυσόν τ̓ αποδώσομεν, εις κε σὸν κῆρ
59ιανθῇ
πρὶν δ̓ ού τι νεμεσσητὸν κεχολῶσθαι.
60τὸν δ̓ άῤ ὑπόδρα ιδὼν προσέφη πολύμητις Οδυσσεύς

61Ευρύμαχ̓, ου δ̓ εί μοι πατρώϊα πάντ̓ αποδοῖτε,
62ὅσσα τε νῦν ύμμ̓ εστὶ καὶ εί ποθεν άλλ̓ επιθεῖτε,
63ου δέ κεν ὣς έτι χεῖρας εμὰς λήξαιμι φόνοιο
64πρὶν πᾶσαν μνηστῆρας ὑπερβασίην αποτῖσαι

65νῦν ὑμῖν παράκειται εναντίον ηὲ μάχεσθαι
66 φεύγειν, ὅς κεν θάνατον καὶ κῆρας αλύξῃ

67αλλά τιν̓ ου φεύξεσθαι οΐομαι αιπὺν όλεθρον.

68ὣς φάτο, τῶν δ̓ αυτοῦ λύτο γούνατα καὶ φίλον ῆτορ

69τοῖσιν δ̓ Ευρύμαχος προσεφώνεε δεύτερον αῦτις

70 φίλοι, ου γὰρ σχήσει ανὴρ ὅδε χεῖρας αάπτους,
71αλλ̓ επεὶ έλλαβε τόξον εΰξοον ηδὲ φαρέτρην,
72ουδοῦ άπο ξεστοῦ τοξάσσεται, εις κε πάντας
73άμμε κατακτείνῃ
αλλὰ μνησώμεθα χάρμης
74φάσγανά τε σπάσσασθε καὶ αντίσχεσθε τραπέζας
75ιῶν ωκυμόρων
επὶ δ̓ αυτῷ πάντες έχωμεν
76αθρόοι, εί κέ μιν ουδοῦ απώσομεν ηδὲ θυράων,
77έλθωμεν δ̓ ανὰ άστυ, βοὴ δ̓ ώκιστα γένοιτο

78τῷ κε τάχ̓ οὗτος ανὴρ νῦν ὕστατα τοξάσσαιτο.

79ὣς άρα φωνήσας ειρύσσατο φάσγανον οξὺ
80χάλκεον, αμφοτέρωθεν ακαχμένον, ᾶλτο δ̓ επ̓ αυτῷ
81σμερδαλέα ιάχων
δ̓ ἁμαρτῆ δῖος Οδυσσεὺς
82ιὸν αποπροίει, βάλε δὲ στῆθος παρὰ μαζόν,
83εν δέ οἱ ἥπατι πῆξε θοὸν βέλος·
εκ δ̓ άρα χειρὸς
84φάσγανον ἧκε χαμᾶζε, περιρρηδὴς δὲ τραπέζῃ
85κάππεσεν ιδνωθείς, απὸ δ̓ είδατα χεῦεν έραζε
86καὶ δέπας αμφικύπελλον
δὲ χθόνα τύπτε μετώπῳ
87θυμῷ ανιάζων, ποσὶ δὲ θρόνον αμφοτέροισι
88λακτίζων ετίνασσε
κατ̓ οφθαλμῶν δ̓ έχυτ̓ αχλύς
89Αμφίνομος δ̓ Οδυσῆος εείσατο κυδαλίμοιο
90αντίος αΐξας, είρυτο δὲ φάσγανον οξύ,
91εί πώς οἱ είξειε θυράων
αλλ̓ άρα μιν φθῆ
92Τηλέμαχος κατόπισθε βαλὼν χαλκήρεϊ δουρὶ
93ώμων μεσσηγύς, διὰ δὲ στήθεσφιν έλασσεν

94δούπησεν δὲ πεσών, χθόνα δ̓ ήλασε παντὶ μετώπῳ

95Τηλέμαχος δ̓ απόρουσε, λιπὼν δολιχόσκιον έγχος
96αυτοῦ εν Αμφινόμῳ
περὶ γὰρ δίε μή τις Αχαιῶν
97έγχος ανελκόμενον δολιχόσκιον ελάσειε
98φασγάνῳ αΐξας ηὲ προπρηνέα τύψας

99βῆ δὲ θέειν, μάλα δ̓ ῶκα φίλον πατέῤ εισαφίκανεν,
100αγχοῦ δ̓ ἱστάμενος έπεα πτερόεντα προσηύδα

101 πάτερ, ήδη τοι σάκος οίσω καὶ δύο δοῦρε
102καὶ κυνέην πάγχαλκον, επὶ κροτάφοις αραρυῖαν
103αυτός τ̓ αμφιβαλεῦμαι ιών, δώσω δὲ συβώτῃ
104καὶ τῷ βουκόλῳ άλλα
τετευχῆσθαι γὰρ άμεινον.
105τὸν δ̓ απαμειβόμενος προσέφη πολύμητις Οδυσσεύς

106οῖσε θέων, ἧός μοι αμύνεσθαι πάῤ οϊστοί,
107μή μ̓ αποκινήσωσι θυράων μοῦνον εόντα.

