Homer

Odyssey    —    Ὀδύσσεια

Book 18

1ῆλθε δ̓ επὶ πτωχὸς πανδήμιος, ὃς κατὰ άστυ
2πτωχεύεσκ̓ Ιθάκης, μετὰ δ̓ έπρεπε γαστέρι μάργῃ
3αζηχὲς φαγέμεν καὶ πιέμεν
ου δέ οἱ ῆν ὶς
4ου δὲ βίη, εῖδος δὲ μάλα μέγας ῆν ὁράασθαι.

5Αρναῖος δ̓ όνομ̓ έσκε
τὸ γὰρ θέτο πότνια μήτηρ
6εκ γενετῆς
Ι͂ρον δὲ νέοι κίκλησκον ἅπαντες,
7ούνεκ̓ απαγγέλλεσκε κιών, ὅτε πού τις ανώγοι

8ὅς ῥ̓ ελθὼν Οδυσῆα διώκετο οἷο δόμοιο,
9καί μιν νεικείων έπεα πτερόεντα προσηύδα

10εῖκε, γέρον, προθύρου, μὴ δὴ τάχα καὶ ποδὸς ἕλκῃ

11ουκ αΐεις ὅτι δή μοι επιλλίζουσιν ἅπαντες,
12ἑλκέμεναι δὲ κέλονται
εγὼ δ̓ αισχύνομαι έμπης
13αλλ̓ άνα, μὴ τάχα νῶϊν έρις καὶ χερσὶ γένηται.

14τὸν δ̓ άῤ ὑπόδρα ιδὼν προσέφη πολύμητις Οδυσσεύς

15δαιμόνἰ, ού τε τί σε ῥέζω κακὸν ού τ̓ αγορεύω, ού τε
16τινὰ φθονέω δόμεναι καὶ πόλλ̓ ανελόντα

17ουδὸς δ̓ αμφοτέρους ὅδε χείσεται, ου δέ τί σε χρὴ
18αλλοτρίων φθονέειν
δοκέεις δέ μοι εῖναι αλήτης
19ὥς περ εγών, όλβον δὲ θεοὶ μέλλουσιν οπάζειν.

20χερσὶ δὲ μή τι λίην προκαλίζεο, μή με χολώσῃς,
21μή σε γέρων περ εὼν στῆθος καὶ χείλεα φύρσω
22αἵματος
ἡσυχίη δ̓ ὰν εμοὶ καὶ μᾶλλον έτ̓ είη
23αύριον
ου μὲν γάρ τί σ̓ ὑποστρέψεσθαι οΐω
24δεύτερον ες μέγαρον Λαερτιάδεω Οδυσῆος.

25τὸν δὲ χολωσάμενος προσεφώνεεν Ι͂ρος αλήτης

26 πόποι, ὡς μολοβρὸς επιτροχάδην αγορεύει,
27γρηῒ καμινοῖ ῖσος
ὃν ὰν κακὰ μητισαίμην
28κόπτων αμφοτέρῃσι, χαμαὶ δέ κε πάντας οδόντας
29γναθμῶν εξελάσαιμι συὸς ὣς ληϊβοτείρης.

30ζῶσαι νῦν, ἵνα πάντες επιγνώωσι καὶ οἵδε
31μαρναμένους
πῶς δ̓ ὰν σὺ νεωτέρῳ ανδρὶ μάχοιο
32ὣς οἱ μὲν προπάροιθε θυράων ὑψηλάων
33ουδοῦ έπι ξεστοῦ πανθυμαδὸν οκριόωντο

34τοῖϊν δὲ ξυνέηχ̓ ἱερὸν μένος Αντινόοιο,
35ἡδὺ δ̓ άῤ εκγελάσας μετεφώνει μνηστήρεσσιν

36 φίλοι, ου μέν πώ τι πάρος τοιοῦτον ετύχθη,
37οἵην τερπωλὴν θεὸς ήγαγεν ες τόδε δῶμα

38 ξεῖνός τε καὶ Ι͂ρος ερίζετον αλλήλοιϊν
39χερσὶ μαχέσσασθαι
αλλὰ ξυνελάσσομεν ῶκα.
40ὣς έφαθ̓, οἱ δ̓ άρα πάντες ανήϊξαν γελόωντες,
41αμφὶ δ̓ άρα πτωχοὺς κακοείμονας ηγερέθοντο

42τοῖσιν δ̓ Αντίνοος μετέφη, Ευπείθεος υἱός

43κέκλυτέ μευ, μνηστῆρες αγήνορες, όφρα τι είπω

44γαστέρες αίδ̓ αιγῶν κέατ̓ εν πυρί, τὰς επὶ δόρπῳ
45κατθέμεθα κνίσης τε καὶ αἵματος εμπλήσαντες

46ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται,
47τάων ἥν κ̓ εθέλῃσιν αναστὰς αυτὸς ἑλέσθω

48αιεὶ αῦθ̓ ἡμῖν μεταδαίσεται, ου δέ τιν̓ άλλον
49πτωχὸν έσω μίσγεσθαι εάσομεν αιτήσοντα.

50ὣς έφατ̓ Αντίνοος, τοῖσιν δ̓ επιήνδανε μῦθος

51τοῖς δὲ δολοφρονέων μετέφη πολύμητις Οδυσσεύς

52 φίλοι, ού πως έστι νεωτέρῳ ανδρὶ μάχεσθαι
53άνδρα γέροντα, δύῃ αρημένον
αλλά με γαστὴρ
54οτρύνει κακοεργός, ἵνα πληγῇσι δαμείω

55αλλ̓ άγε νῦν μοι πάντες ομόσσατε καρτερὸν ὅρκον,
56μή τις επ̓ Ίρῳ ῆρα φέρων εμὲ χειρὶ βαρείῃ
57πλήξῃ ατασθάλλων, τούτῳ δέ με ῖφι δαμάσσῃ.

