Homer

Odyssey    —    Ὀδύσσεια

Book 21

1τῇ δ̓ άῤ επὶ φρεσὶ θῆκε θεὰ γλαυκῶπις Αθήνη,
2κούρῃ Ικαρίοιο, περίφρονι Πηνελοπείῃ,
3τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον
4εν μεγάροις Οδυσῆος, αέθλια καὶ φόνου αρχήν.

5κλίμακα δ̓ ὑψηλὴν προσεβήσετο οἷο δόμοιο,
6εἵλετο δὲ κληῗδ̓ ευκαμπέα χειρὶ παχείῃ
7καλὴν χαλκείην
κώπη δ̓ ελέφαντος επῆεν
8βῆ δ̓ ίμεναι θάλαμόνδε σὺν αμφιπόλοισι γυναιξὶν
9έσχατον
ένθα δέ οἱ κειμήλια κεῖτο άνακτος,
10χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος

11ένθα δὲ τόξον κεῖτο παλίντονον ηδὲ φαρέτρη
12ιοδόκος, πολλοὶ δ̓ ένεσαν στονόεντες οϊστοί,
13δῶρα τά οἱ ξεῖνος Λακεδαίμονι δῶκε τυχήσας
14Ίφιτος Ευρυτίδης, επιείκελος αθανάτοισι.

15τὼ δ̓ εν Μεσσήνῃ ξυμβλήτην αλλήλοιϊν
16οίκῳ εν Ορτιλόχοιο δαΐφρονος
τοι Οδυσσεὺς
17ῆλθε μετὰ χρεῖος, τό ῥά οἱ πᾶς δῆμος όφελλε

18μῆλα γὰρ εξ Ιθάκης Μεσσήνιοι άνδρες άειραν
19νηυσὶ πολυκλήϊσι τριηκόσἰ ηδὲ νομῆας

20τῶν ένεκ̓ εξεσίην πολλὴν ὁδὸν ῆλθεν Οδυσσεὺς
21παιδνὸς εών
πρὸ γὰρ ἧκε πατὴρ άλλοι τε γέροντες
22Ίφιτος αῦθ̓ ἵππους διζήμενος, αἵ οἱ όλοντο
23δώδεκα θήλειαι, ὑπὸ δ̓ ἡμίονοι ταλαεργοί·

24αἳ δή οἱ καὶ έπειτα φόνος καὶ μοῖρα γένοντο,
25επεὶ δὴ Διὸς υἱὸν αφίκετο καρτερόθυμον,
26φῶθ̓ Ἡρακλῆα, μεγάλων επιίστορα έργων,
27ὅς μιν ξεῖνον εόντα κατέκτανεν ενὶ οίκῳ,
28σχέτλιος, ου δὲ θεῶν όπιν ῃδέσατ̓ ου δὲ τράπεζαν,
29τὴν ἥν οἱ παρέθηκεν·
έπειτα δὲ πέφνε καὶ αυτόν,
30ἵππους δ̓ αυτὸς έχε κρατερώνυχας εν μεγάροισι

31τὰς ερέων Οδυσῆϊ συνήντετο, δῶκε δὲ τόξον,
32τὸ πρὶν μέν ῥ̓ εφόρει μέγας Εύρυτος, αυτὰρ παιδὶ
33κάλλιπ̓ αποθνῄσκων εν δώμασιν ὑψηλοῖσι

34τῷ δ̓ Οδυσεὺς ξίφος οξὺ καὶ άλκιμον έγχος έδωκεν,
35αρχὴν ξεινοσύνης προσκηδέος
ου δὲ τραπέζῃ
36γνώτην αλλήλων
πρὶν γὰρ Διὸς υἱὸς έπεφνεν
37Ίφιτον Ευρυτίδην, επιείκελον αθανάτοισιν,
38ὅς οἱ τόξον έδωκε
τὸ δ̓ ού ποτε δῖος Οδυσσεὺς
39ερχόμενος πόλεμόνδε μελαινάων επὶ νηῶν
40ῃρεῖτ̓, αλλ̓ αυτοῦ μνῆμα ξείνοιο φίλοιο
41κέσκετ̓ ενὶ μεγάροισι, φόρει δέ μιν ἧς επὶ γαίης

42 δ̓ ὅτε δὴ θάλαμον τὸν αφίκετο δῖα γυναικῶν
43ουδόν τε δρύϊνον προσεβήσετο, τόν ποτε τέκτων
44ξέσσεν επισταμένως καὶ επὶ στάθμην ίθυνεν,
45εν δὲ σταθμοὺς άρσε, θύρας δ̓ επέθηκε φαεινάς,
46αυτίκ̓ άῤ γ̓ ἱμάντα θοῶς απέλυσε κορώνης,
47εν δὲ κληῗδ̓ ἧκε, θυρέων δ̓ ανέκοπτεν οχῆας
48άντα τιτυσκομένη·
τὰ δ̓ ανέβραχεν ηΰτε ταῦρος
49βοσκόμενος λειμῶνι·
τόσ̓ έβραχε καλὰ θύρετρα
50πληγέντα κληΐδι, πετάσθησαν δέ οἱ ῶκα

51 δ̓ άῤ εφ̓ ὑψηλῆς σανίδος βῆ
ένθα δὲ χηλοὶ
52ἕστασαν, εν δ̓ άρα τῇσι θυώδεα είματ̓ έκειτο

