1ῆμος δ̓ ηριγένεια φάνη ῥοδοδάκτυλος Ηώς ,
2ώρνυτ̓ άῤ εξ ευνῆφιν Οδυσσῆος φίλος υἱὸς
3εἵματα ἑσσάμενος , περὶ δὲ ξίφος οξὺ θέτ̓ ώμῳ ,
4ποσσὶ δ̓ ὑπὸ λιπαροῖσιν εδήσατο καλὰ πέδιλα ,
5βῆ δ̓ ίμεν εκ θαλάμοιο θεῷ εναλίγκιος άντην
6αῖψα δὲ κηρύκεσσι λιγυφθόγγοισι κέλευσε
7κηρύσσειν αγορήνδε κάρη κομόωντας Αχαιούς
8οἱ μὲν εκήρυσσον , τοὶ δ̓ ηγείροντο μάλ̓ ῶκα
9αυτὰρ επεί ῥ̓ ήγερθεν ὁμηγερέες τ̓ εγένοντο ,
10βῆ ῥ̓ ίμεν εις αγορήν , παλάμῃ δ̓ έχε χάλκεον έγχος ,
11ουκ οῖος , ἅμα τῷ γε δύω κύνες αργοὶ ἕποντο .
12θεσπεσίην δ̓ άρα τῷ γε χάριν κατέχευεν Αθήνη
13τὸν δ̓ άρα πάντες λαοὶ επερχόμενον θηεῦντο
14ἕζετο δ̓ εν πατρὸς θώκῳ , εῖξαν δὲ γέροντες
15τοῖσι δ̓ έπειθ̓ ἥρως Αιγύπτιος ῆρχ̓ αγορεύειν ,
16ὃς δὴ γήραϊ κυφὸς έην καὶ μυρία ῄδη
17καὶ γὰρ τοῦ φίλος υἱὸς άμ̓ αντιθέῳ Οδυσῆι
18Ίλιον εις εύπωλον έβη κοίλῃς ενὶ νηυσίν ,
19Άντιφος αιχμητής
τὸν δ̓ άγριος έκτανε Κύκλωψ
20εν σπῆι γλαφυρῷ , πύματον δ̓ ὡπλίσσατο δόρπον
21τρεῖς δέ οἱ άλλοι έσαν , καὶ ὁ μὲν μνηστῆρσιν ὁμίλει ,
22Ευρύνομος , δύο δ̓ αιὲν έχον πατρώια έργα
23αλλ̓ ουδ̓ ὣς τοῦ λήθετ̓ οδυρόμενος καὶ αχεύων
24τοῦ ὅ γε δάκρυ χέων αγορήσατο καὶ μετέειπε
25κέκλυτε δὴ νῦν μευ , Ιθακήσιοι , ὅττι κεν είπω
26ούτε ποθ̓ ἡμετέρη αγορὴ γένετ̓ ούτε θόωκος
27εξ οὗ Οδυσσεὺς δῖος έβη κοίλῃς ενὶ νηυσί .
28νῦν δὲ τίς ῶδ̓ ήγειρε
τίνα χρειὼ τόσον ἵκει
29ηὲ νέων ανδρῶν ὴ οἳ προγενέστεροί εισιν ;
30ηέ τιν̓ αγγελίην στρατοῦ έκλυεν ερχομένοιο ,
31ἥν χ̓ ἡμῖν σάφα είποι , ὅτε πρότερός γε πύθοιτο
32ῆέ τι δήμιον άλλο πιφαύσκεται ηδ̓ αγορεύει
33εσθλός μοι δοκεῖ εῖναι , ονήμενος
είθε οἱ αυτῷ
34Ζεὺς αγαθὸν τελέσειεν , ὅτι φρεσὶν ᾗσι μενοινᾷ .
35ὣς φάτο , χαῖρε δὲ φήμῃ Οδυσσῆος φίλος υἱός ,
36ουδ̓ άῤ έτι δὴν ἧστο , μενοίνησεν δ̓ αγορεύειν ,
37στῆ δὲ μέσῃ αγορῇ
σκῆπτρον δέ οἱ έμβαλε χειρὶ
38κῆρυξ Πεισήνωρ πεπνυμένα μήδεα ειδώς
39πρῶτον έπειτα γέροντα καθαπτόμενος προσέειπεν
40ῶ γέρον , ουχ ἑκὰς οὗτος ανήρ , τάχα δ̓ είσεαι αυτός ,
41ὃς λαὸν ήγειρα ·
μάλιστα δέ μ̓ άλγος ἱκάνει
42ούτε τιν̓ αγγελίην στρατοῦ έκλυον ερχομένοιο ,
43ἥν χ̓ ὑμῖν σάφα είπω , ὅτε πρότερός γε πυθοίμην ,
44ούτε τι δήμιον άλλο πιφαύσκομαι ουδ̓ αγορεύω ,
45αλλ̓ εμὸν αυτοῦ χρεῖος , ὅ μοι κακὰ έμπεσεν οίκῳ
46δοιά ·
τὸ μὲν πατέῤ εσθλὸν απώλεσα , ὅς ποτ̓ εν ὑμῖν
47τοίσδεσσιν βασίλευε , πατὴρ δ̓ ὣς ήπιος ῆεν ·
48νῦν δ̓ αῦ καὶ πολὺ μεῖζον , ὃ δὴ τάχα οῖκον ἅπαντα
49πάγχυ διαρραίσει , βίοτον δ̓ απὸ πάμπαν ολέσσει .
50μητέρι μοι μνηστῆρες επέχραον ουκ εθελούσῃ ,
51τῶν ανδρῶν φίλοι υἷες , οἳ ενθάδε γ̓ εισὶν άριστοι ,
52οἳ πατρὸς μὲν ες οῖκον απερρίγασι νέεσθαι
53Ικαρίου , ὥς κ̓ αυτὸς εεδνώσαιτο θύγατρα ,
54δοίη δ̓ ᾧ κ̓ εθέλοι καί οἱ κεχαρισμένος έλθοι
55οἱ δ̓ εις ἡμέτερον πωλεύμενοι ήματα πάντα ,
56βοῦς ἱερεύοντες καὶ όις καὶ πίονας αῖγας
57ειλαπινάζουσιν πίνουσί τε αίθοπα οῖνον
58μαψιδίως ·
τὰ δὲ πολλὰ κατάνεται
ου γὰρ έπ̓ ανήρ ,
59οἷος Οδυσσεὺς έσκεν , αρὴν απὸ οίκου αμῦναι .
