1τὼ δ̓ αῦτ̓ εν κλισίῃ Οδυσεὺς καὶ δῖος ὑφορβὸς
2εντύνοντο άριστον άμ̓ ηοῖ , κηαμένω πῦρ ,
3έκπεμψάν τε νομῆας άμ̓ αγρομένοισι σύεσσι ·
4Τηλέμαχον δὲ περίσσαινον κύνες ὑλακόμωροι ,
5ου δ̓ ὕλαον προσιόντα .
νόησε δὲ δῖος Οδυσσεὺς
6σαίνοντάς τε κύνας , περί τε κτύπος ῆλθε ποδοῖϊν
7αῖψα δ̓ άῤ Εύμαιον έπεα πτερόεντα προσηύδα
8Εύμαἰ , ῆ μάλα τίς τοι ελεύσεται ενθάδ̓ ἑταῖρος
9ὴ καὶ γνώριμος άλλος , επεὶ κύνες ουχ ὑλάουσιν ,
10αλλὰ περισσαίνουσι
ποδῶν δ̓ ὑπὸ δοῦπον ακούω .
11ού πω πᾶν είρητο έπος , ὅτε οἱ φίλος υἱὸς
12έστη ενὶ προθύροισι
ταφὼν δ̓ ανόρουσε συβώτης ,
13εκ δ̓ άρα οἱ χειρῶν πέσον άγγεα , τοῖς επονεῖτο ,
14κιρνὰς αίθοπα οῖνον
ὁ δ̓ αντίος ῆλθεν άνακτος ,
15κύσσε δέ μιν κεφαλήν τε καὶ άμφω φάεα καλὰ
16χεῖράς τ̓ αμφοτέρας
θαλερὸν δέ οἱ έκπεσε δάκρυ
17ὡς δὲ πατὴρ ὃν παῖδα φίλα φρονέων αγαπάζῃ
18ελθόντ̓ εξ απίης γαίης δεκάτῳ ενιαυτῷ ,
19μοῦνον τηλύγετον , τῷ έπ̓ άλγεα πολλὰ μογήσῃ ,
20ὣς τότε Τηλέμαχον θεοειδέα δῖος ὑφορβὸς
21πάντα κύσεν περιφύς , ὡς εκ θανάτοιο φυγόντα ·
22καί ῥ̓ ολοφυρόμενος έπεα πτερόεντα προσηύδα
23ῆλθες , Τηλέμαχε , γλυκερὸν φάος
ού σ̓ έτ̓ εγώ γε
24όψεσθαι εφάμην , επεὶ ῴχεο νηῒ Πύλονδε
25αλλ̓ άγε νῦν είσελθε , φίλον τέκος , όφρα σε θυμῷ
26τέρψομαι εισορόων νέον άλλοθεν ένδον εόντα
27ου μὲν γάρ τι θάμ̓ αγρὸν επέρχεαι ου δὲ νομῆας ,
28αλλ̓ επιδημεύεις ·
ὣς γάρ νύ τοι εύαδε θυμῷ ,
29ανδρῶν μνηστήρων εσορᾶν αΐδηλον ὅμιλον .
30τὸν δ̓ αῦ Τηλέμαχος πεπνυμένος αντίον ηύδα
31έσσεται οὕτως , άττα
σέθεν δ̓ ένεκ̓ ενθάδ̓ ἱκάνω ,
32όφρα σέ τ̓ οφθαλμοῖσιν ίδω καὶ μῦθον ακούσω ,
33ή μοι έτ̓ εν μεγάροις μήτηρ μένει , ῆέ τις ήδη
34ανδρῶν άλλος έγημεν , Οδυσσῆος δέ που ευνὴ
35χήτει ενευναίων κάκ̓ αράχνια κεῖται έχουσα .
36τὸν δ̓ αῦτε προσέειπε συβώτης , όρχαμος ανδρῶν
37καὶ λίην κείνη γε μένει τετληότι θυμῷ
38σοῖσιν ενὶ μεγάροισιν
οϊζυραὶ δέ οἱ αιεὶ
39φθίνουσιν νύκτες τε καὶ ήματα δάκρυ χεούσῃ .
40ὣς άρα φωνήσας οἱ εδέξατο χάλκεον έγχος
41αυτὰρ ὅ γ̓ είσω ίεν καὶ ὑπέρβη λάϊνον ουδόν
42τῷ δ̓ ἕδρης επιόντι πατὴρ ὑπόειξεν Οδυσσεύς ·
43Τηλέμαχος δ̓ ἑτέρωθεν ερήτυε φώνησέν τε
44ῆσ̓ , ῶ ξεῖν̓
ἡμεῖς δὲ καὶ άλλοθι δήομεν ἕδρην
45σταθμῷ εν ἡμετέρῳ
πάρα δ̓ ανὴρ ὃς καταθήσει .
46ὣς φάθ̓ , ὁ δ̓ αῦτις ιὼν κατ̓ άῤ ἕζετο
τῷ δὲ συβώτης .