53ένθεν ορεξαμένη απὸ πασσάλου αίνυτο τόξον
54αυτῷ γωρυτῷ, ὅς οἱ περίκειτο φαεινός

55ἑζομένη δὲ κατ̓ αῦθι, φίλοις επὶ γούνασι θεῖσα,
56κλαῖε μάλα λιγέως, εκ δ̓ ᾕρεε τόξον άνακτος

57 δ̓ επεὶ οῦν τάρφθη πολυδακρύτοιο γόοιο,
58βῆ ῥ̓ ίμεναι μέγαρόνδε μετὰ μνηστῆρας αγαυοὺς
59τόξον έχουσ̓ εν χειρὶ παλίντονον ηδὲ φαρέτρην
60ιοδόκον
πολλοὶ δ̓ ένεσαν στονόεντες οϊστοί
61τῇ δ̓ άῤ άμ̓ αμφίπολοι φέρον όγκιον, ένθα σίδηρος
62κεῖτο πολὺς καὶ χαλκός, αέθλια τοῖο άνακτος

63 δ̓ ὅτε δὴ μνηστῆρας αφίκετο δῖα γυναικῶν,
64στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,
65άντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα.

66αμφίπολος δ̓ άρα οἱ κεδνὴ ἑκάτερθε παρέστη

67αυτίκα δὲ μνηστῆρσι μετηύδα καὶ φάτο μῦθον

68κέκλυτέ μευ, μνηστῆρες αγήνορες, οἳ τόδε δῶμα
69εχράετ̓ εσθιέμεν καὶ πινέμεν εμμενὲς αιεὶ
70ανδρὸς αποιχομένοιο πολὺν χρόνον
ου δέ τιν̓ άλλην
71μύθου ποιήσασθαι επισχεσίην εδύνασθε,
72αλλ̓ εμὲ ἱέμενοι γῆμαι θέσθαι τε γυναῖκα.

73αλλ̓ άγετε, μνηστῆρες, επεὶ τόδε φαίνετ̓ άεθλον

74θήσω γὰρ μέγα τόξον Οδυσσῆος θείοιο

75ὃς δέ κε ῥηΐτατ̓ εντανύσῃ βιὸν εν παλάμῃσι
76καὶ διοϊστεύσῃ πελέκεων δυοκαίδεκα πάντων,
77τῷ κεν άμ̓ ἑσποίμην, νοσφισσαμένη τόδε δῶμα
78κουρίδιον, μάλα καλόν, ενίπλειον βιότοιο,
79τοῦ ποτὲ μεμνήσεσθαι οΐομαι έν περ ονείρῳ.

80ὣς φάτο, καί ῥ̓ Εύμαιον ανώγει, δῖον ὑφορβόν,
81τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον

82δακρύσας δ̓ Εύμαιος εδέξατο καὶ κατέθηκε

83κλαῖε δὲ βουκόλος άλλοθ̓, επεὶ ίδε τόξον άνακτος

84Αντίνοος δ̓ ενένιπεν έπος τ̓ έφατ̓ έκ τ̓ ονόμαζε

85νήπιοι αγροιῶται, εφημέρια φρονέοντες,
86 δειλώ, τί νυ δάκρυ κατείβετον ηδὲ γυναικὶ
87θυμὸν ενὶ στήθεσσιν ορίνετον
τε καὶ άλλως
88κεῖται εν άλγεσι θυμός, επεὶ φίλον ώλεσ̓ ακοίτην

89αλλ̓ ακέων δαίνυσθε καθήμενοι, ηὲ θύραζε
90κλαίετον εξελθόντε, κατ̓ αυτόθι τόξα λιπόντε,
91μνηστήρεσσιν άεθλον αάατον
ου γὰρ οΐω
92ῥηϊδίως τόδε τόξον εΰξοον εντανύεσθαι

93ου γάρ τις μέτα τοῖος ανὴρ εν τοίσδεσι πᾶσιν
94οἷος Οδυσσεὺς έσκεν·
εγὼ δέ μιν αυτὸς όπωπα,
95καὶ γὰρ μνήμων ειμί, πάϊς δ̓ έτι νήπιος ῆα.

96ὣς φάτο, τῷ δ̓ άρα θυμὸς ενὶ στήθεσσιν εώλπει
97νευρὴν εντανύσειν διοϊστεύσειν τε σιδήρου

98 τοι οϊστοῦ γε πρῶτος γεύσεσθαι έμελλεν
99εκ χειρῶν Οδυσῆος αμύμονος, ὃν τότ̓ ατίμα
100ἥμενος εν μεγάροις, επὶ δ̓ ώρνυε πάντας ἑταίρους

101τοῖσι δὲ καὶ μετέειφ̓ ἱερὴ ὶς Τηλεμάχοιο

102 πόποι, μάλα με Ζεὺς άφρονα θῆκε Κρονίων

103μήτηρ μέν μοί φησι φίλη, πινυτή περ εοῦσα,
104άλλῳ άμ̓ ἕψεσθαι νοσφισσαμένη τόδε δῶμα

105αυτὰρ εγὼ γελόω καὶ τέρπομαι άφρονι θυμῷ

106αλλ̓ άγετε, μνηστῆρες, επεὶ τόδε φαίνετ̓ άεθλον,
107οἵη νῦν ουκ έστι γυνὴ κατ̓ Αχαιΐδα γαῖαν, ού τε Πύλου ἱερῆς ού τ̓ Άργεος ού τε Μυκήνης

