Homer

Odyssey    —    Ὀδύσσεια

Book 20

1αυτὰρ εν προδόμῳ ευνάζετο δῖος Οδυσσεύς·
2κὰμ μὲν αδέψητον βοέην στόρεσ̓, αυτὰρ ὕπερθε
3κώεα πόλλ̓ οΐων, τοὺς ἱρεύεσκον Αχαιοί·

4Ευρυνόμη δ̓ άῤ επὶ χλαῖναν βάλε κοιμηθέντι

5ένθ̓ Οδυσεὺς μνηστῆρσι κακὰ φρονέων ενὶ θυμῷ
6κεῖτ̓ εγρηγορόων
ταὶ δ̓ εκ μεγάροιο γυναῖκες
7ήϊσαν, αἳ μνηστῆρσιν εμισγέσκοντο πάρος περ,
8αλλήλῃσι γέλω τε καὶ ευφροσύνην παρέχουσαι.

9τοῦ δ̓ ωρίνετο θυμὸς ενὶ στήθεσσι φίλοισι

10πολλὰ δὲ μερμήριζε κατὰ φρένα καὶ κατὰ θυμόν,
11ηὲ μεταΐξας θάνατον τεύξειεν ἑκάστῃ,
12 έτ̓ εῷ μνηστῆρσιν ὑπερφιάλοισι μιγῆναι
13ὕστατα καὶ πύματα, κραδίη δέ οἱ ένδον ὑλάκτει

14ὡς δὲ κύων αμαλῇσι περὶ σκυλάκεσσι βεβῶσα
15άνδῤ αγνοιήσασ̓ ὑλάει μέμονέν τε μάχεσθαι,
16ὥς ῥα τοῦ ένδον ὑλάκτει αγαιομένου κακὰ έργα·

17στῆθος δὲ πλήξας κραδίην ηνίπαπε μύθῳ

18τέτλαθι δή, κραδίη
καὶ κύντερον άλλο ποτ̓ έτλης
19ήματι τῷ ὅτε μοι μένος άσχετος ήσθιε Κύκλωψ
20ιφθίμους ἑτάρους·
σὺ δ̓ ετόλμας, όφρα σε μῆτις
21εξάγαγ̓ εξ άντροιο οϊόμενον θανέεσθαι.

22ὣς έφατ̓, εν στήθεσσι καθαπτόμενος φίλον ῆτορ

23τῷ δὲ μάλ̓ εν πείσῃ κραδίη μένε τετληυῖα
24νωλεμέως
ατὰρ αυτὸς ἑλίσσετο ένθα καὶ ένθα
25ὡς δ̓ ὅτε γαστέῤ ανὴρ πολέος πυρὸς αιθομένοιο,
26εμπλείην κνίσης τε καὶ αἵματος, ένθα καὶ ένθα
27αιόλλῃ, μάλα δ̓ ῶκα λιλαίεται οπτηθῆναι,
28ὣς άῤ γ̓ ένθα καὶ ένθα ἑλίσσετο, μερμηρίζων
29ὅππως δὴ μνηστῆρσιν αναιδέσι χεῖρας εφήσει
30μοῦνος εὼν πολέσι.
σχεδόθεν δέ οἱ ῆλθεν Αθήνη
31ουρανόθεν καταβᾶσα
δέμας δ̓ ήϊκτο γυναικί
32στῆ δ̓ άῤ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον έειπε

33τίπτ̓ αῦτ̓ εγρήσσεις, πάντων περὶ κάμμορε φωτῶν

34οῖκος μέν τοι όδ̓ εστί, γυνὴ δέ τοι ήδ̓ ενὶ οίκῳ
35καὶ, πάϊς, οἷόν πού τις εέλδεται έμμεναι υἷα.

36τὴν δ̓ απαμειβόμενος προσέφη πολύμητις Οδυσσεύς

37ναὶ δὴ ταῦτά γε πάντα, θεά, κατὰ μοῖραν έειπες

38αλλά τί μοι τόδε θυμὸς ενὶ φρεσὶ μερμηρίζει,
39ὅππως δὴ μνηστῆρσιν αναιδέσι χεῖρας εφήσω,
40μοῦνος εών
οἱ δ̓ αιὲν αολλέες ένδον έασι
41πρὸς δ̓ έτι καὶ τόδε μεῖζον ενὶ φρεσὶ μερμηρίζω

42εί περ γὰρ κτείναιμι Διός τε σέθεν τε ἕκητι,
43πῆ κεν ὑπεκπροφύγοιμι
τά σε φράζεσθαι άνωγα.
44τὸν δ̓ αῦτε προσέειπε θεὰ γλαυκῶπις Αθήνη·

45σχέτλιε, καὶ μέν τίς τε χερείονι πείθεθ̓ ἑταίρῳ,
46ὅς περ θνητός τ̓ εστὶ καὶ ου τόσα μήδεα οῖδεν

47αυτὰρ εγὼ θεός ειμι, διαμπερὲς σε φυλάσσω
48εν πάντεσσι πόνοις
ερέω δέ τοι εξαναφανδόν
49εί περ πεντήκοντα λόχοι μερόπων ανθρώπων
50νῶϊ περισταῖεν, κτεῖναι μεμαῶτες Άρηϊ,
51καί κεν τῶν ελάσαιο βόας καὶ ίφια μῆλα.