108ὣς φάτο, Τηλέμαχος δὲ φίλῳ επεπείθετο πατρί,
109βῆ δ̓ ίμεναι θάλαμόνδ̓, ὅθι οἱ κλυτὰ τεύχεα κεῖτο

110ένθεν τέσσαρα μὲν σάκἐ έξελε, δούρατα δ̓ οκτὼ
111καὶ πίσυρας κυνέας χαλκήρεας ἱπποδασείας

112βῆ δὲ φέρων, μάλα δ̓ ῶκα φίλον πατέῤ εισαφίκανεν,
113αυτὸς δὲ πρώτιστα περὶ χροῒ δύσετο χαλκόν

114ὣς δ̓ αύτως τὼ δμῶε δυέσθην τεύχεα καλά,
115έσταν δ̓ αμφ̓ Οδυσῆα δαΐφρονα ποικιλομήτην

116αυτὰρ γ̓, όφρα μὲν αυτῷ αμύνεσθαι έσαν ιοί

117τόφρα μνηστήρων ἕνα γ̓ αιεὶ ενὶ οίκῳ
118βάλλε τιτυσκόμενος
τοὶ δ̓ αγχιστῖνοι έπιπτον
119αυτὰρ επεὶ λίπον ιοὶ οϊστεύοντα άνακτα,
120τόξον μὲν πρὸς σταθμὸν εϋσταθέος μεγάροιο
121έκλιν̓ ἑστάμεναι, πρὸς ενώπια παμφανόωντα,
122αυτὸς δ̓ αμφ̓ ώμοισι σάκος θέτο τετραθέλυμνον,
123κρατὶ δ̓ επ̓ ιφθίμῳ κυνέην εύτυκτον έθηκεν,
124ἵππουριν, δεινὸν δὲ λόφος καθύπερθεν ένευεν

125εἵλετο δ̓ άλκιμα δοῦρε δύω κεκορυθμένα χαλκῷ

126ορσοθύρη δέ τις έσκεν εϋδμήτῳ ενὶ τοίχῳ,
127ακρότατον δὲ παῤ ουδὸν εϋσταθέος μεγάροιο
128ῆν ὁδὸς ες λαύρην, σανίδες δ̓ έχον εῦ αραρυῖαι

129τὴν δ̓ Οδυσεὺς φράζεσθαι ανώγει δῖον ὑφορβὸν
130εσταότ̓ άγχ̓ αυτῆς
μία δ̓ οίη γίγνετ̓ εφορμή
131τοῖς δ̓ Αγέλεως μετέειπεν, έπος πάντεσσι πιφαύσκων

132 φίλοι, ουκ ὰν δή τις αν̓ ορσοθύρην αναβαίη
133καὶ είποι λαοῖσι, βοὴ δ̓ ώκιστα γένοιτο

134τῷ κε τάχ̓ οὗτος ανὴρ νῦν ὕστατα τοξάσσαιτο.

135τὸν δ̓ αῦτε προσέειπε Μελάνθιος, αιπόλος αιγῶν

136ού πως έστ̓, Αγέλαε διοτρεφές
άγχι γὰρ αινῶς
137αυλῆς καλὰ θύρετρα καὶ αργαλέον στόμα λαύρης·

138καί χ̓ εἷς πάντας ερύκοι ανήρ, ὅς τ̓ άλκιμος είη

139αλλ̓ άγεθ̓, ὑμῖν τεύχἐ ενείκω θωρηχθῆναι
140εκ θαλάμου
ένδον γάρ, οΐομαι, ου δέ πη άλλῃ
141τεύχεα κατθέσθην Οδυσεὺς καὶ φαίδιμος υἱός.

142ὣς ειπὼν ανέβαινε Μελάνθιος, αιπόλος αιγῶν,
143εις θαλάμους Οδυσῆος ανὰ ῥῶγας μεγάροιο

144ένθεν δώδεκα μὲν σάκἐ έξελε, τόσσα δὲ δοῦρα
145καὶ τόσσας κυνέας χαλκήρεας ἱπποδασείας

146βῆ δ̓ ίμεναι, μάλα δ̓ ῶκα φέρων μνηστῆρσιν έδωκεν

147καὶ τότ̓ Οδυσσῆος λύτο γούνατα καὶ φίλον ῆτορ,
148ὡς περιβαλλομένους ίδε τεύχεα χερσί τε δοῦρα
149μακρὰ τινάσσοντας
μέγα δ̓ αυτῷ φαίνετο έργον
150αῖψα δὲ Τηλέμαχον έπεα πτερόεντα προσηύδα

151Τηλέμαχ̓, μάλα δή τις ενὶ μεγάροισι γυναικῶν
152νῶϊν εποτρύνει πόλεμον κακὸν ηὲ Μελανθεύς.

153τὸν δ̓ αῦ Τηλέμαχος πεπνυμένος αντίον ηύδα

154 πάτερ, αυτὸς εγὼ τόδε γ̓ ήμβροτον - ου δέ τις άλλος αίτιος -
155ὃς θαλάμοιο θύρην πυκινῶς αραρυῖαν
156κάλλιπον αγκλίνας·
τῶν δὲ σκοπὸς ῆεν αμείνων
157αλλ̓ ίθι, δῖ̓ Εύμαιε, θύρην επίθες θαλάμοιο
158καὶ φράσαι ή τις άῤ εστὶ γυναικῶν τάδε ῥέζει,
159 υἱὸς Δολίοιο, Μελανθεύς, τόν περ οΐω.

160ὣς οἱ μὲν τοιαῦτα πρὸς αλλήλους αγόρευον,
161βῆ δ̓ αῦτις θάλαμόνδε Μελάνθιος, αιπόλος αιγῶν,
162οίσων τεύχεα καλά
νόησε δὲ δῖος ὑφορβός,
163αῖψα δ̓ Οδυσσῆα προσεφώνεεν εγγὺς εόντα

164διογενὲς Λαερτιάδη, πολυμήχαν̓ Οδυσσεῦ,
165κεῖνος δ̓ αῦτ̓ αΐδηλος ανήρ, ὃν οϊόμεθ̓ αυτοί,
166έρχεται ες θάλαμον
σὺ δέ μοι νημερτὲς ενίσπες,
167ή μιν αποκτείνω, αί κε κρείσσων γε γένωμαι,
168ῆε σοὶ ενθάδ̓ άγω, ίν̓ ὑπερβασίας αποτίσῃ
169πολλάς, ὅσσας οὗτος εμήσατο σῷ ενὶ οίκῳ.