108 καὶ απ̓ ώμοιϊν χλαῖναν θέτο φοινικόεσσαν
119ορθὸς αναΐξας, απὸ δὲ ξίφος οξὺ θέτ̓ ώμων

120πρῶτον μὲν πελέκεας στῆσεν, διὰ τάφρον ορύξας
121πᾶσι μίαν μακρήν, καὶ επὶ στάθμην ίθυνεν,
122αμφὶ δὲ γαῖαν έναξε
τάφος δ̓ ἕλε πάντας ιδόντας,
123ὡς ευκόσμως στῆσε
πάρος δ̓ ου πώ ποτ̓ οπώπει
124στῆ δ̓ άῤ επ̓ ουδὸν ιὼν καὶ τόξου πειρήτιζε

125τρὶς μέν μιν πελέμιξεν ερύσσεσθαι μενεαίνων,
126τρὶς δὲ μεθῆκε βίης, επιελπόμενος τό γε θυμῷ,
127νευρὴν εντανύειν διοϊστεύσειν τε σιδήρου

128καί νύ κε δή ῥ̓ ετάνυσσε βίῃ τὸ τέταρτον ανέλκων,
129αλλ̓ Οδυσεὺς ανένευε καὶ έσχεθεν ἱέμενόν περ

130τοῖς δ̓ αῦτις μετέειφ̓ ἱερὴ ὶς Τηλεμάχοιο

131 πόποι, καὶ έπειτα κακός τ̓ έσομαι καὶ άκικυς,
132ηὲ νεώτερός ειμι καὶ ού πω χερσὶ πέποιθα
133άνδῤ απαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ

134αλλ̓ άγεθ̓, οἵ περ εμεῖο βίῃ προφερέστεροί εστε,
135τόξου πειρήσασθε, καὶ εκτελέωμεν άεθλον.

136ὣς ειπὼν τόξον μὲν απὸ ἕο θῆκε χαμᾶζε,
137κλίνας κολλητῇσιν εϋξέστῃς σανίδεσσιν,
138αυτοῦ δ̓ ωκὺ βέλος καλῇ προσέκλινε κορώνῃ,
139ὰψ δ̓ αῦτις κατ̓ άῤ έζετ̓ επὶ θρόνου ένθεν ανέστη

140τοῖσιν δ̓ Αντίνοος μετέφη, Ευπείθεος υἱός

141όρνυσθ̓ ἑξείης επιδέξια πάντες ἑταῖροι,
142αρξάμενοι τοῦ χώρου ὅθεν τέ περ οινοχοεύει.

143ὣς έφατ̓ Αντίνοος, τοῖσιν δ̓ επιήνδανε μῦθος

144Λειώδης δὲ πρῶτος ανίστατο, Οίνοπος υἱός,
145 σφι θυοσκόος έσκε, παρὰ κρητῆρα δὲ καλὸν
146ἷζε μυχοίτατος αιέν
ατασθαλίαι δέ οἱ οίῳ
147εχθραὶ έσαν, πᾶσιν δὲ νεμέσσα μνηστήρεσσιν

148ὅς ῥα τότε πρῶτος τόξον λάβε καὶ βέλος ωκύ

149στῆ δ̓ άῤ επ̓ ουδὸν ιὼν καὶ τόξου πειρήτιζεν,
150ου δέ μιν εντάνυσε
πρὶν γὰρ κάμε χεῖρας ανέλκων
151ατρίπτους ἁπαλάς
μετὰ δὲ μνηστῆρσιν έειπεν
152 φίλοι, ου μὲν εγὼ τανύω, λαβέτω δὲ καὶ άλλος

153πολλοὺς γὰρ τόδε τόξον αριστῆας κεκαδήσει
154θυμοῦ καὶ ψυχῆς, επεὶ πολὺ φέρτερόν εστι
155τεθνάμεν ζώοντας ἁμαρτεῖν, οῦθ̓ ένεκ̓ αιεὶ
156ενθάδ̓ ὁμιλέομεν, ποτιδέγμενοι ήματα πάντα

157νῦν μέν τις καὶ έλπετ̓ ενὶ φρεσὶν ηδὲ μενοινᾷ
158γῆμαι Πηνελόπειαν, Οδυσσῆος παράκοιτιν

159αυτὰρ επὴν τόξου πειρήσεται ηδὲ ίδηται,
160άλλην δή τιν̓ έπειτα Αχαιϊάδων ευπέπλων
161μνάσθω εέδνοισιν διζήμενος
δέ κ̓ έπειτα
162γήμαιθ̓ ὅς κε πλεῖστα πόροι καὶ μόρσιμος έλθοι.

163ὣς άῤ εφώνησεν καὶ απὸ ἕο τόξον έθηκε,
164κλίνας κολλητῇσιν εϋξέστῃς σανίδεσσιν,
165αυτοῦ δ̓ ωκὺ βέλος καλῇ προσέκλινε κορώνῃ,
166ὰψ δ̓ αῦτις κατ̓ άρ έζετ̓ επὶ θρόνου ένθεν ανέστη

167Αντίνοος δ̓ ενένιπεν έπος τ̓ έφατ̓ έκ τ̓ ονόμαζε

168λειῶδες, ποῖόν σε έπος φύγεν ἕρκος οδόντων,
169δεινόν τ̓ αργαλέον τε, - νεμεσσῶμαι δέ τ̓ ακούων -
170ει δὴ τοῦτό γε τόξον αριστῆας κεκαδήσει
171θυμοῦ καὶ ψυχῆς, επεὶ ου δύνασαι σὺ τανύσσαι

172ου γάρ τοί σέ γε τοῖον εγείνατο πότνια μήτηρ
173οἷόν τε ῥυτῆρα βιοῦ τ̓ έμεναι καὶ οϊστῶν

174αλλ̓ άλλοι τανύουσι τάχα μνηστῆρες αγαυοί.