52αλλ̓ ἑλέτω σε καὶ ὕπνος
ανίη καὶ τὸ φυλάσσειν
53πάννυχον εγρήσσοντα, κακῶν δ̓ ὑποδύσεαι ήδη.

54ὣς φάτο, καί ῥά οἱ ὕπνον επὶ βλεφάροισιν έχευεν,
55αυτὴ δ̓ ὰψ ες Όλυμπον αφίκετο δῖα θεάων

56εῦτε τὸν ὕπνος έμαρπτε, λύων μελεδήματα θυμοῦ,
57λυσιμελής, άλοχος δ̓ άῤ επέγρετο κεδνὰ ιδυῖα

58κλαῖε δ̓ άῤ εν λέκτροισι καθεζομένη μαλακοῖσιν

59αυτὰρ επεὶ κλαίουσα κορέσσατο ὃν κατὰ θυμόν,
60Αρτέμιδι πρώτιστον επεύξατο δῖα γυναικῶν

61Άρτεμι, πότνα θεά, θύγατερ Διός, αίθε μοι ήδη
62ιὸν ενὶ στήθεσσι βαλοῦσ̓ εκ θυμὸν ἕλοιο
63αυτίκα νῦν, έπειτα μ̓ αναρπάξασα θύελλα
64οίχοιτο προφέρουσα κατ̓ ηερόεντα κέλευθα,
65εν προχοῇς δὲ βάλοι αψορρόου Ωκεανοῖο

66ὡς δ̓ ὅτε Πανδαρέου κούρας ανέλοντο θύελλαι·

67τῇσι τοκῆας μὲν φθῖσαν θεοί, αἱ δ̓ ελίποντο
68ορφαναὶ εν μεγάροισι, κόμισσε δὲ δῖ̓ Αφροδίτη
69τυρῷ καὶ μέλιτι γλυκερῷ καὶ ἡδέϊ οίνῳ

70Ἥρη δ̓ αυτῇσιν περὶ πασέων δῶκε γυναικῶν
71εῖδος καὶ πινυτήν, μῆκος δ̓ έποῤ Άρτεμις ἁγνή,
72έργα δ̓ Αθηναίη δέδαε κλυτὰ εργάζεσθαι

73εῦτ̓ Αφροδίτη δῖα προσέστιχε μακρὸν Όλυμπον,
74κούρῃς αιτήσουσα τέλος θαλεροῖο γάμοιο -
75ες Δία τερπικέραυνον, γάρ τ̓ εῦ οῖδεν ἅπαντα,
76μοῖράν τ̓ αμμορίην τε καταθνητῶν ανθρώπων -
77τόφρα δὲ τὰς κούρας ἅρπυιαι ανηρείψαντο
78καί ῥ̓ έδοσαν στυγερῇσιν ερινύσιν αμφιπολεύειν

79ὣς έμ̓ αϊστώσειαν Ολύμπια δώματ̓ έχοντες,
80ηέ μ̓ εϋπλόκαμος βάλοι Άρτεμις, όφῤ Οδυσῆα
81οσσομένη καὶ γαῖαν ὕπο στυγερὴν αφικοίμην,
82μη δέ τι χείρονος ανδρὸς εϋφραίνοιμι νόημα

83αλλὰ τὸ μὲν καὶ ανεκτὸν έχει κακόν, ὁππότε κέν τις
84ήματα μὲν κλαίῃ, πυκινῶς ακαχήμενος ῆτορ,
85νύκτας δ̓ ὕπνος έχῃσιν - γάρ τ̓ επέλησεν ἁπάντων,
86εσθλῶν ηδὲ κακῶν, επεὶ άρ βλέφαῤ αμφικαλύψῃ -
87αυτὰρ εμοὶ καὶ ονείρατ̓ επέσσευεν κακὰ δαίμων

88τῇδε γὰρ αῦ μοι νυκτὶ παρέδραθεν είκελος αυτῷ,
89τοῖος εὼν οἷος ῇεν ἅμα στρατῷ·
αυτὰρ εμὸν κῆρ
90χαῖῤ, επεὶ ουκ εφάμην όναρ έμμεναι, αλλ̓ ὕπαρ ήδη.

91ὣς έφατ̓, αυτίκα δὲ χρυσόθρονος ήλυθεν Ηώς

92τῆς δ̓ άρα κλαιούσης όπα σύνθετο δῖος Οδυσσεύς

93μερμήριζε δ̓ έπειτα, δόκησε δέ οἱ κατὰ θυμὸν
94ήδη γιγνώσκουσα παρεστάμεναι κεφαλῆφι

95χλαῖναν μὲν συνελὼν καὶ κώεα, τοῖσιν ενεῦδεν,
96ες μέγαρον κατέθηκεν επὶ θρόνου, εκ δὲ βοείην
97θῆκε θύραζε φέρων, Διὶ δ̓ εύξατο χεῖρας ανασχών

98Ζεῦ πάτερ, εί μ̓ εθέλοντες επὶ τραφερήν τε καὶ ὑγρὴν
99ήγετ̓ εμὴν ες γαῖαν, επεί μ̓ εκακώσατε λίην,
100φήμην τίς μοι φάσθω εγειρομένων ανθρώπων
101ένδοθεν, έκτοσθεν δὲ Διὸς τέρας άλλο φανήτω.