58ὣς έφαθ̓, οἱ δ̓ άρα πάντες απώμνυον ὡς εκέλευεν

59αυτὰρ επεί ῥ̓ όμοσάν τε τελεύτησάν τε τὸν ὅρκον,
60τοῖς δ̓ αῦτις μετέειφ̓ ἱερὴ ὶς Τηλεμάχοιο

61ξεῖν̓, εί σ̓ οτρύνει κραδίη καὶ θυμὸς αγήνωρ
62τοῦτον αλέξασθαι, τῶν δ̓ άλλων μή τιν̓ Αχαιῶν
63δείδιθ̓, επεὶ πλεόνεσσι μαχήσεται ὅς κέ σε θείνῃ

64ξεινοδόκος μὲν εγών, επὶ δ̓ αινεῖτον βασιλῆες,
65Αντίνοός τε καὶ Ευρύμαχος, πεπνυμένω άμφω.

66ὣς έφαθ̓, οἱ δ̓ άρα πάντες επῄνεον
αυτὰρ Οδυσσεὺς
67ζώσατο μὲν ῥάκεσιν περὶ μήδεα, φαῖνε δὲ μηροὺς
68καλούς τε μεγάλους τε, φάνεν δέ οἱ ευρέες ῶμοι
69στήθεά τε στιβαροί τε βραχίονες
αυτὰρ Αθήνη
70άγχι παρισταμένη μέλἐ ήλδανε ποιμένι λαῶν

71μνηστῆρες δ̓ άρα πάντες ὑπερφιάλως αγάσαντο

72ὧδε δέ τις είπεσκεν ιδὼν ες πλησίον άλλον

73 τάχα Ι͂ρος Άϊρος επίσπαστον κακὸν ἕξει,
74οἵην εκ ῥακέων γέρων επιγουνίδα φαίνει.

75ὣς άῤ έφαν, Ίρῳ δὲ κακῶς ωρίνετο θυμός

76αλλὰ καὶ ὣς δρηστῆρες άγον ζώσαντες ανάγκῃ
77δειδιότα
σάρκες δὲ περιτρομέοντο μέλεσσιν
78Αντίνοος δ̓ ενένιπεν έπος τ̓ έφατ̓ έκ τ̓ ονόμαζεν

79νῦν μὲν μήτ̓ είης, βουγάϊε, μήτε γένοιο,
80ει δὴ τοῦτόν γε τρομέεις καὶ δείδιας αινῶς,
81άνδρα γέροντα, δύῃ αρημένον, μιν ἱκάνει

82αλλ̓ έκ τοι ερέω, τὸ δὲ καὶ τετελεσμένον έσται

83αί κέν σ̓ οὗτος νικήσῃ κρείσσων τε γένηται,
84πέμψω σ̓ ήπειρόνδε, βαλὼν εν νηὶ μελαίνῃ,
85εις Έχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων,
86ὅς κ̓ απὸ ῥῖνα τάμῃσι καὶ ούατα νηλέϊ χαλκῷ,
87μήδεά τ̓ εξερύσας δώῃ κυσὶν ωμὰ δάσασθαι.

88ὣς φάτο, τῷ δ̓ έτι μᾶλλον ὑπὸ τρόμος έλλαβε γυῖα

89ες μέσσον δ̓ άναγον
τὼ δ̓ άμφω χεῖρας ανέσχον
90δὴ τότε μερμήριξε πολύτλας δῖος Οδυσσεὺς
91 ελάσεἰ ὥς μιν ψυχὴ λίποι αῦθι πεσόντα,
92ῆέ μιν ῆκ̓ ελάσειε τανύσσειέν τ̓ επὶ γαίῃ

93ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εῖναι,
94ῆκ̓ ελάσαι, ἵνα μή μιν επιφρασσαίατ̓ Αχαιοί

95δὴ τότ̓ ανασχομένω μὲν ήλασε δεξιὸν ῶμον
96Ι͂ρος, δ̓ αυχέν̓ έλασσεν υπ̓ ούατος, οστέα δ̓ είσω
97έθλασεν·
αυτίκα δ̓ ῆλθε κατὰ στόμα φοίνιον αἷμα,
98κὰδ δ̓ έπεσ̓ εν κονίῃσι μακών, σὺν δ̓ ήλασ̓ οδόντας
99λακτίζων ποσὶ γαῖαν
ατὰρ μνηστῆρες αγαυοὶ
100χεῖρας ανασχόμενοι γέλῳ έκθανον
αυτὰρ Οδυσσεὺς
101ἕλκε διὲκ προθύροιο λαβὼν ποδός, όφῤ ίκετ̓ αυλήν,
102αιθούσης τε θύρας
καί μιν ποτὶ ἑρκίον αυλῆς
103εἷσεν ανακλίνας
σκῆπτρον δέ οἱ έμβαλε χειρί,
104καί μιν φωνήσας έπεα πτερόεντα προσηύδα

105ενταυθοῖ νῦν ἧσο σύας τε κύνας τ̓ απερύκων,
106μη δὲ σύ γε ξείνων καὶ πτωχῶν κοίρανος εῖναι
107λυγρὸς εών, μή πού τι κακὸν καὶ μεῖζον επαύρῃ.

