1αυτὰρ ὁ εν μεγάρῳ ὑπελείπετο δῖος Οδυσσεύς ,
2μνηστήρεσσι φόνον σὺν Αθήνῃ μερμηρίζων
3αῖψα δὲ Τηλέμαχον έπεα πτερόεντα προσηύδα
4Τηλέμαχε , χρὴ τεύχἐ αρήϊα κατθέμεν είσω
5πάντα μάλ̓
αυτὰρ μνηστῆρας μαλακοῖς επέεσσι
6παρφάσθαι , ὅτε κέν σε μεταλλῶσιν ποθέοντες
7εκ καπνοῦ κατέθηκ̓ , επεὶ ουκέτι τοῖσιν εῴκει
8οἷά ποτε Τροίηνδε κιὼν κατέλειπεν Οδυσσεύς ,
9αλλὰ κατῄκισται , ὅσσον πυρὸς ίκετ̓ αϋτμή
10πρὸς δ̓ έτι καὶ τόδε μεῖζον ενὶ φρεσὶν έβαλε δαίμων
11μή πως οινωθέντες , έριν στήσαντες εν ὑμῖν ,
12αλλήλους τρώσητε καταισχύνητέ τε δαῖτα
13καὶ μνηστύν
αυτὸς γὰρ εφέλκεται άνδρα σίδηρος
̓"̓
14ὣς φάτο , Τηλέμαχος δὲ φίλῳ επεπείθετο πατρί ,
15εκ δὲ καλεσσάμενος προσέφη τροφὸν Ευρύκλειαν
16μαῖ̓ , άγε δή μοι έρυξον ενὶ μεγάροισι γυναῖκας ,
17όφρα κεν ες θάλαμον καταθείομαι έντεα πατρὸς
18καλά , τά μοι κατὰ οῖκον ακηδέα καπνὸς αμέρδει
19πατρὸς αποιχομένοιο
εγὼ δ̓ έτι νήπιος ῆα
20νῦν δ̓ εθέλω καταθέσθαι , ίν̓ ου πυρὸς ίξετ̓ αϋτμή .
21τὸν δ̓ αῦτε προσέειπε φίλη τροφὸς Ευρύκλεια
22αὶ γὰρ δή ποτε , τέκνον , επιφροσύνας ανέλοιο
23οίκου κήδεσθαι καὶ κτήματα πάντα φυλάσσειν
24αλλ̓ άγε , τίς τοι έπειτα μετοιχομένη φάος οίσει
25δμῳὰς δ̓ ουκ είας προβλωσκέμεν , αἵ κεν έφαινον .
26τὴν δ̓ αῦ Τηλέμαχος πεπνυμένος αντίον ηύδα
27ξεῖνος όδ̓ ·
ου γὰρ αεργὸν ανέξομαι ὅς κεν εμῆς γε
28χοίνικος ἅπτηται , καὶ τηλόθεν ειληλουθώς .
29ὣς άῤ εφώνησεν , τῇ δ̓ άπτερος έπλετο μῦθος
30κλήϊσεν δὲ θύρας μεγάρων εῦ ναιεταόντων
31τὼ δ̓ άῤ αναΐξαντ̓ Οδυσεὺς καὶ φαίδιμος υἱὸς
32εσφόρεον κόρυθάς τε καὶ ασπίδας ομφαλοέσσας
33έγχεά τ̓ οξυόεντα
πάροιθε δὲ Παλλὰς Αθήνη ,
34χρύσεον λύχνον έχουσα , φάος περικαλλὲς εποίει
35δὴ τότε Τηλέμαχος προσεφώνεεν ὃν πατέῤ αῖψα
36ῶ πάτερ , ῆ μέγα θαῦμα τόδ̓ οφθαλμοῖσιν ὁρῶμαι
37έμπης μοι τοῖχοι μεγάρων καλαί τε μεσόδμαι ,
38ειλάτιναί τε δοκοί , καὶ κίονες υψόσ̓ έχοντες
39φαίνοντ̓ οφθαλμοῖς ὡς ει πυρὸς αιθομένοιο .
40ῆ μάλα τις θεὸς ένδον , οἳ ουρανὸν ευρὺν έχουσι .
41τὸν δ̓ απαμειβόμενος προσέφη πολύμητις Οδυσσεύς
42σίγα καὶ κατὰ σὸν νόον ίσχανε μη δ̓ ερέεινε
43αὕτη τοι δίκη εστὶ θεῶν , οἳ Όλυμπον έχουσιν
44αλλὰ σὺ μὲν κατάλεξαι , εγὼ δ̓ ὑπολείψομαι αυτοῦ ,
45όφρα κ̓ έτι δμῳὰς καὶ μητέρα σὴν ερεθίζω
46ἡ δέ μ̓ οδυρομένη ειρήσεται αμφὶς ἕκαστα .
47ὣς φάτο , Τηλέμαχος δὲ διὲκ μεγάροιο βεβήκει
48κείων ες θάλαμον , δαΐδων ὕπο λαμπομενάων ,
49ένθα πάρος κοιμᾶθ̓ , ὅτε μιν γλυκὺς ὕπνος ἱκάνοι
50ένθ̓ άρα καὶ τότ̓ έλεκτο καὶ Ηῶ δῖαν έμιμνεν
51αυτὰρ ὁ εν μεγάρῳ ὑπελείπετο δῖος Οδυσσεύς ,
52μνηστήρεσσι φόνον σὺν Αθήνῃ μερμηρίζων
53ἡ δ̓ ίεν εκ θαλάμοιο περίφρων Πηνελόπεια ,
54Αρτέμιδι ικέλη ηὲ χρυσέῃ Αφροδίτῃ
55τῇ παρὰ μὲν κλισίην πυρὶ κάτθεσαν , ένθ̓ άῤ εφῖζε ,
56δινωτὴν ελέφαντι καὶ αργύρῳ
ἥν ποτε τέκτων
57ποίησ̓ Ικμάλιος , καὶ ὑπὸ θρῆνυν ποσὶν ἧκε
58προσφυέ̓ εξ αυτῆς , όθ̓ επὶ μέγα βάλλετο κῶας
59ένθα καθέζετ̓ έπειτα περίφρων Πηνελόπεια
60ῆλθον δὲ δμῳαὶ λευκώλενοι εκ μεγάροιο
61αἱ δ̓ απὸ μὲν σῖτον πολὺν ᾕρεον ηδὲ τραπέζας
62καὶ δέπα , ένθεν άῤ άνδρες ὑπερμενέοντες έπινον
63πῦρ δ̓ απὸ λαμπτήρων χαμάδις βάλον , άλλα δ̓ επ̓ αυτῶν
64νήησαν ξύλα πολλά , φόως έμεν ηδὲ θέρεσθαι
65ἡ δ̓ Οδυσῆ̓ ενένιπε Μελανθὼ δεύτερον αῦτις
66ξεῖν̓ , έτι καὶ νῦν ενθάδ̓ ανιήσεις διὰ νύκτα
67δινεύων κατὰ οῖκον , οπιπεύσεις δὲ γυναῖκας
68αλλ̓ έξελθε θύραζε , τάλαν , καὶ δαιτὸς όνησο
69ὴ τάχα καὶ δαλῷ βεβλημένος εῖσθα θύραζε .
70τὴν δ̓ άῤ ὑπόδρα ιδὼν προσέφη πολύμητις Οδυσσεύς
71δαιμονίη , τί μοι ῶδ̓ επέχεις κεκοτηότι θυμῷ
72ῆ ὅτι δὴ ῥυπόω , κακὰ δὲ χροῒ εἵματα εἷμαι ,
73πτωχεύω δ̓ ανὰ δῆμον ;
αναγκαίη γὰρ επείγει
74τοιοῦτοι πτωχοὶ καὶ αλήμονες άνδρες έασι
75καὶ γὰρ εγώ ποτε οῖκον εν ανθρώποισιν έναιον
76όλβιος αφνειὸν καὶ πολλάκι δόσκον αλήτῃ ,
77τοίῳ ὁποῖος έοι καὶ ὅτευ κεχρημένος έλθοι
78ῆσαν δὲ δμῶες μάλα μυρίοι , άλλα τε πολλὰ
79οἷσίν τ̓ εῦ ζώουσι καὶ αφνειοὶ καλέονται
80αλλὰ Ζεὺς αλάπαξε Κρονίων
ήθελε γάρ που
81τῷ νῦν μήποτε καὶ σύ , γύναι , απὸ πᾶσαν ολέσσῃς
82αγλαΐην , τῇ νῦν γε μετὰ δμῳῇσι κέκασσαι
83μή πώς τοι δέσποινα κοτεσσαμένη χαλεπήνῃ ,
84ὴ Οδυσεὺς έλθῃ ·
έτι γὰρ καὶ ελπίδος αῖσα .