175ὣς φάτο, καί ῥ̓ εκέλευσε Μελάνθιον, αιπόλον αιγῶν

176άγρει δή, πῦρ κῆον ενὶ μεγάροισι, Μελανθεῦ,
177πὰρ δὲ τίθει δίφρον τε μέγαν καὶ κῶας επ̓ αυτοῦ,
178εκ δὲ στέατος ένεικε μέγαν τροχὸν ένδον εόντος,
179όφρα νέοι θάλποντες, επιχρίοντες αλοιφῇ,
180τόξου πειρώμεσθα καὶ εκτελέωμεν άεθλον.

181ὣς φάθ̓, δ̓ αῖψ̓ ανέκαιε Μελάνθιος ακάματον πῦρ,
182πὰρ δὲ φέρων δίφρον θῆκεν καὶ κῶας επ̓ αυτοῦ,
183εκ δὲ στέατος ένεικε μέγαν τροχὸν ένδον εόντος·

184τῷ ῥα νέοι θάλποντες επειρῶντ̓
ου δ̓ εδύναντο
185εντανύσαι, πολλὸν δὲ βίης επιδευέες ῆσαν

186Αντίνοος δ̓ έτ̓ επεῖχε καὶ Ευρύμαχος θεοειδής,
187αρχοὶ μνηστήρων
αρετῇ δ̓ έσαν έξοχ̓ άριστοι
188τὼ δ̓ εξ οίκου βῆσαν ὁμαρτήσαντες άμ̓ άμφω
189βουκόλος ηδὲ συφορβὸς Οδυσσῆος θείοιο·

190εκ δ̓ αυτὸς μετὰ τοὺς δόμου ήλυθε δῖος Οδυσσεύς

191αλλ̓ ὅτε δή ῥ̓ εκτὸς θυρέων έσαν ηδὲ καὶ αυλῆς,
192φθεγξάμενός σφε έπεσσι προσηύδα μειλιχίοισι

193βουκόλε καὶ σύ, συφορβέ, έπος τί κε μυθησαίμην,
194 αυτὸς κεύθω
φάσθαι δέ με θυμὸς ανώγει
195ποῖοί κ̓ εῖτ̓ Οδυσῆϊ αμυνέμεν, εί ποθεν έλθοι
196ὧδε μάλ̓ εξαπίνης καί τις θεὸς αυτὸν ενείκαι

197ή κε μνηστήρεσσιν αμύνοιτ̓ Οδυσῆϊ

198είπαθ̓ ὅπως ὑμέας κραδίη θυμός τε κελεύει.

199τὸν δ̓ αῦτε προσέειπε βοῶν επιβουκόλος ανήρ

200Ζεῦ πάτερ, αὶ γὰρ τοῦτο τελευτήσειας εέλδωρ,
201ὡς έλθοι μὲν κεῖνος ανήρ, αγάγοι δέ δαίμων

202γνοίης χ̓ οἵη εμὴ δύναμις καὶ χεῖρες ἕπονται.

203ὣς δ̓ αύτως Εύμαιος επεύχετο πᾶσι θεοῖσι
204νοστῆσαι Οδυσῆα πολύφρονα ὅνδε δόμονδε

205αυτὰρ επεὶ δὴ τῶν γε νόον νημερτέ̓ ανέγνω,
206εξαῦτίς σφε έπεσσιν αμειβόμενος προσέειπεν

207ένδον μὲν δὴ όδ̓ αυτὸς εγώ, κακὰ πολλὰ μογήσας
208ήλυθον εικοστῷ έτεϊ ες πατρίδα γαῖαν.

209γιγνώσκω δ̓ ὡς σφῶϊν εελδομένοισιν ἱκάνω
210οίοισι δμώων
τῶν δ̓ άλλων ού τευ άκουσα
211ευξαμένου εμὲ αῦτις ὑπότροπον οίκαδ̓ ἱκέσθαι

212σφῶϊν δ̓, ὡς έσεταί περ, αληθείην καταλέξω

213εί χ̓ υπ̓ εμοί γε θεὸς δαμάσῃ μνηστῆρας αγαυούς,
214άξομαι αμφοτέροις αλόχους καὶ κτήματ̓ οπάσσω
215οικία τ̓ εγγὺς εμεῖο τετυγμένα
καί μοι έπειτα
216Τηλεμάχου ἑτάρω τε κασιγνήτω τε έσεσθον

217ει δ̓ άγε δή, καὶ σῆμα αριφραδὲς άλλο τι δείξω,
218όφρα μ̓ εῢ γνῶτον πιστωθῆτόν τ̓ ενὶ θυμῷ,
219ουλήν, τήν ποτέ με σῦς ήλασε λευκῷ οδόντι
220Παρνησόνδ̓ ελθόντα σὺν υἱάσιν Αυτολύκοιο.

