Homer

Odyssey    —    Ὀδύσσεια

Book 17

1ῆμος δ̓ ηριγένεια φάνη ῥοδοδάκτυλος Ηώς,
2δὴ τότ̓ έπειθ̓ ὑπὸ ποσσὶν εδήσατο καλὰ πέδιλα
3Τηλέμαχος, φίλος υἱὸς Οδυσσῆος θείοιο,
4εἵλετο δ̓ άλκιμον έγχος, οἱ παλάμηφιν αρήρει,
5άστυδε ἱέμενος, καὶ ἑὸν προσέειπε συβώτην

6άττ̓, τοι μὲν εγὼν εῖμ̓ ες πόλιν, όφρα με μήτηρ
7όψεται
ου γάρ μιν πρόσθεν παύσεσθαι οΐω
8κλαυθμοῦ τε στυγεροῖο γόοιό τε δακρυόεντος,
9πρίν γ̓ αυτόν με ίδηται
ατὰρ σοί γ̓ ῶδ̓ επιτέλλω
10τὸν ξεῖνον δύστηνον άγ̓ ες πόλιν, όφῤ ὰν εκεῖθι
11δαῖτα πτωχεύῃ
δώσει δέ οἱ ὅς κ̓ εθέλῃσι
12πύρνον καὶ κοτύλην
εμὲ δ̓ ού πως έστιν ἅπαντας
13ανθρώπους ανέχεσθαι, έχοντά περ άλγεα θυμῷ

14 ξεῖνος δ̓ εί περ μάλα μηνίει, άλγιον αυτῷ
15έσσεται
γὰρ εμοὶ φίλ̓ αληθέα μυθήσασθαι.
16τὸν δ̓ απαμειβόμενος προσέφη πολύμητις Οδυσσεύς

17 φίλος, ου δέ τοι αυτὸς ερύκεσθαι μενεαίνω

18πτωχῷ βέλτερόν εστι κατὰ πτόλιν ηὲ κατ̓ αγροὺς
19δαῖτα πτωχεύειν·
δώσει δέ μοι ὅς κ̓ εθέλῃσιν
20ου γὰρ επὶ σταθμοῖσι μένειν έτι τηλίκος ειμί,
21ώστ̓ επιτειλαμένῳ σημάντορι πάντα πιθέσθαι

22αλλ̓ έρχευ
εμὲ δ̓ άξει ανὴρ ὅδε, τὸν σὺ κελεύεις,
23αυτίκ̓ επεί κε πυρὸς θερέω αλέη τε γένηται

24αινῶς γὰρ τάδε είματ̓ έχω κακά
μή με δαμάσσῃ
25στίβη ὑπηοίη
ἕκαθεν δέ τε άστυ φάτ̓ εῖναι.
26ὣς φάτο, Τηλέμαχος δὲ διὰ σταθμοῖο βεβήκει,
27κραιπνὰ ποσὶ προβιβάς, κακὰ δὲ μνηστῆρσι φύτευεν

28αυτὰρ επεί ῥ̓ ἵκανε δόμους εῦ ναιετάοντας,
29έγχος μέν ῥ̓ έστησε φέρων πρὸς κίονα μακρήν,
30αυτὸς δ̓ είσω ίεν καὶ ὑπέρβη λάϊνον ουδόν

31τὸν δὲ πολὺ πρώτη εῖδε τροφὸς Ευρύκλεια,
32κώεα καστορνῦσα θρόνοις ένι δαιδαλέοισι,
33δακρύσασα δ̓ έπειτ̓ ιθὺς κίεν
αμφὶ δ̓ άῤ άλλαι
34δμῳαὶ Οδυσσῆος ταλασίφρονος ηγερέθοντο,
35καὶ κύνεον αγαπαζόμεναι κεφαλήν τε καὶ ώμους

36 δ̓ ίεν εκ θαλάμοιο περίφρων Πηνελόπεια,
37Αρτέμιδι ικέλη ηὲ χρυσέῃ Αφροδίτῃ,
38αμφὶ δὲ παιδὶ φίλῳ βάλε πήχεε δακρύσασα,
39κύσσε δέ μιν κεφαλήν τε καὶ άμφω φάεα καλά,
40καί ῥ̓ ολοφυρομένη έπεα πτερόεντα προσηύδα·

41ῆλθες, Τηλέμαχε, γλυκερὸν φάος
ού σ̓ έτ̓ εγώ γε
42όψεσθαι εφάμην, επεὶ ῴχεο νηῒ Πύλονδε
43λάθρη, εμεῦ αέκητι, φίλου μετὰ πατρὸς ακουήν

44αλλ̓ άγε μοι κατάλεξον ὅπως ήντησας οπωπῆς.

45τὴν δ̓ αῦ Τηλέμαχος πεπνυμένος αντίον ηύδα

46μῆτερ εμή, μή μοι γόον όρνυθι μη δέ μοι ῆτορ
47εν στήθεσσιν όρινε φυγόντι περ αιπὺν όλεθρον

48αλλ̓ ὑδρηναμένη, καθαρὰ χροῒ είμαθ̓ ἑλοῦσα,
49εις υπερῷ̓ αναβᾶσα σὺν αμφιπόλοισι γυναιξὶν
50εύχεο πᾶσι θεοῖσι τεληέσσας ἑκατόμβας
51ῥέξειν, αί κέ ποθι Ζεὺς άντιτα έργα τελέσσῃ

52αυτὰρ εγὼν αγορὴν εσελεύσομαι, όφρα καλέσσω
53ξεῖνον, ὅτις μοι κεῖθεν άμ̓ ἕσπετο δεῦρο κιόντι

54τὸν μὲν εγὼ προὔπεμψα σὺν αντιθέοις ἑτάροισι,
55Πείραιον δέ μιν ηνώγεα προτὶ οῖκον άγοντα
56ενδυκέως φιλέειν καὶ τιέμεν, εις κεν έλθω.

57ὣς άῤ εφώνησεν, τῇ δ̓ άπτερος έπλετο μῦθος

58 δ̓ ὑδρηναμένη, καθαρὰ χροῒ είμαθ̓ ἑλοῦσα,
59εύχετο πᾶσι θεοῖσι τεληέσσας ἑκατόμβας
60ῥέξειν, αί κέ ποθι Ζεὺς άντιτα έργα τελέσσῃ

61Τηλέμαχος δ̓ άῤ έπειτα διὲκ μεγάροιο βεβήκει
62έγχος έχων
ἅμα τῷ γε δύω κύνες αργοὶ ἕποντο
63θεσπεσίην δ̓ άρα τῷ γε χάριν κατέχευεν Αθήνη

64τὸν δ̓ άρα πάντες λαοὶ επερχόμενον θηεῦντο

65αμφὶ δέ μιν μνηστῆρες αγήνορες ηγερέθοντο
66έσθλ̓ αγορεύοντες, κακὰ δὲ φρεσὶ βυσσοδόμευον

67αυτὰρ τῶν μὲν έπειτα αλεύατο πουλὺν ὅμιλον,
68αλλ̓ ἵνα Μέντωρ ἧστο καὶ Άντιφος ηδ̓ Ἁλιθέρσης,
69οἵ τε οἱ εξ αρχῆς πατρώϊοι ῆσαν ἑταῖροι,
70ένθα καθέζετ̓ ιών
τοὶ δ̓ εξερέεινον ἕκαστα
71τοῖσι δὲ Πείραιος δουρικλυτὸς εγγύθεν ῆλθεν
72ξεῖνον άγων αγορήνδε διὰ πτόλιν
ου δ̓ άῤ έτι δὴν
73Τηλέμαχος ξείνοιο ἑκὰς τράπετ̓, αλλὰ παρέστη

74τὸν καὶ Πείραιος πρότερος πρὸς μῦθον έειπε

75Τηλέμαχ̓, αῖψ̓ ότρυνον εμὸν ποτὶ δῶμα γυναῖκας,
76ὥς τοι δῶῤ αποπέμψω, τοι Μενέλαος έδωκε.