170τὸν δ̓ απαμειβόμενος προσέφη πολύμητις Οδυσσεύς

171 τοι εγὼ καὶ Τηλέμαχος μνηστῆρας αγαυοὺς
172σχήσομεν έντοσθεν μεγάρων, μάλα περ μεμαῶτας

173σφῶϊ δ̓ αποστρέψαντε πόδας καὶ χεῖρας ὕπερθεν
174ες θάλαμον βαλέειν, σανίδας δ̓ εκδῆσαι όπισθε,
175σειρὴν δὲ πλεκτὴν εξ αυτοῦ πειρήναντε
176κίον̓ αν̓ ὑψηλὴν ερύσαι πελάσαι τε δοκοῖσιν,
177ὥς κεν δηθὰ ζωὸς εὼν χαλέπ̓ άλγεα πάσχῃ·

178ὣς έφαθ̓, οἱ δ̓ άρα τοῦ μάλα μὲν κλύον ηδ̓ επίθοντο,
179βὰν δ̓ ίμεν ες θάλαμον, λαθέτην δέ μιν ένδον εόντα

180 τοι μὲν θαλάμοιο μυχὸν κάτα τεύχἐ ερεύνα,
181τὼ δ̓ έσταν ἑκάτερθε παρὰ σταθμοῖσι μένοντε

182εῦθ̓ ὑπὲρ ουδὸν έβαινε Μελάνθιος, αιπόλος αιγῶν,
183τῇ ἑτέρῃ μὲν χειρὶ φέρων καλὴν τρυφάλειαν,
184τῇ δ̓ ἑτέρῃ σάκος ευρὺ γέρον, πεπαλαγμένον άζῃ,
185Λαέρτεω ἥρωος, κουρίζων φορέεσκε·

186δὴ τότε γ̓ ήδη κεῖτο, ῥαφαὶ δὲ λέλυντο ἱμάντων

187τὼ δ̓ άῤ επαΐξανθ̓ ἑλέτην έρυσάν τέ μιν είσω
188κουρίξ, εν δαπέδῳ δὲ χαμαὶ βάλον αχνύμενον κῆρ,
189σὺν δὲ πόδας χεῖράς τε δέον θυμαλγέϊ δεσμῷ
190εῦ μάλ̓ αποστρέψαντε διαμπερές, ὡς εκέλευσεν
191υἱὸς Λαέρταο, πολύτλας δῖος Οδυσσεύς

192σειρὴν δὲ πλεκτὴν εξ αυτοῦ πειρήναντε
193κίον̓ αν̓ ὑψηλὴν έρυσαν πέλασάν τε δοκοῖσι

194τὸν δ̓ επικερτομέων προσέφης, Εύμαιε συβῶτα

195νῦν μὲν δὴ μάλα πάγχυ, Μελάνθιε, νύκτα φυλάξεις,
196ευνῇ ένι μαλακῇ καταλέγμενος, ὥς σε έοικεν

197ου δέ σέ γ̓ ηριγένεια παῤ Ωκεανοῖο ῥοάων
198λήσει επερχομένη χρυσόθρονος, ηνίκ̓ αγινεῖς
199αῖγας μνηστήρεσσι δόμον κάτα δαῖτα πένεσθαι.

200ὣς μὲν αῦθι λέλειπτο, ταθεὶς ολοῷ ενὶ δεσμῷ

201τὼ δ̓ ες τεύχεα δύντε, θύρην επιθέντε φαεινήν,
202βήτην εις Οδυσῆα δαΐφρονα, ποικιλομήτην

203ένθα μένος πνείοντες εφέστασαν, οἱ μὲν επ̓ ουδοῦ
204τέσσαρες, οἱ δ̓ έντοσθε δόμων πολέες τε καὶ εσθλοί

205τοῖσι δ̓ επ̓ αγχίμολον θυγάτηρ Διὸς ῆλθεν Αθήνη,
206Μέντορι ειδομένη ημὲν δέμας ηδὲ καὶ αυδήν.

207τὴν δ̓ Οδυσεὺς γήθησεν ιδὼν καὶ μῦθον έειπε

208Μέντορ, άμυνον αρήν, μνῆσαι δ̓ ἑτάροιο φίλοιο,
209ὅς σ̓ αγαθὰ ῥέζεσκον
ὁμηλικίην δέ μοί εσσι.
210ὣς φάτ̓, οϊόμενος λαοσσόον έμμεν Αθήνην

211μνηστῆρες δ̓ ἑτέρωθεν ὁμόκλεον εν μεγάροισι

212πρῶτος τήν γ̓ ενένιπε Δαμαστορίδης Αγέλαος·

213Μέντορ, μή σ̓ επέεσσι παραιπεπίθῃσιν Οδυσσεὺς
214μνηστήρεσσι μάχεσθαι, αμυνέμεναι δέ οἱ αυτῷ

215ὧδε γὰρ ἡμέτερόν γε νόον τελέεσθαι οΐω

216ὁππότε κεν τούτους κτέωμεν, πατέῤ ηδὲ καὶ υἱόν,
217εν δὲ σὺ τοῖσιν έπειτα πεφήσεαι, οἷα μενοινᾷς
218έρδειν εν μεγάροις
σῷ δ̓ αυτοῦ κράατι τίσεις
219αυτὰρ επὴν ὑμέων γε βίας αφελώμεθα χαλκῷ,
220κτήμαθ̓ ὁπόσσα τοί εστι, τά τ̓ ένδοθι καὶ τὰ θύρηφι,
221τοῖσιν Οδυσσῆος μεταμίξομεν
ου δέ τοι υἷας
222ζώειν εν μεγάροισιν εάσομεν, ου δέ θύγατρας ου δ̓
223άλοχον κεδνὴν Ιθάκης κατὰ άστυ πολεύειν.