108 ῥα καὶ αμφ̓ ώμοισιν αεικέα βάλλετο πήρην,
109πυκνὰ ῥωγαλέην
εν δὲ στρόφος ῆεν αορτήρ
110ὰψ δ̓ γ̓ επ̓ ουδὸν ιὼν κατ̓ άῤ ἕζετο
τοὶ δ̓ ίσαν είσω
111ἡδὺ γελώοντες καὶ δεικανόωντ̓ επέεσσι

112Ζεύς τοι δοίη, ξεῖνε, καὶ αθάνατοι θεοὶ άλλοι,
113ὅττι μάλιστ̓ εθέλεις καί τοι φίλον έπλετο θυμῷ,
114ὃς τοῦτον τὸν άναλτον αλητεύειν απέπαυσας
115εν δήμῳ
τάχα γάρ μιν ανάξομεν ήπειρόνδε
116εις Έχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων.

117ὣς άῤ έφαν, χαῖρεν δὲ κλεηδόνι δῖος Οδυσσεύς

118Αντίνοος δ̓ άρα οἱ μεγάλην παρὰ γαστέρα θῆκεν,
119εμπλείην κνίσης τε καὶ αἵματος
Αμφίνομος δὲ
120άρτους εκ κανέοιο δύω παρέθηκεν αείρας
121καὶ δέπαϊ χρυσέῳ δειδίσκετο, φώνησέν τε

122χαῖρε, πάτερ ξεῖνε, γένοιτό τοι ές περ οπίσσω
123όλβος
ατὰρ μὲν νῦν γε κακοῖς έχεαι πολέεσσι.
124τὸν δ̓ απαμειβόμενος προσέφη πολύμητις Οδυσσεύς

125Αμφίνομ̓, μάλα μοι δοκέεις πεπνυμένος εῖναι

126τοίου γὰρ καὶ πατρός, επεὶ κλέος εσθλὸν άκουον,
127Νῖσον Δουλιχιῆα εΰν τ̓ έμεν αφνειόν τε·

128τοῦ σ̓ έκ φασι γενέσθαι, επητῇ δ̓ ανδρὶ έοικας

129τοὔνεκά τοι ερέω, σὺ δὲ σύνθεο καί μευ άκουσον

130ουδὲν ακιδνότερον γαῖα τρέφει ανθρώποιο,
131πάντων ὅσσα τε γαῖαν έπι πνείει τε καὶ ἕρπει

132ου μὲν γάρ ποτέ φησι κακὸν πείσεσθαι οπίσσω,
133όφῤ αρετὴν παρέχωσι θεοὶ καὶ γούνατ̓ ορώρῃ

134αλλ̓ ὅτε δὴ καὶ λυγρὰ θεοὶ μάκαρες τελέσωσι,
135καὶ τὰ φέρει αεκαζόμενος τετληότι θυμῷ

136τοῖος γὰρ νόος εστὶν επιχθονίων ανθρώπων
137οἷον επ̓ ῆμαρ άγησι πατὴρ ανδρῶν τε θεῶν τε

138καὶ γὰρ εγώ ποτ̓ έμελλον εν ανδράσιν όλβιος εῖναι,
139πολλὰ δ̓ ατάσθαλ̓ έρεξα βίῃ καὶ κάρτεϊ είκων,
140πατρί τ̓ εμῷ πίσυνος καὶ εμοῖσι κασιγνήτοισι

141τῷ μή τίς ποτε πάμπαν ανὴρ αθεμίστιος είη,
142αλλ̓ γε σιγῇ δῶρα θεῶν έχοι, ὅττι διδοῖεν

143οῖ ὁρόω μνηστῆρας ατάσθαλα μηχανόωντας,
144κτήματα κείροντας καὶ ατιμάζοντας άκοιτιν
145ανδρός, ὃν ουκέτι φημὶ φίλων καὶ πατρίδος αίης
146δηρὸν απέσσεσθαι
μάλα δὲ σχεδόν. αλλά σε δαίμων
147οίκαδ̓ ὑπεξαγάγοι, μη δ̓ αντιάσειας εκείνῳ,
148ὁππότε νοστήσειε φίλην ες πατρίδα γαῖαν

149ου γὰρ αναιμωτί γε διακρινέεσθαι οΐω
150μνηστῆρας καὶ κεῖνον, επεί κε μέλαθρον ὑπέλθῃ.

151ὣς φάτο, καὶ σπείσας έπιεν μελιηδέα οῖνον,
152ὰψ δ̓ εν χερσὶν έθηκε δέπας κοσμήτορι λαῶν

153αυτὰρ βῆ διὰ δῶμα φίλον τετιημένος ῆτορ,
154νευστάζων κεφαλῇ
δὴ γὰρ κακὸν όσσετο θυμός
155αλλ̓ ου δ̓ ὣς φύγε κῆρα
πέδησε δὲ καὶ τὸν Αθήνη
156Τηλεμάχου ὑπὸ χερσὶ καὶ έγχεϊ ῖφι δαμῆναι

157ὰψ δ̓ αῦτις κατ̓ άῤ έζετ̓ επὶ θρόνου ένθεν ανέστη

158τῇ δ̓ άῤ επὶ φρεσὶ θῆκε θεὰ γλαυκῶπις Αθήνη,
159κούρῃ Ικαρίοιο, περίφρονι Πηνελοπείῃ,
160μνηστήρεσσι φανῆναι, ὅπως πετάσειε μάλιστα
161θυμὸν μνηστήρων ιδὲ τιμήεσσα γένοιτο
162μᾶλλον πρὸς πόσιός τε καὶ υἱέος πάρος ῆεν.