77τὸν δ̓ αῦ Τηλέμαχος πεπνυμένος αντίον ηύδα

78Πείραἰ, ου γάρ τ̓ ίδμεν ὅπως έσται τάδε έργα

79εί κεν εμὲ μνηστῆρες αγήνορες εν μεγάροισι
80λάθρη κτείναντες πατρώϊα πάντα δάσωνται,
81αυτὸν έχοντά σε βούλομ̓ επαυρέμεν, ή τινα τῶνδε

82ει δέ κ̓ εγὼ τούτοισι φόνον καὶ κῆρα φυτεύσω,
83δὴ τότε μοι χαίροντι φέρειν πρὸς δώματα χαίρων.

84ὣς ειπὼν ξεῖνον ταλαπείριον ῆγεν ες οῖκον

85αυτὰρ επεί ῥ̓ ἵκοντο δόμους εῦ ναιετάοντας,
86χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε,
87ες δ̓ ασαμίνθους βάντες εϋξέστας λούσαντο

88τοὺς δ̓ επεὶ οῦν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ελαίῳ,
89αμφὶ δ̓ άρα χλαίνας ούλας βάλον ηδὲ χιτῶνας,
90έκ ῥ̓ ασαμίνθων βάντες επὶ κλισμοῖσι καθῖζον

91χέρνιβα δ̓ αμφίπολος προχόῳ επέχευε φέρουσα
92καλῇ χρυσείῃ, ὑπὲρ αργυρέοιο λέβητος,
93νίψασθαι
παρὰ δὲ ξεστὴν ετάνυσσε τράπεζαν
94σῖτον δ̓ αιδοίη ταμίη παρέθηκε φέρουσα,
95είδατα πόλλ̓ επιθεῖσα, χαριζομένη παρεόντων

96μήτηρ δ̓ αντίον ἷζε παρὰ σταθμὸν μεγάροιο
97κλισμῷ κεκλιμένη, λέπτ̓ ηλάκατα στρωφῶσα

98οἱ δ̓ επ̓ ονείαθ̓ ἑτοῖμα προκείμενα χεῖρας ίαλλον,
99αυτὰρ επεὶ πόσιος καὶ εδητύος εξ έρον ἕντο,
100τοῖσι δὲ μύθων ῆρχε περίφρων Πηνελόπεια

101Τηλέμαχ̓, τοι εγὼν ὑπερώϊον εισαναβᾶσα
102λέξομαι εις ευνήν, μοι στονόεσσα τέτυκται,
103αιεὶ δάκρυσ̓ εμοῖσι πεφυρμένη, εξ οὗ Οδυσσεὺς
104ῴχεθ̓ άμ̓ Ατρεΐδῃσιν ες Ίλιον
ου δέ μοι έτλης,
105πρὶν ελθεῖν μνηστῆρας αγήνορας ες τόδε δῶμα,
106νόστον σοῦ πατρὸς σάφα ειπέμεν, εί που άκουσας.

107τὴν δ̓ αῦ Τηλέμαχος πεπνυμένος αντίον ηύδα

108τοιγὰρ εγώ τοι, μῆτερ, αληθείην καταλέξω

109ῳχόμεθ̓ ές τε Πύλον καὶ Νέστορα, ποιμένα λαῶν

110δεξάμενος δέ με κεῖνος εν ὑψηλοῖσι δόμοισιν
111ενδυκέως εφίλει, ὡς εί τε πατὴρ ἑὸν υἱὸν
112ελθόντα χρόνιον νέον άλλοθεν·
ὣς εμὲ κεῖνος
113ενδυκέως εκόμιζε σὺν υἱάσι κυδαλίμοισιν

114αυτὰρ Οδυσσῆος ταλασίφρονος ού ποτ̓ έφασκεν,
115ζωοῦ ου δὲ θανόντος, επιχθονίων τευ ακοῦσαι

116αλλά μ̓ ες Ατρεΐδην, δουρικλειτὸν Μενέλαον,
117ἵπποισι προὔπεμψε καὶ ἅρμασι κολλητοῖσιν

118ένθ̓ ίδον Αργείην Ἑλένην, ἧς εἵνεκα πολλὰ
119Αργεῖοι Τρῶές τε θεῶν ιότητι μόγησαν

120είρετο δ̓ αυτίκ̓ έπειτα βοὴν αγαθὸς Μενέλαος
121ὅττευ χρηΐζων ἱκόμην Λακεδαίμονα δῖαν

122αυτὰρ εγὼ τῷ πᾶσαν αληθείην κατέλεξα

123καὶ τότε δή με έπεσσιν αμειβόμενος προσέειπεν

124 πόποι, μάλα δὴ κρατερόφρονος ανδρὸς εν ευνῇ
125ήθελον ευνηθῆναι, ανάλκιδες αυτοὶ εόντες

126ὡς δ̓ οπότ̓ εν ξυλόχῳ έλαφος κρατεροῖο λέοντος
127νεβροὺς κοιμήσασα νεηγενέας γαλαθηνοὺς
128κνημοὺς εξερέῃσι καὶ άγκεα ποιήεντα
129βοσκομένη, δ̓ έπειτα ἑὴν εισήλυθεν ευνήν,
130αμφοτέροισι δὲ τοῖσιν αεικέα πότμον εφῆκεν,
131ὣς Οδυσεὺς κείνοισιν αεικέα πότμον εφήσει.

132αὶ γάρ, Ζεῦ τε πάτερ καὶ Αθηναίη καὶ Άπολλον,
133τοῖος εὼν οἷός ποτ̓ εϋκτιμένῃ ενὶ Λέσβῳ
134εξ έριδος Φιλομηλεΐδῃ επάλαισεν αναστάς,
135κὰδ δ̓ έβαλε κρατερῶς, κεχάροντο δὲ πάντες Αχαιοί,
136τοῖος εὼν μνηστῆρσιν ὁμιλήσειεν Οδυσσεύς·

137πάντες κ̓ ωκύμοροί τε γενοίατο πικρόγαμοί τε

138ταῦτα δ̓ μ̓ ειρωτᾷς καὶ λίσσεαι, ουκ ὰν εγώ γε
139άλλα παρὲξ είποιμι παρακλιδὸν ου δ̓ απατήσω,
140αλλὰ τὰ μέν μοι έειπε γέρων ἅλιος νημερτής,
141τῶν ουδέν τοι εγὼ κρύψω έπος ου δ̓ επικεύσω

142φῆ μιν γ̓ εν νήσῳ ιδέειν κρατέῤ άλγἐ έχοντα,
143νύμφης εν μεγάροισι Καλυψοῦς, μιν ανάγκῃ
144ίσχει
δ̓ ου δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι
145ου γάρ οἱ πάρα νῆες επήρετμοι καὶ ἑταῖροι,
146οἵ κέν μιν πέμποιεν επ̓ ευρέα νῶτα θαλάσσης
147ὣς έφατ̓ Ατρεΐδης, δουρικλειτὸς Μενέλαος.

148ταῦτα τελευτήσας νεόμην
έδοσαν δέ μοι οῦρον
149αθάνατοι, τοί μ̓ ῶκα φίλην ες πατρίδ̓ έπεμψαν.