60ἡμεῖς δ̓ ού νύ τι τοῖοι αμυνέμεν ·
ῆ καὶ έπειτα
61λευγαλέοι τ̓ εσόμεσθα καὶ ου δεδαηκότες αλκήν
62ῆ τ̓ ὰν αμυναίμην , εί μοι δύναμίς γε παρείη
63ου γὰρ έτ̓ ανσχετὰ έργα τετεύχαται , ουδ̓ έτι καλῶς
64οῖκος εμὸς διόλωλε
νεμεσσήθητε καὶ αυτοί ,
65άλλους τ̓ αιδέσθητε περικτίονας ανθρώπους ,
66οἳ περιναιετάουσι
θεῶν δ̓ ὑποδείσατε μῆνιν ,
67μή τι μεταστρέψωσιν αγασσάμενοι κακὰ έργα
68λίσσομαι ημὲν Ζηνὸς Ολυμπίου ηδὲ Θέμιστος ,
69ἥ τ̓ ανδρῶν αγορὰς ημὲν λύει ηδὲ καθίζει
70σχέσθε , φίλοι , καί μ̓ οῖον εάσατε πένθεϊ λυγρῷ
71τείρεσθ̓ , ει μή πού τι πατὴρ εμὸς εσθλὸς Οδυσσεὺς
72δυσμενέων κάκ̓ έρεξεν ευκνήμιδας Αχαιούς ,
73τῶν μ̓ αποτινύμενοι κακὰ ῥέζετε δυσμενέοντες ,
74τούτους οτρύνοντες .
εμοὶ δέ κε κέρδιον είη
75ὑμέας εσθέμεναι κειμήλιά τε πρόβασίν τε
76εί χ̓ ὑμεῖς γε φάγοιτε , τάχ̓ άν ποτε καὶ τίσις είη
77τόφρα γὰρ ὰν κατὰ άστυ ποτιπτυσσοίμεθα μύθῳ
78χρήματ̓ απαιτίζοντες , ἕως κ̓ απὸ πάντα δοθείη
79νῦν δέ μοι απρήκτους οδύνας εμβάλλετε θυμῷ .
80ὣς φάτο χωόμενος , ποτὶ δὲ σκῆπτρον βάλε γαίῃ
81δάκρὐ αναπρήσας
οῖκτος δ̓ ἕλε λαὸν ἅπαντα
82ένθ̓ άλλοι μὲν πάντες ακὴν έσαν , ου δέ τις έτλη
83Τηλέμαχον μύθοισιν αμείψασθαι χαλεποῖσιν
84Αντίνοος δέ μιν οῖος αμειβόμενος προσέειπε
85Τηλέμαχ̓ ὑψαγόρη , μένος άσχετε , ποῖον έειπες
86ἡμέας αισχύνων
εθέλοις δέ κε μῶμον ανάψαι
87σοὶ δ̓ ού τι μνηστῆρες Αχαιῶν αίτιοί εισιν ,
88αλλὰ φίλη μήτηρ , ἥ τοι πέρι κέρδεα οῖδεν .
89ήδη γὰρ τρίτον εστὶν έτος , τάχα δ̓ εῖσι τέταρτον ,
90εξ οὗ ατέμβει θυμὸν ενὶ στήθεσσιν Αχαιῶν
91πάντας μέν ῥ̓ έλπει καὶ ὑπίσχεται ανδρὶ ἑκάστῳ
92αγγελίας προϊεῖσα , νόος δέ οἱ άλλα μενοινᾷ
93ἡ δὲ δόλον τόνδ̓ άλλον ενὶ φρεσὶ μερμήριξε
94στησαμένη μέγαν ἱστὸν ενὶ μεγάροισιν ὕφαινε ,
95λεπτὸν καὶ περίμετρον
άφαρ δ̓ ἡμῖν μετέειπε
96κοῦροι εμοὶ μνηστῆρες , επεὶ θάνε δῖος Οδυσσεύς ,
97μίμνετ̓ επειγόμενοι τὸν εμὸν γάμον , εις ὅ κε φᾶρος
98εκτελέσω , μή μοι μεταμώνια νήματ̓ όληται ,
99Λαέρτῃ ἥρωι ταφήιον , εις ὅτε κέν μιν
100μοῖῤ ολοὴ καθέλῃσι τανηλεγέος θανάτοιο ,
101μή τίς μοι κατὰ δῆμον Αχαιϊάδων νεμεσήσῃ
102αί κεν άτερ σπείρου κεῖται πολλὰ κτεατίσσας
103ὣς έφαθ̓ , ἡμῖν δ̓ αῦτ̓ επεπείθετο θυμὸς αγήνωρ
104ένθα καὶ ηματίη μὲν ὑφαίνεσκεν μέγαν ἱστόν ,
105νύκτας δ̓ αλλύεσκεν , επεὶ δαΐδας παραθεῖτο
106ὣς τρίετες μὲν έληθε δόλῳ καὶ έπειθεν Αχαιούς
107αλλ̓ ὅτε τέτρατον ῆλθεν έτος καὶ επήλυθον ὧραι ,
108καὶ τότε δή τις έειπε γυναικῶν , ἣ σάφα ῄδη ,
109καὶ τήν γ̓ αλλύουσαν εφεύρομεν αγλαὸν ἱστόν
110ὣς τὸ μὲν εξετέλεσσε καὶ ουκ εθέλουσ̓ υπ̓ ανάγκης
111σοὶ δ̓ ὧδε μνηστῆρες ὑποκρίνονται , ίν̓ ειδῇς
112αυτὸς σῷ θυμῷ , ειδῶσι δὲ πάντες Αχαιοί
113μητέρα σὴν απόπεμψον , άνωχθι δέ μιν γαμέεσθαι
114τῷ ὅτεῴ τε πατὴρ κέλεται καὶ ἁνδάνει αυτῇ .