85ει δ̓ ὁ μὲν ὣς απόλωλε καὶ ουκέτι νόστιμός εστιν ,
86αλλ̓ ήδη παῖς τοῖος Απόλλωνός γε ἕκητι ,
87Τηλέμαχος ·
τὸν δ̓ ού τις ενὶ μεγάροισι γυναικῶν
88λήθει ατασθάλλουσ̓ , επεὶ ουκέτι τηλίκος εστίν .
89ὣς φάτο , τοῦ δ̓ ήκουσε περίφρων Πηνελόπεια ,
90αμφίπολον δ̓ ενένιπεν έπος τ̓ έφατ̓ έκ τ̓ ονόμαζε
91πάντως , θαρσαλέη , κύον αδεές , ού τί με λήθεις
92έρδουσα μέγα έργον , ὃ σῇ κεφαλῇ αναμάξεις
93πάντα γὰρ εῦ ῄδησθ̓ , επεὶ εξ εμεῦ έκλυες αυτῆς
94ὡς τὸν ξεῖνον έμελλον ενὶ μεγάροισιν εμοῖσιν
95αμφὶ πόσει είρεσθαι , επεὶ πυκινῶς ακάχημαι .
96ῆ ῥα καὶ Ευρυνόμην ταμίην πρὸς μῦθον έειπεν
97Ευρυνόμη , φέρε δὴ δίφρον καὶ κῶας επ̓ αυτοῦ ,
98όφρα καθεζόμενος είπῃ έπος ηδ̓ επακούσῃ
99ὁ ξεῖνος εμέθεν
εθέλω δέ μιν εξερέεσθαι .
100ὣς έφαθ̓ , ἡ δὲ μάλ̓ οτραλέως κατέθηκε φέρουσα
101δίφρον εΰξεστον καὶ επ̓ αυτῷ κῶας έβαλλεν
102ένθα καθέζετ̓ έπειτα πολύτλας δῖος Οδυσσεύς
103τοῖσι δὲ μύθων ῆρχε περίφρων Πηνελόπεια
104ξεῖνε , τὸ μέν σε πρῶτον εγὼν ειρήσομαι αυτή
105τίς πόθεν εῖς ανδρῶν
πόθι τοι πόλις ηδὲ τοκῆες ;"
106τὴν δ̓ απαμειβόμενος προσέφη πολύμητις Οδυσσεύς
107ῶ γύναι , ουκ άν τίς σε βροτῶν επ̓ απείρονα γαῖαν
108νεικέοι
ῆ γάρ σευ κλέος ουρανὸν ευρὺν ἱκάνει ,
109ὥς τέ τευ ὴ βασιλῆος αμύμονος , ὅς τε θεουδὴς
110ανδράσιν εν πολλοῖσι καὶ ιφθίμοισιν ανάσσων
111ευδικίας ανέχῃσι , φέρῃσι δὲ γαῖα μέλαινα
112πυροὺς καὶ κριθάς , βρίθῃσι δὲ δένδρεα καρπῷ ,
113τίκτῃ δ̓ έμπεδα μῆλα , θάλασσα δὲ παρέχῃ ιχθῦς
114εξ ευηγεσίης , αρετῶσι δὲ λαοὶ υπ̓ αυτοῦ .
115τῷ εμὲ νῦν τὰ μὲν άλλα μετάλλα σῷ ενὶ οίκῳ ,
116μη δ̓ εμὸν εξερέεινε γένος καὶ πατρίδα γαῖαν ,
117μή μοι μᾶλλον θυμὸν ενιπλήσῃς οδυνάων
118μνησαμένῳ μάλα δ̓ ειμὶ πολύστονος
ου δέ τί με χρὴ
119οίκῳ εν αλλοτρίῳ γοόωντά τε μυρόμενόν τε
120ἧσθαι , επεὶ κάκιον πενθήμεναι άκριτον αιεί ·
121μή τίς μοι δμῳῶν νεμεσήσεται , ηὲ σύ γ̓ αυτή ,
122φῇ δὲ δακρυπλώειν βεβαρηότα με φρένας οίνῳ .
123τὸν δ̓ ημείβετ̓ έπειτα περίφρων Πηνελόπεια
124ξεῖν̓ , ῆ τοι μὲν εμὴν αρετὴν εῖδός τε δέμας τε
125ώλεσαν αθάνατοι , ὅτε Ίλιον εισανέβαινον
126Αργεῖοι , μετὰ τοῖσι δ̓ εμὸς πόσις ῇεν Οδυσσεύς
127ει κεῖνός γ̓ ελθὼν τὸν εμὸν βίον αμφιπολεύοι ,
128μεῖζον κε κλέος είη εμὸν καὶ κάλλιον οὕτως .
129νῦν δ̓ άχομαι
τόσα γάρ μοι επέσσευεν κακὰ δαίμων
130ὅσσοι γὰρ νήσοισιν επικρατέουσιν άριστοι ,
131Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ ,
132οἵ τ̓ αυτὴν Ιθάκην ευδείελον αμφινέμονται ,
133οἵ μ̓ αεκαζομένην μνῶνται , τρύχουσι δὲ οῖκον
134τῷ ού τε ξείνων εμπάξομαι ούθ̓ ἱκετάων
135ού τε τι κηρύκων , οἳ δημιοεργοὶ έασιν
136αλλ̓ Οδυσῆ ποθέουσα φίλον κατατήκομαι ῆτορ
137οἱ δὲ γάμον σπεύδουσιν
εγὼ δὲ δόλους τολυπεύω
138φᾶρος μέν μοι πρῶτον ενέπνευσε φρεσὶ δαίμων ,
139στησαμένῃ μέγαν ἱστόν , ενὶ μεγάροισιν ὑφαίνειν ,
140λεπτὸν καὶ περίμετρον
άφαρ δ̓ αυτοῖς μετέειπον
141κοῦροι , εμοὶ μνηστῆρες , επεὶ θάνε δῖος Οδυσσεύς ,
142μίμνετ̓ επειγόμενοι τὸν εμὸν γάμον , εις ὅ κε φᾶρος
143εκτελέσω - μή μοι μεταμώνια νήματ̓ όληται -
144Λαέρτῃ ἥρωϊ ταφήϊον , εις ὅτε κέν μιν
145μοῖῤ ολοὴ καθέλῃσι τανηλεγέος θανάτοιο
146μή τίς μοι κατὰ δῆμον Αχαιϊάδων νεμεσήσῃ ,
147αί κεν άτερ σπείρου κεῖται πολλὰ κτεατίσσας
148ὣς εφάμην , τοῖσιν δ̓ επεπείθετο θυμὸς αγήνωρ
149ένθα καὶ ηματίη μὲν ὑφαίνεσκον μέγαν ἱστόν ,
150νύκτας δ̓ αλλύεσκον , επεὶ δαΐδας παραθείμην
151ὣς τρίετες μὲν έληθον εγὼ καὶ έπειθον Αχαιούς
152αλλ̓ ὅτε τέτρατον ῆλθεν έτος καὶ επήλυθον ὧραι ,
153μηνῶν φθινόντων , περὶ δ̓ ήματα πόλλ̓ ετελέσθη ,
154καὶ τότε δή με διὰ δμῳάς , κύνας ουκ αλεγούσας ,
155εἷλον επελθόντες καὶ ὁμόκλησαν επέεσσιν
156ὣς τὸ μὲν εξετέλεσσα , καὶ ουκ εθέλουσ̓ , υπ̓ ανάγκης
157νῦν δ̓ ού τ̓ εκφυγέειν δύναμαι γάμον ού τε τιν̓ άλλην
158μῆτιν έθ̓ εὑρίσκω
μάλα δ̓ οτρύνουσι τοκῆες
159γήμασθ̓ , ασχαλάᾳ δὲ πάϊς βίοτον κατεδόντων ,
160γιγνώσκων
ήδη γὰρ ανὴρ οῖός τε μάλιστα
161οίκου κήδεσθαι , τῷ τε Ζεὺς κῦδος οπάζει .