150ὣς φάτο, τῇ δ̓ άρα θυμὸν ενὶ στήθεσσιν όρινε

151τοῖσι δὲ καὶ μετέειπε Θεοκλύμενος θεοειδής

152 γύναι αιδοίη Λαερτιάδεω Οδυσῆος,
153 τοι γ̓ ου σάφα οῖδεν, εμεῖο δὲ σύνθεο μῦθον

154ατρεκέως γάρ σοι μαντεύσομαι ου δ̓ επικεύσω

155ίστω νῦν Ζεὺς πρῶτα θεῶν, ξενίη τε τράπεζα
156ἱστίη τ̓ Οδυσῆος αμύμονος, ἣν αφικάνω,
157ὡς τοι Οδυσεὺς ήδη εν πατρίδι γαίῃ,
158ἥμενος ἕρπων, τάδε πευθόμενος κακὰ έργα,
159έστιν, ατὰρ μνηστῆρσι κακὸν πάντεσσι φυτεύει

160τοῖον εγὼν οιωνὸν εϋσσέλμου επὶ νηὸς
161ἥμενος εφρασάμην καὶ Τηλεμάχῳ εγεγώνευν.

162τὸν δ̓ αῦτε προσέειπε περίφρων Πηνελόπεια

163αὶ γὰρ τοῦτο, ξεῖνε, έπος τετελεσμένον είη

164τῷ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα
165εξ εμεῦ, ὡς άν τίς σε συναντόμενος μακαρίζοι.

166ὣς οἱ μὲν τοιαῦτα πρὸς αλλήλους αγόρευον,
167μνηστῆρες δὲ πάροιθεν Οδυσσῆος μεγάροιο
168δίσκοισιν τέρποντο καὶ αιγανέῃσιν ἱέντες,
169εν τυκτῷ δαπέδῳ, ὅθι περ πάρος ὕβριν έχοντες.

170αλλ̓ ὅτε δὴ δείπνηστος έην καὶ επήλυθε μῆλα
171πάντοθεν εξ αγρῶν, οἱ δ̓ ήγαγον οἳ τὸ πάρος περ,
172καὶ τότε δή σφιν έειπε Μέδων·
ὃς γάρ ῥα μάλιστα
173ἥνδανε κηρύκων, καὶ σφιν παρεγίγνετο δαιτί

174κοῦροι, επεὶ δὴ πάντες ετέρφθητε φρέν̓ αέθλοις,
175έρχεσθε πρὸς δώμαθ̓, ίν̓ εντυνώμεθα δαῖτα

176ου μὲν γάρ τι χέρειον εν ὥρῃ δεῖπνον ἑλέσθαι.

177ὣς έφαθ̓, οἱ δ̓ ανστάντες έβαν πείθοντό τε μύθῳ

178αυτὰρ επεί ῥ̓ ἵκοντο δόμους εῦ ναιετάοντας,
179χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε,
180οἱ δ̓ ἱέρευον όϊς μεγάλους καὶ πίονας αῖγας,
181ἵρευον δὲ σύας σιάλους καὶ βοῦν αγελαίην,
182δαῖτ̓ εντυνόμενοι
τοὶ δ̓ εξ αγροῖο πόλινδε
183ωτρύνοντ̓ Οδυσεύς τ̓ ιέναι καὶ δῖος ὑφορβός.

184τοῖσι δὲ μύθων ῆρχε συβώτης, όρχαμος ανδρῶν

185ξεῖν̓, επεὶ ὰρ δὴ έπειτα πόλινδ̓ ιέναι μενεαίνεις
186σήμερον, ὡς επέτελλεν άναξ εμός - σ̓ ὰν εγώ γε
187αυτοῦ βουλοίμην σταθμῶν ῥυτῆρα λιπέσθαι·

188αλλὰ τὸν αιδέομαι καὶ δείδια, μή μοι οπίσσω
189νεικείῃ
χαλεπαὶ δέ τ̓ ανάκτων εισὶν ὁμοκλαί -
190αλλ̓ άγε νῦν ίομεν
δὴ γὰρ μέμβλωκε μάλιστα
191ῆμαρ, ατὰρ τάχα τοι ποτὶ ἕσπερα ῥίγιον έσται.

192τὸν δ̓ απαμειβόμενος προσέφη πολύμητις Οδυσσεύς

193γιγνώσκω, φρονέω
τά γε δὴ νοέοντι κελεύεις
194αλλ̓ ίομεν, σὺ δ̓ έπειτα διαμπερὲς ἡγεμόνευε

195δὸς δέ μοι, εί ποθί τοι ῥόπαλον τετμημένον εστίν,
196σκηρίπτεσθ̓, επεὶ φατ̓ αρισφαλέ̓ έμμεναι ουδόν.

197 ῥα καὶ αμφ̓ ώμοισιν αεικέα βάλλετο πήρην,
198πυκνὰ ῥωγαλέην
εν δὲ στρόφος ῆεν αορτήρ
199Εύμαιος δ̓ άρα οἱ σκῆπτρον θυμαρὲς έδωκε

200τὼ βήτην, σταθμὸν δὲ κύνες καὶ βώτορες άνδρες
201ῥύατ̓ όπισθε μένοντες
δ̓ ες πόλιν ῆγεν άνακτα
202πτωχῷ λευγαλέῳ εναλίγκιον ηδὲ γέροντι,
203σκηπτόμενον
τὰ δὲ λυγρὰ περὶ χροῒ εἵματα ἕστο
204αλλ̓ ὅτε δὴ στείχοντες ὁδὸν κάτα παιπαλόεσσαν
205άστεος εγγὺς έσαν καὶ επὶ κρήνην αφίκοντο
206τυκτὴν καλλίροον, ὅθεν ὑδρεύοντο πολῖται,
207τὴν ποίησ̓ Ίθακος καὶ Νήριτος ηδὲ Πολύκτωρ·

208αμφὶ δ̓ άῤ αιγείρων ὑδατοτρεφέων ῆν άλσος,
209πάντοσε κυκλοτερές, κατὰ δὲ ψυχρὸν ῥέεν ὕδωρ
210ὑψόθεν εκ πέτρης
βωμὸς δ̓ εφύπερθε τέτυκτο
211νυμφάων, ὅθι πάντες επιρρέζεσκον ὁδῖται

212ένθα σφέας εκίχαν̓ υἱὸς Δολίοιο Μελανθεὺς
213αῖγας άγων, αἳ πᾶσι μετέπρεπον αιπολίοισι,
214δεῖπνον μνηστήρεσσι·
δύω δ̓ άμ̓ ἕποντο νομῆες
215τοὺς δὲ ιδὼν νείκεσσεν έπος τ̓ έφατ̓ έκ τ̓ ονόμαζεν,
216έκπαγλον καὶ αεικές
όρινε δὲ κῆρ Οδυσῆος
217νῦν μὲν δὴ μάλα πάγχυ κακὸς κακὸν ἡγηλάζει,
218ὡς αιεὶ τὸν ὁμοῖον άγει θεὸς ὡς τὸν ὁμοῖν.

219πῇ δὴ τόνδε μολοβρὸν άγεις, αμέγαρτε συβῶτα,
220πτωχὸν ανιηρόν δαιτῶν απολυμαντῆρα

221ὃς πολλῇς φλιῇσι παραστὰς θλίψεται ώμους,
222αιτίζων ακόλους, ουκ άορας ου δὲ λέβητας·

223τόν κ̓ εί μοι δοίης σταθμῶν ῥυτῆρα γενέσθαι
224σηκοκόρον τ̓ έμεναι θαλλόν τ̓ ερίφοισι φορῆναι,
225καί κεν ορὸν πίνων μεγάλην επιγουνίδα θεῖτο

226αλλ̓ επεὶ οῦν δὴ έργα κάκ̓ έμμαθεν, ουκ εθελήσει
227έργον εποίχεσθαι, αλλὰ πτώσσων κατὰ δῆμον
228βούλεται αιτίζων βόσκειν ἣν γαστέῤ άναλτον

229αλλ̓ έκ τοι ερέω, τὸ δὲ καὶ τετελεσμένον έσται

230αί κ̓ έλθῃ πρὸς δώματ̓ Οδυσσῆος θείοιο,
231πολλά οἱ αμφὶ κάρη σφέλα ανδρῶν εκ παλαμάων
232πλευραὶ αποτρίψουσι δόμον κάτα βαλλομένοιο.