224ὣς φάτ̓, Αθηναίη δὲ χολώσατο κηρόθι μᾶλλον,
225νείκεσσεν δ̓ Οδυσῆα χολωτοῖσιν επέεσσιν

226ουκέτι σοί γ̓, Οδυσεῦ, μένος έμπεδον ου δέ τις αλκή
227οἵη ότ̓ αμφ̓ Ἑλένῃ λευκωλένῳ ευπατερείῃ,
228εινάετες Τρώεσσιν εμάρναο νωλεμὲς αιεί,
229πολλοὺς δ̓ άνδρας έπεφνες εν αινῇ δηϊοτῆτι,
230σῇ δ̓ ἥλω βουλῇ Πριάμου πόλις ευρυάγυια.

231πῶς δὴ νῦν, ὅτε σόν τε δόμον καὶ κτήμαθ̓ ἱκάνεις,
232άντα μνηστήρων ολοφύρεαι άλκιμος εῖναι

233αλλ̓ άγε δεῦρο, πέπον, παῤ έμ̓ ἵστασο καὶ ίδε έργον,
234όφῤ ειδῇς οἷός τοι εν ανδράσι δυσμενέεσσιν
235Μέντωρ Αλκιμίδης ευεργεσίας αποτίνειν.

236 ῥα, καὶ ού πω πάγχυ δίδου ἑτεραλκέα νίκην,
237αλλ̓ έτ̓ άρα σθένεός τε καὶ αλκῆς πειρήτιζεν
238ημὲν Οδυσσῆος ηδ̓ υἱοῦ κυδαλίμοιο

239αυτὴ δ̓ αιθαλόεντος ανὰ μεγάροιο μέλαθρον
240έζετ̓ αναΐξασα, χελιδόνι εικέλη άντην

241μνηστῆρας δ̓ ώτρυνε Δαμαστορίδης Αγέλαος,
242Ευρύνομός τε καὶ Αμφιμέδων Δημοπτόλεμός τε,
243Πείσανδρός τε Πολυκτορίδης Πόλυβός τε δαΐφρων

244οἱ γὰρ μνηστήρων αρετῇ έσαν έξοχ̓ άριστοι,
245ὅσσοι έτ̓ έζωον περί τε ψυχέων εμάχοντο

246τοὺς δ̓ ήδη εδάμασσε βιὸς καὶ ταρφέες ιοί

247τοῖς δ̓ Αγέλεως μετέειπεν, έπος πάντεσσι πιφαύσκων

248 φίλοι, ήδη σχήσει ανὴρ ὅδε χεῖρας αάπτους

249καὶ δή οἱ Μέντωρ μὲν έβη κενὰ εύγματα ειπών,
250οἱ δ̓ οῖοι λείπονται επὶ πρώτῃσι θύρῃσι

251τῷ νῦν μὴ ἅμα πάντες εφίετε δούρατα μακρά,
252αλλ̓ άγεθ̓ οἱ ἓξ πρῶτον ακοντίσατ̓, αί κέ ποθι Ζεὺς
253δώῃ Οδυσσῆα βλῆσθαι καὶ κῦδος αρέσθαι

254τῶν δ̓ άλλων ου κῆδος, επὴν οὗτός γε πέσῃσιν.

255ὣς έφαθ̓, οἱ δ̓ άρα πάντες ακόντισαν ὡς εκέλευεν,
256ἱέμενοι
τὰ δὲ πάντα ετώσια θῆκεν Αθήνη,
257τῶν άλλος μὲν σταθμὸν εϋσταθέος μεγάροιο
258βεβλήκει, άλλος δὲ θύρην πυκινῶς αραρυῖαν·

259άλλου δ̓ εν τοίχῳ μελίη πέσε χαλκοβάρεια

260αυτὰρ επεὶ δὴ δούρατ̓ αλεύαντο μνηστήρων,
261τοῖς δ̓ άρα μύθων ῆρχε πολύτλας δῖος Οδυσσεύς

262 φίλοι, ήδη μέν κεν εγὼν είποιμι καὶ άμμι
263μνηστήρων ες ὅμιλον ακοντίσαι, οἳ μεμάασιν
264ἡμέας εξεναρίξαι επὶ προτέροισι κακοῖσιν.

265ὣς έφαθ̓, οἱ δ̓ άρα πάντες ακόντισαν οξέα δοῦρα
266άντα τιτυσκόμενοι
Δημοπτόλεμον μὲν Οδυσσεύς,
267Ευρυάδην δ̓ άρα Τηλέμαχος, Έλατον δὲ συβώτης,
268Πείσανδρον δ̓ άῤ έπεφνε βοῶν επιβουκόλος ανήρ.

269οἱ μὲν έπειθ̓ ἅμα πάντες οδὰξ ἕλον άσπετον οῦδας,
270μνηστῆρες δ̓ ανεχώρησαν μεγάροιο μυχόνδε

271τοὶ δ̓ άῤ επήϊξαν, νεκύων δ̓ εξ έγχἐ ἕλοντο

272αῦτις δὲ μνηστῆρες ακόντισαν οξέα δοῦρα
273ἱέμενοι
τὰ δὲ πολλὰ ετώσια θῆκεν Αθήνη
274τῶν άλλος μὲν σταθμὸν εϋσταθέος μεγάροιο
275βεβλήκειν, άλλος δὲ θύρην πυκινῶς αραρυῖαν·

276άλλου δ̓ εν τοίχῳ μελίη πέσε χαλκοβάρεια

277Αμφιμέδων δ̓ άρα Τηλέμαχον βάλε χεῖῤ επὶ καρπῷ
278λίγδην, άκρον δὲ ῥινὸν δηλήσατο χαλκός