102ὣς έφατ̓ ευχόμενος
τοῦ δ̓ έκλυε μητίετα Ζεύς,
103αυτίκα δ̓ εβρόντησεν απ̓ αιγλήεντος Ολύμπου,
104ὑψόθεν εκ νεφέων
γήθησε δὲ δῖος Οδυσσεύς
105φήμην δ̓ εξ οίκοιο γυνὴ προέηκεν αλετρὶς
106πλησίον, ένθ̓ άρα οἱ μύλαι ἥατο ποιμένι λαῶν,
107τῇσιν δώδεκα πᾶσαι επερρώοντο γυναῖκες
108άλφιτα τεύχουσαι καὶ αλείατα, μυελὸν ανδρῶν.

109αἱ μὲν άῤ άλλαι εὗδον, επεὶ κατὰ πυρὸν άλεσσαν,
110 δὲ μί̓ ούπω παύετ̓, αφαυροτάτη δ̓ ετέτυκτο

111 ῥα μύλην στήσασα έπος φάτο, σῆμα άνακτι

112Ζεῦ πάτερ, ὅς τε θεοῖσι καὶ ανθρώποισιν ανάσσεις,
113 μεγάλ̓ εβρόντησας απ̓ ουρανοῦ αστερόεντος,
114ου δέ ποθι νέφος εστί
τέρας νύ τεῳ τόδε φαίνεις
115κρῆνον νῦν καὶ εμοὶ δειλῇ έπος, ὅττι κεν είπω

116μνηστῆρες πύματόν τε καὶ ὕστατον ήματι τῷδε
117εν μεγάροις Οδυσῆος ἑλοίατο δαῖτ̓ ερατεινήν,
118οἳ δή μοι καμάτῳ θυμαλγέι·
γούνατ̓ έλυσαν
119άλφιτα τευχούσῃ·
νῦν ὕστατα δειπνήσειαν.
120ὣς άῤ έφη, χαῖρεν δὲ κλεηδόνι δῖος Οδυσσεὺς
121Ζηνός τε βροντῇ
φάτο γὰρ τίσασθαι αλείτας
122αἱ δ̓ άλλαι δμῳαὶ κατὰ δώματα κάλ̓ Οδυσῆος
123αγρόμεναι ανέκαιον επ̓ εσχάρῃ ακάματον πῦρ

124Τηλέμαχος δ̓ ευνῆθεν ανίστατο, ισόθεος φώς,
125εἵματα ἑσσάμενος
περὶ δὲ ξίφος οξὺ θέτ̓ ώμῳ
126ποσσὶ δ̓ ὑπὸ λιπαροῖσιν εδήσατο καλὰ πέδιλα,
127εἵλετο δ̓ άλκιμον έγχος, ακαχμένον οξέι·
χαλκῷ ·
128στῆ δ̓ άῤ επ̓ ουδὸν ιών, πρὸς δ̓ Ευρύκλειαν έειπε

129μαῖα φίλη, τὸν ξεῖνον ετιμήσασθ̓ ενὶ οίκῳ
130ευνῇ καὶ σίτῳ, αύτως κεῖται ακηδής

131τοιαύτη γὰρ εμὴ μήτηρ, πινυτή περ εοῦσα·

132εμπλήγδην ἕτερόν γε τίει μερόπων

133χείρονα, τὸν δέ τ̓ αρείον̓ ατιμήσασ̓ αποπέμπει.

134τὸν δ̓ αῦτε προσέειπε περίφρων Ευρύκλεια

135ουκ άν μιν νῦν, τέκνον, αναίτιον αιτιόῳο

136οῖνον μὲν γὰρ πῖνε καθήμενος, όφῤ έθελ̓ αυτός,
137σίτου δ̓ ουκέτ̓ έφη πεινήμεναι
είρετο γάρ μιν
138αλλ̓ ὅτε δὴ κοίτοιο καὶ ὕπνου μιμνήσκοιτο,
139 μὲν δέμνἰ άνωγεν ὑποστορέσαι δμῳῇσιν,
140αυτὰρ γ̓, ὥς τις πάμπαν οϊζυρὸς καὶ άποτμος,
141ουκ έθελ̓ εν λέκτροισι καὶ εν ῥήγεσσι καθεύδειν,
142αλλ̓ εν αδεψήτῳ βοέῃ καὶ κώεσιν οιῶν
143έδραθ̓ ενὶ προδόμῳ·
χλαῖναν δ̓ επιέσσαμεν ἡμεῖς.
144ὣς φάτο, Τηλέμαχος δὲ διὲκ μεγάροιο βεβήκει
145έγχος έχων, ἅμα τῷ γε δύω κύνες αργοὶ ἕποντο