221ὣς ειπὼν ῥάκεα μεγάλης αποέργαθεν ουλῆς

222τὼ δ̓ επεὶ εισιδέτην εῦ τ̓ εφράσσαντο ἕκαστα,
223κλαῖον άῤ αμφ̓ Οδυσῆϊ δαΐφρονι χεῖρε βαλόντε,
224καὶ κύνεον αγαπαζόμενοι κεφαλήν τε καὶ ώμους
225ὣς δ̓ αύτως Οδυσεὺς κεφαλὰς καὶ χεῖρας έκυσσε

226καί νύ κ̓ οδυρομένοισιν έδυ φάος ηελίοιο,
227ει μὴ Οδυσσεὺς αυτὸς ερύκακε φώνησέν τε

228παύεσθον κλαυθμοῖο γόοιό τε, μή τις ίδηται
229εξελθὼν μεγάροιο, ατὰρ είπῃσι καὶ είσω

230αλλὰ προμνηστῖνοι εσέλθετε, μη δ̓ ἅμα πάντες,
231πρῶτος εγώ, μετὰ δ̓ ύμμες·
ατὰρ τόδε σῆμα τετύχθω
232άλλοι μὲν γὰρ πάντες, ὅσοι μνηστῆρες αγαυοί,
233ουκ εάσουσιν εμοὶ δόμεναι βιὸν ηδὲ φαρέτρην·

234αλλὰ σύ, δῖ̓ Εύμαιε, φέρων ανὰ δώματα τόξον
235εν χείρεσσιν εμοὶ θέμεναι, ειπεῖν τε γυναιξὶ
236κληῗσαι μεγάροιο θύρας πυκινῶς αραρυίας,
237ὴν δέ τις στοναχῆς ηὲ κτύπου ένδον ακούσῃ
238ανδρῶν ἡμετέροισιν εν ἕρκεσι, μή τι θύραζε
239προβλώσκειν, αλλ̓ αυτοῦ ακὴν έμεναι παρὰ έργῳ

240σοὶ δέ, Φιλοίτιε δῖε, θύρας επιτέλλομαι αυλῆς
241κληῗσαι κληῗδι, θοῶς δ̓ επὶ δεσμὸν ιῆλαι.

242ὣς ειπὼν εισῆλθε δόμους εῦ ναιετάοντας

243έζετ̓ έπειτ̓ επὶ δίφρον ιών, ένθεν περ ανέστη

244ες δ̓ άρα καὶ τὼ δμῶε ίτην θείου Οδυσῆος

245Ευρύμαχος δ̓ ήδη τόξον μετὰ χερσὶν ενώμα,
246θάλπων ένθα καὶ ένθα σέλᾳ πυρός
αλλά μιν ου δ̓ ὣς
247εντανύσαι δύνατο, μέγα δ̓ έστενε κυδάλιμον κῆρ

248οχθήσας δ̓ άρα εῖρος τ̓ έφατ̓ έκ τ̓ ονόμαζεν

249 πόποι, μοι άχος περί τ̓ αυτοῦ καὶ περὶ πάντων·

250ού τι γάμου τοσσοῦτον οδύρομαι, αχνύμενός περ

251εισὶ καὶ άλλαι πολλαὶ Αχαιΐδες, αἱ μὲν εν αυτῇ
252αμφιάλῳ Ιθάκῃ, αἱ δ̓ άλλῃσιν πολίεσσιν

253αλλ̓ ει δὴ τοσσόνδε βίης επιδευέες ειμὲν
254αντιθέου Οδυσῆος, τ̓ ου δυνάμεσθα τανύσσαι
255τόξον·
ελεγχείη δὲ καὶ εσσομένοισι πυθέσθαι.
256τὸν δ̓ αῦτ̓ Αντίνοος προσέφη, Ευπείθεος υἱός

257Ευρύμαχ̓, ουχ οὕτως έσται
νοέεις δὲ καὶ αυτός
258νῦν μὲν γὰρ κατὰ δῆμον ἑορτὴ τοῖο θεοῖο
259ἁγνή·
τίς δέ κε τόξα τιταίνοιτ̓ αλλὰ ἕκηλοι
260κάτθετ̓
ατὰρ πελέκεάς γε καὶ εί κ̓ ειῶμεν ἅπαντας
261ἑστάμεν
ου μὲν γάρ τιν̓ αναιρήσεσθαι οΐω,
262ελθόντ̓ ες μέγαρον Λαερτιάδεω Οδυσῆος

263αλλ̓ άγετ̓, οινοχόος μὲν επαρξάσθω δεπάεσσιν,
264όφρα σπείσαντες καταθείομεν αγκύλα τόξα

265ηῶθεν δὲ κέλεσθε Μελάνθιον, αιπόλον αιγῶν,
266αῖγας άγειν, αἳ πᾶσι μέγ̓ έξοχοι αιπολίοισιν,
267όφῤ επὶ μηρία θέντες Απόλλωνι κλυτοτόξῳ
268τόξου πειρώμεσθα καὶ εκτελέωμεν άεθλον.

269ὣς έφατ̓ Αντίνοος, τοῖσιν δ̓ επιήνδανε μῦθος

270τοῖσι δὲ κήρυκες μὲν ὕδωρ επὶ χεῖρας έχευαν,
271κοῦροι δὲ κρητῆρας επεστέψαντο ποτοῖο,
272νώμησαν δ̓ άρα πᾶσιν επαρξάμενοι δεπάεσσιν

273οἱ δ̓ επεὶ οῦν σπεῖσάν τ̓ έπιόν θ̓ ὅσον ήθελε θυμός,
274τοῖς δὲ δολοφρονέων μετέφη πολύμητις Οδυσσεύς

275κέκλυτέ μευ, μνηστῆρες αγακλειτῆς βασιλείης

276όφῤ είπω τά με θυμὸς ενὶ στήθεσσι κελεύει·

277Ευρύμαχον δὲ μάλιστα καὶ Αντίνοον θεοειδέα
278λίσσομ̓, επεὶ καὶ τοῦτο έπος κατὰ μοῖραν έειπε,
279νῦν μὲν παῦσαι τόξον, επιτρέψαι δὲ θεοῖσιν

280ηῶθεν δὲ θεὸς δώσει κράτος κ̓ εθέλῃσιν.