279Κτήσιππος δ̓ Εύμαιον ὑπὲρ σάκος έγχεϊ μακρῷ
280ῶμον επέγραψεν
τὸ δ̓ ὑπέρπτατο, πῖπτε δ̓ έραζε
281τοὶ δ̓ αῦτ̓ αμφ̓ Οδυσῆα δαΐφρονα ποικιλομήτην,
282μνηστήρων ες ὅμιλον ακόντισαν οξέα δοῦρα

283ένθ̓ αῦτ̓ Ευρυδάμαντα βάλε πτολίπορθος Οδυσσεύς,
284Αμφιμέδοντα δὲ Τηλέμαχος, Πόλυβον δὲ συβώτης·

285Κτήσιππον δ̓ άῤ έπειτα βοῶν επιβουκόλος ανὴρ
286βεβλήκει πρὸς στῆθος, επευχόμενος δὲ προσηύδα

287 Πολυθερσεΐδη φιλοκέρτομε, μή ποτε πάμπαν
288είκων αφραδίῃς μέγα ειπεῖν, αλλὰ θεοῖσιν
289μῦθον επιτρέψαι, επεὶ πολὺ φέρτεροί εισι

290τοῦτό τοι αντὶ ποδὸς ξεινήϊον, ὅν ποτ̓ έδωκας
291αντιθέῳ Οδυσῆϊ δόμον κάτ̓ αλητεύοντι.

292 ῥα βοῶν ἑλίκων επιβουκόλος
αυτὰρ Οδυσσεὺς
293οῦτα Δαμαστορίδην αυτοσχεδὸν έγχεϊ μακρῷ

294Τηλέμαχος δ̓ Ευηνορίδην Λειώκριτον οῦτα
295δουρὶ μέσον κενεῶνα, διαπρὸ δὲ χαλκὸν έλασσεν

296ήριπε δὲ πρηνής, χθόνα δ̓ ήλασε παντὶ μετώπῳ

297δὴ τότ̓ Αθηναίη φθισίμβροτον αιγίδ̓ ανέσχεν
298ὑψόθεν εξ οροφῆς
τῶν δὲ φρένες επτοίηθεν
299οἱ δ̓ εφέβοντο κατὰ μέγαρον βόες ὣς αγελαῖαι·

300τὰς μέν τ̓ αιόλος οῖστρος εφορμηθεὶς εδόνησεν
301ὥρῃ εν ειαρινῇ, ὅτε τ̓ ήματα μακρὰ πέλονται

302οἱ δ̓ ὥς τ̓ αιγυπιοὶ γαμψώνυχες αγκυλοχεῖλαι,
303εξ ορέων ελθόντες επ̓ ορνίθεσσι θόρωσι·

304ταὶ μέν τ̓ εν πεδίῳ νέφεα πτώσσουσαι ἵενται,
305οἱ δέ τε τὰς ολέκουσιν επάλμενοι, ου δέ τις αλκὴ
306γίγνεται ου δὲ φυγή·
χαίρουσι δέ τ̓ ανέρες άγρῃ
307ὣς άρα τοὶ μνηστῆρας επεσσύμενοι κατὰ δῶμα
308τύπτον επιστροφάδην
τῶν δὲ στόνος ώρνυτ̓ αεικὴς
309κράτων τυπτομένων, δάπεδον δ̓ ἅπαν αἵματι θῦε

310λειώδης δ̓ Οδυσῆος επεσσύμενος λάβε γούνων,
311καί μιν λισσόμενος έπεα πτερόεντα προσηύδα

312γουνοῦμαί σ̓, Οδυσεῦ
σὺ δέ μ̓ αίδεο καί μ̓ ελέησον
313ου γάρ πώ τινά φημι γυναικῶν εν μεγάροισιν
314ειπεῖν ου δέ τι ῥέξαι ατάσθαλον
αλλὰ καὶ άλλους
315παύεσκον μνηστῆρας, ὅτις τοιαῦτά γε ῥέζοι

316αλλά μοι ου πείθοντο κακῶν άπο χεῖρας έχεσθαι

317τῷ καὶ ατασθαλίῃσιν αεικέα πότμον επέσπον

318αυτὰρ εγὼ μετὰ τοῖσι θυοσκόος ουδὲν εοργὼς
319κείσομαι, ὡς ουκ έστι χάρις μετόπισθ̓ ευεργέων·

320τὸν δ̓ άῤ ὑπόδρα ιδὼν προσέφη πολύμητις Οδυσσεύς

321ει μὲν δὴ μετὰ τοῖσι θυοσκόος εύχεαι εῖναι,
322πολλάκι που μέλλεις αρήμεναι εν μεγάροισι
323τηλοῦ εμοὶ νόστοιο τέλος γλυκεροῖο γενέσθαι,
324σοὶ δ̓ άλοχόν τε φίλην σπέσθαι καὶ τέκνα τεκέσθαι

325τῷ ουκ ὰν θάνατόν γε δυσηλεγέα προφύγοισθα.