146βῆ δ̓ ίμεν εις αγορὴν μετ̓ εϋκνήμιδας Αχαιούς

147 δ̓ αῦτε δμῳῇσιν εκέκλετο δῖα γυναικῶν,
148Ευρύκλεἰ, Ω͂πος θυγάτηρ Πεισηνορίδαο

149αγρεῖθ̓, αἱ μὲν δῶμα κορήσατε ποιπνύσασαι,
150ῥάσσατέ τ̓, έν τε θρόνοις ευποιήτοισι τάπητας
151βάλλετε πορφυρέους
αἱ δὲ σπόγγοισι τραπέζας
152πάσας αμφιμάσασθε, καθήρατε δὲ κρητῆρας
153καὶ δέπα αμφικύπελλα τετυγμένα
ταὶ δὲ μεθ̓ ὕδωρ
154έρχεσθε κρήνηνδε, καὶ οίσετε θᾶσσον ιοῦσαι

155ου γὰρ δὴν μνηστῆρες απέσσονται μεγάροιο,
156αλλὰ μάλ̓ ῆρι νέονται, επεὶ καὶ πᾶσιν ἑορτή.

157ὣς έφαθ̓, αἱ δ̓ άρα τῆς μάλα μὲν κλύον ηδ̓ επίθοντο

158αἱ μὲν εείκοσι βῆσαν επὶ κρήνην μελάνυδρον,
159αἱ δ̓ αυτοῦ κατὰ δώματ̓ επισταμένως πονέοντο

160ες δ̓ ῆλθον δρηστῆρες Αχαιῶν
οἱ μὲν έπειτα
161εῦ καὶ επισταμένως κέασαν ξύλα, ταὶ δὲ γυναῖκες
162ῆλθον απὸ κρήνης
επὶ δέ σφισιν ῆλθε συβώτης
163τρεῖς σιάλους κατάγων, οἳ έσαν μετὰ πᾶσιν άριστοι

164καὶ τοὺς μέν ῥ̓ είασε καθ̓ ἕρκεα καλὰ νέμεσθαι,
165αυτὸς δ̓ αῦτ̓ Οδυσῆα προσηύδα μειλιχίοισι·

166ξεῖν̓, άρ τί σε μᾶλλον Αχαιοὶ εισορόωσιν,
167ῆέ σ̓ ατιμάζουσι κατὰ μέγαῤ, ὡς τὸ πάρος περ ;"

168τὸν δ̓ απαμειβόμενος προσέφη πολυμήτις Οδυσσεύς

169αὶ γὰρ δή, Εύμαιε, θεοὶ τισαίατο λώβην,
170ἣν οίδ̓ ὑβρίζοντες ατάσθαλα μηχανόωνται
171οίκῳ εν αλλοτρίῳ, ου δ̓ αιδοῦς μοῖραν έχουσιν.

172ὣς οἱ μὲν τοιαῦτα πρὸς αλλήλους αγόρευον,
173αγχίμολον δέ σφ̓ ῆλθε Μελάνθιος, αιπόλος αιγῶν

174αῖγας άγων αἳ πᾶσι μετέρεπον αιπολίοισι,
175δεῖπνον μνηστήρεσσι.
δύω δ̓ άμ̓ ἕποντο νομῆες
176καὶ τὰς μὲν κατέδησεν υπ̓ αιθούσῃ εριδούπῳ,
177αυτὸς δ̓ αῦτ̓ Οδυσῆα προσηύδα κερτομίοισι·

178ξεῖν̓, έτι καὶ νῦν ενθάδ̓ ανιήσεις κατὰ δῶμα
179ανέρας αιτίζων, ατὰρ ουκ έξεισθα θύραζε

180πάντως ουκέτι νῶϊ διακρινέεσθαι οΐω
181πρὶν χειρῶν γεύσασθαι, επεὶ σύ περ ου κατὰ κόσμον
182αιτίζεις
εισὶν δὲ καὶ άλλαι δαῖτες Αχαιῶν.
183ὣς φάτο, τὸν δ̓ ού τι προσέφη πολύμητις Οδυσσεύς,
184αλλ̓ ακέων κίνησε κάρη, κακὰ βυσσοδομεύων

185τοῖσι δ̓ επὶ τρίτος ῆλθε Φιλοίτιος, όρχαμος ανδρῶν,
186βοῦν στεῖραν μνηστῆρσιν άγων καὶ πίονας αῖγας

187πορθμῆες δ̓ άρα τούς γε διήγαγον, οἵ τε καὶ άλλους
188ανθρώπους πέμπουσιν, ὅτις σφέας εισαφίκηται

189καὶ τὰ μὲν εῦ κατέδησεν υπ̓ αιθούσῃ εριδούπῳ,
190αυτὸς δ̓ αῦτ̓ ερέεινε συβώτην άγχι παραστάς

191τίς δὴ ὅδε ξεῖνος νέον ειλήλουθε, συβῶτα,
192ἡμέτερον πρὸς δῶμα
τέων δ̓ εξ εύχεται εῖναι
193ανδρῶν
ποῦ δέ νύ οἱ γενεὴ καὶ πατρὶς άρουρα;
194δύσμορος, τε έοικε δέμας βασιλῆϊ άνακτι·

195αλλὰ θεοὶ δυόωσι πολυπλάγκτους ανθρώπους,
196ὁππότε καὶ βασιλεῦσιν επικλώσωνται οϊζύν.