281αλλ̓ άγ̓ εμοὶ δότε τόξον εΰξοον, όφρα μεθ̓ ὑμῖν
282χειρῶν καὶ σθένεος πειρήσομαι, ή μοι έτ̓ εστὶν
283ίς, οἵη πάρος έσκεν ενὶ γναμπτοῖσι μέλεσσιν,
284 ήδη μοι όλεσσεν άλη τ̓ ακομιστίη τε.

285ὣς έφαθ̓, οἱ δ̓ άρα πάντες ὑπερφιάλως νεμέσησαν,
286δείσαντες μὴ τόξον εΰξοον εντανύσειεν

287Αντίνοος δ̓ ενένιπεν έπος τ̓ έφατ̓ έκ τ̓ ονόμαζεν

288 δειλὲ ξείνων, ένι τοι φρένες ου δ̓ ηβαιαί·

289ουκ αγαπᾷς ἕκηλος ὑπερφιάλοισι μεθ̓ ἡμῖν
290δαίνυσαι, ου δέ τι δαιτὸς αμέρδεαι, αυτὰρ ακούεις
291μύθων ἡμετέρων καὶ ῥήσιος
ου δέ τις άλλος
292ἡμετέρων μύθων ξεῖνος καὶ πτωχὸς ακούει

293οῖνός σε τρώει μελιηδής, ὅς τε καὶ άλλους
294βλάπτει, ὃς άν μιν χανδὸν ἕλῃ μη δ̓ αίσιμα πίνῃ

295οῖνος καὶ Κένταυρον, αγακλυτὸν Ευρυτίωνα,
296άασ̓ ενὶ μεγάρῳ μεγαθύμου Πειριθόοιο,
297ες Λαπίθας ελθόνθ̓
δ̓ επεὶ φρένας άασεν οίνῳ,
298μαινόμενος κάκ̓ έρεξε δόμον κάτα Πειριθόοιο

299ἥρωας δ̓ άχος εἷλε, διὲκ προθύρου δὲ θύραζε
300ἕλκον αναΐξαντες, απ̓ ούατα νηλέϊ χαλκῷ
301ῥῖνάς τ̓ αμήσαντες
δὲ φρεσὶν ᾗσιν αασθεὶς
302ήϊεν ἣν άτην οχέων αεσίφρονι θυμῷ

303εξ οὗ Κενταύροισι καὶ ανδράσι νεῖκος ετύχθη,
304οἷ δ̓ αυτῷ πρώτῳ κακὸν εὕρετο οινοβαρείων

305ὣς καὶ σοὶ μέγα πῆμα πιφαύσκομαι, αί κε τὸ τόξον
306εντανύσῃς
ου γάρ τευ επητύος αντιβολήσεις
307ἡμετέρῳ ενὶ δήμῳ, άφαρ δέ σε νηῒ μελαίνῃ
308εις Έχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων,
309πέμψομεν
ένθεν δ̓ ού τι σαώσεαι αλλὰ ἕκηλος
310πῖνέ τε, μη δ̓ ερίδαινε μετ̓ ανδράσι κουροτέροισιν.

311τὸν δ̓ αῦτε προσέειπε περίφρων Πηνελόπεια

312Αντίνὀ, ου μὲν καλὸν ατέμβειν ου δὲ δίκαιον
313ξείνους Τηλεμάχου, ὅς κεν τάδε δώμαθ̓ ἵκηται·

314έλπεαι, αί χ̓ ξεῖνος Οδυσσῆος μέγα τόξον
315εντανύσῃ χερσίν τε βίηφί τε ἧφι πιθήσας,
316οίκαδέ μ̓ άξεσθαι καὶ ἑὴν θήσεσθαι άκοιτιν

317ου δ̓ αυτός που τοῦτό γ̓ ενὶ στήθεσσιν έολπε

318μη δέ τις ὑμείων τοῦ γ̓ εἵνεκα θυμὸν αχεύων
319ενθάδε δαινύσθω, επεὶ ου δὲ μὲν ου δὲ έοικεν.

320τὴν δ̓ αῦτ̓ Ευρύμαχος, Πολύβου πάϊς, αντίον ηύδα

321κούρη Ικαρίοιο, περίφρον Πηνελόπεια,
322ού τί σε τόνδ̓ άξεσθαι οϊόμεθ̓
ου δὲ έοικεν
323αλλ̓ αισχυνόμενοι φάτιν ανδρῶν ηδὲ γυναικῶν,
324μή ποτέ τις είπῃσι κακώτερος άλλος Αχαιῶν
325 πολὺ χείρονες άνδρες αμύμονος ανδρὸς άκοιτιν
326μνῶνται, ου δέ τι τόξον εΰξοον εντανύουσιν·

327αλλ̓ άλλος τις πτωχὸς ανὴρ αλαλήμενος ελθὼν
328ῥηϊδίως ετάνυσσε βιόν, διὰ δ̓ ἧκε σιδήρου

329ὣς ερέουσ̓, ἡμῖν δ̓ ὰν ελέγχεα ταῦτα γένοιτο.