326ὣς άρα φωνήσας ξίφος εἵλετο χειρὶ παχείῃ
327κείμενον, ῥ̓ Αγέλαος αποπροέηκε χαμᾶζε
328κτεινόμενος
τῷ τόν γε κατ̓ αυχένα μέσσον έλασσε
329φθεγγομένου δ̓ άρα τοῦ γε κάρη κονίῃσιν εμίχθη

330Τερπιάδης δ̓ έτ̓ αοιδὸς αλύσκανε κῆρα μέλαιναν,
331Φήμιος, ὅς ῥ̓ ήειδε μετὰ μνηστῆρσιν ανάγκῃ

332έστη δ̓ εν χείρεσσίν έχων φόρμιγγα λίγειαν
333άγχι παῤ ορσοθύρην
δίχα δὲ φρεσὶ μερμήριζεν,
334 εκδὺς μεγάροιο Διὸς μεγάλου ποτὶ βωμὸν
335ἑρκείου ἵζοιτο τετυγμένον, ένθ̓ άρα πολλὰ
336Λαέρτης Οδυσεύς τε βοῶν επὶ μηρί̓ έκηαν,
337 γούνων λίσσοιτο προσαΐξας Οδυσῆα

338ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εῖναι,
339γούνων ἅψασθαι Λαερτιάδεω Οδυσῆος

340 τοι φόρμιγγα γλαφυρὴν κατέθηκε χαμᾶζε
341μεσσηγὺς κρητῆρος ιδὲ θρόνου αργυροήλου,
342αυτὸς δ̓ αῦτ̓ Οδυσῆα προσαΐξας λάβε γούνων,
343καί μιν λισσόμενος έπεα πτερόεντα προσηύδα

344γουνοῦμαί σ̓, Οδυσεῦ
σὺ δέ μ̓ αίδεο καί μ̓ ελέησον
345αυτῷ τοι μετόπισθ̓ άχος έσσεται, εί κεν αοιδὸν
346πέφνῃς, ὅς τε θεοῖσι καὶ ανθρώποισιν αείδω

347αυτοδίδακτος δ̓ ειμί, θεὸς δέ μοι εν φρεσὶν οίμας
348παντοίας ενέφυσεν
έοικα δέ τοι παραείδειν
349ὥς τε θεῷ·
τῷ με λιλαίεο δειροτομῆσαι
350καί κεν Τηλέμαχος τάδε γ̓ είποι, σὸς φίλος υἱός,
351ὡς εγὼ ού τι ἑκὼν ες σὸν δόμον ου δὲ χατίζων
352πωλεύμην μνηστῆρσιν αεισόμενος μετὰ δαῖτας,
353αλλὰ πολὺ πλέονες καὶ κρείσσονες ῆγον ανάγκῃ.

354ὣς φάτο, τοῦ δ̓ ήκουσ̓ ἱερὴ ὶς Τηλεμάχοιο,
355αῖψα δ̓ ἑὸν πατέρα προσεφώνεεν εγγὺς εόντα

356ίσχεο μη δέ τι τοῦτον αναίτιον ούταε χαλκῷ

357καὶ κήρυκα Μέδοντα σαώσομεν, ὅς τέ μευ αιεὶ
358οίκῳ εν ἡμετέρῳ κηδέσκετο παιδὸς εόντος,
359ει δὴ μή μιν έπεφνε Φιλοίτιος ηὲ συβώτης,
360ηὲ σοὶ αντεβόλησεν ορινομένῳ κατὰ δῶμα.

361ὣς φάτο, τοῦ δ̓ ήκουσε Μέδων πεπνυμένα ειδώς

362πεπτηὼς γὰρ έκειτο ὑπὸ θρόνον, αμφὶ δὲ δέρμα
363ἕστο βοὸς νεόδαρτον, αλύσκων κῆρα μέλαιναν

364αῖψα δ̓ απὸ θρόνου ῶρτο, θοῶς δ̓ απέδυνε βοείην
365Τηλέμαχον δ̓ άῤ έπειτα προσαΐξας λάβε γούνων,
366καί μιν λισσόμενος έπεα πτερόεντα προσηύδα

367 φίλ̓, εγὼ μὲν όδ̓ ειμί, σὺ δ̓ ίσχεο ειπὲ δὲ πατρὶ
368μή με περισθενέων δηλήσεται οξέϊ χαλκῷ,
369ανδρῶν μνηστήρων κεχολωμένος, οἵ οἱ έκειρον
370κτήματ̓ ενὶ μεγάροις, σὲ δὲ νήπιοι ουδὲν έτιον.

371τὸν δ̓ επιμειδήσας προσέφη πολύμητις Οδυσσεύς

372θάρσει, επεὶ δή σ̓ οὗτος ερύσσατο καὶ εσάωσεν,
373όφρα γνῷς κατὰ θυμόν, ατὰρ είπῃσθα καὶ άλλῳ,
374ὡς κακοεργίης ευεργεσίη μέγ̓ αμείνων.

375αλλ̓ εξελθόντες μεγάρων ἕζεσθε θύραζε
376εκ φόνου εις αυλήν, σύ τε καὶ πολύφημος αοιδός,
377όφῤ ὰν εγὼ κατὰ δῶμα πονήσομαι ὅττεό με χρή.

378ὣς φάτο, τὼ δ̓ έξω βήτην μεγάροιο κιόντε,
379ἑζέσθην δ̓ άρα τώ γε Διὸς μεγάλου ποτὶ βωμόν,
380πάντοσε παπταίνοντε, φόνον ποτιδεγμένω αιεί

381πάπτηνεν δ̓ Οδυσεὺς καθ̓ ἑὸν δόμον, εί τις έτ̓ ανδρῶν
382ζωὸς ὑποκλοπέοιτο, αλύσκων κῆρα μέλαιναν

383τοὺς δὲ ίδεν μάλα πάντας εν αἵματι καὶ κονίῃσι
384πεπτεῶτας πολλούς, ώστ̓ ιχθύας, οὕς θ̓ ἁλιῆες
385κοῖλον ες αιγιαλὸν πολιῆς έκτοσθε θαλάσσης
386δικτύῳ εξέρυσαν πολυωπῷ·
οἱ δέ τε πάντες
387κύμαθ̓ ἁλὸς ποθέοντες επὶ ψαμάθοισι κέχυνται

388τῶν μέν τ̓ Ηέλιος φαέθων εξείλετο θυμόν

389ὣς τότ̓ άρα μνηστῆρες επ̓ αλλήλοισι κέχυντο

390δὴ τότε Τηλέμαχον προσέφη πολύμητις Οδυσσεύς

391Τηλέμαχ̓, ει δ̓ άγε μοι κάλεσον τροφὸν Ευρύκλειαν,
392όφρα έπος είπωμι τό μοι καταθύμιόν εστιν.