197 καὶ δεξιτερῇ δειδίσκετο χειρὶ παραστάς,
198καί μιν φωνήσας έπεα πτερόεντα προσηύδα

199χαῖρε, πάτερ ξεῖνε
γένοιτό τοι ές περ οπίσσω
200όλβος
ατὰρ μὲν νῦν γε κακοῖς έχεαι πολέεσσι
201Ζεῦ πάτερ, ού τις σεῖο θεῶν ολοώτερος άλλος·

202ουκ ελεαίρεις άνδρας, επὴν δὴ γείνεαι αυτός,
203μισγέμεναι κακότητι καὶ άλγεσι λευγαλέοισιν

204ίδιον, ὡς ενόησα, δεδάκρυνται δέ μοι όσσε
205μνησαμένῳ Οδυσῆος, επεὶ καὶ κεῖνον οΐω
206τοιάδε λαίφἐ έχοντα κατ̓ ανθρώπους αλάλησθαι,
207εί που έτι ζώει καὶ ὁρᾷ φάος ηελίοιο

208ει δ̓ ήδη τέθνηκε καὶ ειν Αΐδαο δόμοισιν,
209ώ μοι έπειτ̓ Οδυσῆος αμύμονος, ὅς μ̓ επὶ βουσὶν
210εῖσ̓ έτι τυτθὸν εόντα Κεφαλλήνων ενὶ δήμῳ.

211νῦν δ̓ αἱ μὲν γίγνονται αθέσφατοι, ου δέ κεν άλλως
212ανδρί γ̓ ὑποσταχύοιτο βοῶν γένος ευρυμετώπων

213τὰς δ̓ άλλοι με κέλονται αγινέμεναί σφισιν αυτοῖς
214έδμεναι
ου δέ τι παιδὸς ενὶ μεγάροις αλέγουσιν,
215ου δ̓ όπιδα τρομέουσι θεῶν
μεμάασι γὰρ ήδη
216κτήματα δάσσασθαι δὴν οιχομένοιο άνακτος

217αυτὰρ εμοὶ τόδε θυμὸς ενὶ στήθεσσι φίλοισι
218πόλλ̓ επιδινεῖται
μάλα μὲν κακὸν υἷος εόντος
219άλλων δῆμον ἱκέσθαι ιόντ̓ αυτῇσι βόεσσιν,
220άνδρας ες αλλοδαπούς·
τὸ δὲ ῥίγιον, αῦθι μένοντα
221βουσὶν επ̓ αλλοτρίῃσι καθήμενον άλγεα πάσχειν.

222καί κεν δὴ πάλαι άλλον ὑπερμενέων βασιλήων
223εξικόμην φεύγων, επεὶ ουκέτ̓ ανεκτὰ πέλονται

224αλλ̓ έτι τὸν δύστηνον οΐομαι, εί ποθεν ελθὼν
225ανδρῶν μνηστήρων σκέδασιν κατὰ δώματα θείῃ.

226τὸν δ̓ απαμειβόμενος προσέφη πολύμητις Οδυσσεύς

227βουκόλ̓, επεὶ ού τε κακῷ ού τ̓ άφρονι φωτὶ έοικας,
228γιγνώσκω δὲ καὶ αυτὸς τοι πινυτὴ φρένας ἵκει,
229τοὔνεκά τοι ερέω καὶ επὶ μέγαν ὅρκον ομοῦμαι

230ίστω νῦν Ζεὺς πρῶτα θεῶν ξενίη τε τράπεζα
231ἱστίη τ̓ Οδυσῆος αμύμονος, ἣν αφικάνω,
232 σέθεν ενθάδ̓ εόντος ελεύσεται οίκαδ̓ Οδυσσεύς·

233σοῖσιν δ̓ οφθαλμοῖσιν επόψεαι, αί κ̓ εθέλῃσθα,
234κτεινομένους μνηστῆρας, οἳ ενθάδε κοιρανέουσιν.

235τὸν δ̓ αῦτε προσέειπε βοῶν επιβουκόλος ανήρ

236αὶ γὰρ τοῦτο, ξεῖνε, έπος τελέσειε Κρονίων

237γνοίης χ̓ οἵη εμὴ δύναμις καὶ χεῖρες ἕπονται.