47χεῦεν ὕπο χλωρὰς ῥῶπας καὶ κῶας ὕπερθεν ·
48ένθα καθέζετ̓ έπειτα Οδυσσῆος φίλος υἱός
49τοῖσιν δ̓ αῦ κρειῶν πίνακας παρέθηκε συβώτης
50οπταλέων , ἅ ῥα τῇ προτέρῃ ὑπέλειπον έδοντες ,
51σῖτον δ̓ εσσυμένως παρενήνεεν εν κανέοισιν ,
52εν δ̓ άρα κισσυβίῳ κίρνη μελιηδέα οῖνον
53αυτὸς δ̓ αντίον ἷζεν Οδυσσῆος θείοιο
54οἱ δ̓ επ̓ ονείαθ̓ ἑτοῖμα προκείμενα χεῖρας ίαλλον
55αυτὰρ επεὶ πόσιος καὶ εδητύος εξ έρον ἕντο ,
56δὴ τότε Τηλέμαχος προσεφώνεε δῖον ὑφορβόν
57άττα , πόθεν τοι ξεῖνος όδ̓ ἵκετο
πῶς δέ ἑ ναῦται
58ήγαγον εις Ιθάκην
τίνες έμμεναι ευχετόωντο
59ου μὲν γάρ τί ἑ πεζὸν οΐομαι ενθάδ̓ ἱκέσθαι .
60τὸν δ̓ απαμειβόμενος προσέφης , Εύμαιε συβῶτα
61τοιγὰρ εγώ τοι , τέκνον , αληθέα πάντ̓ αγορεύσω
62εκ μὲν Κρητάων γένος εύχεται ευρειάων ,
63φησὶ δὲ πολλὰ βροτῶν επὶ άστεα δινηθῆναι
64πλαζόμενος ·
ὣς γάρ οἱ επέκλωσεν τά γε δαίμων
65νῦν αῦ Θεσπρωτῶν ανδρῶν εκ νηὸς αποδρὰς
66ήλυθ̓ εμὸν πρὸς σταθμόν , εγὼ δέ τοι εγγυαλίξω
67έρξον ὅπως εθέλεις
ἱκέτης δέ τοι εύχεται εῖναι .
68τὸν δ̓ αῦ Τηλέμαχος πεπνυμένος αντίον ηύδα
69Εύμαἰ , ῆ μάλα τοῦτο έπος θυμαλγὲς έειπες
70πῶς γὰρ δὴ τὸν ξεῖνον εγὼν ὑποδέξομαι οίκῳ
71αυτὸς μὲν νέος ειμὶ καὶ ού πω χερσὶ πέποιθα
72άνδῤ απαμύνασθαι , ὅτε τις πρότερος χαλεπήνῃ
73μητρὶ δ̓ εμῇ δίχα θυμὸς ενὶ φρεσὶ μερμηρίζει ,
74ὴ αυτοῦ παῤ εμοί τε μένῃ καὶ δῶμα κομίζῃ ,
75ευνήν τ̓ αιδομένη πόσιος δήμοιό τε φῆμιν ,
76ῆ ήδη άμ̓ ἕπηται Αχαιῶν ὅς τις άριστος
77μνᾶται ενὶ μεγάροισιν ανὴρ καὶ πλεῖστα πόρῃσιν .
78αλλ̓ ῆ τοὶ τὸν ξεῖνον , επεὶ τεὸν ἵκετο δῶμα ,
79ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε , εἵματα καλά ,
80δώσω δὲ ξίφος άμφηκες καὶ ποσσὶ πέδιλα ,
81πέμψω δ̓ ὅππη μιν κραδίη θυμός τε κελεύει
82ει δ̓ εθέλεις , σὺ κόμισσον ενὶ σταθμοῖσιν ερύξας
83εἵματα δ̓ ενθάδ̓ εγὼ πέμψω καὶ σῖτον ἅπαντα
84έδμεναι , ὡς ὰν μή σε κατατρύχῃ καὶ ἑταίρους
85κεῖσε δ̓ ὰν ού μιν εγώ γε μετὰ μνηστῆρας εῷμι
86έρχεσθαι
λίην γὰρ ατάσθαλον ὕβριν έχουσι
87μή μιν κερτομέωσιν , εμοὶ δ̓ άχος έσσεται αινόν
88πρῆξαι δ̓ αργαλέον τι μετὰ πλεόνεσσιν εόντα
89άνδρα καὶ ίφθιμον , επεὶ ῆ πολὺ φέρτεροί εισι .
90τὸν δ̓ αῦτε προσέειπε πολύτλας δῖος Οδυσσεύς
91ῶ φίλ̓ , επεί θήν μοι καὶ αμείψασθαι θέμις εστίν ,
92ῆ μάλα μευ καταδάπτετ̓ ακούοντος φίλον ῆτορ ,
93οἷά φατε μνηστῆρας ατάσθαλα μηχανάασθαι
94εν μεγάροις , αέκητι σέθεν τοιούτου εόντος
95ειπέ μοι ηὲ ἑκὼν ὑποδάμνασαι , ῆ σέ γε λαοὶ
96εχθαίρουσ̓ ανὰ δῆμον , επισπόμενοι θεοῦ ομφῇ ,
97ῆ τι κασιγνήτοις επιμέμφεαι , οἷσί περ ανὴρ
98μαρναμένοισι πέποιθε , καὶ ει μέγα νεῖκος όρηται
99αὶ γάρ εγὼν οὕτω νέος είην τῷδ̓ επὶ θυμῷ ,
100ὴ παῖς εξ Οδυσῆος αμύμονος ηὲ καὶ αυτός
101αυτίκ̓ έπειτ̓ απ̓ εμεῖο κάρη τάμοι αλλότριος φώς ,
103ει μὴ εγὼ κείνοισι κακὸν πάντεσσι γενοίμην ,
104ελθὼν ες μέγαρον Λαερτιάδεω Οδυσῆος
105ει δ̓ αῦ με πληθυῖ δαμασαίατο μοῦνον εόντα ,
106βουλοίμην κ̓ εν εμοῖσι κατακτάμενος μεγάροισι
107τεθνάμεν ὴ τάδε γ̓ αιὲν αεικέα έργ̓ ὁράασθαι ,
108ξείνους τε στυφελιζομένους δμῳάς τε γυναῖκας
109ῥυστάζοντας αεικελίως κατὰ δώματα καλά ,
110καὶ οῖνον διαφυσσόμενον , καὶ σῖτον έδοντας
111μὰψ αύτως , ατέλεστον , ανηνύστῳ επὶ έργῳ .