163αχρεῖον δ̓ εγέλασσεν έπος τ̓ έφατ̓ έκ τ̓ ονόμαζεν

164Ευρυνόμη, θυμός μοι εέλδεται, ού τι πάρος γε,
165μνηστήρεσσι φανῆναι, απεχθομένοισί περ έμπης·

166παιδὶ δέ κεν είποιμι έπος, τό κε κέρδιον είη,
167μὴ πάντα μνηστῆρσιν ὑπερφιάλοισιν ὁμιλεῖν,
168οἵ τ̓ εῦ μὲν βάζουσι, κακῶς δ̓ όπιθεν φρονέουσι.

169τὴν δ̓ αῦτ̓ Ευρυνόμη ταμίη πρὸς μῦθον έειπεν

170ναὶ δὴ ταῦτά γε πάντα, τέκος, κατὰ μοῖραν έειπες

171αλλ̓ ίθι καὶ σῷ παιδὶ έπος φάο μη δ̓ επίκευθε,
172χρῶτ̓ απονιψαμένη καὶ επιχρίσασα παρειάς

173μη δ̓ οὕτω δακρύοισι πεφυρμένη αμφὶ πρόσωπα
174έρχευ, επεὶ κάκιον πενθήμεναι άκριτον αιεί.

175ήδη μὲν γάρ τοι παῖς τηλίκος, ὃν σὺ μάλιστα
176ηρῶ αθανάτοισι γενειήσαντα ιδέσθαι.

177τὴν δ̓ αῦτε προσέειπε περίφρων Πηνελόπεια

178Ευρυνόμη, μὴ ταῦτα παραύδα, κηδομένη περ,
179χρῶτ̓ απονίπτεσθαι καὶ επιχρίεσθαι αλοιφῇ

180αγλαΐην γὰρ εμοί γε θεοί, τοὶ Όλυμπον έχουσιν,
181ώλεσαν, εξ οὗ κεῖνος έβη κοίλῃς ενὶ νηυσίν

182αλλά μοι Αυτονόην τε καὶ Ἱπποδάμειαν άνωχθι
183ελθέμεν, όφρα κέ μοι παρστήετον εν μεγάροισιν

184οίη δ̓ ουκ είσειμι μετ̓ ανέρας
αιδέομαι γάρ.
185ὣς άῤ έφη, γρηῢς δὲ διὲκ μεγάροιο βεβήκει
186αγγελέουσα γυναιξὶ καὶ οτρυνέουσα νέεσθαι

187ένθ̓ αῦτ̓ άλλ̓ ενόησε θεὰ γλαυκῶπις Αθήνη·

188κούρῃ Ικαρίοιο κατὰ γλυκὺν ὕπνον έχευεν,
189εὗδε δ̓ ανακλινθεῖσα, λύθεν δέ οἱ ἅψεα πάντα
190αυτοῦ ενὶ κλιντῆρι
τέως δ̓ άρα δῖα θεάων
191άμβροτα δῶρα δίδου, ἵνα μιν θησαίατ̓ Αχαιοί

192κάλλεϊ μέν οἱ πρῶτα προσώπατα καλὰ κάθηρεν
193αμβροσίῳ, οἵῳ περ εϋστέφανος Κυθέρεια
194χρίεται, εῦτ̓ ὰν ίῃ Χαρίτων χορὸν ἱμερόεντα·

195καί μιν μακροτέρην καὶ πάσσονα θῆκεν ιδέσθαι,
196λευκοτέρην δ̓ άρα μιν θῆκε πριστοῦ ελέφαντος

197 μὲν άῤ ὣς έρξασ̓ απεβήσετο δῖα θεάων,
198ῆλθον δ̓ αμφίπολοι λευκώλενοι εκ μεγάροιο
199φθόγγῳ επερχόμεναι·
τὴν δὲ γλυκὺς ὕπνος ανῆκε,
200καί ῥ̓ απομόρξατο χερσὶ παρειὰς φώνησέν τε

201 με μάλ̓ αινοπαθῆ μαλακὸν περὶ κῶμ̓ εκάλυψεν

202αίθε μοι ὣς μαλακὸν θάνατον πόροι Άρτεμις ἁγνὴ
203αυτίκα νῦν, ἵνα μηκέτ̓ οδυρομένη κατὰ θυμὸν
204αιῶνα φθινύθω, πόσιος ποθέουσα φίλοιο
205παντοίην αρετήν, επεὶ έξοχος ῆεν Αχαιῶν.

206ὣς φαμένη κατέβαιν̓ ὑπερώϊα σιγαλόεντα,
207ουκ οίη
ἅμα τῇ γε καὶ αμφίπολοι δύ̓ ἕποντο
208 δ̓ ὅτε δὴ μνηστῆρας αφίκετο δῖα γυναικῶν,
209στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,
210άντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα·

211αμφίπολος δ̓ άρα οἱ κεδνὴ ἑκάτερθε παρέστη

212τῶν δ̓ αυτοῦ λύτο γούνατ̓, έρῳ δ̓ άρα θυμὸν έθελχθεν,
213πάντες δ̓ ηρήσαντο παραὶ λεχέεσσι κλιθῆναι

214 δ̓ αῦ Τηλέμαχον προσεφώνεεν, ὃν φίλον υἱόν

215Τηλέμαχ̓, ουκέτι τοι φρένες έμπεδοι ου δὲ νόημα·

216παῖς έτ̓ εὼν καὶ μᾶλλον ενὶ φρεσὶ κέρδἐ ενώμας

217νῦν δ̓, ὅτε δὴ μέγας εσσὶ καὶ ἥβης μέτρον ἱκάνεις,
218καί κέν τις φαίη γόνον έμμεναι ολβίου ανδρός,
219ες μέγεθος καὶ κάλλος ὁρώμενος, αλλότριος φώς,
220ουκέτι τοι φρένες εισὶν εναίσιμοι ου δὲ νόημα.