162αλλὰ καὶ ὥς μοι ειπὲ τεὸν γένος , ὁππόθεν εσσί
163ου γὰρ απὸ δρυός εσσι παλαιφάτου ου δ̓ απὸ πέτρης .
164τὴν δ̓ απαμειβόμενος προσέφη πολύμητις Οδυσσεύς
165ῶ γύναι αιδοίη Λαερτιάδεω Οδυσῆος ,
166ουκέτ̓ απολλήξεις τὸν εμὸν γόνον εξερέουσα
167αλλ̓ έκ τοι ερέω
ῆ μέν μ̓ αχέεσσί γε δώσεις
168πλείοσιν ὴ έχομαι
ἡ γὰρ δίκη , ὁππότε πάτρης
169ἧς απέῃσιν ανὴρ τόσσον χρόνον ὅσσον εγὼ νῦν ,
170πολλὰ βροτῶν επὶ άστἐ αλώμενος , άλγεα πάσχων ·
171αλλὰ καὶ ὣς ερέω ὅ μ̓ ανείρεαι ηδὲ μεταλλᾷς
172Κρήτη τις γαῖ̓ έστι , μέσῳ ενὶ οίνοπι πόντῳ ,
173καλὴ καὶ πίειρα , περίρρυτος
εν δ̓ άνθρωποι
174πολλοί , απειρέσιοι , καὶ εννήκοντα πόληες .
175άλλη δ̓ άλλων γλῶσσα μεμιγμένη ·
εν μὲν Αχαιοί ,
176εν δ̓ Ετεόκρητες μεγαλήτορες , εν δὲ Κύδωνες ,
177Δωριέες τε τριχάϊκες δῖοί τε Πελασγοί .
178τῇσι δ̓ ενὶ Κνωσός , μεγάλη πόλις , ένθα τε Μίνως
179εννέωρος βασίλευε Διὸς μεγάλου οαριστής ,
180πατρὸς εμοῖο πατήρ , μεγαθύμου Δευκαλίωνος
181Δευκαλίων δ̓ εμὲ τίκτε καὶ Ιδομενῆα άνακτα ·
182αλλ̓ ὁ μὲν εν νήεσσι κορωνίσιν Ίλιον ίσω
183ῴχεθ̓ άμ̓ Ατρείδῃσιν , εμοὶ δ̓ όνομα κλυτὸν Αίθων ,
184ὁπλότερος γενεῇ ·
ὁ δ̓ άρα πρότερος καὶ αρείων .
185ένθ̓ Οδυσῆα εγὼν ιδόμην καὶ ξείνια δῶκα
186καὶ γὰρ τὸν Κρήτηνδε κατήγαγεν ὶς ανέμοιο ,
187ἱέμενον Τροίηνδε παραπλάγξασα Μαλειῶν
188στῆσε δ̓ εν Αμνισῷ , ὅθι τε σπέος Ειλειθυίης ,
189εν λιμέσιν χαλεποῖσι , μόγις δ̓ ὑπάλυξεν αέλλας .
190αυτίκα δ̓ Ιδομενῆα μετάλλα άστυδ̓ ανελθών
191ξεῖνον γάρ οἱ έφασκε φίλον τ̓ έμεν αιδοῖόν τε
192τῷ δ̓ ήδη δεκάτη ὴ ἑνδεκάτη πέλεν ηὼς
193οιχομένῳ σὺν νηυσὶ κορωνίσιν Ίλιον είσω
194τὸν μὲν εγὼ πρὸς δώματ̓ άγων εῢ εξείνισσα ,
195ενδυκέως φιλέων , πολλῶν κατὰ οῖκον εόντων
196καί οἱ τοῖς άλλοις ἑτάροις , οἳ άμ̓ αυτῷ ἕποντο ,
197δημόθεν άλφιτα δῶκα καὶ αίθοπα οῖνον αγείρας
198καὶ βοῦς ἱρεύσασθαι , ἵνα πλησαίατο θυμόν
199ένθα δυώδεκα μὲν μένον ήματα δῖοι Αχαιοί
200είλει γὰρ Βορέης άνεμος μέγας ου δ̓ επὶ γαίῃ
201εία ἵστασθαι , χαλεπὸς δέ τις ώρορε δαίμων
202τῇ τρισκαιδεκάτῃ δ̓ άνεμος πέσε , τοὶ δ̓ ανάγοντο .
203ίσκε ψεύδεα πολλὰ λέγων ετύμοισιν ὁμοῖα
204τῆς δ̓ άῤ ακουούσης ῥέε δάκρυα , τήκετο δὲ χρώς
205ὡς δὲ χιὼν κατατήκετ̓ εν ακροπόλοισιν όρεσσιν ,
206ἥν τ̓ Εῦρος κατέτηξεν , επὴν Ζέφυρος καταχεύῃ
207τηκομένης δ̓ άρα τῆς ποταμοὶ πλήθουσι ῥέοντες
208ὣς τῆς τήκετο καλὰ παρήϊα δάκρυ χεούσης ,
209κλαιούσης ἑὸν άνδρα παρήμενον
αυτὰρ Οδυσσεὺς
210θυμῷ μὲν γοόωσαν ἑὴν ελέαιρε γυναῖκα ,
211οφθαλμοὶ δ̓ ὡς ει κέρα ἕστασαν ηὲ σίδηρος
212ατρέμας εν βλεφάροισι ·
δόλῳ δ̓ ὅ γε δάκρυα κεῦθεν
213ἡ δ̓ επεὶ οῦν τάρφθη πολυδακρύτοιο γόοιο ,
214εξαῦτίς μιν έπεσσιν αμειβομένη προσέειπε
215νῦν μὲν δή σευ , ξεῖνέ γ̓ , οΐω πειρήσεσθαι ,
216ει ετεὸν δὴ κεῖθι σὺν αντιθέοις ἑτάροισι
217ξείνισας εν μεγάροισιν εμὸν πόσιν , ὡς αγορεύεις
218ειπέ μοι οπποῖ̓ άσσα περὶ χροῒ εἵματα ἕστο ,
219αυτός θ̓ οἷος έην , καὶ ἑταίρους , οἵ οἱ ἕποντο .
220τὴν δ̓ απαμειβόμενος προσέφη πολύμητις Οδυσσεύς
221ῶ γύναι , αργαλέον τόσσον χρόνον αμφὶς εόντα
222ειπέμεν ·
ήδη γάρ οἱ εεικοστὸν έτος εστὶν
223εξ οὗ κεῖθεν έβη καὶ εμῆς απελήλυθε πάτρης
224αυτάρ τοι ερέω ὥς μοι ινδάλλεται ῆτορ
225χλαῖναν πορφυρέην ούλην έχε δῖος Οδυσσεύς ,
226διπλῆν
αυτάρ οἱ περόνη χρυσοῖο τέτυκτο
227αυλοῖσιν διδύμοισι
πάροιθε δὲ δαίδαλον ῆεν
228εν προτέροισι πόδεσσι κύων έχε ποικίλον ελλόν ,
229ασπαίροντα λάων
τὸ δὲ θαυμάζεσκον ἅπαντες ,
230ὡς οἱ χρύσεοι εόντες ὁ μὲν λάε νεβρὸν απάγχων ,
231αυτὰρ ὁ εκφυγέειν μεμαὼς ήσπαιρε πόδεσσι
232τὸν δὲ χιτῶν̓ ενόησα περὶ χροῒ σιγαλόεντα ,
233οἷόν τε κρομύοιο λοπὸν κάτα ισχαλέοιο
234τὼς μὲν έην μαλακός , λαμπρὸς δ̓ ῆν ηέλιος ὥς ·
235ῆ μὲν πολλαί γ̓ αυτὸν εθηήσαντο γυναῖκες
236άλλο δέ τοι ερέω , σὺ δ̓ ενὶ φρεσὶ βάλλεο σῇσιν
237ουκ οῖδ̓ ὴ τάδε ἕστο περὶ χροῒ οίκοθ̓ Οδυσσεύς ,
238ῆ τις ἑταίρων δῶκε θοῆς επὶ νηὸς ιόντι ,
239ή τίς που καὶ ξεῖνος , επεὶ πολλοῖσιν Οδυσσεὺς
240έσκε φίλος ·
παῦροι γὰρ Αχαιῶν ῆσαν ὁμοῖοι
241καί οἱ εγὼ χάλκειον άορ καὶ δίπλακα δῶκα
242καλὴν πορφυρέην καὶ τερμιόεντα χιτῶνα ,
243αιδοίως δ̓ απέπεμπον εϋσσέλμου επὶ νηός
244καὶ μέν οἱ κῆρυξ ολίγον προγενέστερος αυτοῦ
245εἵπετο
καὶ τόν τοι μυθήσομαι , οἷος έην περ
246γυρὸς εν ώμοισιν , μελανόχροος , ουλοκάρηνος ,
247Ευρυβάτης δ̓ όνομ̓ έσκε ·
τίεν δέ μιν έξοχον άλλων
248ὧν ἑτάρων Οδυσεύς , ὅτι οἱ φρεσὶν άρτια ῄδη .