393ὣς φάτο, Τηλέμαχος δὲ φίλῳ επεπείθετο πατρί,
394κινήσας δὲ θύρην προσέφη τροφὸν Ευρύκλειαν

395δεῦρο δὴ όρσο, γρηῢ παλαιγενές, τε γυναικῶν
396δμῳάων σκοπός εσσι κατὰ μέγαῤ ἡμετεράων

397 έρχεο
κικλήσκει σε πατὴρ εμός, όφρα τι είπῃ.
398ὣς άῤ εφώνησεν, τῇ δ̓ άπτερος έπλετο μῦθος,
399ώϊξεν δὲ θύρας μεγάρων εῦ ναιεταόντων,
400βῆ δ̓ ίμεν
αυτὰρ Τηλέμαχος πρόσθ̓ ἡγεμόνευεν
401εὗρεν έπειτ̓ Οδυσῆα μετὰ κταμένοισι νέκυσσιν,
402αἵματι καὶ λύθρῳ πεπαλαγμένον ὥστε λέοντα,
403ὅς ῥά τε βεβρωκὼς βοὸς έρχεται αγραύλοιο·

404πᾶν δ̓ άρα οἱ στῆθός τε παρήϊά τ̓ αμφοτέρωθεν
405αἱματόεντα πέλει, δεινὸς δ̓ εις ῶπα ιδέσθαι·

406ὣς Οδυσεὺς πεπάλακτο πόδας καὶ χεῖρας ὕπερθεν

407 δ̓ ὡς οῦν νέκυάς τε καὶ άσπετον είσιδεν αἷμα,
408ίθυσέν ῥ̓ ολολύξαι, επεὶ μέγα είσιδεν έργον

409αλλ̓ Οδυσεὺς κατέρυκε καὶ έσχεθεν ἱεμένην περ,
410καί μιν φωνήσας έπεα πτερόεντα προσηύδα

411εν θυμῷ, γρηῦ, χαῖρε καὶ ίσχεο μη δ̓ ολόλυζε

412ουχ ὁσίη κταμένοισιν επ̓ ανδράσιν ευχετάασθαι.

413τούσδε δὲ μοῖῤ εδάμασσε θεῶν καὶ σχέτλια έργα

414ού τινα γὰρ τίεσκον επιχθονίων ανθρώπων,
415ου κακὸν ου δὲ μὲν εσθλόν, ὅτις σφέας εισαφίκοιτο

416τῷ καὶ ατασθαλίῃσιν αεικέα πότμον επέσπον

417αλλ̓ άγε μοι σὺ γυναῖκας ενὶ μεγάροις κατάλεξον,
418αἵ τέ μ̓ ατιμάζουσι καὶ αἳ νηλείτιδές εισιν.

419τὸν δ̓ αῦτε προσέειπε φίλη τροφὸς Ευρύκλεια

420τοιγὰρ εγώ τοι, τέκνον, αληθείην καταλέξω

421πεντήκοντά τοί εισιν ενὶ μεγάροισι γυναῖκες
422δμῳαί, τὰς μέν τ̓ έργα διδάξαμεν εργάζεσθαι,
423είριά τε ξαίνειν καὶ δουλοσύνην ανέχεσθαι

424τάων δώδεκα πᾶσαι αναιδείης επέβησαν,
425ού τ̓ εμὲ τίουσαι ού τ̓ αυτὴν Πηνελόπειαν.

426Τηλέμαχος δὲ νέον μὲν αέξετο, ου δέ μήτηρ
427σημαίνειν είασκεν επὶ δμῳῇσι γυναιξίν

428αλλ̓ άγ̓ εγὼν αναβᾶσ̓ ὑπερώϊα σιγαλόεντα
429είπω σῇ αλόχῳ, τῇ τις θεὸς ὕπνον επῶρσε.

430τὴν δ̓ απαμειβόμενος προσέφη πολύμητις Οδυσσεύς
431μή πω τήνδ̓ επέγειρε
σὺ δ̓ ενθάδε ειπὲ γυναιξὶν
432ελθέμεν, αἵ περ πρόσθεν αεικέα μηχανόωντο.

433ὣς άῤ έφη, γρηῢς δὲ διὲκ μεγάροιο βεβήκει
434αγγελέουσα γυναιξὶ καὶ οτρυνέουσα νέεσθαι

435αυτὰρ Τηλέμαχον καὶ βουκόλον ηδὲ συβώτην
436εις καλεσσάμενος έπεα πτερόεντα προσηύδα

437άρχετε νῦν νέκυας φορέειν καὶ άνωχθε γυναῖκας

438αυτὰρ έπειτα θρόνους περικαλλέας ηδὲ τραπέζας
439ὕδατι καὶ σπόγγοισι πολυτρήτοισι καθαίρειν

440αυτὰρ επὴν δὴ πάντα δόμον κατακοσμήσησθε,
441δμῳὰς εξαγαγόντες εϋσταθέος μεγάροιο,
442μεσσηγύς τε θόλου καὶ αμύμονος ἕρκεος αυλῆς,
443θεινέμεναι ξίφεσιν τανυήκεσιν, εις κε πασέων
444ψυχὰς εξαφέλησθε καὶ εκλελάθωντ̓ Αφροδίτης,
445τὴν άῤ ὑπὸ μνηστῆρσιν έχον μίσγοντό τε λάθρη.