221οἷον δὴ τόδε έργον ενὶ μεγάροισιν ετύχθη,
222ὃς τὸν ξεῖνον έασας αεικισθήμεναι οὕτως

223πῶς νῦν, εί τι ξεῖνος εν ἡμετέροισι δόμοισιν
224ἥμενος ὧδε πάθοι ῥυστακτύος εξ αλεγεινῆς;

225σοί κ̓ αῖσχος λώβη τε μετ̓ ανθρώποισι πέλοιτο.

226τὴν δ̓ αῦ Τηλέμαχος πεπνυμένος αντίον ηύδα

227μῆτερ εμή, τὸ μὲν ού σε νεμεσσῶμαι κεχολῶσθαι·

228αυτὰρ εγὼ θυμῷ νοέω καὶ οῖδα ἕκαστα,
229εσθλά τε καὶ τὰ χέρεια
πάρος δ̓ έτι νήπιος ῆα
230αλλά τοι ου δύναμαι πεπνυμένα πάντα νοῆσαι

231εκ γάρ με πλήσσουσι παρήμενοι άλλοθεν άλλος
232οἵδε κακὰ φρονέοντες, εμοὶ δ̓ ουκ εισὶν αρωγοί

233ου μέν τοι ξείνου γε καὶ Ίρου μῶλος ετύχθη
234μνηστήρων ιότητι, βίῃ δ̓ γε φέρτερος ῆεν

235αὶ γάρ, Ζεῦ τε πάτερ καὶ Αθηναίη καὶ Άπολλον,
236οὕτω νῦν μνηστῆρες εν ἡμετέροισι δόμοισι
237νεύοιεν κεφαλὰς δεδμημένοι, οἱ μὲν εν αυλῇ,
238οἱ δ̓ έντοσθε δόμοιο, λελῦτο δὲ γυῖα ἑκάστου,
239ὡς νῦν Ι͂ρος κεῖνος επ̓ αυλείῃσι θύρῃσιν
240ἧσται νευστάζων κεφαλῇ, μεθύοντι εοικώς,
241ου δ̓ ορθὸς στῆναι δύναται ποσὶν ου δὲ νέεσθαι
242οίκαδ̓, ὅπη οἱ νόστος, επεὶ φίλα γυῖα λέλυνται.

243ὣς οἱ μὲν τοιαῦτα πρὸς αλλήλους αγόρευον

244Ευρύμαχος δ̓ επέεσσι προσηύδα Πηνελόπειαν

245κούρη Ικαρίοιο, περίφρον Πηνελόπεια,
246ει πάντες σε ίδοιεν αν̓ Ίασον Άργος Αχαιοί,
247πλέονές κε μνηστῆρες εν ὑμετέροισι δόμοισιν
248ηῶθεν δαινύατ̓, επεὶ περίεσσι γυναικῶν
249εῖδός τε μέγεθός τε ιδὲ φρένας ένδον εΐσας.

250τὸν δ̓ ημείβετ̓ έπειτα περίφρων Πηνελόπεια

251Ευρύμαχ̓, τοι εμὴν αρετὴν εῖδός τε δέμας τε
252ώλεσαν αθάνατοι, ὅτε Ίλιον εισανέβαινον
253Αργεῖοι, μετὰ τοῖσι δ̓ εμὸς πόσις ῇεν Οδυσσεύς.

254ει κεῖνός γ̓ ελθὼν τὸν εμὸν βίον αμφιπολεύοι,
255μεῖζόν κε κλέος είη εμὸν καὶ κάλλιον οὕτως

256νῦν δ̓ άχομαι
τόσα γάρ μοι επέσσευεν κακὰ δαίμων
257 μὲν δὴ ὅτε τ̓ ῇε λιπὼν κάτα πατρίδα γαῖαν,
258δεξιτερὴν επὶ καρπῷ ἑλὼν εμὲ χεῖρα προσηύδα

259 γύναι, ου γὰρ οΐω εϋκνήμιδας Αχαιοὺς
260εκ Τροίης εῦ πάντας απήμονας απονέεσθαι

261καὶ γὰρ Τρῶάς φασι μαχητὰς έμμεναι άνδρας,
262ημὲν ακοντιστὰς ηδὲ ῥυτῆρας οϊστῶν
263ἵππων τ̓ ωκυπόδων επιβήτορας, οἵ κε τάχιστα
264έκριναν μέγα νεῖκος ὁμοιΐου πολέμοιο

265τῷ ουκ οῖδ̓ ή κέν μ̓ ανέσει θεός, κεν ἁλώω
266αυτοῦ ενὶ Τροίῃ
σοὶ δ̓ ενθάδε πάντα μελόντων
267μεμνῆσθαι πατρὸς καὶ μητέρος εν μεγάροισιν
268ὡς νῦν, έτι μᾶλλον εμεῦ απονόσφιν εόντος·

269αυτὰρ επὴν δὴ παῖδα γενειήσαντα ίδηαι,
270γήμασθ̓ κ̓ εθέλῃσθα, τεὸν κατὰ δῶμα λιποῦσα.