233ὣς φάτο, καὶ παριὼν λὰξ ένθορεν αφραδίῃσιν
234ισχίῳ
ου δέ μιν εκτὸς αταρπιτοῦ εστυφέλιξεν,
235αλλ̓ έμεν̓ ασφαλέως
δὲ μερμήριξεν Οδυσσεὺς
236ηὲ μεταΐξας ῥοπάλῳ εκ θυμὸν ἕλοιτο,
237 πρὸς γῆν ελάσειε κάρη αμφουδὶς αείρας.

238αλλ̓ επετόλμησε, φρεσὶ δ̓ έσχετο
τὸν δὲ συβώτης
239νείκεσ̓ εσάντα ιδών, μέγα δ̓ εύξατο χεῖρας ανασχών

240νύμφαι κρηναῖαι, κοῦραι Διός, εί ποτ̓ Οδυσσεὺς
241ύμμ̓ επὶ μηρί̓ έκηε, καλύψας πίονι δημῷ,
242αρνῶν ηδ̓ ερίφων, τόδε μοι κρηήνατ̓ εέλδωρ,
243ὡς έλθοι μὲν κεῖνος ανήρ, αγάγοι δέ δαίμων

244τῷ κέ τοι αγλαΐας γε διασκεδάσειεν ἁπάσας,
245τὰς νῦν ὑβρίζων φορέεις, αλαλήμενος αιεὶ
246άστυ κάτ̓
αυτὰρ μῆλα κακοὶ φθείρουσι νομῆες.
247τὸν δ̓ αῦτε προσέειπε Μελάνθιος, αιπόλος αιγῶν

248 πόποι, οῖον έειπε κύων ολοφώϊα ειδώς,
249τόν ποτ̓ εγὼν επὶ νηὸς εϋσσέλμοιο μελαίνης
250άξω τῆλ̓ Ιθάκης, ἵνα μοι βίοτον πολὺν άλφοι

251αὶ γὰρ Τηλέμαχον βάλοι αργυρότοξος Απόλλων
252σήμερον εν μεγάροις, ὑπὸ μνηστῆρσι δαμείη,
253ὡς Οδυσῆΐ γε τηλοῦ απώλετο νόστιμον ῆμαρ.

254ὣς ειπὼν τοὺς μὲν λίπεν αυτοῦ ῆκα κιόντας,
255αυτὰρ βῆ, μάλα δ̓ ῶκα δόμους ἵκανεν άνακτος

256αυτίκα δ̓ είσω ίεν, μετὰ δὲ μνηστῆρσι καθῖζεν,
257αντίον Ευρυμάχου
τὸν γὰρ φιλέεσκε μάλιστα
258τῷ πάρα μὲν κρειῶν μοῖραν θέσαν οἳ πονέοντο,
259σῖτον δ̓ αιδοίη ταμίη παρέθηκε φέρουσα
260έδμεναι
αγχίμολον δ̓ Οδυσεὺς καὶ δῖος ὑφορβὸς
261στήτην ερχομένω, περὶ δέ σφεας ήλυθ̓ ιωὴ
262φόρμιγγος γλαφυρῆς
ανὰ γάρ σφισι βάλλετ̓ αείδειν
263Φήμιος
αυτὰρ χειρὸς ἑλὼν προσέειπε συβώτην
264Εύμαἰ, μάλα δὴ τάδε δώματα κάλ̓ Οδυσῆος,
265ῥεῖα δ̓ αρίγνωτ̓ εστὶ καὶ εν πολλοῖσιν ιδέσθαι.

266εξ ἑτέρων έτεῤ εστίν, επήσκηται δέ οἱ αυλὴ
267τοίχῳ καὶ θριγκοῖσι, θύραι δ̓ ευερκέες εισὶ
268δικλίδες
ουκ άν τίς μιν ανὴρ ὑπεροπλίσσαιτο
269γιγνώσκω δ̓ ὅτι πολλοὶ εν αυτῷ δαῖτα τίθενται
270άνδρες, επεὶ κνίση μὲν ανήνοθεν, εν δέ τε φόρμιγξ
271ηπύει, ἣν άρα δαιτὶ θεοὶ ποίησαν ἑταίρην.

272τὸν δ̓ απαμειβόμενος προσέφης, Εύμαιε συβῶτα

273ῥεῖ̓ έγνως, επεὶ ου δὲ τά τ̓ άλλα πέρ εσσ̓ ανοήμων

274αλλ̓ άγε δὴ φραζώμεθ̓ ὅπως έσται τάδε έργα

275ηὲ σὺ πρῶτος έσελθε δόμους εῦ ναιετάοντας,
276δύσεο δὲ μνηστῆρας, εγὼ δ̓ ὑπολείψομαι αυτοῦ·

277ει δ̓ εθέλεις, επίμεινον, εγὼ δ̓ εῖμι προπάροιθε

278μη δὲ σὺ δηθύνειν, μή τίς σ̓ έκτοσθε νοήσας
279 βάλῃ ελάσῃ
τὰ δέ σε φράζεσθαι άνωγα.
280τὸν δ̓ ημείβετ̓ έπειτα πολύτλας δῖος Οδυσσεύς

281γιγνώσκω, φρονέω
τά γε δὴ νοέοντι κελεύεις
282αλλ̓ έρχευ προπάροιθεν, εγὼ δ̓ ὑπολείψομαι αυτοῦ

283ου γάρ τι πληγέων αδαήμων ου δὲ βολάων·

284τολμήεις μοι θυμός, επεὶ κακὰ πολλὰ πέπονθα
285κύμασι καὶ πολέμῳ·
μετὰ καὶ τόδε τοῖσι γενέσθω
286γαστέρα δ̓ ού πως έστιν αποκρύψαι μεμαυῖαν,
287ουλομένην, πολλὰ κάκ̓ ανθρώποισι δίδωσι,
288τῆς ἕνεκεν καὶ νῆες εΰζυγοι ὁπλίζονται
289πόντον επ̓ ατρύγετον, κακὰ δυσμενέεσσι φέρουσαι.

290ὣς οἱ μὲν τοιαῦτα πρὸς αλλήλους αγόρευον

291ὰν δὲ κύων κεφαλήν τε καὶ ούατα κείμενος έσχεν,
292Άργος, Οδυσσῆος ταλασίφρονος, ὅν ῥά ποτ̓ αυτὸς
293θρέψε μέν, ου δ̓ απόνητο, πάρος δ̓ εις Ίλιον ἱρὴν
294ῴχετο
τὸν δὲ πάροιθεν αγίνεσκον νέοι άνδρες
295αῖγας επ̓ αγροτέρας ηδὲ πρόκας ηδὲ λαγωούς

296δὴ τότε κεῖτ̓ απόθεστος αποιχομένοιο άνακτος,
297εν πολλῇ κόπρῳ, οἱ προπάροιθε θυράων
298ἡμιόνων τε βοῶν τε ἅλις κέχυτ̓, όφῤ ὰν άγοιεν
299δμῶες Οδυσσῆος τέμενος μέγα κοπρήσοντες

300ένθα κύων κεῖτ̓ Άργος, ενίπλειος κυνοραιστέων.

301δὴ τότε γ̓, ὡς ενόησεν Οδυσσέα εγγὺς εόντα,
302ουρῇ μέν ῥ̓ γ̓ έσηνε καὶ ούατα κάββαλεν άμφω,
303ᾶσσον δ̓ ουκέτ̓ έπειτα δυνήσατο οἷο άνακτος
304ελθέμεν
αυτὰρ νόσφιν ιδὼν απομόρξατο δάκρυ,
305ῥεῖα λαθὼν Εύμαιον, άφαρ δ̓ ερεείνετο μύθῳ

306Εύμαἰ, μάλα θαῦμα, κύων ὅδε κεῖτ̓ ενὶ κόπρῳ.