446ὣς έφαθ̓, αἱ δὲ γυναῖκες αολλέες ῆλθον ἅπασαι,
447αίν̓ ολοφυρόμεναι, θαλερὸν κατὰ δάκρυ χέουσαι

448πρῶτα μὲν οῦν νέκυας φόρεον κατατεθνηῶτας,
449κὰδ δ̓ άῤ υπ̓ αιθούσῃ τίθεσαν ευερκέος αυλῆς,
450αλλήλοισιν ερείδουσαι
σήμαινε δ̓ Οδυσσεὺς
451αυτὸς επισπέρχων
ταὶ δ̓ εκφόρεον καὶ ανάγκῃ
452αυτὰρ έπειτα θρόνους περικαλλέας ηδὲ τραπέζας
453ὕδατι καὶ σπόγγοισι πολυτρήτοισι κάθαιρον

454αυτὰρ Τηλέμαχος καὶ βουκόλος ηδὲ συβώτῃς
455λίστροισιν δάπεδον πύκα ποιητοῖο δόμοιο
456ξῦον
ταὶ δ̓ εφόρεον δμῳαί, τίθεσαν δὲ θύραζε.
457αυτὰρ επειδὴ πᾶν μέγαρον διεκοσμήσαντο,
458δμῳὰς δ̓ εξαγαγόντες εϋσταθέος μεγάροιο,
459μεσσηγύς τε θόλου καὶ αμύμονος ἕρκεος αυλῆς,
460είλεον εν στείνει, ὅθεν ού πως ῆεν αλύξαι

461τοῖσι δὲ Τηλέμαχος πεπνυμένος ῆρχ̓ αγορεύειν

462μὴ μὲν δὴ καθαρῷ θανάτῳ απὸ θυμὸν ἑλοίμην
463τάων, αἳ δὴ εμῇ κεφαλῇ κατ̓ ονείδεα χεῦαν
464μητέρι θ̓ ἡμετέρῃ παρά τε μνηστῆρσιν ίαυον.

465ὣς άῤ έφη, καὶ πεῖσμα νεὸς κυανοπρῴροιο
466κίονος εξάψας μεγάλης περίβαλλε θόλοιο,
467υψόσ̓ επεντανύσας, μή τις ποσὶν οῦδας ἵκοιτο

468ὡς δ̓ ότ̓ ὰν κίχλαι τανυσίπτεροι ηὲ πέλειαι
469ἕρκει ενιπλήξωσι, τό θ̓ ἑστήκῃ ενὶ θάμνῳ,
470αῦλιν εσιέμεναι, στυγερὸς δ̓ ὑπεδέξατο κοῖτος,
471ὣς αἵ γ̓ ἑξείης κεφαλὰς έχον, αμφὶ δὲ πάσαις
472δειρῇσι βρόχοι ῆσαν, ὅπως οίκτιστα θάνοιεν

473ήσπαιρον δὲ πόδεσσι μίνυνθά περ ού τι μάλα δήν

474εκ δὲ Μελάνθιον ῆγον ανὰ πρόθυρόν τε καὶ αυλήν

475τοῦ δ̓ απὸ μὲν ῥῖνάς τε καὶ ούατα νηλέϊ χαλκῷ
476τάμνον, μήδεά τ̓ εξέρυσαν, κυσὶν ωμὰ δάσασθαι,
477χεῖράς τ̓ ηδὲ πόδας κόπτον κεκοτηότι θυμῷ

478οἱ μὲν έπειτ̓ απονιψάμενοι χεῖράς τε πόδας τε
479εις Οδυσῆα δόμονδε κίον, τετέλεστο δὲ έργον

480αυτὰρ γε προσέειπε φίλην τροφὸν Ευρύκλειαν

481οῖσε θέειον, γρηΰ, κακῶν άκος, οῖσε δέ μοι πῦρ,
482όφρα θεειώσω μέγαρον
σὺ δὲ Πηνελόπειαν
483ελθεῖν ενθάδ̓ άνωχθι σὺν αμφιπόλοισι γυναιξί

484πάσας δ̓ ότρυνον δμῳὰς κατὰ δῶμα νέεσθαι.

485τὸν δ̓ αῦτε προσέειπε φίλη τροφὸς Ευρύκλεια

486ναὶ δὴ ταῦτά γε, τέκνον εμόν, κατὰ μοῖραν έειπες

487αλλ̓ άγε τοι χλαῖνάν τε χιτῶνά τε είματ̓ ενείκω,
488μη δ̓ οὕτω ῥάκεσιν πεπυκασμένος ευρέας ώμους
489έσταθ̓ ενὶ μεγάροισι
νεμεσσητὸν δέ κεν είη.
490τὴν δ̓ απαμειβόμενος προσέφη πολύμητις Οδυσσεύς

491πῦρ νῦν μοι πρώτιστον ενὶ μεγάροισι γενέσθω.

492ὣς έφατ̓, ου δ̓ απίθησε φίλη τροφὸς Ευρύκλεια,
493ήνεικεν δ̓ άρα πῦρ καὶ θήϊον
αυτὰρ Οδυσσεὺς
494εῦ διεθείωσεν μέγαρον καὶ δῶμα καὶ αυλήν

495γρηῢς δ̓ αῦτ̓ απέβη διὰ δώματα κάλ̓ Οδυσῆος
496αγγελέουσα γυναιξὶ καὶ οτρυνέουσα νέεσθαι

497αἱ δ̓ ίσαν εκ μεγάροιο δάος μετὰ χερσὶν έχουσαι

498αἱ μὲν άῤ αμφεχέοντο καὶ ησπάζοντ̓ Οδυσῆα,
499καὶ κύνεον αγαπαξόμεναι κεφαλήν τε καὶ ώμους
500χεῖράς τ̓ αινύμεναι
τὸν δὲ γλυκὺς ἵμερος ᾕρει κλαυθμοῦ καὶ στοναχῆς, γίγνωσκε δ̓ άρα φρεσὶ πάσας