271κεῖνος τὼς αγόρευε
τὰ δὴ νῦν πάντα τελεῖται
272νὺξ δ̓ έσται ὅτε δὴ στυγερὸς γάμος αντιβολήσει
273ουλομένης εμέθεν, τῆς τε Ζεὺς όλβον απηύρα

274αλλὰ τόδ̓ αινὸν άχος κραδίην καὶ θυμὸν ἱκάνει

275μνηστήρων ουχ ἥδε δίκη τὸ πάροιθε τέτυκτο

276οἵ τ̓ αγαθήν τε γυναῖκα καὶ αφνειοῖο θύγατρα
277μνηστεύειν εθέλωσι καὶ αλλήλοις ερίσωσιν,
278αυτοὶ τοί γ̓ απάγουσι βόας καὶ ίφια μῆλα,
279κούρης δαῖτα φίλοισι, καὶ αγλαὰ δῶρα διδοῦσιν

280αλλ̓ ουκ αλλότριον βίοτον νήποινον έδουσιν.

281ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Οδυσσεύς,
282οὕνεκα τῶν μὲν δῶρα παρέλκετο, θέλγε δὲ θυμὸν
283μειλιχίοις επέεσσι, νόος δέ οἱ άλλα μενοίνα

284τὴν δ̓ αῦτ̓ Αντίνοος προσέφη, Ευπείθεος υἱός,
285κούρη Ικαρίοιο, περίφρον Πηνελόπεια,
286δῶρα μὲν ὅς κ̓ εθέλῃσιν Αχαιῶν ενθάδ̓ ενεῖκαι,
287δέξασθ̓
ου γὰρ καλὸν ανήνασθαι δόσιν εστίν
288ἡμεῖς δ̓ ού τ̓ επὶ έργα πάρος γ̓ ίμεν ού τε πῃ άλλῃ,
289πρίν γέ σε τῷ γήμασθαι Αχαιῶν ὅς τις άριστος.

290ὣς έφατ̓ Αντίνοος, τοῖσιν δ̓ επιήνδανε μῦθος

291δῶρα δ̓ άῤ οισέμεναι πρόεσαν κήρυκα ἕκαστος

292Αντινόῳ μὲν ένεικε μέγαν περικαλλέα πέπλον,
293ποικίλον
εν δ̓ αῤ έσαν περόναι δυοκαίδεκα πᾶσαι
294χρύσειαι, κληῗσιν εϋγνάμπτοις αραρυῖαι

295ὅρμον δ̓ Ευρυμάχῳ πολυδαίδαλον αυτίκ̓ ένεικε

296χρύσεον, ηλέκτροισιν εερμένον ηέλιον ὥς.

297ἕρματα δ̓ Ευρυδάμαντι δύω θεράποντες ένεικαν,
298τρίγληνα μορόεντα
χάρις δ̓ απελάμπετο πολλή
299εκ δ̓ άρα Πεισάνδροιο Πολυκτορίδαο άνακτος
300ίσθμιον ήνεικεν θεράπων, περικαλλὲς άγαλμα.

301άλλο δ̓ άῤ άλλος δῶρον Αχαιῶν καλὸν ένεικεν

302 μὲν έπειτ̓ ανέβαιν̓ ὑπερώϊα δῖα γυναικῶν,
303τῇ δ̓ άῤ άμ̓ αμφίπολοι έφερον περικαλλέα δῶρα
304οἱ δ̓ εις ορχηστύν τε καὶ ἱμερόεσσαν αοιδὴν
305τρεψάμενοι τέρποντο, μένον δ̓ επὶ ἕσπερον ελθεῖν.

306τοῖσι δὲ τερπομένοισι μέλας επὶ ἕσπερος ῆλθεν

307αυτίκα λαμπτῆρας τρεῖς ἵστασαν εν μεγάροισιν,
308όφρα φαείνοιεν
περὶ δὲ ξύλα κάγκανα θῆκαν,
309αῦα πάλαι, περίκηλα, νέον κεκεασμένα χαλκῷ,
310καὶ δαΐδας μετέμισγον
αμοιβηδὶς δ̓ ανέφαινον
311δμῳαὶ Οδυσσῆος ταλασίφρονος
αυτὰρ τῇσιν
312αυτὸς διογενῆς μετέφη πολύμητις Οδυσσεύς·

313δμῳαὶ Οδυσσῆος, δὴν οιχομένοιο άνακτος,
314έρχεσθε πρὸς δώμαθ̓, ίν̓ αιδοίη βασίλεια·

315τῇ δὲ παῤ ηλάκατα στροφαλίζετε, τέρπετε δ̓ αυτὴν
316ἥμεναι εν μεγάρῳ, είρια πείκετε χερσίν

317αυτὰρ εγὼ τούτοισι φάος πάντεσσι παρέξω

318ήν περ γάρ κ̓ εθέλωσιν εΰθρονον Ηῶ μίμνειν,
319ού τί με νικήσουσι
πολυτλήμων δὲ μάλ̓ ειμί.
320ὣς έφαθ̓, αἱ δ̓ εγέλασσαν, ες αλλήλας δὲ ίδοντο

321τὸν δ̓ αισχρῶς ενένιπε Μελανθὼ καλλιπάρῃος,
322τὴν Δολίος μὲν έτικτε, κόμισσε δὲ Πηνελόπεια,
323παῖδα δὲ ὣς ατίταλλε, δίδου δ̓ άῤ αθύρματα θυμῷ·