249ὣς φάτο , τῇ δ̓ έτι μᾶλλον υφ̓ ἵμερον ῶρσε γόοιο ,
250σήματ̓ αναγνούσῃ τά οἱ έμπεδα πέφραδ̓ Οδυσσεύς
251ἡ δ̓ επεὶ οῦν τάρφθη πολυδακρύτοιο γόοιο .
252καὶ τότε μιν μύθοισιν αμειβομένη προσέειπε
253νῦν μὲν δή μοι , ξεῖνε , πάρος περ εὼν ελεεινός ,
254εν μεγάροισιν εμοῖσι φίλος τ̓ έσῃ αιδοῖός τε
255αυτὴ γὰρ τάδε είματ̓ εγὼ πόρον , οῖ αγορεύεις ,
256πτύξασ̓ εκ θαλάμου , περόνην τ̓ επέθηκα φαεινὴν
257κείνῳ άγαλμ̓ έμεναι
τὸν δ̓ ουχ ὑποδέξομαι αῦτις
258οίκαδε νοστήσαντα φίλην ες πατρίδα γαῖαν
259τῷ ῥα κακῇ αίσῃ κοίλης επὶ νηὸς Οδυσσεὺς
260ῴχετ̓ εποψόμενος Κακοΐλιον ουκ ονομαστήν .
261τὴν δ̓ απαμειβόμενος προσέφη πολύμητις Οδυσσεύς
262ῶ γύναι αιδοίη Λαερτιάδεω Οδυσῆος ,
263μηκέτι νῦν χρόα καλὸν εναίρεο , μη δέ τι θυμὸν
264τῆκε , πόσιν γοόωσα
νεμεσσῶμαί γε μὲν ουδέν
265καὶ γάρ τίς τ̓ αλλοῖον οδύρεται άνδῤ ολέσασα
266κουρίδιον , τῷ τέκνα τέκῃ φιλότητι μιγεῖσα ,
267ὴ Οδυσῆ̓ , ὅν φασι θεοῖς εναλίγκιον εῖναι
268αλλὰ γόου μὲν παῦσαι , εμεῖο δὲ σύνθεο μῦθον
269νημερτέως γάρ τοι μυθήσομαι ου δ̓ επικεύσω
270ὡς ήδη Οδυσῆος εγὼ περὶ νόστου άκουσα
271αγχοῦ , Θεσπρωτῶν ανδρῶν εν πίονι δήμῳ ,
272ζωοῦ
αυτὰρ άγει κειμήλια πολλὰ καὶ εσθλὰ
273αιτίζων ανὰ δῆμον
ατὰρ ερίηρας ἑταίρους
274ώλεσε καὶ νῆα γλαφυρὴν ενὶ οίνοπι πόντῳ ,
275Θρινακίης άπο νήσου ιών
οδύσαντο γὰρ αυτῷ
276Ζεύς τε καὶ Ηέλιος
τοῦ γὰρ βόας έκταν ἑταῖροι
277οἱ μὲν πάντες όλοντο πολυκλύστῳ ενὶ πόντῳ
278τὸν δ̓ άῤ επὶ τρόπιος νεὸς έκβαλε κῦμ̓ επὶ χέρσου ,
279Φαιήκων ες γαῖαν , οἳ αγχίθεοι γεγάασιν ,
280οἳ δή μιν περὶ κῆρι θεὸν ὣς τιμήσαντο
281καί οἱ πολλὰ δόσαν πέμπειν τέ μιν ήθελον αυτοὶ
282οίκαδ̓ απήμαντον
καί κεν πάλαι ενθάδ̓ Οδυσσεὺς
283ήην
αλλ̓ άρα οἱ τό γε κέρδιον είσατο θυμῷ ,
284χρήματ̓ αγυρτάζειν πολλὴν επὶ γαῖαν ιόντι
285ὣς περὶ κέρδεα πολλὰ καταθνητῶν ανθρώπων
286οῖδ̓ Οδυσεύς , ου δ̓ άν τις ερίσσειε βροτὸς άλλος
287ὥς μοι Θεσπρωτῶν βασιλεὺς μυθήσατο Φείδων ·
288ώμνυε δὲ πρὸς έμ̓ αυτόν , αποσπένδων ενὶ οίκῳ ,
289νῆα κατειρύσθαι καὶ επαρτέας έμμεν ἑταίρους ,
290οἳ δή μιν πέμψουσι φίλην ες πατρίδα γαῖαν
291αλλ̓ εμὲ πρὶν απέπεμψε
τύχησε γὰρ ερχομένη νηῦς
292ανδρῶν Θεσπρωτῶν ες Δουλίχιον πολύπυρον
293καί μοι κτήματ̓ έδειξεν , ὅσα ξυναγείρατ̓ Οδυσσεύς
294καί νύ κεν ες δεκάτην γενεὴν ἕτερόν γ̓ έτι βόσκοι ,
295ὅσσα οἱ εν μεγάροις κειμήλια κεῖτο άνακτος
296τὸν δ̓ ες Δωδώνην φάτο βήμεναι , όφρα θεοῖο
297εκ δρυὸς ὑψικόμοιο Διὸς βουλὴν επακούσαι ,
298ὅππως νοστήσειε φίλην ες πατρίδα γαῖαν
299ήδη δὴν απεών , ή αμφαδὸν ῆε κρυφηδόν
300ὣς ὁ μὲν οὕτως εστὶ σόος καὶ ελεύσεται ήδη
301άγχι μάλ̓ , ου δ̓ έτι τῆλε φίλων καὶ πατρίδος αίης
302δηρὸν απεσσεῖται
έμπης δέ τοι ὅρκια δώσω
303ίστω νῦν Ζεὺς πρῶτα , θεῶν ὕπατος καὶ άριστος ,
304ἱστίη τ̓ Οδυσῆος αμύμονος , ἣν αφικάνω
305ῆ μέν τοι τάδε πάντα τελείεται ὡς αγορεύω
306τοῦδ̓ αυτοῦ λυκάβαντος ελεύσεται ενθάδ̓ Οδυσσεύς ,
307τοῦ μὲν φθίνοντος μηνός , τοῦ δ̓ ἱσταμένοιο .