238ὣς δ̓ αύτως Εύμαιος επεύξατο πᾶσι θεοῖσι
239νοστῆσαι Οδυσῆα πολύφρονα ὅνδε δόμονδε

240ὣς οἱ μὲν τοιαῦτα πρὸς αλλήλους αγόρευον,
241μνηστῆρες δ̓ άρα Τηλεμάχῳ θάνατόν τε μόρον τε
242ήρτυον
αυτὰρ τοῖσιν αριστερὸς ήλυθεν όρνις,
243αιετὸς ὑψιπέτης, έχε δὲ τρήρωνα πέλειαν

244τοῖσιν δ̓ Αμφίνομος αγορήσατο καὶ μετέειπεν

245 φίλοι, ουχ ἡμῖν συνθεύσεται ἥδε γε βουλή,
246Τηλεμάχοιο φόνος
αλλὰ μνησώμεθα δαιτός.
247ὣς έφατ̓ Αμφίνομος, τοῖσιν δ̓ επιήνδανε μῦθος

248ελθόντες δ̓ ες δώματ̓ Οδυσσῆος θείοιο
249χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε,
250οἱ δ̓ ἱέρευον όϊς μεγάλους καὶ πίονας αῖγας,
251ἵρευον δὲ σύας σιάλους καὶ βοῦν αγελαίην

252σπλάγχνα δ̓ άῤ οπτήσαντες ενώμων, εν δέ τε οῖνον
253κρητῆρσιν κερόωντο
κύπελλα δὲ νεῖμε συβώτης
254σῖτον δέ σφ̓ επένειμε Φιλοίτιος, όρχαμος ανδρῶν,
255καλοῖς εν κανέοισιν, εῳνοχόει δὲ Μελανθεύς

256οἱ δ̓ επ̓ ονείαθ̓ ἑτοῖμα προκείμενα χεῖρας ίαλλον

257Τηλέμαχος δ̓ Οδυσῆα καθίδρυε, κέρδεα νωμῶν,
258εντὸς εϋσταθέος μεγάρου, παρὰ λάϊνον ουδόν,
259δίφρον αεικέλιον καταθεὶς ολίγην τε τράπεζαν

260πὰρ δ̓ ετίθει σπλάγχνων μοίρας, εν δ̓ οῖνον έχευεν
261εν δέπαϊ χρυσέῳ, καί μιν πρὸς μῦθον έειπεν

262ενταυθοῖ νῦν ἧσο μετ̓ ανδράσιν οινοποτάζων

263κερτομίας δέ τοι αυτὸς εγὼ καὶ χεῖρας αφέξω
264πάντων μνηστήρων, επεὶ ού τοι δήμιός εστιν
265οῖκος όδ̓, αλλ̓ Οδυσῆος, εμοὶ δ̓ εκτήσατο κεῖνος

266ὑμεῖς δέ, μνηστῆρες, επίσχετε θυμὸν ενιπῆς
267καὶ χειρῶν, ἵνα μή τις έρις καὶ νεῖκος όρηται.

268ὣς έφαθ̓, οἱ δ̓ άρα πάντες οδὰξ εν χείλεσι φύντες
269Τηλέμαχον θαύμαζον, θαρσαλέως αγόρευε

270τοῖσιν δ̓ Αντίνοος μετέφη, Ευπείθεος υἱός

271καὶ χαλεπόν περ εόντα δεχώμεθα μῦθον, Αχαιοί,
272Τηλεμάχου
μάλα δ̓ ἧμιν απειλήσας αγορεύει
273ου γὰρ Ζεὺς είασε Κρονίων
τῷ κέ μιν ήδη
274παύσαμεν εν μεγάροισι, λιγύν περ εόντ̓ αγορητήν.

275ὣς έφατ̓ Αντίνοος
δ̓ άῤ ουκ εμπάζετο μύθων
276κήρυκες δ̓ ανὰ άστυ θεῶν ἱερὴν ἑκατόμβην
277ῆγον
τοὶ δ̓ αγέροντο κάρη κομόωντες Αχαιοὶ
278άλσος ὕπο σκιερὸν ἑκατηβόλου Απόλλωνος.

279οἱ δ̓ επεὶ ώπτησαν κρέ̓ ὑπέρτερα καὶ ερύσαντο,
280μοίρας δασσάμενοι δαίνυντ̓ ερικυδέα δαῖτα

281πὰρ δ̓ άῤ Οδυσσῆϊ μοῖραν θέσαν οἳ πονέοντο
282ίσην, ὡς αυτοί περ ελάγχανον
ὣς γὰρ ανώγει
283Τηλέμαχος, φίλος υἱὸς Οδυσσῆος θείοιο

284μνηστῆρας δ̓ ου πάμπαν αγήνορας εία Αθήνη
285λώβης ίσχεσθαι θυμαλγέος, όφῤ έτι μᾶλλον
286δύη άχος κραδίην Λαερτιάδην Οδυσῆα

287ῆν δέ τις εν μνηστῆρσιν ανὴρ αθεμίστια ειδώς,
288Κτήσιππος δ̓ όνομ̓ έσκε, Σάμῃ δ̓ ενὶ οικία ναῖεν

289ὃς δή τοι κτεάτεσσι πεποιθὼς θεσπεσίοισι
290μνάσκετ̓ Οδυσσῆος δὴν οιχομένοιο δάμαρτα

291ὅς ῥα τότε μνηστῆρσιν ὑπερφιάλοισι μετηύδα

292κέκλυτέ μευ, μνηστῆρες αγήνορες, όφρα τι είπω

293μοῖραν μὲν δὴ ξεῖνος έχει πάλαι, ὡς επέοικεν,
294ίσην
ου γὰρ καλὸν ατέμβειν ου δὲ δίκαιον
295ξείνους Τηλεμάχου, ὅς κεν τάδε δώμαθ̓ ἵκηται.