115ει δ̓ έτ̓ ανιήσει γε πολὺν χρόνον υἷας Αχαιῶν ,
116τὰ φρονέουσ̓ ανὰ θυμόν , ὅ οἱ πέρι δῶκεν Αθήνη
117έργα τ̓ επίστασθαι περικαλλέα καὶ φρένας εσθλὰς
118κέρδεά θ̓ , οῖ ού πώ τιν̓ ακούομεν ου δὲ παλαιῶν ,
119τάων αἳ πάρος ῆσαν ευπλοκαμῖδες Αχαιαί ,
120Τυρώ τ̓ Αλκμήνη τε ευστέφανός τε Μυκήνη ·
121τάων ού τις ὁμοῖα νοήματα Πηνελοπείῃ
122ῄδη
ατὰρ μὲν τοῦτό γ̓ εναίσιμον ουκ ενόησε
123τόφρα γὰρ οῦν βίοτόν τε τεὸν καὶ κτήματ̓ έδονται ,
124όφρα κε κείνη τοῦτον έχῃ νόον , ὅν τινά οἱ νῦν
125εν στήθεσσι τιθεῖσι θεοί
μέγα μὲν κλέος αυτῇ
126ποιεῖτ̓ , αυτὰρ σοί γε ποθὴν πολέος βιότοιο .
127ἡμεῖς δ̓ ού τ̓ επὶ έργα πάρος γ̓ ίμεν ού τε πῃ άλλῃ ,
128πρίν γ̓ αυτὴν γήμασθαι Αχαιῶν ᾧ κ̓ εθέλῃσι .
129τὸν δ̓ αῦ Τηλέμαχος πεπνυμένος αντίον ηύδα
130Αντίνὀ , ού πως έστι δόμων αέκουσαν απῶσαι
131ἥ μ̓ έτεχ̓ , ἥ μ̓ έθρεψε
πατὴρ δ̓ εμὸς άλλοθι γαίης ,
132ζώει ὅ γ̓ ῆ τέθνηκε ·
κακὸν δέ με πόλλ̓ αποτίνειν
133Ικαρίῳ , αί κ̓ αυτὸς ἑκὼν απὸ μητέρα πέμψω .
134εκ γὰρ τοῦ πατρὸς κακὰ πείσομαι , άλλα δὲ δαίμων
135δώσει , επεὶ μήτηρ στυγερὰς αρήσετ̓ ερινῦς
136οίκου απερχομένη
νέμεσις δέ μοι εξ ανθρώπων
137έσσεται
ὣς ου τοῦτον εγώ ποτε μῦθον ενίψω
138ὑμέτερος δ̓ ει μὲν θυμὸς νεμεσίζεται αυτῶν ,
139έξιτέ μοι μεγάρων , άλλας δ̓ αλεγύνετε δαῖτας
140ὑμὰ κτήματ̓ έδοντες αμειβόμενοι κατὰ οίκους
141ει δ̓ ὑμῖν δοκέει τόδε λωίτερον καὶ άμεινον
142έμμεναι , ανδρὸς ἑνὸς βίοτον νήποινον ολέσθαι ,
143κείρετ̓
εγὼ δὲ θεοὺς επιβώσομαι αιὲν εόντας ,
144αί κέ ποθι Ζεὺς δῷσι παλίντιτα έργα γενέσθαι
145νήποινοί κεν έπειτα δόμων έντοσθεν όλοισθε .
146ὣς φάτο Τηλέμαχος , τῷ δ̓ αιετὼ ευρύοπα Ζεὺς
147ὑψόθεν εκ κορυφῆς όρεος προέηκε πέτεσθαι
148τὼ δ̓ ἕως μέν ῥ̓ επέτοντο μετὰ πνοιῇς ανέμοιο
149πλησίω αλλήλοισι τιταινομένω πτερύγεσσιν
150αλλ̓ ὅτε δὴ μέσσην αγορὴν πολύφημον ἱκέσθην ,
151ένθ̓ επιδινηθέντε τιναξάσθην πτερὰ πυκνά ,
152ες δ̓ ιδέτην πάντων κεφαλάς , όσσοντο δ̓ όλεθρον
153δρυψαμένω δ̓ ονύχεσσι παρειὰς αμφί τε δειρὰς
154δεξιὼ ήιξαν διά τ̓ οικία καὶ πόλιν αυτῶν
155θάμβησαν δ̓ όρνιθας , επεὶ ίδον οφθαλμοῖσιν
156ὥρμηναν δ̓ ανὰ θυμὸν ἅ περ τελέεσθαι έμελλον
157τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἁλιθέρσης
158Μαστορίδης
ὁ γὰρ οῖος ὁμηλικίην εκέκαστο
159όρνιθας γνῶναι καὶ εναίσιμα μυθήσασθαι
160ὅ σφιν εὺ φρονέων αγορήσατο καὶ μετέειπε
161κέκλυτε δὴ νῦν μευ , Ιθακήσιοι , ὅττι κεν είπω ·
162μνηστῆρσιν δὲ μάλιστα πιφαυσκόμενος τάδε είρω
163τοῖσιν γὰρ μέγα πῆμα κυλίνδεται
ου γὰρ Οδυσσεὺς
164δὴν απάνευθε φίλων ὧν έσσεται , αλλά που ήδη
165εγγὺς εὼν τοῖσδεσσι φόνον καὶ κῆρα φυτεύει
166πάντεσσιν
πολέσιν δὲ καὶ άλλοισιν κακὸν έσται ,
167οἳ νεμόμεσθ̓ Ιθάκην ευδείελον
αλλὰ πολὺ πρὶν
168φραζώμεσθ̓ , ὥς κεν καταπαύσομεν
οἱ δὲ καὶ αυτοὶ
169παυέσθων
καὶ γάρ σφιν άφαρ τόδε λώιόν εστιν
170ου γὰρ απείρητος μαντεύομαι , αλλ̓ εὺ ειδώς
171καὶ γὰρ κείνῳ φημὶ τελευτηθῆναι ἅπαντα ,
172ὥς οἱ εμυθεόμην , ὅτε Ίλιον εισανέβαινον
173Αργεῖοι , μετὰ δέ σφιν έβη πολύμητις Οδυσσεύς
174φῆν κακὰ πολλὰ παθόντ̓ , ολέσαντ̓ άπο πάντας ἑταίρους ,
175άγνωστον πάντεσσιν εεικοστῷ ενιαυτῷ
176οίκαδ̓ ελεύσεσθαι
τὰ δὲ δὴ νῦν πάντα τελεῖται .