308τὸν δ̓ αῦτε προσέειπε περίφρων Πηνελόπεια
309αὶ γὰρ τοῦτο , ξεῖνε , έπος τετελεσμένον είη
310τῷ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα
311εξ εμεῦ , ὡς άν τίς σε συναντόμενος μακαρίζοι
312αλλά μοι ῶδ̓ ανὰ θυμὸν οΐεται , ὡς έσεταί περ
313ού τ̓ Οδυσεὺς έτι οῖκον ελεύσεται , ού τε σὺ πομπῆς
314τεύξῃ , επεὶ ου τοῖοι σημάντορές εισ̓ ενὶ οίκῳ
315οἷος Οδυσσεὺς έσκε μετ̓ ανδράσιν , εί ποτ̓ έην γε ,
316ξείνους αιδοίους αποπεμπέμεν ηδὲ δέχεσθαι
317αλλά μιν , αμφίπολοι , απονίψατε , κάτθετε δ̓ ευνήν ,
318δέμνια καὶ χλαίνας καὶ ῥήγεα σιγαλόεντα ,
319ὥς κ̓ εῦ θαλπιόων χρυσόθρονον Ηῶ ἵκηται
320ηῶθεν δὲ μάλ̓ ῆρι λοέσσαι τε χρῖσαί τε ,
321ὥς κ̓ ένδον παρὰ Τηλεμάχῳ δείπνοιο μέδηται
322ἥμενος εν μεγάρῳ
τῷ δ̓ άλγιον ὅς κεν εκείνων
323τοῦτον ανιάζῃ θυμοφθόρος ·
ου δέ τι έργον
324ενθάδ̓ έτι πρήξει , μάλα περ κεχολωμένος αινῶς
325πῶς γὰρ εμεῦ σύ , ξεῖνε , δαήσεαι εί τι γυναικῶν
326αλλάων περίειμι νόον καὶ επίφρονα μῆτιν ,
327εί κεν αϋσταλέος , κακὰ εἱμένος εν μεγάροισιν
328δαινύῃ
άνθρωποι δὲ μινυνθάδιοι τελέθουσιν
329ὃς μὲν απηνὴς αυτὸς έῃ καὶ απηνέα ειδῇ ,
330τῷ δὲ καταρῶνται πάντες βροτοὶ άλγἐ οπίσσω
331ζωῷ , ατὰρ τεθνεῶτί γ̓ εφεψιόωνται ἅπαντες
332ὃς δ̓ ὰν αμύμων αυτὸς έῃ καὶ αμύμονα ειδῇ ,
333τοῦ μέν τε κλέος ευρὺ δὶα ξεῖνοι φορέουσι
334πάντας επ̓ ανθρώπους , πολλοί τέ μιν εσθλὸν έειπον .
335τὴν δ̓ απαμειβόμενος προσέφη πολύμητις Οδυσσεύς
336ῶ γύναι αιδοίη Λαερτιάδεω Οδυσῆος ,
337ῆ τοι εμοὶ χλαῖναι καὶ ῥήγεα σιγαλόεντα
338ήχθεθ̓ , ὅτε πρῶτον Κρήτης όρεα νιφόεντα
339νοσφισάμην επὶ νηὸς ιὼν δολιχηρέτμοιο ,
340κείω δ̓ ὡς τὸ πάρος περ αΰπνους νύκτας ίαυον
341πολλὰς γὰρ δὴ νύκτας αεικελίῳ ενὶ κοίτῃ
342άεσα καί τ̓ ανέμεινα εΰθρονον Ηῶ δῖαν
343ου δέ τί μοι ποδάνιπτρα ποδῶν επιήρανα θυμῷ
344γίγνεται
ου δὲ γυνὴ ποδὸς ἅψεται ἡμετέροιο
345τάων αἵ τοι δῶμα κάτα δρήστειραι έασιν ,
346ει μή τις γρηῦς έστι παλαιή , κεδνὰ ιδυῖα ,
347ἥ τις δὴ τέτληκε τόσα φρεσὶν ὅσσα τ̓ εγώ περ ·
348τῇ δ̓ ουκ ὰν φθονέοιμι ποδῶν ἅψασθαι εμεῖο .
349τὸν δ̓ αῦτε προσέειπε περίφρων Πηνελόπεια
350ξεῖνε φίλ̓ ·
ου γάρ πώ τις ανὴρ πεπνυμένος ὧδε
351ξείνων τηλεδαπῶν φιλίων εμὸν ἵκετο δῶμα ,
352ὡς σὺ μάλ̓ ευφραδέως πεπνυμένα πάντ̓ αγορεύεις
353έστι δέ μοι γρηῢς πυκινὰ φρεσὶ μήδἐ έχουσα
354ἣ κεῖνον δύστηνον εῢ τρέφεν ηδ̓ ατίταλλε ,
355δεξαμένη χείρεσσ̓ , ὅτε μιν πρῶτον τέκε μήτηρ ,
356ἥ σε πόδας νίψει , ολιγηπελέουσά περ έμπης
357αλλ̓ άγε νῦν ανστᾶσα , περίφρων Ευρύκλεια ,
358νίψον σοῖο άνακτος ὁμήλικα
καί που Οδυσσεὺς
359ήδη τοιόσδ̓ εστὶ πόδας τοιόσδε τε χεῖρας ·
360αῖψα γὰρ εν κακότητι βροτοὶ καταγηράσκουσιν .
361ὣς άῤ έφη , γρηῢς δὲ κατέσχετο χερσὶ πρόσωπα ,
362δάκρυα δ̓ έκβαλε θερμά , έπος δ̓ ολοφυδνὸν έειπεν
363ώ μοι εγὼ σέο , τέκνον , αμήχανος ·
ῆ σε περὶ Ζεὺς
364ανθρώπων ήχθηρε θεουδέα θυμὸν έχοντα
365ου γάρ πώ τις τόσσα βροτῶν Διὶ τερπικεραύνῳ
366πίονα μηρί̓ έκἠ ου δ̓ εξαίτους ἑκατόμβας ,
367ὅσσα σὺ τῷ εδίδους , αρώμενος ἧος ἵκοιο
368γῆράς τε λιπαρὸν θρέψαιό τε φαίδιμον υἱόν
369νῦν δέ τοι οίῳ πάμπαν αφείλετο νόστιμον ῆμαρ
370οὕτω που καὶ κείνῳ εφεψιόωντο γυναῖκες
371ξείνων τηλεδαπῶν , ὅτε τευ κλυτὰ δώμαθ̓ ἵκοιτο ,
372ὡς σέθεν αἱ κύνες αἵδε καθεψιόωνται ἅπασαι ,
373τάων νῦν λώβην τε καὶ αίσχεα πόλλ̓ αλεείνων
374ουκ εάας νίζειν
εμὲ δ̓ ουκ αέκουσαν άνωγε
375κούρη Ικαρίοιο , περίφρων Πηνελόπεια
376τῷ σε πόδας νίψω ἅμα τ̓ αυτῆς Πηνελοπείης
377καὶ σέθεν είνεκ̓ , επεί μοι ορώρεται ένδοθι θυμὸς
378κήδεσιν
αλλ̓ άγε νῦν ξυνίει έπος , ὅττι κεν είπω
379πολλοὶ δὴ ξεῖνοι ταλαπείριοι ενθάδ̓ ἵκοντο ,
380αλλ̓ ού πώ τινά φημι εοικότα ὧδε ιδέσθαι
381ὡς σὺ δέμας φωνήν τε πόδας τ̓ Οδυσῆϊ έοικας .
382τὴν δ̓ απαμειβόμενος προσέφη πολύμητις Οδυσσεύς
383ῶ γρηῦ , οὕτω φασὶν ὅσοι ίδον οφθαλμοῖσιν
384ἡμέας αμφοτέρους , μάλα εικέλω αλλήλοιϊν
385έμμεναι , ὡς σύ περ αυτὴ επιφρονέουσ̓ αγορεύεις .
386ὣς άῤ έφη , γρηῢς δὲ λέβηθ̓ ἕλε παμφανόωντα
387τοῦ πόδας εξαπένιζεν , ὕδωρ δ̓ ενεχεύατο πουλὺ
388ψυχρόν , έπειτα δὲ θερμὸν επήφυσεν .
αυτὰρ Οδυσσεὺς
389ἷζεν επ̓ εσχαρόφιν , ποτὶ δὲ σκότον ετράπετ̓ αῖψα
390αυτίκα γὰρ κατὰ θυμὸν οΐσατο , μή ἑ λαβοῦσα
391ουλὴν αμφράσσαιτο καὶ αμφαδὰ έργα γένοιτο
392νίζε δ̓ άῤ ᾶσσον ιοῦσα άναχθ̓ ἑόν
αυτίκα δ̓ έγνω
393ουλήν , τήν ποτέ μιν σῦς ήλασε λευκῷ οδόντι
394Παρνησόνδ̓ ελθόντα μετ̓ Αυτόλυκόν τε καὶ υἷας ,
395μητρὸς ἑῆς πάτεῤ εσθλόν , ὃς ανθρώπους εκέκαστο
396κλεπτοσύνῃ θ̓ ὅρκῳ τε
θεὸς δέ οἱ αυτὸς έδωκεν
397Ἑρμείας
τῷ γὰρ κεχαρισμένα μηρία καῖεν
398αρνῶν ηδ̓ ερίφων
ὁ δέ οἱ πρόφρων άμ̓ οπήδει
399Αυτόλυκος δ̓ ελθὼν Ιθάκης ες πίονα δῆμον
400παῖδα νέον γεγαῶτα κιχήσατο θυγατέρος ἧς
401τόν ῥά οἱ Ευρύκλεια φίλοις επὶ γούνασι θῆκε
402παυομένῳ δόρποιο , έπος τ̓ έφατ̓ έκ τ̓ ονόμαζεν
403Αυτόλυκ̓ , αυτὸς νῦν όνομ̓ εὕρεο ὅττι κε θῆαι
404παιδὸς παιδὶ φίλῳ
πολυάρητος δέ τοί εστιν .