307καλὸς μὲν δέμας εστίν, ατὰρ τόδε γ̓ ου σάφα οῖδα,
308ει δὴ καὶ ταχὺς έσκε θέειν επὶ είδεϊ τῷδε,
309 αύτως οἷοί τε τραπεζῆες κύνες ανδρῶν
310γίγνοντ̓·
αγλαΐης δ̓ ἕνεκεν κομέουσιν άνακτες.
311τὸν δ̓ απαμειβόμενος προσέφης, Εύμαιε συβῶτα

312καὶ λίην ανδρός γε κύων ὅδε τῆλε θανόντος.

313ει τοιόσδ̓ είη ημὲν δέμας ηδὲ καὶ έργα,
314οἷόν μιν Τροίηνδε κιὼν κατέλειπεν Οδυσσεύς,
315αῖψά κε θηήσαιο ιδὼν ταχυτῆτα καὶ αλκήν

316ου μὲν γάρ τι φύγεσκε βαθείης βένθεσιν ὕλης
317κνώδαλον, ὅττι δίοιτο
καὶ ίχνεσι γὰρ περιῄδη
318νῦν δ̓ έχεται κακότητι, άναξ δέ οἱ άλλοθι πάτρης
319ώλετο, τὸν δὲ γυναῖκες ακηδέες ου κομέουσι

320δμῶες δ̓, εῦτ̓ ὰν μηκέτ̓ επικρατέωσιν άνακτες,
321ουκέτ̓ έπειτ̓ εθέλουσιν εναίσιμα εργάζεσθαι

322ἥμισυ γάρ τ̓ αρετῆς αποαίνυται ευρύοπα Ζεὺς
323ανέρος, εῦτ̓ άν μιν κατὰ δούλιον ῆμαρ ἕλῃσιν.

324ὣς ειπὼν εισῆλθε δόμους εῦ ναιετάοντας,
325βῆ δ̓ ιθὺς μεγάροιο μετὰ μνηστῆρας αγαυούς

326Άργον δ̓ αῦ κατὰ μοῖῤ έλαβεν μέλανος θανάτοιο,
327αυτίκ̓ ιδόντ̓ Οδυσῆα εεικοστῷ ενιαυτῷ

328τὸν δὲ πολὺ πρῶτος ίδε Τηλέμαχος θεοειδὴς
329ερχόμενον κατὰ δῶμα συβώτην, ῶκα δ̓ έπειτα
330νεῦσ̓ επὶ οἷ καλέσας·
δὲ παπτήνας ἕλε δίφρον
331κείμενον, ένθα τε δαιτρὸς εφίζεσκε κρέα πολλὰ
332δαιόμενος μνηστῆρσι δόμον κάτα δαινυμένοισι

333τὸν κατέθηκε φέρων πρὸς Τηλεμάχοιο τράπεζαν
334αντίον, ένθα δ̓ άῤ αυτὸς εφέζετο
τῷ δ̓ άρα κῆρυξ
335μοῖραν ἑλὼν ετίθει κανέου τ̓ εκ σῖτον αείρας

336αγχίμολον δὲ μετ̓ αυτὸν εδύσετο δώματ̓ Οδυσσεύς,
337πτωχῷ λευγαλέῳ εναλίγκιος ηδὲ γέροντι,
338σκηπτόμενος
τὰ δὲ λυγρὰ περὶ χροΐ εἵματα ἕστο
339ἷζε δ̓ επὶ μελίνου ουδοῦ έντοσθε θυράων,
340κλινάμενος σταθμῷ κυπαρισσίνῳ, ὅν ποτε τέκτων
341ξέσσεν επισταμένως καὶ επὶ στάθμην ίθυνεν

342Τηλέμαχος δ̓ επὶ οἷ καλέσας προσέειπε συβώτην,
343άρτον τ̓ οῦλον ἑλὼν περικαλλέος εκ κανέοιο
344καὶ κρέας, ὥς οἱ χεῖρες εχάνδανον αμφιβαλόντι

345δὸς τῷ ξείνῳ ταῦτα φέρων αυτόν τε κέλευε
346αιτίζειν μάλα πάντας εποιχόμενον μνηστῆρας

347αιδὼς δ̓ ουκ αγαθὴ κεχρημένῳ ανδρὶ παρεῖναι.

348ὣς φάτο, βῆ δὲ συφορβός, επεὶ τὸν μῦθον άκουσεν,
349αγχοῦ δ̓ ἱστάμενος έπεα πτερόεντ̓ αγόρευε

350Τηλέμαχός τοι, ξεῖνε, διδοῖ τάδε, καί σε κελεύει
351αιτίζειν μάλα πάντας εποιχόμενον μνηστῆρας

352αιδῶ δ̓ ουκ αγαθήν φησ̓ έμμεναι ανδρὶ προΐκτῃ.

353τὸν δ̓ απαμειβόμενος προσέφη πολύμητις Οδυσσεύς

354Ζεῦ άνα, Τηλέμαχόν μοι εν ανδράσιν όλβιον εῖναι,
355καί οἱ πάντα γένοιθ̓ ὅσσα φρεσὶν ᾗσι μενοινᾷ.

356 ῥα καὶ αμφοτέρῃσιν εδέξατο καὶ κατέθηκεν
357αῦθι ποδῶν προπάροιθεν, αεικελίης επὶ πήρης,
358ήσθιε δ̓ ἧος αοιδὸς ενὶ μεγάροισιν άειδεν·

359εῦθ̓ δεδειπνήκειν, δ̓ επαύετο θεῖος αοιδός.

360μνηστῆρες δ̓ ὁμάδησαν ανὰ μέγαῤ
αυτὰρ Αθήνη,
361άγχι παρισταμένη Λαερτιάδην Οδυσῆα
362ώτρυν̓, ὡς ὰν πύρνα κατὰ μνηστῆρας αγείροι,
363γνοίη θ̓ οἵ τινές εισιν εναίσιμοι οἵ τ̓ αθέμιστοι·

364αλλ̓ ου δ̓ ὥς τιν̓ έμελλ̓ απαλεξήσειν κακότητος

365βῆ δ̓ ίμεν αιτήσων ενδέξια φῶτα ἕκαστον,
366πάντοσε χεῖῤ ορέγων, ὡς ει πτωχὸς πάλαι είη.

367οἱ δ̓ ελεαίροντες δίδοσαν, καὶ εθάμβεον αυτόν,
368αλλήλους τ̓ είροντο τίς είη καὶ πόθεν έλθοι

369τοῖσι δὲ καὶ μετέειπε Μελάνθιος, αιπόλος αιγῶν

370κέκλυτέ μευ, μνηστῆρες αγακλειτῆς βασιλείης,
371τοῦδε περὶ ξείνου
γάρ μιν πρόσθεν όπωπα
372 τοι μέν οἱ δεῦρο συβώτης ἡγεμόνευεν,
373αυτὸν δ̓ ου σάφα οῖδα, πόθεν γένος εύχεται εῖναι.