177τὸν δ̓ αῦτ̓ Ευρύμαχος Πολύβου πάϊς αντίον ηύδα ·
178ῶ γέρον , ει δ̓ άγε νῦν μαντεύεο σοῖσι τέκεσσιν
179οίκαδ̓ ιών , μή πού τι κακὸν πάσχωσιν οπίσσω
180ταῦτα δ̓ εγὼ σέο πολλὸν αμείνων μαντεύεσθαι .
181όρνιθες δέ τε πολλοὶ υπ̓ αυγὰς ηελίοιο
182φοιτῶσ̓ , ου δέ τε πάντες εναίσιμοι ·
αυτὰρ Οδυσσεὺς
183ώλετο τῆλ̓ , ὡς καὶ σὺ καταφθίσθαι σὺν εκείνῳ
184ώφελες
ουκ ὰν τόσσα θεοπροπέων αγόρευες ,
185ου δέ κε Τηλέμαχον κεχολωμένον ῶδ̓ ανιείης ,
186σῷ οίκῳ δῶρον ποτιδέγμενος , αί κε πόρῃσιν
187αλλ̓ έκ τοι ερέω , τὸ δὲ καὶ τετελεσμένον έσται
188αί κε νεώτερον άνδρα παλαιά τε πολλά τε ειδὼς
189παρφάμενος επέεσσιν εποτρύνῃς χαλεπαίνειν ,
190αυτῷ μέν οἱ πρῶτον ανιηρέστερον έσται ,
191πρῆξαι δ̓ έμπης ού τι δυνήσεται εἵνεκα τῶνδε
192σοὶ δέ , γέρον , θωὴν επιθήσομεν , ἥν κ̓ ενὶ θυμῷ
193τίνων ασχάλλῃς
χαλεπὸν δέ τοι έσσεται άλγος
194Τηλεμάχῳ δ̓ εν πᾶσιν εγὼν ὑποθήσομαι αυτός
195μητέρα ἣν ες πατρὸς ανωγέτω απονέεσθαι ·
196οἱ δὲ γάμον τεύξουσι καὶ αρτυνέουσιν έεδνα
197πολλὰ μάλ̓ , ὅσσα έοικε φίλης επὶ παιδὸς ἕπεσθαι
198ου γὰρ πρὶν παύσεσθαι οίομαι υἷας Αχαιῶν
199μνηστύος αργαλέης , επεὶ ού τινα δείδιμεν έμπης ,
200ού τ̓ οῦν Τηλέμαχον μάλα περ πολύμυθον εόντα ,
201ού τε θεοπροπίης εμπαζόμεθ̓ , ἣν σύ , γεραιέ ,
202μυθέαι ακράαντον , απεχθάνεαι δ̓ έτι μᾶλλον .
203χρήματα δ̓ αῦτε κακῶς βεβρώσεται , ου δέ ποτ̓ ῖσα
204έσσεται , όφρα κεν ἥ γε διατρίβῃσιν Αχαιοὺς
205ὃν γάμον
ἡμεῖς δ̓ αῦ ποτιδέγμενοι ήματα πάντα
206εἵνεκα τῆς αρετῆς εριδαίνομεν , ου δὲ μετ̓ άλλας
207ερχόμεθ̓ , ἃς επιεικὲς οπυιέμεν εστὶν ἑκάστῳ .
208τὸν δ̓ αῦ Τηλέμαχος πεπνυμένος αντίον ηύδα
209Ευρύμαχ̓ ηδὲ καὶ άλλοι , ὅσοι μνηστῆρες αγαυοί ,
210ταῦτα μὲν ουχ ὑμέας έτι λίσσομαι ου δ̓ αγορεύω ·
211ήδη γὰρ τὰ ίσασι θεοὶ καὶ πάντες Αχαιοί
212αλλ̓ άγε μοι δότε νῆα θοὴν καὶ είκοσ̓ ἑταίρους ,
213οἵ κέ μοι ένθα καὶ ένθα διαπρήσσωσι κέλευθον
214εῖμι γὰρ ες Σπάρτην τε καὶ ες Πύλον ημαθόεντα
215νόστον πευσόμενος πατρὸς δὴν οιχομένοιο ,
216ήν τίς μοι είπῃσι βροτῶν ὴ όσσαν ακούσω
217εκ Διός , ἥ τε μάλιστα φέρει κλέος ανθρώποισιν
218ει μέν κεν πατρὸς βίοτον καὶ νόστον ακούσω ,
219ῆ τ̓ άν , τρυχόμενός περ , έτι τλαίην ενιαυτόν
220ει δέ κε τεθνηῶτος ακούσω μη δ̓ έτ̓ εόντος ,
221νοστήσας δὴ έπειτα φίλην ες πατρίδα γαῖαν
222σῆμά τέ οἱ χεύω καὶ επὶ κτέρεα κτερεΐξω
223πολλὰ μάλ̓ , ὅσσα έοικε , καὶ ανέρι μητέρα δώσω .