405τὴν δ̓ αῦτ̓ Αυτόλυκος απαμείβετο φώνησέν τε
406γαμβρὸς εμὸς θυγάτηρ τε , τίθεσθ̓ όνομ̓ ὅττι κεν είπω
407πολλοῖσιν γὰρ εγώ γε οδυσσάμενος τόδ̓ ἱκάνω ,
408ανδράσιν ηδὲ γυναιξὶν ανὰ χθόνα πουλυβότειραν
409τῷ δ̓ Οδυσεὺς όνομ̓ έστω επώνυμον
αυτὰρ εγώ γε ,
410οππότ̓ ὰν ἡβήσας μητρώϊον ες μέγα δῶμα
411έλθῃ Παρνησόνδ̓ , ὅθι πού μοι κτήματ̓ έασι ,
412τῶν οἱ εγὼ δώσω καί μιν χαίροντ̓ αποπέμψω .
413τῶν ένεκ̓ ῆλθ̓ Οδυσεύς , ἵνα οἱ πόροι αγλαὰ δῶρα
414τὸν μὲν άῤ Αυτόλυκός τε καὶ υἱέες Αυτολύκοιο
415χερσίν τ̓ ησπάζοντο έπεσσί τε μειλιχίοισι
416μήτηρ δ̓ Αμφιθέη μητρὸς περιφῦσ̓ Οδυσῆϊ
417κύσσ̓ άρα μιν κεφαλήν τε καὶ άμφω φάεα καλά
418Αυτόλυκος δ̓ υἱοῖσιν εκέκλετο κυδαλίμοισι
419δεῖπνον εφοπλίσσαι
τοὶ δ̓ οτρύνοντος άκουσαν ,
420αυτίκα δ̓ εισάγαγον βοῦν άρσενα πενταέτηρον
421τὸν δέρον αμφί θ̓ ἕπον , καί μιν διέχευαν ἅπαντα ,
422μίστυλλόν τ̓ άῤ επισταμένως πεῖράν τ̓ οβελοῖσιν ,
423ώπτησάν τε περιφραδέως , δάσσαντό τε μοίρας
424ὣς τότε μὲν πρόπαν ῆμαρ ες ηέλιον καταδύντα
425δαίνυντ̓ , ου δέ τι θυμὸς εδεύετο δαιτὸς εΐσης
426ῆμος δ̓ ηέλιος κατέδυ καὶ επὶ κνέφας ῆλθεν ,
427δὴ τότε κοιμήσαντο καὶ ὕπνου δῶρον ἕλοντο
428ῆμος δ̓ ηριγένεια φάνη ῥοδοδάκτυλος Ηώς ,
429βάν ῥ̓ ίμεν ες θήρην , ημὲν κύνες ηδὲ καὶ αυτοὶ
430υἱέες Αυτολύκου
μετὰ τοῖσι δὲ δῖος Οδυσσεὺς
431ήϊεν
αιπὺ δ̓ όρος προσέβαν καταειμένον ὕλῃ
432Παρνησοῦ , τάχα δ̓ ἵκανον πτύχας ηνεμοέσσας
433Ηέλιος μὲν έπειτα νέον προσέβαλλεν αρούρας
434εξ ακαλαρρείταο βαθυρρόου Ωκεανοῖο ,
435οἱ δ̓ ες βῆσσαν ἵκανον επακτῆρες
πρὸ δ̓ άῤ αυτῶν
436ίχνἰ ερευνῶντες κύνες ήϊσαν , αυτὰρ όπισθεν
437υἱέες Αυτολύκου ·
μετὰ τοῖσι δὲ δῖος Οδυσσεὺς
438ήϊεν άγχι κυνῶν , κραδάων δολιχόσκιον έγχος
439ένθα δ̓ άῤ εν λόχμῃ πυκινῇ κατέκειτο μέγας σῦς
440τὴν μὲν άῤ ού τ̓ ανέμων διάει μένος ὑγρὸν αέντων ,
441ού τε μιν Ηέλιος φαέθων ακτῖσιν έβαλλεν ,
442ού τ̓ όμβρος περάασκε διαμπερές
ὣς άρα πυκνὴ
443ῆεν , ατὰρ φύλλων ενέην χύσις ήλιθα πολλή
444τὸν δ̓ ανδρῶν τε κυνῶν τε περὶ κτύπος ῆλθε ποδοῖϊν ,
445ὡς επάγοντες επῇσαν
ὁ δ̓ αντίος εκ ξυλόχοιο
446φρίξας εῦ λοφιήν , πῦρ δ̓ οφθαλμοῖσι δεδορκώς ,
447στῆ ῥ̓ αυτῶν σχεδόθεν
ὁ δ̓ άρα πρώτιστος Οδυσσεὺς
448έσσυτ̓ ανασχόμενος δολιχὸν δόρυ χειρὶ παχείῃ ,
449ουτάμεναι μεμαώς
ὁ δέ μιν φθάμενος έλασεν σῦς
450γουνὸς ὕπερ , πολλὸν δὲ διήφυσε σαρκὸς οδόντι
451λικριφὶς αΐξας , ου δ̓ οστέον ἵκετο φωτός
452τὸν δ̓ Οδυσεὺς ούτησε τυχὼν κατὰ δεξιὸν ῶμον ,
453αντικρὺ δὲ διῆλθε φαεινοῦ δουρὸς ακωκή
454κὰδ δ̓ έπεσ̓ εν κονίῃσι μακών , απὸ δ̓ έπτατο θυμός
455τὸν μὲν άῤ Αυτολύκου παῖδες φίλοι αμφεπένοντο ,
456ωτειλὴν δ̓ Οδυσῆος αμύμονος αντιθέοιο
457δῆσαν επισταμένως , επαοιδῇ δ̓ αἷμα κελαινὸν
458έσχεθον , αῖψα δ̓ ἵκοντο φίλου πρὸς δώματα πατρός
459τὸν μὲν άῤ Αυτόλυκός τε καὶ υἱέες Αυτολύκοιο
460εῦ ιησάμενοι ηδ̓ αγλαὰ δῶρα πορόντες
461καρπαλίμως χαίροντα φίλην ες πατρίδ̓ έπεμπον
462εις Ιθάκην
τῷ μέν ῥα πατὴρ καὶ πότνια μήτηρ
463χαῖρον νοστήσαντι καὶ εξερέεινον ἕκαστα ,
464ουλὴν ὅττι πάθοι
ὁ δ̓ άρα σφίσιν εῦ κατέλεξεν
465ὥς μιν θηρεύοντ̓ έλασεν σῦς λευκῷ οδόντι ,
466Παρνησόνδ̓ ελθόντα σὺν υἱάσιν Αυτολύκοιο
467τὴν γρηῢς χείρεσσι καταπρηνέσσι λαβοῦσα
468γνῶ ῥ̓ επιμασσαμένη , πόδα δὲ προέηκε φέρεσθαι
469εν δὲ λέβητι πέσε κνήμη , κανάχησε δὲ χαλκός ,
470ὰψ δ̓ ετέρωσ̓ εκλίθη
τὸ δ̓ επὶ χθονὸς εξέχυθ̓ ὕδωρ
471τὴν δ̓ ἅμα χάρμα καὶ άλγος ἕλε φρένα , τὼ δέ οἱ όσσε
472δακρυόφι πλῆσθεν , θαλερὴ δέ οἱ έσχετο φωνή
473ἁψαμένη δὲ γενείου Οδυσσῆα προσέειπεν
474ῆ μάλ̓ Οδυσσεύς εσσι , φίλον τέκος
ου δέ σ̓ εγώ γε
475πρὶν έγνων , πρὶν πάντα άνακτ̓ εμὸν αμφαφάασθαι .