324αλλ̓ ου δ̓ ὣς έχε πένθος ενὶ φρεσὶ Πηνελοπείης,
325αλλ̓ γ̓ Ευρυμάχῳ μισγέσκετο καὶ φιλέεσκεν

326 ῥ̓ Οδυσῆ̓ ενένιπεν ονειδείοις επέεσσιν

327ξεῖνε τάλαν, σύ γέ τις φρένας εκπεπαταγμένος εσσί,
328ου δ̓ εθέλεις εὕδειν χαλκήϊον ες δόμον ελθών,
329ηέ που ες λέσχην, αλλ̓ ενθάδε πόλλ̓ αγορεύεις,
330θαρσαλέως πολλοῖσι μετ̓ ανδράσιν, ου δέ τι θυμῷ
331ταρβεῖς
ῥά σε οῖνος έχει φρένας, ή νύ τοι αιεὶ
332τοιοῦτος νόος εστίν
καὶ μεταμώνια βάζεις
333 αλύεις, ὅτι Ι͂ρον ενίκησας τὸν αλήτην;

334μή τίς τοι τάχα Ίρου αμείνων άλλος αναστῇ,
335ὅς τίς σ̓ αμφὶ κάρη κεκοπὼς χερσὶ στιβαρῇσι
336δώματος εκπέμψῃσι, φορύξας αἵματι πολλῷ.

337τὴν δ̓ άῤ ὑπόδρα ιδὼν προσέφη πολύμητις Οδυσσεύς

338 τάχα Τηλεμάχῳ ερέω, κύον, οῖ αγορεύεις,
339κεῖσ̓ ελθών, ἵνα σ̓ αῦθι διὰ μελεϊστὶ τάμῃσιν.

340ὣς ειπὼν επέεσσι διεπτοίησε γυναῖκας

341βὰν δ̓ ίμεναι διὰ δῶμα, λύθεν δ̓ ὑπὸ γυῖα ἑκάστης
342ταρβοσύνῃ
φὰν γάρ μιν αληθέα μυθήσασθαι
343αυτὰρ πὰρ λαμπτῆρσι φαείνων αιθομένοισιν
344ἑστήκειν ες πάντας ὁρώμενος
άλλα δέ οἱ κῆρ
345ὥρμαινε φρεσὶν ᾗσιν, ῥ̓ ουκ ατέλεστα γένοντο

346μνηστῆρας δ̓ ου πάμπαν αγήνορας εία Αθήνη
347λώβης ίσχεσθαι θυμαλγέος, όφῤ έτι μᾶλλον
348δύη άχος κραδίην Λαερτιάδεω Οδυσῆος

349τοῖσιν δ̓ Ευρύμαχος, Πολύβου πάϊς, ῆρχ̓ αγορεύειν,
350κερτομέων Οδυσῆα
γέλω δ̓ ἑτάροισιν έτευχε
351κέκλυτέ μευ, μνηστῆρες αγακλειτῆς βασιλείης,
352όφῤ είπω τά με θυμὸς ενὶ στήθεσσι κελεύει.

353ουκ αθεεὶ όδ̓ ανὴρ Οδυσήϊον ες δόμον ἵκει

354έμπης μοι δοκέει δαίδων σέλας έμμεναι αυτοῦ
355κὰκ κεφαλῆς, επεὶ ού οἱ ένι τρίχες ου δ̓ ηβαιαί.

356 ῥ̓, ἅμα τε προσέειπεν Οδυσσῆα πτολίπορθον

357ξεῖν̓, άρ κ̓ εθέλοις θητευέμεν, εί σ̓ ανελοίμην,
358αγροῦ επ̓ εσχατιῆς - μισθὸς δέ τοι άρκιος έσται -
359αἱμασιάς τε λέγων καὶ δένδρεα μακρὰ φυτεύων

360ένθα κ̓ εγὼ σῖτον μὲν επηετανὸν παρέχοιμι,
361εἵματα δ̓ αμφιέσαιμι ποσίν θ̓ ὑποδήματα δοίην

362αλλ̓ επεὶ οῦν δὴ έργα κάκ̓ έμμαθες, ουκ εθελήσεις
363έργον εποίχεσθαι, αλλὰ πτώσσειν κατὰ δῆμον
364βούλεαι, όφῤ άν έχῃς βόσκειν σὴν γαστέῤ άναλτον.

365τὸν δ̓ απαμειβόμενος προσέφη πολύμητις Οδυσσεύς

366Ευρύμαχ̓, ει γὰρ νῶϊν έρις έργοιο γένοιτο
367ὥρῃ εν ειαρινῇ, ὅτε τ̓ ήματα μακρὰ πέλονται,
368εν ποίῃ, δρέπανον μὲν εγὼν ευκαμπὲς έχοιμι,
369καὶ δὲ σὺ τοῖον έχοις, ἵνα πειρησαίμεθα έργου
370νήστιες άχρι μάλα κνέφαος, ποίη δὲ παρείη

371ει δ̓ αῦ καὶ βόες εῖεν ελαυνέμεν, οἵ περ άριστοι,
372αίθωνες, μεγάλοι, άμφω κεκορηότε ποίης,
373ἥλικες, ισοφόροι, τῶν τε σθένος ουκ αλαπαδνόν,
374τετράγυον δ̓ είη, είκοι δ̓ ὑπὸ βῶλος αρότρῳ·