224ῆ τοι ὅ γ̓ ὣς ειπὼν κατ̓ άῤ ἕζετο , τοῖσι δ̓ ανέστη
225Μέντωρ , ὅς ῥ̓ Οδυσῆος αμύμονος ῆεν ἑταῖρος ,
226καὶ οἱ ιὼν εν νηυσὶν επέτρεπεν οῖκον ἅπαντα ,
227πείθεσθαί τε γέροντι καὶ έμπεδα πάντα φυλάσσειν
228ὅ σφιν εὺ φρονέων αγορήσατο καὶ μετέειπεν
229κέκλυτε δὴ νῦν μευ , Ιθακήσιοι , ὅττι κεν είπω
230μή τις έτι πρόφρων αγανὸς καὶ ήπιος έστω
231σκηπτοῦχος βασιλεύς , μη δὲ φρεσὶν αίσιμα ειδώς ,
232αλλ̓ αιεὶ χαλεπός τ̓ είη καὶ αίσυλα ῥέζοι ·
233ὡς ού τις μέμνηται Οδυσσῆος θείοιο
234λαῶν οἷσιν άνασσε , πατὴρ δ̓ ὣς ήπιος ῆεν .
235αλλ̓ ῆ τοι μνηστῆρας αγήνορας ού τι μεγαίρω
236έρδειν έργα βίαια κακορραφίῃσι νόοιο
237σφὰς γὰρ παρθέμενοι κεφαλὰς κατέδουσι βιαίως
238οῖκον Οδυσσῆος , τὸν δ̓ ουκέτι φασὶ νέεσθαι
239νῦν δ̓ άλλῳ δήμῳ νεμεσίζομαι , οἷον ἅπαντες
240ῆσθ̓ άνεῳ , ατὰρ ού τι καθαπτόμενοι επέεσσι
241παύρους μνηστῆρας καταπαύετε πολλοὶ εόντες .
242τὸν δ̓ Ευηνορίδης Λειώκριτος αντίον ηύδα
243Μέντορ αταρτηρέ , φρένας ηλεέ , ποῖον έειπες
244ἡμέας οτρύνων καταπαυέμεν .
αργαλέον δὲ
245ανδράσι καὶ πλεόνεσσι μαχήσασθαι περὶ δαιτί .
246εί περ γάρ κ̓ Οδυσεὺς Ιθακήσιος αυτὸς επελθὼν
247δαινυμένους κατὰ δῶμα ἑὸν μνηστῆρας αγαυοὺς
248εξελάσαι μεγάροιο μενοινήσεἰ ενὶ θυμῷ ,
249ού κέν οἱ κεχάροιτο γυνή , μάλα περ χατέουσα ,
250ελθόντ̓ , αλλά κεν αυτοῦ αεικέα πότμον επίσποι ,
251ει πλεόνεσσι μάχοιτο
σὺ δ̓ ου κατὰ μοῖραν έειπες
252αλλ̓ άγε , λαοὶ μὲν σκίδνασθ̓ επὶ έργα ἕκαστος ,
253τούτῳ δ̓ οτρυνέει Μέντωρ ὁδὸν ηδ̓ Ἁλιθέρσης ,
254οἵ τέ οἱ εξ αρχῆς πατρώιοί εισιν ἑταῖροι
255αλλ̓ οίω , καὶ δηθὰ καθήμενος αγγελιάων
256πεύσεται ειν Ιθάκῃ , τελέει δ̓ ὁδὸν ού ποτε ταύτην .
257ὣς άῤ εφώνησεν , λῦσεν δ̓ αγορὴν αιψηρήν
258οἱ μὲν άῤ εσκίδναντο ἑὰ πρὸς δώμαθ̓ ἕκαστος ,
259μνηστῆρες δ̓ ες δώματ̓ ίσαν θείου Οδυσῆος
260Τηλέμαχος δ̓ απάνευθε κιὼν επὶ θῖνα θαλάσσης ,
261χεῖρας νιψάμενος πολιῆς ἁλὸς εύχετ̓ Αθήνῃ
262κλῦθί μευ , ὃ χθιζὸς θεὸς ήλυθες ἡμέτερον δῶ
263καὶ μ̓ εν νηὶ κέλευσας επ̓ ηεροειδέα πόντον
264νόστον πευσόμενον πατρὸς δὴν οιχομένοιο
265έρχεσθαι ·
τὰ δὲ πάντα διατρίβουσιν Αχαιοί ,
266μνηστῆρες δὲ μάλιστα κακῶς ὑπερηνορέοντες .
267ὣς έφατ̓ ευχόμενος , σχεδόθεν δέ οἱ ῆλθεν Αθήνη ,
268Μέντορι ειδομένη ημὲν δέμας ηδὲ καὶ αυδήν ,
269καί μιν φωνήσασ̓ έπεα πτερόεντα προσηύδα
270Τηλέμαχ̓ , ου δ̓ όπιθεν κακὸς έσσεαι ου δ̓ ανοήμων ,
271ει δή τοι σοῦ πατρὸς ενέστακται μένος ηύ ,
272οἷος κεῖνος έην τελέσαι έργον τε έπος τε ·
273ού τοι έπειθ̓ ἁλίη ὁδὸς έσσεται ου δ̓ ατέλεστος
274ει δ̓ ου κείνου γ̓ εσσὶ γόνος καὶ Πηνελοπείης ,
275ου σέ γ̓ έπειτα έολπα τελευτήσειν , ἃ μενοινᾷς
276παῦροι γάρ τοι παῖδες ὁμοῖοι πατρὶ πέλονται ,
277οἱ πλέονες κακίους , παῦροι δέ τε πατρὸς αρείους .
278αλλ̓ επεὶ ου δ̓ όπιθεν κακὸς έσσεαι ου δ̓ ανοήμων , ου δέ
279σε πάγχυ γε μῆτις Οδυσσῆος προλέλοιπεν ,
280ελπωρή τοι έπειτα τελευτῆσαι τάδε έργα .