112τὸν δ̓ αῦ Τηλέμαχος πεπνυμένος αντίον ηύδα
113τοιγὰρ εγώ τοι , ξεῖνε , μάλ̓ ατρεκέως αγορεύσω
114ού τε τί μοι πᾶς δῆμος απεχθόμενος χαλεπαίνει ,
115ού τε κασιγνήτοις επιμέμφομαι , οἷσί περ ανὴρ
116μαρναμένοισι πέποιθε , καὶ ει μέγα νεῖκος όρηται
117ὧδε γὰρ ἡμετέρην γενεὴν μούνωσε Κρονίων
118μοῦνον Λαέρτην Αρκείσιος υἱὸν έτικτε ,
119μοῦνον δ̓ αῦτ̓ Οδυσῆα πατὴρ τέκεν
αυτὰρ Οδυσσεὺς
120μοῦνον έμ̓ εν μεγάροισι τεκὼν λίπεν ου δ̓ απόνητο
121τῷ νῦν δυσμενέες μάλα μυρίοι είσ̓ ενὶ οίκῳ
122ὅσσοι γὰρ νήσοισιν επικρατέουσιν άριστοι ,
123Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ ,
124ηδ̓ ὅσσοι κραναὴν Ιθάκην κάτα κοιρανέουσι ,
125τόσσοι μητέῤ εμὴν μνῶνται , τρύχουσι δὲ οῖκον
126ἡ δ̓ ού τ̓ αρνεῖται στυγερὸν γάμον ού τε τελευτὴν
127ποιῆσαι δύναται
τοὶ δὲ φθινύθουσιν έδοντες
128οῖκον εμόν
τάχα δή με διαρραίσουσι καὶ αυτόν
129αλλ̓ ῆ τοι μὲν ταῦτα θεῶν εν γούνασι κεῖται
130άττα , σὺ δ̓ έρχεο θᾶσσον , εχέφρονι Πηνελοπείῃ
131είφ̓ ὅτι οἱ σῶς ειμὶ καὶ εκ Πύλου ειλήλουθα
132αυτὰρ εγὼν αυτοῦ μενέω , σὺ δὲ δεῦρο νέεσθαι ,
133οίῃ απαγγείλας
τῶν δ̓ άλλων μή τις Αχαιῶν
134πευθέσθω
πολλοὶ γὰρ εμοὶ κακὰ μηχανόωνται .
135τὸν δ̓ απαμειβόμενος προσέφης , Εύμαιε συβῶτα
136γιγνώσκω , φρονέω
τά γε δὴ νοέοντι κελεύεις
137αλλ̓ άγε μοι τόδε ειπὲ καὶ ατρεκέως κατάλεξον ,
138ῆ καὶ Λαέρτῃ αυτὴν ὁδὸν άγγελος έλθω
139δυσμόρῳ , ὃς τῆος μὲν Οδυσσῆος μέγ̓ αχεύων
140έργα τ̓ εποπτεύεσκε μετὰ δμώων τ̓ ενὶ οίκῳ
141πῖνε καὶ ῆσθ̓ , ὅτε θυμὸς ενὶ στήθεσσιν ανώγοι
142αυτὰρ νῦν , εξ οὗ σύ γε ῴχεο νηῒ Πύλονδε ,
143ού πω μίν φασιν φαγέμεν καὶ πιέμεν αύτως ,
144ου δ̓ επὶ έργα ιδεῖν , αλλὰ στοναχῇ τε γόῳ τε
145ἧσται οδυρόμενος , φθινύθει δ̓ αμφ̓ οστεόφι χρώς .
146τὸν δ̓ αῦ Τηλέμαχος πεπνυμένος αντίον ηύδα
147άλγιον , αλλ̓ έμπης μιν εάσομεν , αχνύμενοί περ ·
148ει γὰρ πως είη αυτάγρετα πάντα βροτοῖσι ,
149πρῶτόν κεν τοῦ πατρὸς ἑλοίμεθα νόστιμον ῆμαρ
150αλλὰ σύ γ̓ αγγείλας οπίσω κίε , μη δὲ κατ̓ αγροὺς
151πλάζεσθαι μετ̓ εκεῖνον
ατὰρ πρὸς μητέρα ειπεῖν
152αμφίπολον ταμίην οτρυνέμεν ὅττι τάχιστα
153κρύβδην
κείνη γὰρ κεν απαγγείλειε γέροντι .