330τὸν δ̓ αῦτε προσέειπε περίφρων Πηνελόπεια

331Ευρύμαχ̓, ού πως έστιν εϋκλεῖας κατὰ δῆμον
332έμμεναι οἳ δὴ οῖκον ατιμάζοντες έδουσιν
333ανδρὸς αριστῆος
τί δ̓ ελέγχεα ταῦτα τίθεσθε
334οὗτος δὲ ξεῖνος μάλα μὲν μέγας ηδ̓ ευπηγής,
335πατρὸς δ̓ εξ αγαθοῦ γένος εύχεται έμμεναι υἱός.

336αλλ̓ άγε οἱ δότε τόξον εΰξοον, όφρα ίδωμεν

337ὧδε γὰρ εξερέω, τὸ δὲ καὶ τετελεσμένον έσται

338εί κέ μιν εντανύσῃ, δώῃ δέ οἱ εῦχος Απόλλων,
339ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά,
340δώσω δ̓ οξὺν άκοντα, κυνῶν αλκτῆρα καὶ ανδρῶν,
341καὶ ξίφος άμφηκες
δώσω δ̓ ὑπὸ ποσσὶ πέδιλα,
342πέμψω δ̓ ὅππη μιν κραδίη θυμός τε κελεύει.

343τὴν δ̓ αῦ Τηλέμαχος πεπνυμένος αντίον ηύδα

344μῆτερ εμή, τόξον μὲν Αχαιῶν ού τις εμεῖο
345κρείσσων, κ̓ εθέλω, δόμεναί τε καὶ αρνήσασθαι,
346ούθ̓ ὅσσοι κραναὴν Ιθάκην κάτα κοιρανέουσιν,
347ούθ̓ ὅσσοι νήσοισι πρὸς Ήλιδος ἱπποβότοιο·

348τῶν ού τίς μ̓ αέκοντα βιήσεται, αί κ̓ εθέλωμι
349καὶ καθάπαξ ξείνῳ δόμεναι τάδε τόξα φέρεσθαι

350αλλ̓ εις οῖκον ιοῦσα τὰ σ̓ αυτῆς έργα κόμιζε,
351ἱστόν τ̓ ηλακάτην τε, καὶ αμφιπόλοισι κέλευε
352έργον εποίχεσθαι
τόξον δ̓ άνδρεσσι μελήσει
353πᾶσι, μάλιστα δ̓ εμοί·
τοῦ γὰρ κράτος έστ̓ ενὶ οίκῳ.
354 μὲν θαμβήσασα πάλιν οῖκόνδε βεβήκει

355παιδὸς γὰρ μῦθον πεπνυμένον ένθετο θυμῷ

356ες δ̓ υπερῷ̓ αναβᾶσα σὺν αμφιπόλοισι γυναιξὶ
357κλαῖεν έπειτ̓ Οδυσῆα, φίλον πόσιν, όφρα οἱ ὕπνον
358ἡδὺν επὶ βλεφάροισι βάλε γλαυκῶπις Αθήνη

359αυτὰρ τόξα λαβὼν φέρε καμπύλα δῖος ὑφορβός·

360μνηστῆρες δ̓ άρα πάντες ὁμόκλεον εν μεγάροισιν

361ὧδε δέ τις είπεσκε νέων ὑπερηνορεόντων

362πῆ δὴ καμπύλα τόξα φέρεις, αμέγαρτε συβῶτα,
363πλαγκτέ
τάχ̓ αῦ σ̓ εφ̓ ὕεσσι κύνες ταχέες κατέδονται
364οῖον απ̓ ανθρώπων, οὓς έτρεφες, εί κεν Απόλλων
365ἡμῖν ἱλήκῃσι καὶ αθάνατοι θεοὶ άλλοι.

366ὣς φάσαν, αυτὰρ, θῆκε φέρων αυτῇ ενὶ χώρῃ,
367δείσας, οὕνεκα πολλοὶ ὁμόκλεον εν μεγάροισιν

368Τηλέμαχος δ̓ ἑτέρωθεν απειλήσας εγεγώνει

369άττα, πρόσω φέρε τόξα
τάχ̓ ουκ εῦ πᾶσι πιθήσεις
370μή σε καὶ ὁπλότερός περ εὼν αγρόνδε δίωμαι,
371βάλλων χερμαδίοισι
βίηφι δὲ φέρτερός ειμι
372αὶ γὰρ πάντων τόσσον, ὅσοι κατὰ δώματ̓ έασι,
373μνηστήρων χερσίν τε βίηφί τε φέρτερος είην

374τῷ κε τάχα στυγερῶς τιν̓ εγὼ πέμψαιμι νέεσθαι
375ἡμετέρου εξ οίκου, επεὶ κακὰ μηχανόωνται.

376ὣς έφαθ̓, οἱ δ̓ άρα πάντες επ̓ αυτῷ ἡδὺ γέλασσαν
377μνηστῆρες, καὶ δὴ μέθιεν χαλεποῖο χόλοιο
378Τηλεμάχῳ·
τὰ δὲ τόξα φέρων ανὰ δῶμα συβώτης
379εν χείρεσσ̓ Οδυσῆϊ δαΐφρονι θῆκε παραστάς

380εκ δὲ καλεσσάμενος προσέφη τροφὸν Ευρύκλειαν

381Τηλέμαχος κέλεταί σε, περίφρων Ευρύκλεια,
382κληῗσαι μεγάροιο θύρας πυκινῶς αραρυίας

383ὴν δέ τις ή στοναχῆς ηὲ κτύπου ένδον ακούσῃ
384ανδρῶν ἡμετέροισιν εν ἕρκεσι, μή τι θύραζε
385προβλώσκειν, αλλ̓ αυτοῦ ακὴν έμεναι παρὰ έργῳ.