374ὣς έφατ̓, Αντίνοος δ̓ έπεσιν νείκεσσε συβώτην

375 αρίγνωτε συβῶτα, τίη δὲ σὺ τόνδε πόλινδε
376ήγαγες
ουχ ἅλις ἧμιν αλήμονές εισι καὶ άλλοι,
377πτωχοὶ ανιηροί, δαιτῶν απολυμαντῆρες

378 όνοσαι ὅτι τοι βίοτον κατέδουσιν άνακτος
379ενθάδ̓ αγειρόμενοι, σὺ δὲ καὶ προτὶ τόνδ̓ εκάλεσσας

380τὸν δ̓ απαμειβόμενος προσέφης, Εύμαιε συβῶτα

381Αντίνὀ, ου μὲν καλὰ καὶ εσθλὸς εὼν αγορεύεις

382τίς γὰρ δὴ ξεῖνον καλεῖ άλλοθεν αυτὸς επελθὼν
383άλλον γ̓, ει μὴ τῶν οἳ δημιοεργοὶ έασι,
384μάντιν ιητῆρα κακῶν τέκτονα δούρων,
385 καὶ θέσπιν αοιδόν, κεν τέρπῃσιν αείδων;

386οὗτοι γὰρ κλητοί γε βροτῶν επ̓ απείρονα γαῖαν·

387πτωχὸν δ̓ ουκ άν τις καλέοι τρύξοντα αυτόν

388αλλ̓ αιεὶ χαλεπὸς περὶ πάντων εῖς μνηστήρων
389δμωσὶν Οδυσσῆος, πέρι δ̓ αῦτ̓ εμοί·
αυτὰρ εγώ γε
390ουκ αλέγω, ἧός μοι εχέφρων Πηνελόπεια
391ζώει ενὶ μεγάροις καὶ Τηλέμαχος θεοειδής.

392τὸν δ̓ αῦ Τηλέμαχος πεπνυμένος αντίον ηύδα

393σίγα, μή μοι τοῦτον αμείβεο πολλὰ έπεσσιν

394Αντίνοος δ̓ είωθε κακῶς ερεθιζέμεν αιεὶ
395μύθοισιν χαλεποῖσιν, εποτρύνει δὲ καὶ άλλους.

396 ῥα καὶ Αντίνοον έπεα πτερόεντα προσηύδα

397Αντίνὀ, μευ καλὰ πατὴρ ὣς κήδεαι υἷος,
398ὃς τὸν ξεῖνον άνωγας απὸ μεγάροιο διέσθαι
399μύθῳ αναγκαίῳ·
μὴ τοῦτο θεὸς τελέσειε
400δός οἱ ἑλών
ού τοι φθονέω κέλομαι γὰρ εγώ γε
401μήτ̓ οῦν μητέῤ εμὴν ἅζευ τό γε μήτε τιν̓ άλλον
402δμώων, οἳ κατὰ δώματ̓ Οδυσσῆος θείοιο.

403αλλ̓ ού τοι τοιοῦτον ενὶ στήθεσσι νόημα·

404αυτὸς γὰρ φαγέμεν πολὺ βούλεαι δόμεν άλλῳ.

405τὸν δ̓ αῦτ̓ Αντίνοος απαμειβόμενος προσέειπε

406Τηλέμαχ̓ ὑψαγόρη, μένος άσχετε, ποῖον έειπες

407εί οἱ τόσσον ἅπαντες ορέξειαν μνηστῆρες,
408καί κέν μιν τρεῖς μῆνας απόπροθεν οῖκος ερύκοι.

409ὣς άῤ έφη, καὶ θρῆνυν ἑλὼν ὑπέφηνε τραπέζης
410κείμενον, ῥ̓ έπεχεν λιπαροὺς πόδας ειλαπινάζων

411οἱ δ̓ άλλοι πάντες δίδοσαν, πλῆσαν δ̓ άρα πήρην
412σίτου καὶ κρειῶν
τάχα δὴ καὶ έμελλεν Οδυσσεὺς
413αῦτις επ̓ ουδὸν ιὼν προικὸς γεύσεσθαι Αχαιῶν

414στῆ δὲ παῤ Αντίνοον, καί μιν πρὸς μῦθον έειπε

415δός, φίλος
ου μέν μοι δοκέεις κάκιστος Αχαιῶν
416έμμεναι, αλλ̓ ώριστος, επεὶ βασιλῆϊ έοικας.

417τῷ σε χρὴ δόμεναι καὶ λώϊον ηέ περ άλλοι
418σίτου·
εγὼ δέ κέ σε κλείω κατ̓ απείρονα γαῖαν
419καὶ γὰρ εγώ ποτε οῖκον εν ανθρώποισιν έναιον
420όλβιος αφνειὸν καὶ πολλάκι δόσκον αλήτῃ,
421τοίῳ ὁποῖος έοι καὶ ὅτευ κεχρημένος έλθοι

422ῆσαν δὲ δμῶες μάλα μυρίοι άλλα τε πολλὰ
423οἷσίν τ̓ εῦ ζώουσι καὶ αφνειοὶ καλέονται

424αλλὰ Ζεὺς αλάπαξε Κρονίων - ήθελε γάρ που -
425ὅς μ̓ ἅμα ληϊστῆρσι πολυπλάγκτοισιν ανῆκεν
426Αίγυπτόνδ̓ ιέναι, δολιχὴν ὁδόν, όφῤ απολοίμην

427στῆσα δ̓ εν Αιγύπτῳ ποταμῷ νέας αμφιελίσσας

428ένθ̓ τοι μὲν εγὼ κελόμην ερίηρας ἑταίρους
429αυτοῦ πὰρ νήεσσι μένειν καὶ νῆας έρυσθαι,
430οπτῆρας δὲ κατὰ σκοπιὰς ώτρυνα νέεσθαι

431οἱ δ̓ ὕβρει είξαντες, επισπόμενοι μένεϊ σφῷ,
432αῖψα μάλ̓ Αιγυπτίων ανδρῶν περικαλλέας αγροὺς
433πόρθεον, εκ δὲ γυναῖκας άγον καὶ νήπια τέκνα,
434αυτούς τ̓ έκτεινον
τάχα δ̓ ες πόλιν ίκετ̓ αϋτή
435οἱ δὲ βοῆς αΐοντες άμ̓ ηοῖ φαινομένηφιν
436ῆλθον
πλῆτο δὲ πᾶν πεδίον πεζῶν τε καὶ ἵππων
437χαλκοῦ τε στεροπῆς
εν δὲ Ζεὺς τερπικέραυνος
438φύζαν εμοῖς ἑτάροισι κακὴν βάλεν, ου δέ τις έτλη
439στῆναι εναντίβιον
περὶ γὰρ κακὰ πάντοθεν έστη
440ένθ̓ ἡμέων πολλοὺς μὲν απέκτανον οξέϊ χαλκῷ,
441τοὺς δ̓ άναγον ζωούς, σφίσιν εργάζεσθαι ανάγκῃ

442αυτὰρ έμ̓ ες Κύπρον ξείνῳ δόσαν αντιάσαντι,
443Δμήτορι Ιασίδῃ, ὃς Κύπρου ῖφι άνασσεν·

444ένθεν δὴ νῦν δεῦρο τόδ̓ ἵκω πήματα πάσχων.

445τὸν δ̓ αῦτ̓ Αντίνοος απαμείβετο φώνησέν τε

446τίς δαίμων τόδε πῆμα προσήγαγε, δαιτὸς ανίην

447στῆθ̓ οὕτως ες μέσσον, εμῆς απάνευθε τραπέζης,
448μὴ τάχα πικρὴν Αίγυπτον καὶ Κύπρον ἵκηαι

449ὥς τις θαρσαλέος καὶ αναιδής εσσι προΐκτης

450ἑξείης πάντεσσι παρίστασαι
οἱ δὲ διδοῦσι
451μαψιδίως, επεὶ ού τις επίσχεσις ου δ̓ ελεητὺς
452αλλοτρίων χαρίσασθαι, επεὶ πάρα πολλὰ ἑκάστῳ.