296αλλ̓ άγε οἱ καὶ εγὼ δῶ ξείνιον, όφρα καὶ αυτὸς
297ηὲ λοετροχόῳ δώῃ γέρας ηέ τῳ άλλῳ
298δμώων, οἳ κατὰ δώματ̓ Οδυσσῆος θείοιο.

299ὣς ειπὼν έρριψε βοὸς πόδα χειρὶ παχείῃ

300κείμενον εκ κανέοιο λαβών·
δ̓ αλεύατ̓ Οδυσσεὺς
301ῆκα παρακλίνας κεφαλήν, μείδησε δὲ θυμῷ
302σαρδάνιον μάλα τοῖον·
δ̓ εύδμητον βάλε τοῖχον
303Κτήσιππον δ̓ άρα Τηλέμαχος ηνίπαπε μύθῳ

304Κτήσιππ̓, μάλα τοι τόδε κέρδιον έπλετο θυμῷ

305ουκ έβαλες τὸν ξεῖνον
αλεύατο γὰρ βέλος αυτός
306 γάρ κέν σε μέσον βάλον έγχεϊ οξυόεντι,
307καί κέ τοι αντὶ γάμοιο πατὴρ τάφον αμφεπονεῖτο
308ενθάδε
τῷ μή τίς μοι αεικείας ενὶ οίκῳ
309φαινέτω
ήδη γὰρ νοέω καὶ οῖδα ἕκαστα,
310εσθλά τε καὶ τὰ χέρηα
πάρος δ̓ έτι νήπιος ῆα
311αλλ̓ έμπης τάδε μὲν καὶ τέτλαμεν εισορόωντες,
312μήλων σφαζομένων οίνοιό τε πινομένοιο
313καὶ σίτου·
χαλεπὸν γὰρ ερυκακέειν ἕνα πολλούς.
314αλλ̓ άγε μηκέτι μοι κακὰ ῥέζετε δυσμενέοντες

315ει δ̓ ήδη μ̓ αυτὸν κτεῖναι μενεαίνετε χαλκῷ,
316καί κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον είη
317τεθνάμεν τάδε γ̓ αιὲν αεικέα έργ̓ ὁράασθαι,
318ξείνους τε στυφελιζομένους δμῳάς τε γυναῖκας
319ῥυστάζοντας αεικελίως κατὰ δώματα καλά.

320ὣς έφαθ̓, οἱ δ̓ άρα πάντες ακὴν εγένοντο σιωπῇ

321οψὲ δὲ δὴ μετέειπε Δαμαστορίδης Αγέλαος

322 φίλοι, ουκ ὰν δή τις επὶ ῥηθέντι δικαίῳ
323αντιβίοις επέεσσι καθαπτόμενος χαλεπαίνοι

324μήτε τι τὸν ξεῖνον στυφελίζετε μήτε τιν̓ άλλον
325δμώων, οἳ κατὰ δώματ̓ Οδυσσῆος θείοιο.

326Τηλεμάχῳ δέ κε μῦθον εγὼ καὶ μητέρι φαίην
327ήπιον, εί σφωϊν κραδίῃ ἅδοι αμφοτέροιϊν

328όφρα μὲν ὑμῖν θυμὸς ενὶ στήθεσσιν εώλπει
329νοστήσειν Οδυσῆα πολύφρονα ὅνδε δόμονδε,
330τόφῤ ού τις νέμεσις μενέμεν τ̓ ῆν ισχέμεναί τε
331μνηστῆρας κατὰ δώματ̓, επεὶ τόδε κέρδιον ῆεν,
332ει νόστησ̓ Οδυσεὺς καὶ ὑπότροπος ἵκετο δῶμα

333νῦν δ̓ ήδη τόδε δῆλον, τ̓ ουκέτι νόστιμός εστιν.

334αλλ̓ άγε, σῇ τάδε μητρὶ παρεζόμενος κατάλεξον,
335γήμασθ̓ ὅς τις άριστος ανὴρ καὶ πλεῖστα πόρῃσιν,
336όφρα σὺ μὲν χαίρων πατρώϊα πάντα νέμηαι,
337έσθων καὶ πίνων, δ̓ άλλου δῶμα κομίζῃ.

338τὸν δ̓ αῦ Τηλέμαχος πεπνυμένος αντίον ηύδα

339ου μὰ Ζῆν̓, Αγέλαε, καὶ άλγεα πατρὸς εμοῖο,
340ὅς που τῆλ̓ Ιθάκης έφθιται αλάληται,
341ού τι διατρίβω μητρὸς γάμον, αλλὰ κελεύω
342γήμασθ̓ κ̓ εθέλῃ, ποτὶ δ̓ άσπετα δῶρα δίδωμι.