154ῆ ῥα καὶ ῶρσε συφορβόν
ὁ δ̓ εἵλετο χερσὶ πέδιλα ,
155δησάμενος δ̓ ὑπὸ ποσσὶ πόλινδ̓ ίεν
ου δ̓ άῤ Αθήνην
156λῆθεν απὸ σταθμοῖο κιὼν Εύμαιος ὑφορβός ,
157αλλ̓ ἥ γε σχεδὸν ῆλθε ·
δέμας δ̓ ήϊκτο γυναικὶ
158καλῇ τε μεγάλῃ τε καὶ αγλαὰ έργα ιδυίῃ
159στῆ δὲ κατ̓ αντίθυρον κλισίης Οδυσῆϊ φανεῖσα
160ου δ̓ άρα Τηλέμαχος ίδεν αντίον ου δ̓ ενόησεν ,
161ου γὰρ πω πάντεσσι θεοὶ φαίνονται εναργεῖς ,
162αλλ̓ Οδυσεύς τε κύνες τε ίδον , καί ῥ̓ ουχ ὑλάοντο
163κνυζηθμῷ δ̓ ἑτέρωσε διὰ σταθμοῖο φόβηθεν
164ἡ δ̓ άῤ επ̓ οφρύσι νεῦσε
νόησε δὲ δῖος Οδυσσεύς ,
165εκ δ̓ ῆλθεν μεγάροιο παρὲκ μέγα τειχίον αυλῆς ,
166στῆ δὲ πάροιθ̓ αυτῆς
τὸν δὲ προσέειπεν Αθήνη
167διογενὲς Λαερτιάδη , πολυμήχαν̓ Οδυσσεῦ
168ήδη νῦν σῷ παιδὶ έπος φάο μη δ̓ επίκευθε ,
169ὡς άν μνηστῆρσιν θάνατον καὶ κῆῤ αραρόντε
170έρχησθον προτὶ άστυ περικλυτόν
ου δ̓ εγὼ αυτὴ
171δηρὸν απὸ σφῶϊν έσομαι μεμαυῖα μάχεσθαι .
172ῆ καὶ χρυσείῃ ῥάβδῳ επεμάσσατ̓ Αθήνη
173φᾶρος μέν οἱ πρῶτον εϋπλυνὲς ηδὲ χιτῶνα
174θῆκ̓ αμφὶ στήθεσσι , δέμας δ̓ ώφελλε καὶ ἥβην
175ὰψ δὲ μελαγχροιὴς γένετο , γναθμοὶ δὲ τάνυσθεν ,
176κυάνεαι δ̓ εγένοντο γενειάδες αμφὶ γένειον
177ἡ μὲν άῤ ὣς έρξασα πάλιν κίεν
αυτὰρ Οδυσσεὺς
178ήϊεν ες κλισίην
θάμβησε δέ μιν φίλος υἱός ,
179ταρβήσας δ̓ ἑτέρωσε βάλ̓ όμματα , μὴ θεὸς είη ,
180καί μιν φωνήσας έπεα πτερόεντα προσηύδα
181αλλοῖός μοι , ξεῖνε , φάνης νέον ηὲ πάροιθεν ,
182άλλα δὲ είματ̓ έχεις , καί τοι χρὼς ουκέθ̓ ὁμοῖος .
183ῆ μάλα τις θεός εσσι , τοὶ ουρανὸν ευρὺν έχουσιν
184αλλ̓ ίληθ̓ , ἵνα τοι κεχαρισμένα δώομεν ἱρὰ
185ηδὲ χρύσεα δῶρα , τετυγμένα
φείδεο δ̓ ἡμέων
186τὸν δ̓ ημείβετ̓ έπειτα πολύτλας δῖος Οδυσσεύς
187ού τίς τοι θεός ειμι
τί μ̓ αθανάτοισιν εΐσκεις
188αλλὰ πατὴρ τεός ειμι , τοῦ εἵνεκα σὺ στεναχίζων
189πάσχεις άλγεα πολλά , βίας ὑποδέγμενος ανδρῶν .
190ὣς άρα φωνήσας υἱὸν κύσε , κὰδ δὲ παρειῶν
191δάκρυον ἧκε χαμᾶζε
πάρος δ̓ έχε νωλεμὲς αιεί
192Τηλέμαχος δ̓ , ου γάρ πω επείθετο ὃν πατέῤ εῖναι ,
193εξαῦτίς μιν έπεσσιν αμειβόμενος προσέειπεν
194ου σύ γ̓ Οδυσσεύς εσσι , πατὴρ εμός , αλλά με δαίμων
195θέλγει , όφῤ έτι μᾶλλον οδυρόμενος στεναχίζω
196ου γάρ πως ὰν θνητὸς ανὴρ τάδε μηχανόῳτο
197ᾧ αυτοῦ γε νόῳ , ὅτε μὴ θεὸς αυτὸς επελθὼν
198ῥηϊδίως εθέλων θείη νέον ηὲ γέροντα
199ῆ γάρ τοι νέον ῆσθα γέρων καὶ αεικέα ἕσσο
200νῦν δὲ θεοῖσιν έοικας , οἳ ουρανὸν ευρὺν έχουσι .
201τὸν δ̓ απαμειβόμενος προσέφη πολύμητις Οδυσσεύς
202Τηλέμαχ̓ , ού σε έοικε φίλον πατέρ ένδον εόντα
203ού τε τι θαυμάζειν περιώσιον ού τ̓ αγάασθαι
204ου μὲν γάρ τοι έτ̓ άλλος ελεύσεται ενθάδ̓ Οδυσσεύς ,
205αλλ̓ όδ̓ εγὼ τοιόσδε , παθὼν κακά , πολλὰ δ̓ αληθείς ,
206ήλυθον εικοστῷ έτεϊ ες πατρίδα γαῖαν
207αυτάρ τοι τόδε έργον Αθηναίης αγελείης ,
208ἥ τέ με τοῖον έθηκεν , ὅπως εθέλει , δύναται γὰρ ,
209άλλοτε μὲν πτωχῷ εναλίγκιον , άλλοτε δ̓ αῦτε
210ανδρὶ νέῳ καὶ καλὰ περὶ χροῒ είματ̓ έχοντι .