281τῶ νῦν μνηστήρων μὲν έα βουλήν τε νόον τε
282αφραδέων , επεὶ ού τι νοήμονες ου δὲ δίκαιοι ·
ου δέ
283τι ίσασιν θάνατον καὶ κῆρα μέλαιναν ,
284ὃς δή σφι σχεδόν εστιν , επ̓ ήματι πάντας ολέσθαι
285σοὶ δ̓ ὁδὸς ουκέτι δηρὸν απέσσεται ἣν σὺ μενοινᾷς
286τοῖος γάρ τοι ἑταῖρος εγὼ πατρώιός ειμι ,
287ὅς τοι νῆα θοὴν στελέω καὶ άμ̓ ἕψομαι αυτός
288αλλὰ σὺ μὲν πρὸς δώματ̓ ιὼν μνηστῆρσιν ὁμίλει ,
289ὅπλισσόν τ̓ ήια καὶ άγγεσιν άρσον ἅπαντα ,
290οῖνον εν αμφιφορεῦσι , καὶ άλφιτα , μυελὸν ανδρῶν ,
291δέρμασιν εν πυκινοῖσιν ·
εγὼ δ̓ ανὰ δῆμον ἑταίρους
292αῖψ̓ εθελοντῆρας συλλέξομαι
εισὶ δὲ νῆες
293πολλαὶ εν αμφιάλῳ Ιθάκῃ , νέαι ηδὲ παλαιαί
294τάων μέν τοι εγὼν επιόψομαι ἥ τις αρίστη ,
295ῶκα δ̓ εφοπλίσσαντες ενήσομεν ευρέι πόντῳ .
296ὣς φάτ̓ Αθηναίη κούρη Διός ·
ου δ̓ άῤ έτι δὴν
297Τηλέμαχος παρέμιμνεν , επεὶ θεοῦ έκλυεν αυδήν
298βῆ δ̓ ιέναι πρὸς δῶμα , φίλον τετιημένος ῆτορ ,
299εὗρε δ̓ άρα μνηστῆρας αγήνορας εν μεγάροισιν ,
300αῖγας ανιεμένους σιάλους θ̓ εὕοντας εν αυλῇ
301Αντίνοος δ̓ ιθὺς γελάσας κίε Τηλεμάχοιο ,
302έν τ̓ άρα οἱ φῦ χειρί , έπος τ̓ έφατ̓ έκ τ̓ ονόμαζε
303Τηλέμαχ̓ ὑψαγόρη , μένος άσχετε , μή τί τοι άλλο
304εν στήθεσσι κακὸν μελέτω έργον τε έπος τε ,
305αλλά μοι εσθιέμεν καὶ πινέμεν , ὡς τὸ πάρος περ .
306ταῦτα δέ τοι μάλα πάντα τελευτήσουσιν Αχαιοί ,
307νῆα καὶ εξαίτους ερέτας , ἵνα θᾶσσον ἵκηαι
308ες Πύλον ηγαθέην μετ̓ αγαυοῦ πατρὸς ακουήν .
309τὸν δ̓ αῦ Τηλέμαχος πεπνυμένος αντίον ηύδα
310Αντίνὀ , ού πως έστιν ὑπερφιάλοισι μεθ̓ ὑμῖν
311δαίνυσθαί τ̓ ακέοντα καὶ ευφραίνεσθαι ἕκηλον
312ῆ ουχ ἅλις ὡς τὸ πάροιθεν εκείρετε πολλὰ καὶ εσθλὰ
313κτήματ̓ εμά , μνηστῆρες , εγὼ δ̓ έτι νήπιος ῆα ;
314νῦν δ̓ ὅτε δὴ μέγας ειμὶ καὶ άλλων μῦθον ακούων
315πυνθάνομαι , καὶ δή μοι αέξεται ένδοθι θυμός ,
316πειρήσω , ὥς κ̓ ύμμι κακὰς επὶ κῆρας ιήλω ,
317ηὲ Πύλονδ̓ ελθών , ὴ αυτοῦ τῷδ̓ ενὶ δήμῳ .
318εῖμι μέν , ου δ̓ ἁλίη ὁδὸς έσσεται ἣν αγορεύω ,
319έμπορος
ου γὰρ νηὸς επήβολος ου δ̓ ερετάων
320γίγνομαι ·
ὥς νύ που ύμμιν εείσατο κέρδιον εῖναι .
321ῆ ῥα , καὶ εκ χειρὸς χεῖρα σπάσατ̓ Αντινόοιο
322ῥεῖα
μνηστῆρες δὲ δόμον κάτα δαῖτα πένοντο
323οἱ δ̓ επελώβευον καὶ εκερτόμεον επέεσσιν
324ὧδε δέ τις είπεσκε νέων ὑπερηνορεόντων
325ῆ μάλα Τηλέμαχος φόνον ἡμῖν μερμηρίζει
326ή τινας εκ Πύλου άξει αμύντορας ημαθόεντος
327ὴ ὅ γε καὶ Σπάρτηθεν , επεί νύ περ ἵεται αινῶς ·
328ηὲ καὶ εις Εφύρην εθέλει , πίειραν άρουραν ,
329ελθεῖν , όφῤ ένθεν θυμοφθόρα φάρμακ̓ ενείκῃ ,
330εν δὲ βάλῃ κρητῆρι καὶ ἡμέας πάντας ολέσσῃ .
331άλλος δ̓ αῦτ̓ είπεσκε νέων ὑπερηνορεόντων
332τίς δ̓ οῖδ̓ , εί κε καὶ αυτὸς ιὼν κοίλης επὶ νηὸς
333τῆλε φίλων απόληται αλώμενος ὥς περ Οδυσσεύς ;
334οὕτω κεν καὶ μᾶλλον οφέλλειεν πόνον άμμιν
335κτήματα γάρ κεν πάντα δασαίμεθα , οικία δ̓ αῦτε
336τούτου μητέρι δοῖμεν έχειν ηδ̓ ὅς τις οπυίοι .