375τῷ κέ μ̓ ίδοις, ει ῶλκα διηνεκέα προταμοίμην

376ει δ̓ αῦ καὶ πόλεμόν ποθεν ὁρμήσειε Κρονίων
377σήμερον, αυτὰρ εμοὶ σάκος είη καὶ δύο δοῦρε
378καὶ κυνέη πάγχαλκος, επὶ κροτάφοις αραρυῖα,
379τῷ κέ μ̓ ίδοις πρώτοισιν ενὶ προμάχοισι μιγέντα,
380ου δ̓ άν μοι τὴν γαστέῤ ονειδίζων αγορεύοις

381αλλὰ μάλ̓ ὑβρίξεις, καί τοι νόος εστὶν απηνής

382καί πού τις δοκέεις μέγας έμμεναι ηδὲ κραταιός,
383οὕνεκα πὰρ παύροισι καὶ ουκ αγαθοῖσιν ὁμιλεῖς

384ει δ̓ Οδυσεὺς έλθοι καὶ ίκοιτ̓ ες πατρίδα γαῖαν,
385αῖψά κέ τοι τὰ θύρετρα, καὶ ευρέα περ μάλ̓ εόντα,
386φεύγοντι στείνοιτο διὲκ προθύροιο θύραζε.

387ὣς έφατ̓, Ευρύμαχος δ̓ εχολώσατο κηρόθι μᾶλλον,
388καί μιν ὑπόδρα ιδὼν έπεα πτερόεντα προσηύδα

389 δείλ̓, τάχα τοι τελέω κακόν, οῖ αγορεύεις
390θαρσαλέως πολλοῖσι μετ̓ ανδράσιν, ου δέ τι θυμῷ
391ταρβεῖς
ῥά σε οῖνος έχει φρένας, ή νύ τοι αιεὶ
392τοιοῦτος νόος εστίν
καὶ μεταμώνια βάζεις
393 αλύεις, ὅτι Ι͂ρον ενίκησας τὸν αλήτην ;"

394ὣς άρα φωνήσας σφέλας έλλαβεν
αυτὰρ Οδυσσεὺς
395Αμφινόμου πρὸς γοῦνα καθέζετο Δουλιχιῆος,
396Ευρύμαχον δείσας
δ̓ άῤ οινοχόον βάλε χεῖρα
397δεξιτερήν
πρόχοος δὲ χαμαὶ βόμβησε πεσοῦσα,
398αυτὰρ γ̓ οιμώξας πέσεν ὕπτιος εν κονίῃσι

399μνηστῆρες δ̓ ὁμάδησαν ανὰ μέγαρα σκιόεντα,
400ὧδε δέ τις είπεσκεν ιδὼν ες πλησίον άλλον

401αίθ̓ ώφελλ̓ ξεῖνος αλώμενος άλλοθ̓ ολέσθαι
402πρὶν ελθεῖν
τῷ ού τι τόσον κέλαδον μετέθηκε
403νῦν δὲ περὶ πτωχῶν εριδαίνομεν, ου δέ τι δαιτὸς
404εσθλῆς έσσεται ῆδος, επεὶ τὰ χερείονα νικᾷ.

405τοῖσι δὲ καὶ μετέειφ̓ ἱερὴ ὶς Τηλεμάχοιο
406δαιμόνιοι, μαίνεσθε καὶ ουκέτι κεύθετε θυμῷ
407βρωτὺν ου δὲ ποτῆτα
θεῶν νύ τις ύμμ̓ οροθύνει
408αλλ̓ εῦ δαισάμενοι κατακείετε οίκαδ̓ ιόντες,
409ὁππότε θυμὸς άνωγε
διώκω δ̓ ού τιν̓ εγώ γε.
410ὣς έφαθ̓, οἱ δ̓ άρα πάντες οδὰξ εν χείλεσι φύντες
411Τηλέμαχον θαύμαζον, θαρσαλέως αγόρευε

412τοῖσιν δ̓ Αμφίνομος αγορήσατο καὶ μετέειπε
413Νίσου φαίδιμος υἱός, Αρητιάδαο άνακτος·

414 φίλοι, ουκ ὰν δή τις επὶ ῥηθέντι δικαίῳ
415αντιβίοις επέεσσι καθαπτόμενος χαλεπαίνοι

416μήτε τι τὸν ξεῖνον στυφελίζετε μήτε τιν̓ άλλον
417δμώων, οἳ κατὰ δώματ̓ Οδυσσῆος θείοιο.

418αλλ̓ άγετ̓, οινοχόος μὲν επαρξάσθω δεπάεσσιν,
419όφρα σπείσαντες κατακείομεν οίκαδ̓ ιόντες

420τὸν ξεῖνον δὲ εῶμεν ενὶ μεγάροις Οδυσῆος
421Τηλεμάχῳ μελέμεν
τοῦ γὰρ φίλον ἵκετο δῶμα.
422ὣς φάτο, τοῖσι δὲ πᾶσιν ἑαδότα μῦθον έειπε

423τοῖσιν δὲ κρητῆρα κεράσσατο Μούλιος ἥρως,
424κῆρυξ Δουλιχιεύς
θεράπων δ̓ ῆν Αμφινόμοιο
425νώμησεν δ̓ άρα πᾶσιν επισταδόν
οἱ δὲ θεοῖσι
426σπείσαντες μακάρεσσι πίον μελιηδέα οῖνον

427αυτὰρ επεὶ σπεῖσάν τ̓ έπιόν θ̓ ὅσον ήθελε θυμός, βάν ῥ̓ ίμεναι κείοντες ἑὰ πρὸς δώμαθ̓ ἕκαστος.