386ὣς άῤ εφώνησεν, τῇ δ̓ άπτερος έπλετο μῦθος,
387κλήϊσεν δὲ θύρας μεγάρων εῦ ναιεταόντων

388σιγῇ δ̓ εξ οίκοιο Φιλοίτιος ᾶλτο θύραζε,
389κλήϊσεν δ̓ άῤ έπειτα θύρας ευερκέος αυλῆς

390κεῖτο δ̓ υπ̓ αιθούσῃ ὅπλον νεὸς αμφιελίσσης
391βύβλινον, ῥ̓ επέδησε θύρας, ες δ̓ ήϊεν αυτός

392έζετ̓ έπειτ̓ επὶ δίφρον ιών, ένθεν περ ανέστη,
393εισορόων Οδυσῆα
δ̓ ήδη τόξον ενώμα
394πάντη αναστρωφῶν, πειρώμενος ένθα καὶ ένθα,
395μὴ κέρα ῖπες έδοιεν αποιχομένοιο άνακτος

396ὧδε τις είπεσκεν ιδὼν ες πλησίον άλλον

397 τις θηητὴρ καὶ επίκλοπος έπλετο τόξων

398ή ῥά νύ που τοιαῦτα καὶ αυτῷ οίκοθι κεῖται
399 γ̓ εφορμᾶται ποιησέμεν, ὡς ενὶ χερσὶ
400νωμᾷ ένθα καὶ ένθα κακῶν έμπαιος αλήτης.

401άλλος δ̓ αῦ είπεσκε νέων ὑπερηνορεόντων

402αὶ γὰρ δὴ τοσσοῦτον ονήσιος αντιάσειεν
403ὡς οὗτός ποτε τοῦτο δυνήσεται εντανύσασθαι.

404ὣς άῤ έφαν μνηστῆρες
ατὰρ πολύμητις Οδυσσεύς,
405αυτίκ̓ επεὶ μέγα τόξον εβάστασε καὶ ίδε πάντη,
406ὡς ότ̓ ανὴρ φόρμιγγος επιστάμενος καὶ αοιδῆς
407ῥηϊδίως ετάνυσσε νέῳ περὶ κόλλοπι χορδήν,
408ἅψας αμφοτέρωθεν εϋστρεφὲς έντερον οιός,
409ὣς άῤ άτερ σπουδῆς τάνυσεν μέγα τόξον Οδυσσεύς.

410δεξιτερῇ άρα χειρὶ λαβὼν πειρήσατο νευρῆς

411 δ̓ ὑπὸ καλὸν άεισε, χελιδόνι εικέλη αυδήν

412μνηστῆρσιν δ̓ άῤ άχος γένετο μέγα, πᾶσι δ̓ άρα χρὼς
413ετράπετο
Ζεὺς δὲ μεγάλ̓ έκτυπε σήματα φαίνων
414γήθησέν τ̓ άῤ έπειτα πολύτλας δῖος Οδυσσεύς

415ὅττι ῥά οἱ τέρας ἧκε Κρόνου πάϊς αγκυλομήτεω

416εἵλετο δ̓ ωκὺν οϊστόν, οἱ παρέκειτο τραπέζῃ
417γυμνός
τοὶ δ̓ άλλοι κοίλης έντοσθε φαρέτρης
418κείατο, τῶν τάχ̓ έμελλον Αχαιοὶ πειρήσεσθαι

419τόν ῥ̓ επὶ πήχει ἑλὼν ἕλκεν νευρὴν γλυφίδας τε,
420αυτόθεν εκ δίφροιο καθήμενος, ἧκε δ̓ οϊστὸν
421άντα τιτυσκόμενος, πελέκεων δ̓ ουκ ήμβροτε πάντων
422πρώτης στειλειῆς, διὰ δ̓ αμπερὲς ῆλθε θύραζε
423ιὸς χαλκοβαρής
δὲ Τηλέμαχον προσέειπε
424Τηλέμαχ̓, ού σ̓ ξεῖνος ενὶ μεγάροισιν ελέγχει
425ἥμενος, ου δέ τι τοῦ σκοποῦ ήμβροτον ου δέ τι τόξον
426δὴν έκαμον τανύων
έτι μοι μένος έμπεδόν εστιν,
427ουχ ὥς με μνηστῆρες ατιμάζοντες όνονται.

428νῦν δ̓ ὥρη καὶ δόρπον Αχαιοῖσιν τετυκέσθαι
429εν φάει, αυτὰρ έπειτα καὶ άλλως ἑψιάασθαι
430μολπῇ καὶ φόρμιγγι·
τὰ γάρ τ̓ αναθήματα δαιτός.
431 καὶ επ̓ οφρύσι νεῦσεν
δ̓ αμφέθετο ξίφος οξὺ
432Τηλέμαχος, φίλος υἱὸς Οδυσσῆος θείοιο,
433αμφὶ δὲ χεῖρα φίλην βάλεν έγχεϊ, άγχι δ̓ άῤ αυτοῦ πὰρ θρόνον ἑστήκει κεκορυθμένος αίθοπι χαλκῷ.