337ὣς φάν , ὁ δ̓ ὑψόροφον θάλαμον κατεβήσετο πατρὸς
338ευρύν , ὅθι νητὸς χρυσὸς καὶ χαλκὸς έκειτο
339εσθής τ̓ εν χηλοῖσιν ἅλις τ̓ ευῶδες έλαιον ·
340εν δὲ πίθοι οίνοιο παλαιοῦ ἡδυπότοιο
341ἕστασαν , άκρητον θεῖον ποτὸν εντὸς έχοντες ,
342ἑξείης ποτὶ τοῖχον αρηρότες , εί ποτ̓ Οδυσσεὺς
343οίκαδε νοστήσειε καὶ άλγεα πολλὰ μογήσας
344κληισταὶ δ̓ έπεσαν σανίδες πυκινῶς αραρυῖαι ,
345δικλίδες
εν δὲ γυνὴ ταμίη νύκτας τε καὶ ῆμαρ
346έσχ̓ , ἣ πάντ̓ εφύλασσε νόου πολυϊδρείῃσιν ,
347Ευρύκλεἰ , Ω͂πος θυγάτηρ Πεισηνορίδαο
348τὴν τότε Τηλέμαχος προσέφη θαλαμόνδε καλέσσας
349μαῖ̓ , άγε δή μοι οῖνον εν αμφιφορεῦσιν άφυσσον
350ἡδύν , ὅτις μετὰ τὸν λαρώτατος ὃν σὺ φυλάσσεις
351κεῖνον οιομένη τὸν κάμμορον , εί ποθεν έλθοι
352διογενὴς Οδυσεὺς θάνατον καὶ κῆρας αλύξας .
353δώδεκα δ̓ έμπλησον καὶ πώμασιν άρσον ἅπαντας
354εν δέ μοι άλφιτα χεῦον εϋρραφέεσσι δοροῖσιν
355είκοσι δ̓ έστω μέτρα μυληφάτου αλφίτου ακτῆς
356αυτὴ δ̓ οίη ίσθι
τὰ δ̓ ἁθρόα πάντα τετύχθω
357ἑσπέριος γὰρ εγὼν αἱρήσομαι , ὁππότε κεν δὴ
358μήτηρ εις υπερῷ̓ αναβῇ κοίτου τε μέδηται
359εῖμι γὰρ ες Σπάρτην τε καὶ ες Πύλον ημαθόεντα
360νόστον πευσόμενος πατρὸς φίλου , ήν που ακούσω .
361ὣς φάτο , κώκυσεν δὲ φίλη τροφὸς Ευρύκλεια ,
362καί ῥ̓ ολοφυρομένη έπεα πτερόεντα προσηύδα ·
363τίπτε δέ τοι , φίλε τέκνον , ενὶ φρεσὶ τοῦτο νόημα
364έπλετο
πῇ δ̓ εθέλεις ιέναι πολλὴν επὶ γαῖαν
365μοῦνος εὼν αγαπητός ;
ὁ δ̓ ώλετο τηλόθι πάτρης
366διογενὴς Οδυσεὺς αλλογνώτῳ ενὶ δήμῳ .
367οἱ δέ τοι αυτίκ̓ ιόντι κακὰ φράσσονται οπίσσω ,
368ὥς κε δόλῳ φθίῃς , τάδε δ̓ αυτοὶ πάντα δάσονται
369αλλὰ μέν̓ αῦθ̓ επὶ σοῖσι καθήμενος
ου δέ τί σε χρὴ
370πόντον επ̓ ατρύγετον κακὰ πάσχειν ου δ̓ αλάλησθαι .
371τὴν δ̓ αῦ Τηλέμαχος πεπνυμένος αντίον ηύδα
372θάρσει , μαῖ̓ , επεὶ ού τοι άνευ θεοῦ ἥδε γε βουλή .
373αλλ̓ όμοσον μὴ μητρὶ φίλῃ τάδε μυθήσασθαι ,
374πρίν γ̓ ότ̓ ὰν ἑνδεκάτη τε δυωδεκάτη τε γένηται ,
375ὴ αυτὴν ποθέσαι καὶ αφορμηθέντος ακοῦσαι ,
376ὡς ὰν μὴ κλαίουσα κατὰ χρόα καλὸν ιάπτῃ .
377ὣς άῤ έφη , γρῆυς δὲ θεῶν μέγαν ὅρκον απώμνυ
378αυτὰρ επεί ῥ̓ όμοσέν τε τελεύτησέν τε τὸν ὅρκον ,
379αυτίκ̓ έπειτά οἱ οῖνον εν αμφιφορεῦσιν άφυσσεν ,
380εν δέ οἱ άλφιτα χεῦεν εϋρραφέεσσι δοροῖσι
381Τηλέμαχος δ̓ ες δώματ̓ ιὼν μνηστῆρσιν ὁμίλει
382ένθ̓ αῦτ̓ άλλ̓ ενόησε θεά , γλαυκῶπις Αθήνη
383Τηλεμάχῳ εικυῖα κατὰ πτόλιν ῴχετο πάντῃ ,
384καί ῥα ἑκάστῳ φωτὶ παρισταμένη φάτο μῦθον ,
385ἑσπερίους δ̓ επὶ νῆα θοὴν αγέρεσθαι ανώγει
386ἡ δ̓ αῦτε Φρονίοιο Νοήμονα φαίδιμον υἱὸν
387ῄτεε νῆα θοήν ·
ὁ δέ οἱ πρόφρων ὑπέδεκτο
388δύσετό τ̓ ηέλιος σκιόωντό τε πᾶσαι αγυιαί ,
389καὶ τότε νῆα θοὴν άλαδ̓ είρυσε , πάντα δ̓ εν αυτῇ
390όπλ̓ ετίθει , τά τε νῆες εύσσελμοι φορέουσι
391στῆσε δ̓ επ̓ εσχατιῇ λιμένος , περὶ δ̓ εσθλοὶ ἑταῖροι
392ἁθρόοι ηγερέθοντο
θεὰ δ̓ ώτρυνεν ἕκαστον
393ένθ̓ αῦτ̓ άλλ̓ ενόησε θεά , γλαυκῶπις Αθήνη
394βῆ ῤ̓ ιέναι πρὸς δώματ̓ Οδυσσῆος θείοιο
395ένθα μνηστήρεσσιν επὶ γλυκὺν ὕπνον έχευε ,
396πλάζε δὲ πίνοντας , χειρῶν δ̓ έκβαλλε κύπελλα
397οἱ δ̓ εὕδειν ώρνυντο κατὰ πτόλιν , ου δ̓ άῤ έτι δὴν
398ήατ̓ , επεί σφισιν ὕπνος επὶ βλεφάροισιν έπιπτεν
399αυτὰρ Τηλέμαχον προσέφη γλαυκῶπις Αθήνη
400εκπροκαλεσσαμένη μεγάρων εὺ ναιεταόντων ,
401Μέντορι ειδομένη ημὲν δέμας ηδὲ καὶ αυδήν
402Τηλέμαχ̓ , ήδη μέν τοι ευκνήμιδες ἑταῖροι
403ήατ̓ επήρετμοι τὴν σὴν ποτιδέγμενοι ὁρμήν
404αλλ̓ ίομεν , μὴ δηθὰ διατρίβωμεν ὁδοῖο .