211ῥηΐδιον δὲ θεοῖσι , τοὶ ουρανὸν ευρὺν έχουσιν ,
212ημὲν κυδῆναι θνητὸν βροτὸν ηδὲ κακῶσαι .
213ὣς άρα φωνήσας κατ̓ άῤ ἕζετο , Τηλέμαχος δὲ
214αμφιχυθεὶς πατέῤ εσθλὸν οδύρετο , δάκρυα λείβων ,
215αμφοτέροισι δὲ τοῖσιν υφ̓ ἵμερος ῶρτο γόοιο
216κλαῖον δὲ λιγέως , αδινώτερον ή τ̓ οιωνοί ,
217φῆναι ὴ αιγυπιοὶ γαμψώνυχες , οἷσί τε τέκνα
218αγρόται εξείλοντο πάρος πετεηνὰ γενέσθαι ·
219ὣς άρα τοί γ̓ ελεεινὸν υπ̓ οφρύσι δάκρυον εῖβον
220καί νύ κ̓ οδυρομένοισιν έδυ φάος ηελίοιο ,
221ει μὴ Τηλέμαχος προσεφώνεεν ὃν πατέῤ αῖψα
222ποίῃ γὰρ νῦν δεῦρο , πάτερ φίλε , νηΐ σε ναῦται
223ήγαγον εις Ιθάκην ;
τίνες έμμεναι ευχετόωντο
224ου μὲν γάρ τί σε πεζὸν οΐομαι ενθάδ̓ ἱκέσθαι .
225τὸν δ̓ αῦτε προσέειπε πολύτλας δῖος Οδυσσεύς
226τοιγὰρ εγώ τοι , τέκνον , αληθείην καταλέξω
227Φαίηκές μ̓ άγαγον ναυσίκλυτοι , οἵ τε καὶ άλλους
228ανθρώπους πέμπουσιν , ὅτις σφέας εισαφίκηται
229καί μ̓ εύδοντ̓ εν νηῒ θοῇ επὶ πόντον άγοντες
230κάτθεσαν εις Ιθάκην , έπορον δέ μοι αγλαὰ δῶρα ,
231χαλκόν τε χρυσόν τε ἅλις εσθῆτά θ̓ ὑφαντήν
232καὶ τὰ μὲν εν σπήεσσι θεῶν ιότητι κέονται
233νῦν αῦ δεῦῤ ἱκόμην ὑποθημοσύνῃσιν Αθήνης ,
234όφρα κε δυσμενέεσσι φόνου πέρι βουλεύσωμεν
235αλλ̓ άγε μοι μνηστῆρας αριθμήσας κατάλεξον ,
236όφῤ ειδέω ὅσσοι τε καὶ οἵ τινες ανέρες εισί
237καί κεν εμὸν κατὰ θυμὸν αμύμονα μερμηρίξας
238φράσσομαι , ή κεν νῶϊ δυνησόμεθ̓ αντιφέρεσθαι
239μούνω άνευθ̓ άλλων , ῆ καὶ διζησόμεθ̓ άλλους .
240τὸν δ̓ αῦ Τηλέμαχος πεπνυμένος αντίον ηύδα
241ῶ πάτερ , ῆ τοι σεῖο μέγα κλέος αιὲν άκουον ,
242χεῖράς τ̓ αιχμητὴν έμεναι καὶ επίφρονα βουλήν
243αλλὰ λίην μέγα εῖπες
άγη μ̓ έχει
ου δέ κεν είη
244άνδρε δύω πολλοῖσι καὶ ιφθίμοισι μάχεσθαι .
245μνηστήρων δ̓ ού τ̓ ὰρ δεκὰς ατρεκὲς ού τε δύ̓ οῖαι ,
246αλλὰ πολὺ πλέονες ·
τάχα δ̓ είσεαι ενθάδ̓ αριθμόν
247εκ μὲν Δουλιχίοιο δύω καὶ πεντήκοντα
248κοῦροι κεκριμένοι , ἓξ δὲ δρηστῆρες ἕπονται ·
249εκ δὲ Σάμης πίσυρές τε καὶ είκοσι φῶτες έασιν ,
250εκ δὲ Ζακύνθου έασιν εείκοσι κοῦροι Αχαιῶν ,
251εκ δ̓ αυτῆς Ιθάκης δυοκαίδεκα πάντες άριστοι ,
252καί σφιν άμ̓ εστὶ Μέδων κῆρυξ καὶ θεῖος αοιδὸς
253καὶ δοιὼ θεράποντε , δαήμονε δαιτροσυνάων .
254τῶν εί κεν πάντων αντήσομεν ένδον εόντων ,
255μὴ πολύπικρα καὶ αινὰ βίας αποτίσεαι ελθών
256αλλὰ σύ γ̓ , ει δύνασαί τιν̓ αμύντορα μερμηρίξαι ,
257φράζευ , ὅ κέν τις νῶϊν αμύνοι πρόφρονι θυμῷ .
258τὸν δ̓ αῦτε προσέειπε πολύτλας δῖος Οδυσσεύς
259τοιγὰρ εγὼν ερέω , σὺ δὲ σύνθεο καί μευ άκουσον
260καὶ φράσαι ή κεν νῶϊν Αθήνη σὺν Διὶ πατρὶ
261αρκέσει , ῆέ τιν̓ άλλον αμύντορα μερμηρίξω .