343αιδέομαι δ̓ αέκουσαν απὸ μεγάροιο δίεσθαι
344μύθῳ αναγκαίῳ
μὴ τοῦτο θεὸς τελέσειεν.
345ὣς φάτο Τηλέμαχος
μνηστῆρσι δὲ Παλλὰς Αθήνη
346άσβεστον γέλω ῶρσε, παρέπλαγξεν δὲ νόημα

347οἱ δ̓ ήδη γναθμοῖσι γελοίων αλλοτρίοισιν,
348αἱμοφόρυκτα δὲ δὴ κρέα ήσθιον
όσσε δ̓ άρα σφέων
349δακρυόφιν πίμπλαντο, γόον δ̓ ωΐετο θυμός

350τοῖσι δὲ καὶ μετέειπε Θεοκλύμενος θεοειδής

351 δειλοί, τί κακὸν τόδε πάσχετε
νυκτὶ μὲν ὑμέων
352ειλύαται κεφαλαί τε πρόσωπά τε νέρθε τε γοῦνα

353οιμωγὴ δὲ δέδηε, δεδάκρυνται δὲ παρειαί,
354αἵματι δ̓ ερράδαται τοῖχοι καλαί τε μεσόδμαι

355ειδώλων δὲ πλέον πρόθυρον, πλείη δὲ καὶ αυλή,
356ἱεμένων Έρεβόσδε ὑπὸ ζόφον·
ηέλιος δὲ
357ουρανοῦ εξαπόλωλε, κακὴ δ̓ επιδέδρομεν αχλύς.

358ὣς έφαθ̓, οἱ δ̓ άρα πάντες επ̓ αυτῷ ἡδὺ γέλασσαν

359τοῖσιν δ̓ Ευρύμαχος, Πολύβου πάϊς, ῆρχ̓ αγορεύειν

360αφραίνει ξεῖνος νέον άλλοθεν ειληλουθώς

361αλλά μιν αῖψα, νέοι, δόμου εκπέμψασθε θύραζε
362εις αγορὴν έρχεσθαι, επεὶ τάδε νυκτὶ εΐσκει.

363τὸν δ̓ αῦτε προσέειπε Θεοκλύμενος θεοειδής

364Ευρύμαχ̓, ού τί σ̓ άνωγα εμοὶ πομπῆας οπάζειν

365εισί μοι οφθαλμοί τε καὶ ούατα καὶ πόδες άμφω
366καὶ νόος εν στήθεσσι τετυγμένος ουδὲν αεικής.

367τοῖς έξειμι θύραζε, επεὶ νοέω κακὸν ύμμιν
368ερχόμενον, τό κεν ού τις ὑπεκφύγοι ου δ̓ αλέαιτο
369μνηστήρων, οἳ δῶμα κάτ̓ αντιθέου Οδυσῆος
370ανέρας ὑβρίζοντες ατάσθαλα μηχανάασθε.

371ὣς ειπὼν εξῆλθε δόμων εῦ ναιεταόντων,
372ἵκετο δ̓ ες Πείραιον, μιν πρόφρων ὑπέδεκτο

373μνηστῆρες δ̓ άρα πάντες ες αλλήλους ὁρόωντες
374Τηλέμαχον ερέθιζον, επὶ ξείνοις γελόωντες

375ὧδε δέ τις είπεσκε νέων ὑπερηνορεόντων

376Τηλέμαχ̓, ού τις σεῖο κακοξεινώτερος άλλος·

377οἷον μέν τινα τοῦτον έχεις επίμαστον αλήτην,
378σίτου καὶ οίνου κεχρημένον, ου δέ τι έργων
379έμπαιον ου δὲ βίης, αλλ̓ αύτως άχθος αρούρης.

380άλλος δ̓ αῦτέ τις οὗτος ανέστη μαντεύεσθαι

381αλλ̓ εί μοί τι πίθοιο, τό κεν πολὺ κέρδιον είη

382τοὺς ξείνους εν νηῒ πολυκληῗδι βαλόντες
383ες Σικελοὺς πέμψωμεν, ὅθεν κέ τοι άξιον άλφοι.

384ὣς έφασαν μνηστῆρες
δ̓ ουκ εμπάζετο μύθων,
385αλλ̓ ακέων πατέρα προσεδέρκετο, δέγμενος αιεί,
386ὁππότε δὴ μνηστῆρσιν αναιδέσι χεῖρας εφήσει

387 δὲ κατ̓ άντηστιν θεμένη περικαλλέα δίφρον
388κούρη Ικαρίοιο, περίφρων Πηνελόπεια,
389ανδρῶν εν μεγάροισιν ἑκάστου μῦθον άκουεν

390δεῖπνον μὲν γάρ τοί γε γελοίωντες τετύκοντο
391ἡδὺ τε καὶ μενοεικές, επεὶ μάλα πόλλ̓ ἱέρευσαν

392δόρπου δ̓ ουκ άν πως αχαρίστερον άλλο γένοιτο,
393οἷον δὴ τάχ̓ έμελλε θεὰ καὶ καρτερὸς ανὴρ θησέμεναι
πρότεροι γὰρ αεικέα μηχανόωντο