405ὣς άρα φωνήσασ̓ ἡγήσατο Παλλὰς Αθήνη
406καρπαλίμως
ὁ δ̓ έπειτα μετ̓ ίχνια βαῖνε θεοῖο
407αυτὰρ επεί ῥ̓ επὶ νῆα κατήλυθον ηδὲ θάλασσαν ,
408εὗρον έπειτ̓ επὶ θινὶ κάρη κομόωντας ἑταίρους
409τοῖσι δὲ καὶ μετέειφ̓ ἱερὴ ὶς Τηλεμάχοιο
410δεῦτε , φίλοι , ήια φερώμεθα
πάντα γὰρ ήδη
411αθρό̓ ενὶ μεγάρῳ .
μήτηρ δ̓ εμὴ ού τι πέπυσται ,
412ου δ̓ άλλαι δμωαί , μία δ̓ οίη μῦθον άκουσεν .
413ὣς άρα φωνήσας ἡγήσατο , τοὶ δ̓ άμ̓ ἕποντο
414οἱ δ̓ άρα πάντα φέροντες ευσσέλμῳ επὶ νηὶ
415κάτθεσαν , ὡς εκέλευσεν Οδυσσῆος φίλος υἱός
416ὰν δ̓ άρα Τηλέμαχος νηὸς βαῖν̓ , ῆρχε δ̓ Αθήνη ,
417νηὶ δ̓ ενὶ πρυμνῇ κατ̓ άῤ ἕζετο
άγχι δ̓ άῤ αυτῆς
418ἕζετο Τηλέμαχος
τοὶ δὲ πρυμνήσἰ έλυσαν ,
419ὰν δὲ καὶ αυτοὶ βάντες επὶ κληῖσι καθῖζον
420τοῖσιν δ̓ ίκμενον οῦρον ἵει γλαυκῶπις Αθήνη ,
421ακραῆ Ζέφυρον , κελάδοντ̓ επὶ οίνοπα πόντον
422Τηλέμαχος δ̓ ἑτάροισιν εποτρύνας εκέλευσεν
423ὅπλων ἅπτεσθαι
τοὶ δ̓ οτρύνοντος άκουσαν
424ἱστὸν δ̓ ειλάτινον κοίλης έντοσθε μεσόδμης
425στῆσαν αείραντες , κατὰ δὲ προτόνοισιν έδησαν ,
426ἕλκον δ̓ ἱστία λευκὰ ευστρέπτοισι βοεῦσιν
427έπρησεν δ̓ άνεμος μέσον ἱστίον , αμφὶ δὲ κῦμα
428στείρῃ πορφύρεον μεγάλ̓ ίαχε νηὸς ιούσης
429ἡ δ̓ έθεεν κατὰ κῦμα διαπρήσσουσα κέλευθον
430δησάμενοι δ̓ άρα ὅπλα θοὴν ανὰ νῆα μέλαιναν
431στήσαντο κρητῆρας επιστεφέας οίνοιο ,
432λεῖβον δ̓ αθανάτοισι θεοῖς αιειγενέτῃσιν ,
433εκ πάντων δὲ μάλιστα Διὸς γλαυκώπιδι κούρῃ .
παννυχίη μέν ῥ̓ ἥ γε καὶ ηῶ πεῖρε κέλευθον
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52
53
54
55
56
57
58
59
60
61
62
63
64
65
66
67
68
69
70
71
72
73
74
75
76
77
78
79
80
81
82
83
84
85
86
87
88
89
90
91
92
93
94
95
96
97
98
99
100
101
102
103
104
105
106
107
108
109
110
111
112
113
114
115
116
117
118
119
120
121
122
123
124
125
126
127
128
129
130
131
132
133
134
135
136
137
138
139
140
141
142
143
144
145
146
147
148
149
150
151
152
153
154
155
156
157
158
159
160
161
162
163
164
165
166
167
168
169
170
171
172
173
174
175
176
177
178
179
180
181
182
183
184
185
186
187
188
189
190
191
192
193
194
195
196
197
198
199
200
201
202
203
204
205
206
207
208
209
210
211
212
213
214
215
216
217
218
219
220
221
222
223
224
225
226
227
228
229
230
231
232
233
234
235
236
237
238
239
240
241
242
243
244
245
246
247
248
249
250
251
252
253
254
255
256
257
258
259
260
261
262
263
264
265
266
267
268
269
270
271
272
273
274
275
276
277
278
279
280
281
282
283
284
285
286
287
288
289
290
291
292
293
294
295
296
297
298
299
300
301
302
303
304
305
306
307
308
309
310
311
312
313
314
315
316
317
318
319
320
321
322
323
324
325
326
327
328
329
330
331
332
333
334
335
336
337
338
339
340
341
342
343
344
345
346
347
348
349
350
351
352
353
354
355
356
357
358
359
360
361
362
363
364
365
366
367
368
369
370
371
372
373
374
375
376
377
378
379
380
381
382
383
384
385
386
387
388
389
390
391
392
393
394
395
396
397
398
399
400
401
402
403
404
405
406
407
408
409
410
411
412
413
414
415
416
417
418
419
420
421
422
423
424
425
426
427
428
429
430
431
432
433