262τὸν δ̓ αῦ Τηλέμαχος πεπνυμένος αντίον ηύδα
263εσθλώ τοι τούτω γ̓ επαμύντορε , τοὺς αγορεύεις ,
264ὕψι περ εν νεφέεσσι καθημένω ·
ὥ τε καὶ άλλοις
265ανδράσι τε κρατέουσι καὶ αθανάτοισι θεοῖσι .
266τὸν δ̓ αῦτε προσέειπε πολύτλας δῖος Οδυσσεύς
267ου μέν τοι κείνω γε πολὺν χρόνον αμφὶς έσεσθον
268φυλόπιδος κρατερῆς , ὁπότε μνηστῆρσι καὶ ἡμῖν
269εν μεγάροισιν εμοῖσι μένος κρίνηται Άρηος
270αλλὰ σὺ μὲν νῦν έρχευ άμ̓ ηοῖ φαινομένηφιν
271οίκαδε , καὶ μνηστῆρσιν ὑπερφιάλοισιν ὁμίλει
272αυτὰρ εμὲ προτὶ άστυ συβώτης ὕστερον άξει ,
273πτωχῷ λευγαλέῳ εναλίγκιον ηδὲ γέροντι
274ει δέ μ̓ ατιμήσουσι δόμον κάτα , σὸν δὲ φίλον κῆρ
275τετλάτω εν στήθεσσι κακῶς πάσχοντος εμεῖο ,
276ήν περ καὶ διὰ δῶμα ποδῶν ἕλκωσι θύραζε
277ὴ βέλεσι βάλλωσι
σὺ δ̓ εισορόων ανέχεσθαι
278αλλ̓ ῆ τοι παύεσθαι ανωγέμεν αφροσυνάων ,
279μειλιχίοις επέεσσι παραυδῶν
οἱ δέ τοι ού τι
280πείσονται
δὴ γάρ σφι παρίσταται αίσιμον ῆμαρ
281άλλο δέ τοι ερέω , σὺ δ̓ ενὶ φρεσὶ βάλλεο σῇσιν
282ὁππότε κεν πολύβουλος ενὶ φρεσὶ θῇσιν Αθήνη ,
283νεύσω μέν τοι εγὼ κεφαλῇ , σὺ δ̓ έπειτα νοήσας
284ὅσσα τοι εν μεγάροισιν Αρήϊα τεύχεα κεῖται
285ες μυχὸν ὑψηλοῦ θαλάμου καταθεῖναι αείρας
286πάντα μάλ̓ ·
αυτὰρ μνηστῆρας μαλακοῖς επέεσσι
287παρφάσθαι , ὅτε κέν σε μεταλλῶσιν ποθέοντες
288εκ καπνοῦ κατέθηκ̓ , επεὶ ουκέτι τοῖσιν εῴκει
289οἷά ποτε Τροίηνδε κιὼν κατέλειπεν Οδυσσεύς ,
290αλλὰ κατῄκισται , ὅσσον πυρὸς ίκετ̓ αϋτμή
291πρὸς δ̓ έτι καὶ τόδε μεῖζον ενὶ φρεσὶ θῆκε Κρονίων ,
292μή πως οινωθέντες , έριν στήσαντες εν ὑμῖν ,
293αλλήλους τρώσητε καταισχύνητέ τε δαῖτα
294καὶ μνηστύν
αυτὸς γὰρ εφέλκεται άνδρα σίδηρος .
295νῶϊν δ̓ οίοισιν δύο φάσγανα καὶ δύο δοῦρε
296καλλιπέειν καὶ δοιὰ βοάγρια χερσὶν ἑλέσθαι ,
297ὡς ὰν επιθύσαντες ἑλοίμεθα
τοὺς δέ κ̓ έπειτα
298Παλλὰς Αθηναίη θέλξει καὶ μητίετα Ζεύς
299άλλο δέ τοι ερέω , σὺ δ̓ ενὶ φρεσὶ βάλλεο σῇσιν
300ει ετεόν γ̓ εμός εσσι καὶ αἵματος ἡμετέροιο ,
301μή τις έπειτ̓ Οδυσῆος ακουσάτω ένδον εόντος ,
302μήτ̓ οῦν Λαέρτης ίστω τό γε μήτε συβώτης
303μήτε τις οικήων μήτ̓ αυτὴ Πηνελόπεια ,
304αλλ̓ οῖοι σύ τ̓ εγώ τε γυναικῶν γνώομεν ιθύν ·
305καί κέ τεο δμώων ανδρῶν έτι πειρηθεῖμεν ,
306ημὲν ὅπου τις νῶϊ τίει καὶ δείδιε θυμῷ ,
307ηδ̓ ὅτις ουκ αλέγει , σὲ δ̓ ατιμᾷ τοῖον εόντα .
308τὸν δ̓ απαμειβόμενος προσεφώνεε φαίδιμος υἱός
309ῶ πάτερ , ῆ τοι εμὸν θυμὸν καὶ έπειτά γ̓ , οΐω ,
310γνώσεαι
ου μὲν γάρ τι χαλιφροσύναι γέ μ̓ έχουσιν
311αλλ̓ ού τοι τόδε κέρδος εγὼν έσσεσθαι οΐω
312ἡμῖν αμφοτέροισι
σὲ δὲ φράζεσθαι άνωγα
313δηθὰ γὰρ αύτως είσῃ ἑκάστου πειρητίζων ,
314έργα μετερχόμενος
τοὶ δ̓ εν μεγάροισιν ἕκηλοι
315χρήματα δαρδάπτουσιν ὑπέρβιον ου δ̓ έπι φειδώ .