453τὸν δ̓ αναχωρήσας προσέφη πολύμητις Οδυσσεύς

454 πόποι, ουκ άρα σοί γ̓ επὶ είδεϊ καὶ φρένες ῆσαν

455ου σύ γ̓ ὰν εξ οίκου σῷ επιστάτῃ ου δ̓ ἅλα δοίης,
456ὃς νῦν αλλοτρίοισι παρήμενος ού τί μοι έτλης
457σίτου αποπροελὼν δόμεναι
τὰ δὲ πολλὰ πάρεστιν.
458ὣς έφατ̓, Αντίνοος δ̓ εχολώσατο κηρόθι μᾶλλον,
459καί μιν ὑπόδρα ιδὼν έπεα πτερόεντα προσηύδα

460νῦν δή σ̓ ουκέτι καλὰ διὲκ μεγάροιό γ̓ οΐω
461ὰψ αναχωρήσειν, ὅτε δὴ καὶ ονείδεα βάζεις.

462ὣς άῤ έφη, καὶ θρῆνυν ἑλὼν βάλε δεξιὸν ῶμον,
463πρυμνότατον κατὰ νῶτον
δ̓ εστάθη ηΰτε πέτρη
464έμπεδον, ου δ̓ άρα μιν σφῆλεν βέλος Αντινόοιο,
465αλλ̓ ακέων κίνησε κάρη, κακὰ βυσσοδομεύων.

466ὰψ δ̓ γ̓ επ̓ ουδὸν ιὼν κατ̓ άῤ ἕζετο, κὰδ δ̓ άρα πήρην
467θῆκεν εϋπλείην, μετὰ δὲ μνηστῆρσιν έειπε

468κέκλυτέ μευ, μνηστῆρες αγακλειτῆς βασιλείης,
469όφῤ είπω τά με θυμὸς ενὶ στήθεσσι κελεύει.

470ου μὰν ού τ̓ άχος εστὶ μετὰ φρεσὶν ού τε τι πένθος,
471οππότ̓ ανὴρ περὶ οἷσι μαχειόμενος κτεάτεσσι
472βλήεται, περὶ βουσὶν αργεννῇς οΐεσσιν

473αυτὰρ έμ̓ Αντίνοος βάλε γαστέρος εἵνεκα λυγρῆς,
474ουλομένης, πολλὰ κάκ̓ ανθρώποισι δίδωσιν

475αλλ̓ εί που πτωχῶν γε θεοὶ καὶ Ερινύες εισίν,
476Αντίνοον πρὸ γάμοιο τέλος θανάτοιο κιχείη.

477τὸν δ̓ αῦτ̓ Αντίνοος προσέφη, Ευπείθεος υἱός

478έσθἰ ἕκηλος, ξεῖνε, καθήμενος, άπιθ̓ άλλῃ,
479μή σε νέοι διὰ δώματ̓ ερύσσωσ̓, οῖ αγορεύεις,
480 ποδὸς καὶ χειρός, αποδρύψωσι δὲ πάντα.

481ὣς έφαθ̓, οἱ δ̓ άρα πάντες ὑπερφιάλως νεμέσησαν

482ὧδε δέ τις είπεσκε νέων ὑπερηνορεόντων

483Αντίνὀ, ου μὲν κάλ̓ έβαλες δύστηνον αλήτην,
484ουλόμεν̓, ει δή πού τις επουράνιος θεός εστιν

485καί τε θεοὶ ξείνοισιν εοικότες αλλοδαποῖσι,
486παντοῖοι τελέθοντες, επιστρωφῶσι πόληας,
487ανθρώπων ὕβριν τε καὶ ευνομίην εφορῶντες.

488ὣς άῤ έφαν μνηστῆρες, δ̓ ουκ εμπάζετο μύθων

489Τηλέμαχος δ̓ εν μὲν κραδίῃ μέγα πένθος άεξε
490βλημένου, ου δ̓ άρα δάκρυ χαμαὶ βάλεν εκ βλεφάροιϊν,
491αλλ̓ ακέων κίνησε κάρη, κακὰ βυσσοδομεύων

492τοῦ δ̓ ὡς οῦν ήκουσε περίφρων Πηνελόπεια
493βλημένου εν μεγάρῳ, μετ̓ άρα δμῳῇσιν έειπεν

494αίθ̓ οὕτως αυτόν σε βάλοι κλυτότοξος Απόλλων.

495τὴν δ̓ αῦτ̓ Ευρυνόμη ταμίη πρὸς μῦθον έειπεν

496ει γὰρ επ̓ αρῇσιν τέλος ἡμετέρῃσι γένοιτο

497ουκ άν τις τούτων γε εΰθρονον Ηῶ ἵκοιτο.

498τὴν δ̓ αῦτε προσέειπε περίφρων Πηνελόπεια

499μαῖ̓, εχθροὶ μὲν πάντες, επεὶ κακὰ μηχανόωνται·

500Αντίνοος δὲ μάλιστα μελαίνῃ κηρὶ έοικε

501ξεῖνός τις δύστηνος αλητεύει κατὰ δῶμα
502ανέρας αιτίζων
αχρημοσύνη γὰρ ανώγει
503ένθ̓ άλλοι μὲν πάντες ενέπλησάν τ̓ έδοσάν τε,
504οὗτος δὲ θρήνυι πρυμνὸν βάλε δεξιὸν ῶμον.

505 μὲν άῤ ὣς αγόρευε μετὰ δμῳῇσι γυναιξίν,
506ἡμένη εν θαλάμῳ
δ̓ εδείπνεε δῖος Οδυσσεύς·
507 δ̓ επὶ οἷ καλέσασα προσηύδα δῖον ὑφορβόν

508έρχεο, δῖ̓ Εύμαιε, κιὼν τὸν ξεῖνον άνωχθι
509ελθέμεν, όφρα τί μιν προσπτύξομαι ηδ̓ ερέωμαι
510εί που Οδυσσῆος ταλασίφρονος ηὲ πέπυσται
511 ίδεν οφθαλμοῖσι
πολυπλάγκτῳ γὰρ έοικε.
512τὴν δ̓ απαμειβόμενος προσέφης, Εύμαιε συβῶτα
513ει γάρ τοι, βασίλεια, σιωπήσειαν Αχαιοί

514οῖ γε μυθεῖται, θέλγοιτό κέ τοι φίλον ῆτορ

515τρεῖς γὰρ δή μιν νύκτας έχον, τρία δ̓ ήματ̓ έρυξα
516εν κλισίῃ
πρῶτον γὰρ έμ̓ ἵκετο νηὸς αποδράς
517αλλ̓ ού πω κακότητα διήνυσεν ἣν αγορεύων

518ὡς δ̓ ότ̓ αοιδὸν ανὴρ ποτιδέρκεται, ὅς τε θεῶν ὲξ
519αείδει δεδαὼς έπἐ ἱμερόεντα βροτοῖσι,
520τοῦ δ̓ άμοτον μεμάασιν ακουέμεν, οππότ̓ αείδῃ·

521ὣς εμὲ κεῖνος έθελγε παρήμενος εν μεγάροισι

522φησὶ δ̓ Οδυσσῆος ξεῖνος πατρώϊος εῖναι,
523Κρήτῃ ναιετάων, ὅθι Μίνωος γένος εστίν

524ένθεν δὴ νῦν δεῦρο τόδ̓ ἵκετο πήματα πάσχων,
525προπροκυλινδόμενος
στεῦται δ̓ Οδυσῆος ακοῦσαι,
526αγχοῦ, Θεσπρωτῶν ανδρῶν εν πίονι δήμῳ,
527ζωοῦ
πολλὰ δ̓ άγει κειμήλια ὅνδε δόμονδε.
528τὸν δ̓ αῦτε προσέειπε περίφρων Πηνελόπεια

529έρχεο, δεῦρο κάλεσσον, ίν̓ αντίον αυτὸς ενίσπῃ

530οὗτοι δ̓ ηὲ θύρῃσι καθήμενοι ἑψιαάσθων.