476ῆ καὶ Πηνελόπειαν εσέδρακεν οφθαλμοῖσι ,
477πεφραδέειν εθέλουσα φίλον πόσιν ένδον εόντα
478ἡ δ̓ ού τ̓ αθρῆσαι δύνατ̓ αντίη ού τε νοῆσαι
479τῇ γὰρ Αθηναίη νόον έτραπεν
αυτὰρ Οδυσσεὺς
480χεῖῤ επιμασσάμενος φάρυγος λάβε δεξιτερῆφι ,
481τῇ δ̓ ἑτέρῃ ἕθεν ᾶσσον ερύσσατο φώνησέν τε
482μαῖα , τίη μ̓ εθέλεις ολέσαι
σὺ δέ μ̓ έτρεφες αυτὴ
483τῷ σῷ επὶ μαζῷ
νῦν δ̓ άλγεα πολλὰ μογήσας
484ήλυθον εικοστῷ έτεϊ ες πατρίδα γαῖαν
485αλλ̓ επεὶ εφράσθης καί τοι θεὸς έμβαλε θυμῷ ,
486σίγα , μή τίς τ̓ άλλος ενὶ μεγάροισι πύθηται
487ὧδε γὰρ εξερέω , καὶ μὴν τετελεσμένον έσται
488εί χ̓ υπ̓ εμοί γε θεὸς δαμάσῃ μνηστῆρας αγαυούς ,
489ου δὲ τροφοῦ ούσης σεῦ αφέξομαι , οππότ̓ ὰν άλλας
490δμῳὰς εν μεγάροισιν εμοῖς κτείνωμι γυναῖκας .
491τὸν δ̓ αῦτε προσέειπε περίφρων Ευρύκλεια
492τέκνον εμόν , ποῖόν σε έπος φύγεν ἕρκος οδόντων
493οῖσθα μὲν οἷον εμὸν μένος έμπεδον ου δ̓ επιεικτόν ,
494ἕξω δ̓ ὡς ὅτε τις στερεὴ λίθος ηὲ σίδηρος .
495άλλο δέ τοι ερέω , σὺ δ̓ ενὶ φρεσὶ βάλλεο σῇσιν
496εί χ̓ ὑπό σοι γε θεὸς δαμάσῃ μνηστῆρας αγαυούς ,
497δὴ τότε τοι καταλέξω ενὶ μεγάροισι γυναῖκας ,
498αἵ τέ σ̓ ατιμάζουσι καὶ αἳ νηλείτιδές εισι .
499τὴν δ̓ απαμειβόμενος προσέφη πολύμητις Οδυσσεύς
500μαῖα , τίη δὲ σὺ τὰς μυθήσεαι
ου δέ τί σε χρή .
501εῦ νυ καὶ αυτὸς εγὼ φράσομαι καὶ είσομ̓ ἑκάστην
502αλλ̓ έχε σιγῇ μῦθον , επίτρεψον δὲ θεοῖσιν .
503ὣς άῤ έφη , γρηῢς δὲ διὲκ μεγάροιο βεβήκει
504οισομένη ποδάνιπτρα
τὰ γὰρ πρότεῤ έκχυτο πάντα
505αυτὰρ επεὶ νίψεν τε καὶ ήλειψεν λίπ̓ ελαίῳ ,
506αῦτις άῤ ασσοτέρω πυρὸς ἕλκετο δίφρον Οδυσσεὺς
507θερσόμενος , ουλὴν δὲ κατὰ ῥακέεσσι κάλυψε
508τοῖσι δὲ μύθων ῆρχε περίφρων Πηνελόπεια
509ξεῖνε , τὸ μέν σ̓ έτι τυτθὸν εγὼν ειρήσομαι αυτή
510καὶ γὰρ δὴ κοίτοιο τάχ̓ έσσεται ἡδέος ὥρη ,
511ὅν τινά γ̓ ὕπνος ἕλοι γλυκερός , καὶ κηδόμενόν περ
512αυτὰρ εμοὶ καὶ πένθος αμέτρητον πόρε δαίμων
513ήματα μὲν γὰρ τέρπομ̓ οδυρομένη , γοόωσα ,
514ές τ̓ εμὰ έργ̓ ὁρόωσα καὶ αμφιπόλων ενὶ οίκῳ
515αυτὰρ επὴν νὺξ έλθῃ , ἕλῃσί τε κοῖτος ἅπαντας ,
516κεῖμαι ενὶ λέκτρῳ , πυκιναὶ δέ μοι αμφ̓ αδινὸν κῆρ
517οξεῖαι μελεδῶνες οδυρομένην ερέθουσιν
518ὡς δ̓ ὅτε Πανδαρέου κούρη , χλωρηῒς αηδών ,
519καλὸν αείδῃσιν έαρος νέον ἱσταμένοιο ,
520δενδρέων εν πετάλοισι καθεζομένη πυκινοῖσιν ,
521ἥ τε θαμὰ τρωπῶσα χέει πολυηχέα φωνήν ,
522παῖδ̓ ολοφυρομένη Ίτυλον φίλον , ὅν ποτε χαλκῷ
523κτεῖνε δἰ αφραδίας , κοῦρον Ζήθοιο άνακτος ,
524ὣς καὶ εμοὶ δίχα θυμὸς ορώρεται ένθα καὶ ένθα ,
525ηὲ μένω παρὰ παιδὶ καὶ έμπεδα πάντα φυλάσσω ,
526κτῆσιν εμήν , δμῶάς τε καὶ ὑψερεφὲς μέγα δῶμα ,
527ευνήν τ̓ αιδομένη πόσιος δήμοιό τε φῆμιν ,
528ῆ ήδη άμ̓ ἕπωμαι Αχαιῶν ὅς τις άριστος
529μνᾶται ενὶ μεγάροισι , πορὼν απερείσια ἕδνα
530παῖς δ̓ εμὸς ἧος έην έτι νήπιος ηδὲ χαλίφρων ,
531γήμασθ̓ ού μ̓ εία πόσιος κατὰ δῶμα λιποῦσαν
532νῦν δ̓ ὅτε δὴ μέγας εστὶ καὶ ἥβης μέτρον ἱκάνει ,
533καὶ δή μ̓ αρᾶται πάλιν ελθέμεν εκ μεγάροιο ,
534κτήσιος ασχαλόων , τήν οἱ κατέδουσιν Αχαιοί
535αλλ̓ άγε μοι τὸν όνειρον ὑπόκριναι καὶ άκουσον
536χῆνές μοι κατὰ οῖκον εείκοσι πυρὸν έδουσιν
537εξ ὕδατος , καί τέ σφιν ιαίνομαι εισορόωσα
538ελθὼν δ̓ εξ όρεος μέγας αιετὸς αγκυλοχείλης
539πᾶσι κατ̓ αυχένας ῆξε καὶ έκτανεν
οἱ δ̓ εκέχυντο
540αθρόοι εν μεγάροις , ὁ δ̓ ες αιθέρα δῖαν αέρθη
541αυτὰρ εγὼ κλαῖον καὶ εκώκυον έν περ ονείρῳ ,
542αμφὶ δ̓ έμ̓ ηγερέθοντο εϋπλοκαμῖδες Αχαιαί ,
543οίκτῤ ολοφυρομένην ὅ μοι αιετὸς έκτανε χῆνας
544ὰψ δ̓ ελθὼν κατ̓ άῤ έζετ̓ επὶ προὔχοντι μελάθρῳ ,
545φωνῇ δὲ βροτέῃ κατερήτυε φώνησέν τε
546θάρσει , Ικαρίου κούρη τηλεκλειτοῖο
547ουκ όναρ , αλλ̓ ὕπαρ εσθλόν , ὅ τοι τετελεσμένον έσται .
548χῆνες μὲν μνηστῆρες , εγὼ δέ τοι αιετὸς όρνις
549ῆα πάρος , νῦν αῦτε τεὸς πόσις ειλήλουθα ,
550ὃς πᾶσι μνηστῆρσιν αεικέα πότμον εφήσω .