316αλλ̓ ῆ τοί σε γυναῖκας εγὼ δεδάασθαι άνωγα ,
317αἵ τέ σ̓ ατιμάζουσι καὶ αἳ νηλείτιδές εισιν
318ανδρῶν δ̓ ουκ ὰν εγώ γε κατὰ σταθμοὺς εθέλοιμι
319ἡμέας πειράζειν , αλλ̓ ὕστερα ταῦτα πένεσθαι ,
320ει ετεόν γέ τι οῖσθα Διὸς τέρας αιγιόχοιο .
321ὣς οἱ μὲν τοιαῦτα πρὸς αλλήλους αγόρευον ,
322ἡ δ̓ άῤ έπειτ̓ Ιθάκηνδε κατήγετο νηῦς ευεργής ,
323ἣ φέρε Τηλέμαχον Πυλόθεν καὶ πάντας ἑταίρους .
324οἱ δ̓ ὅτε δὴ λιμένος πολυβενθέος εντὸς ἵκοντο ,
325νῆα μὲν οἵ γε μέλαιναν επ̓ ηπείροιο έρυσσαν ,
326τεύχεα δέ σφ̓ απένεικαν ὑπέρθυμοι θεράποντες ,
327αυτίκα δ̓ ες Κλυτίοιο φέρον περικαλλέα δῶρα .
328αυτὰρ κήρυκα πρόεσαν δόμον εις Οδυσῆος ,
329αγγελίην ερέοντα περίφρονι Πηνελοπείῃ ,
330οὕνεκα Τηλέμαχος μὲν επ̓ αγροῦ , νῆα δ̓ ανώγει
331άστυδ̓ αποπλείειν , ἵνα μὴ δείσασ̓ ενὶ θυμῷ
332ιφθίμη βασίλεια τέρεν κατὰ δάκρυον είβοι
333τὼ δὲ συναντήτην κῆρυξ καὶ δῖος ὑφορβὸς
334τῆς αυτῆς ένεκ̓ αγγελίης , ερέοντε γυναικί .
335αλλ̓ ὅτε δή ῥ̓ ἵκοντο δόμον θείου βασιλῆος ,
336κῆρυξ μέν ῥα μέσῃσι μετὰ δμῳῇσιν έειπεν
337ήδη τοι , βασίλεια , φίλος πάϊς ειλήλουθε .
338Πηνελοπείῃ δ̓ εῖπε συβώτης άγχι παραστὰς
339πάνθ̓ ὅσα οἱ φίλος υἱὸς ανώγει μυθήσασθαι
340αυτὰρ επεὶ δὴ πᾶσαν εφημοσύνην απέειπε ,
341βῆ ῥ̓ ίμεναι μεθ̓ ὕας , λίπε δ̓ ἕρκεά τε μέγαρόν τε
342μνηστῆρες δ̓ ακάχοντο κατήφησάν τ̓ ενὶ θυμῷ ,
343εκ δ̓ ῆλθον μεγάροιο παρὲκ μέγα τειχίον αυλῆς ,
344αυτοῦ δὲ προπάροιθε θυράων ἑδριόωντο
345τοῖσιν δ̓ Ευρύμαχος , Πολύβου πάϊς , ῆρχ̓ αγορεύειν
346ῶ φίλοι , ῆ μέγα έργον ὑπερφιάλως τετέλεσται
347Τηλεμάχῳ ὁδὸς ἥδε ·
φάμεν δέ οἱ ου τελέεσθαι
348αλλ̓ άγε νῆα μέλαιναν ερύσσομεν ἥ τις αρίστη ,
349ες δ̓ ερέτας ἁλιῆας αγείρομεν , οἵ κε τάχιστα
350κείνοις αγγείλωσι θοῶς οῖκόνδε νέεσθαι .
351ού πω πᾶν είρηθ̓ , ότ̓ άῤ Αμφίνομος ίδε νῆα ,
352στρεφθεὶς εκ χώρης , λιμένος πολυβενθέος εντός ,
353ἱστία τε στέλλοντας ερετμά τε χερσὶν έχοντας
354ἡδὺ δ̓ άῤ εκγελάσας μετεφώνεεν οἷς ἑτάροισι
355μή τιν̓ έτ̓ αγγελίην οτρύνομεν
οἵδε γὰρ ένδον .
356ή τίς σφιν τόδ̓ έειπε θεῶν , ὴ είσιδον αυτοὶ
357νῆα παρερχομένην , τὴν δ̓ ουκ εδύναντο κιχῆναι .
358ὣς έφαθ̓ , οἱ δ̓ ανστάντες έβαν επὶ θῖνα θαλάσσης ,
359αῖψα δὲ νῆα μέλαιναν επ̓ ηπείροιο έρυσσαν ,
360τεύχεα δέ σφ̓ απένεικαν ὑπέρθυμοι θεράποντες
361αυτοὶ δ̓ εις αγορὴν κίον αθρόοι , ου δέ τιν̓ άλλον
362είων ού τε νέων μεταΐζειν ού τε γερόντων
363τοῖσιν δ̓ Αντίνοος μετέφη , Ευπείθεος υἱός
364ὼ πόποι , ὡς τόνδ̓ άνδρα θεοὶ κακότητος έλυσαν
365ήματα μὲν σκοποὶ ἷζον επ̓ άκριας ηνεμοέσσας
366αιὲν επασσύτεροι
ἅμα δ̓ ηελίῳ καταδύντι
367ού ποτ̓ επ̓ ηπείρου νύκτ̓ άσαμεν , αλλ̓ ενὶ πόντῳ
368νηῒ θοῇ πλείοντες εμίμνομεν Ηῶ δῖαν ,
369Τηλέμαχον λοχόωντες , ἵνα φθίσωμεν ἑλόντες
370αυτόν
τὸν δ̓ άρα τῆος απήγαγεν οίκαδε δαίμων ,
371ἡμεῖς δ̓ ενθάδε οἱ φραζώμεθα λυγρὸν όλεθρον
372Τηλεμάχῳ , μη δ̓ ἧμας ὑπεκφύγοι ·
ου γὰρ οΐω
373τούτου γε ζώοντος ανύσσεσθαι τάδε έργα
374αυτὸς μὲν γὰρ επιστήμων βουλῇ τε νόῳ τε ,
375λαοὶ δ̓ ουκέτι πάμπαν εφ̓ ἡμῖν ῆρα φέρουσιν .