531 αυτοῦ κατὰ δώματ̓, επεί σφισι θυμὸς εΰφρων.

532αυτῶν μὲν γὰρ κτήματ̓ ακήρατα κεῖτ̓ ενὶ οίκῳ,
533σῖτος καὶ μέθυ ἡδύ
τὰ μὲν οικῆες έδουσιν,
534οἱ δ̓ εις ἡμέτερον πωλεύμενοι ήματα πάντα,
535βοῦς ἱερεύοντες καὶ όϊς καὶ πίονας αῖγας,
536ειλαπινάζουσιν πίνουσί τε αίθοπα οῖνον,
537μαψιδίως·
τὰ δὲ πολλὰ κατάνεται ου γὰρ έπ̓ ανήρ,
538οἷος Οδυσσεὺς έσκεν, αρὴν απὸ οίκου αμῦναι.

539ει δ̓ Οδυσεὺς έλθοι καὶ ίκοιτ̓ ες πατρίδα γαῖαν,
540αῖψά κε σὺν παιδὶ βίας αποτίσεται ανδρῶν.

541ὣς φάτο, Τηλέμαχος δὲ μέγ̓ έπταρεν, αμφὶ δὲ δῶμα
542σμερδαλέον κονάβησε
γέλασσε δὲ Πηνελόπεια,
543αῖψα δ̓ άῤ Εύμαιον έπεα πτερόεντα προσηύδα

544έρχεό μοι, τὸν ξεῖνον εναντίον ὧδε κάλεσσον

545ουχ ὁράᾳς μοι υἱὸς επέπταρε πᾶσιν έπεσσι

546τῷ κε καὶ ουκ ατελὴς θάνατος μνηστῆρσι γένοιτο
547πᾶσι μάλ̓, ου δέ κέ τις θάνατον καὶ κῆρας αλύξει

548άλλο δέ τοι ερέω, σὺ δ̓ ενὶ φρεσὶ βάλλεο σῇσιν

549αί κ̓ αυτὸν γνώω νημερτέα πάντ̓ ενέποντα,
550ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά.

551ὣς φάτο, βῆ δὲ συφορβός, επεὶ τὸν μῦθον άκουσεν

552αγχοῦ δ̓ ἱστάμενος έπεα πτερόεντα προσηύδα

553ξεῖνε πάτερ, καλέει σε περίφρων Πηνελόπεια,
554μήτηρ Τηλεμάχοιο
μεταλλῆσαί τί θυμὸς
555αμφὶ πόσει κέλεται, καὶ κήδεά περ πεπαθυίῃ

556ει δέ κέ σε γνώῃ νημερτέα πάντ̓ ενέποντα,
557ἕσσει σε χλαῖνάν τε χιτῶνά τε, τῶν σὺ μάλιστα
558χρηΐζεις
σῖτον δὲ καὶ αιτίζων κατὰ δῆμον
559γαστέρα βοσκήσεις
δώσει δέ τοι ὅς κ̓ εθέλῃσι.
560τὸν δ̓ αῦτε προσέειπε πολύτλας δῖος Οδυσσεύς

561Εύμαἰ, αῖψά κ̓ εγὼ νημερτέα πάντ̓ ενέποιμι
562κούρῃ Ικαρίοιο, περίφρονι Πηνελοπείῃ

563οῖδα γὰρ εῦ περὶ κείνου, ὁμὴν δ̓ ανεδέγμεθ̓ οϊζύν

564αλλὰ μνηστήρων χαλεπῶν υποδείδἰ ὅμιλον,
565τῶν ὕβρις τε βίη τε σιδήρεον ουρανὸν ἵκει

566καὶ γὰρ νῦν, ὅτε μ̓ οὗτος ανὴρ κατὰ δῶμα κιόντα
567ού τι κακὸν ῥέξαντα βαλὼν οδύνῃσιν έδωκεν,
568ού τε τι Τηλέμαχος τό γ̓ επήρκεσεν ού τε τις άλλος.

569τῷ νῦν Πηνελόπειαν ενὶ μεγάροισιν άνωχθι
570μεῖναι, επειγομένην περ, ες ηέλιον καταδύντα

571καὶ τότε μ̓ ειρέσθω πόσιος πέρι νόστιμον ῆμαρ,
572ασσοτέρω καθίσασα παραὶ πυρί
εἵματα γάρ τοι
573λύγῤ έχω
οῖσθα καὶ αυτός, επεί σε πρῶθ̓ ἱκέτευσα.
574ὣς φάτο, βῆ δὲ συφορβός, επεὶ τὸν μῦθον άκουσε

575τὸν δ̓ ὑπὲρ ουδοῦ βάντα προσηύδα Πηνελόπεια

576ου σύ γ̓ άγεις, Εύμαιε
τί τοῦτ̓ ενόησεν αλήτης
577 τινά που δείσας εξαίσιον ῆε καὶ άλλως
578αιδεῖται κατὰ δῶμα
κακὸς δ̓ αιδοῖος αλήτης.
579τὴν δ̓ απαμειβόμενος προσέφης, Εύμαιε συβῶτα

580μυθεῖται κατὰ μοῖραν, πέρ κ̓ οίοιτο καὶ άλλος,
581ὕβριν αλυσκάζων ανδρῶν ὑπερηνορεόντων

582αλλά σε μεῖναι άνωγεν ες ηέλιον καταδύντα

583καὶ δὲ σοὶ ῶδ̓ αυτῇ πολὺ κάλλιον, βασίλεια,
584οίην πρὸς ξεῖνον φάσθαι έπος ηδ̓ επακοῦσαι.

585τὸν δ̓ αῦτε προσέειπε περίφρων Πηνελόπεια

586ουκ άφρων ξεῖνος·
οΐεται, ὥς περ ὰν είη
587ου γάρ πού τινες ὧδε καταθνητῶν ανθρώπων
588ανέρες ὑβρίζοντες ατάσθαλα μηχανόωνται.

589 μὲν άῤ ὣς αγόρευεν, δ̓ ῴχετο δῖος ὑφορβὸς
590μνηστήρων ες ὅμιλον, επεὶ διεπέφραδε πάντα.

591αῖψα δὲ Τηλέμαχον έπεα πτερόεντα προσηύδα,
592άγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθ̓ οἱ άλλοι

593 φίλ̓, εγὼ μὲν άπειμι, σύας καὶ κεῖνα φυλάξων,
594σὸν καὶ εμὸν βίοτον
σοὶ δ̓ ενθάδε πάντα μελόντων
595αυτὸν μέν σε πρῶτα σάω, καὶ φράζεο θυμῷ
596μή τι πάθῃς
πολλοὶ δὲ κακὰ φρονέουσιν Αχαιῶν,
597τοὺς Ζεὺς εξολέσειε πρὶν ἡμῖν πῆμα γενέσθαι.

598τὸν δ̓ αῦ Τηλέμαχος πεπνυμένος αντίον ηύδα

599έσσεται οὕτως, άττα
σὺ δ̓ έρχεο δειελιήσας
600ηῶθεν δ̓ ιέναι καὶ άγειν ἱερήϊα καλά

601αυτὰρ εμοὶ τάδε πάντα καὶ αθανάτοισι μελήσει.

602ὣς φάθ̓, δ̓ αῦτις άῤ έζετ̓ εϋξέστου επὶ δίφρου,
603πλησάμενος δ̓ άρα θυμὸν εδητύος ηδὲ ποτῆτος
604βῆ ῥ̓ ίμεναι μεθ̓ ὕας, λίπε δ̓ ἕρκεά τε μέγαρόν τε,
605πλεῖον δαιτυμόνων
οἱ δ̓ ορχηστυῖ καὶ αοιδῇ τέρποντ̓ ήδη γὰρ καὶ επήλυθε δείελον ῆμαρ