551ὣς έφατ̓ , αυτὰρ εμὲ μελιηδὴς ὕπνος ανῆκε
552παπτήνασα δὲ χῆνας ενὶ μεγάροισι νόησα
553πυρὸν ερεπτομένους παρὰ πύελον , ἧχι πάρος περ .
554τὴν δ̓ απαμειβόμενος προσέφη πολύμητις Οδυσσεύς
555ῶ γύναι , ού πως έστιν ὑποκρίνασθαι όνειρον
556άλλῃ αποκλίναντ̓ , επεὶ ῆ ῥά τοι αυτὸς Οδυσσεὺς
557πέφραδ̓ ὅπως τελέει
μνηστῆρσι δὲ φαίνετ̓ όλεθρος
558πᾶσι μάλ̓ , ου δέ κέ τις θάνατον καὶ κῆρας αλύξει .
559τὸν δ̓ αῦτε προσέειπε περίφρων Πηνελόπεια
560ξεῖν̓ , ῆ τοι μὲν όνειροι αμήχανοι ακριτόμυθοι
561γίγνοντ̓ , ου δέ τι πάντα τελείεται ανθρώποισι .
562δοιαὶ γάρ τε πύλαι αμενηνῶν εισὶν ονείρων
563αἱ μὲν γὰρ κεράεσσι τετεύχαται , αἱ δ̓ ελέφαντι ·
564τῶν οἳ μέν κ̓ έλθωσι διὰ πριστοῦ ελέφαντος ,
565οἵ ῥ̓ ελεφαίρονται , έπἐ ακράαντα φέροντες
566οἱ δὲ διὰ ξεστῶν κεράων έλθωσι θύραζε ,
567οἵ ῥ̓ έτυμα κραίνουσι , βροτῶν ὅτε κέν τις ίδηται
568αλλ̓ εμοὶ ουκ εντεῦθεν οΐομαι αινὸν όνειρον
569ελθέμεν
ῆ κ̓ ασπαστὸν εμοὶ καὶ παιδὶ γένοιτο
570άλλο δέ τοι ερέω , σὺ δ̓ ενὶ φρεσὶ βάλλεο σῇσιν
571ἥδε δὴ ηὼς εῖσι δυσώνυμος , ἥ μ̓ Οδυσῆος
572οίκου αποσχήσει
νῦν γὰρ καταθήσω άεθλον ,
573τοὺς πελέκεας , τοὺς κεῖνος ενὶ μεγάροισιν ἑοῖσιν
574ίστασχ̓ ἑξείης , δρυόχους ὥς , δώδεκα πάντας
575στὰς δ̓ ὅ γε πολλὸν άνευθε διαρρίπτασκεν οϊστόν
576νῦν δὲ μνηστήρεσσιν άεθλον τοῦτον εφήσω
577ὃς δέ κε ῥηΐτατ̓ εντανύσῃ βιὸν εν παλάμῃσι
578καὶ διοϊστεύσῃ πελέκεων δυοκαίδεκα πάντων ,
579τῷ κεν άμ̓ ἑσποίμην , νοσφισσαμένη τόδε δῶμα
580κουρίδιον , μάλα καλόν , ενίπλειον βιότοιο
581τοῦ ποτὲ μεμνήσεσθαι οΐομαι έν περ ονείρῳ .
582τὴν δ̓ απαμειβόμενος προσέφη πολύμητις Οδυσσεύς
583ῶ γύναι αιδοίη Λαερτιάδεω Οδυσῆος ,
584μηκέτι νῦν ανάβαλλε δόμοις ένι τοῦτον άεθλον
585πρὶν γάρ τοι πολύμητις ελεύσεται ενθάδ̓ Οδυσσεύς ,
586πρὶν τούτους τόδε τόξον εΰξοον αμφαφόωντας
587νευρήν τ̓ εντανύσαι διοϊστεῦσαί τε σιδήρου .
588τὸν δ̓ αῦτε προσέειπε περίφρων Πηνελόπεια
589εί κ̓ εθέλοις μοι , ξεῖνε , παρήμενος εν μεγάροισι
590τέρπειν , ού κέ μοι ὕπνος επὶ βλεφάροισι χυθείη
591αλλ̓ ου γάρ πως έστιν αΰπνους έμμεναι αιεὶ
592ανθρώπους
επὶ γάρ τοι ἑκάστῳ μοῖραν έθηκαν
593αθάνατοι θνητοῖσιν επὶ ζείδωρον άρουραν
594αλλ̓ ῆ τοι μὲν εγὼν ὑπερώϊον εισαναβᾶσα
595λέξομαι εις ευνήν , ἥ μοι στονόεσσα τέτυκται ,
596αιεὶ δάκρυσ̓ εμοῖσι πεφυρμένη , εξ οὗ Οδυσσεὺς
597ῴχετ̓ εποψόμενος Κακοΐλιον ουκ ονομαστήν
598ένθα κε λεξαίμην
σὺ δὲ λέξεο τῷδ̓ ενὶ οίκῳ ,
599ὴ χαμάδις στορέσας ή τοι κατὰ δέμνια θέντων .
600ὣς ειποῦσ̓ ανέβαιν̓ ὑπερώϊα σιγαλόεντα ,
601ουκ οίη , ἅμα τῇ γε καὶ αμφίπολοι κίον άλλαι
602ες δ̓ υπερῷ̓ αναβᾶσα σὺν αμφιπόλοισι γυναιξὶ
603κλαῖεν έπειτ̓ Οδυσῆα , φίλον πόσιν , όφρα οἱ ὕπνον ἡδὺν επὶ βλεφάροισι βάλε γλαυκῶπις Αθήνη
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52
53
54
55
56
57
58
59
60
61
62
63
64
65
66
67
68
69
70
71
72
73
74
75
76
77
78
79
80
81
82
83
84
85
86
87
88
89
90
91
92
93
94
95
96
97
98
99
100
101
102
103
104
105
106
107
108
109
110
111
112
113
114
115
116
117
118
119
120
121
122
123
124
125
126
127
128
129
130
131
132
133
134
135
136
137
138
139
140
141
142
143
144
145
146
147
148
149
150
151
152
153
154
155
156
157
158
159
160
161
162
163
164
165
166
167
168
169
170
171
172
173
174
175
176
177
178
179
180
181
182
183
184
185
186
187
188
189
190
191
192
193
194
195
196
197
198
199
200
201
202
203
204
205
206
207
208
209
210
211
212
213
214
215
216
217
218
219
220
221
222
223
224
225
226
227
228
229
230
231
232
233
234
235
236
237
238
239
240
241
242
243
244
245
246
247
248
249
250
251
252
253
254
255
256
257
258
259
260
261
262
263
264
265
266
267
268
269
270
271
272
273
274
275
276
277
278
279
280
281
282
283
284
285
286
287
288
289
290
291
292
293
294
295
296
297
298
299
300
301
302
303
304
305
306
307
308
309
310
311
312
313
314
315
316
317
318
319
320
321
322
323
324
325
326
327
328
329
330
331
332
333
334
335
336
337
338
339
340
341
342
343
344
345
346
347
348
349
350
351
352
353
354
355
356
357
358
359
360
361
362
363
364
365
366
367
368
369
370
371
372
373
374
375
376
377
378
379
380
381
382
383
384
385
386
387
388
389
390
391
392
393
394
395
396
397
398
399
400
401
402
403
404
405
406
407
408
409
410
411
412
413
414
415
416
417
418
419
420
421
422
423
424
425
426
427
428
429
430
431
432
433
434
435
436
437
438
439
440
441
442
443
444
445
446
447
448
449
450
451
452
453
454
455
456
457
458
459
460
461
462
463
464
465
466
467
468
469
470
471
472
473
474
475
476
477
478
479
480
481
482
483
484
485
486
487
488
489
490
491
492
493
494
495
496
497
498
499
500
501
502
503
504
505
506
507
508
509
510
511
512
513
514
515
516
517
518
519
520
521
522
523
524
525
526
527
528
529
530
531
532
533
534
535
536
537
538
539
540
541
542
543
544
545
546
547
548
549
550
551
552
553
554
555
556
557
558
559
560
561
562
563
564
565
566
567
568
569
570
571
572
573
574
575
576
577
578
579
580
581
582
583
584
585
586
587
588
589
590
591
592
593
594
595
596
597
598
599
600
601
602
603