376αλλ̓ άγετε , πρὶν κεῖνον ὁμηγυρίσασθαι Αχαιοὺς
377εις αγορήν - ου γάρ τι μεθησέμεναί μιν οΐω ,
378αλλ̓ απομηνίσει , ερέει δ̓ εν πᾶσιν αναστὰς
379οὕνεκά οἱ φόνον αιπὺν εράπτομεν ου δ̓ εκίχημεν
380οἱ δ̓ ουκ αινήσουσιν ακούοντες κακὰ έργα
381μή τι κακὸν ῥέξωσι καὶ ἡμέας εξελάσωσι
382γαίης ἡμετέρης , άλλων δ̓ αφικώμεθα δῆμον
383αλλὰ φθέωμεν ἑλόντες επ̓ αγροῦ νόσφι πόληος
384ὴ εν ὁδῷ ·
βίοτον δ̓ αυτοὶ καὶ κτήματ̓ έχωμεν ,
385δασσάμενοι κατὰ μοῖραν εφ̓ ἡμέας , οικία δ̓ αῦτε
386κείνου μητέρι δοῖμεν έχειν ηδ̓ ὅστις οπυίοι
387ει δ̓ ὑμῖν ὅδε μῦθος αφανδάνει , αλλὰ βόλεσθε
388αυτόν τε ζώειν καὶ έχειν πατρώϊα πάντα ,
389μή οἱ χρήματ̓ έπειτα ἅλις θυμηδέ̓ έδωμεν
390ενθάδ̓ αγειρόμενοι , αλλ̓ εκ μεγάροιο ἕκαστος
391μνάσθω εέδνοισιν διζήμενος
ἡ δέ κ̓ έπειτα
392γήμαιθ̓ ὅς κε πλεῖστα πόροι καὶ μόρσιμος έλθοι .
393ὣς έφαθ̓ , οἱ δ̓ άρα πάντες ακὴν εγένοντο σιωπῇ
394τοῖσιν δ̓ Αμφίνομος αγορήσατο καὶ μετέειπε ,
395Νίσου φαίδιμος υἱός , Αρητιάδαο άνακτος ,
396ὅς ῥ̓ εκ Δουλιχίου πολυπύρου , ποιήεντος ,
397ἡγεῖτο μνηστῆρσι , μάλιστα δὲ Πηνελοπείῃ
398ἥνδανε μύθοισι
φρεσὶ γὰρ κέχρητ̓ αγαθῇσιν
399ὅ σφιν εϋφρονέων αγορήσατο καὶ μετέειπεν
400ῶ φίλοι , ουκ ὰν εγώ γε κατακτείνειν εθέλοιμι
401Τηλέμαχον
δεινὸν δὲ γένος βασιλήϊόν εστιν
402κτείνειν
αλλὰ πρῶτα θεῶν ειρώμεθα βουλάς
403ει μέν κ̓ αινήσωσι Διὸς μεγάλοιο θέμιστες ,
404αυτός τε κτενέω τούς τ̓ άλλους πάντας ανώξω
405ει δέ κ̓ αποτρωπῶσι θεοί , παύσασθαι άνωγα .
406ὣς έφατ̓ Αμφίνομος , τοῖσιν δ̓ επιήνδανε μῦθος
407αυτίκ̓ έπειτ̓ ανστάντες έβαν δόμον εις Οδυσῆος ,
408ελθόντες δὲ καθῖζον επὶ ξεστοῖσι θρόνοισιν
409ἡ δ̓ αῦτ̓ άλλ̓ ενόησε περίφρων Πηνελόπεια ,
410μνηστήρεσσι φανῆναι ὑπέρβιον ὕβριν έχουσι .
411πεύθετο γὰρ οὗ παιδὸς ενὶ μεγάροισιν όλεθρον
412κῆρυξ γὰρ οἱ έειπε Μέδων , ὃς επεύθετο βουλάς .
413βῆ δ̓ ιέναι μέγαρόνδε σὺν αμφιπόλοισι γυναιξίν
414αλλ̓ ὅτε δὴ μνηστῆρας αφίκετο δῖα γυναικῶν ,
415στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο ,
416άντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα ,
417Αντίνοον δ̓ ενένιπεν έπος τ̓ έφατ̓ έκ τ̓ ονόμαζεν
418Αντίνὀ , ὕβριν έχων , κακομήχανε , καὶ δέ σέ φασιν
419εν δήμῳ Ιθάκης μεθ̓ ὁμήλικας έμμεν άριστον
420βουλῇ καὶ μύθοισι
σὺ δ̓ ουκ άρα τοῖος έησθα
421μάργε , τίη δὲ σὺ Τηλεμάχῳ θάνατόν τε μόρον τε
422ῥάπτεις , ου δ̓ ἱκέτας εμπάζεαι , οἷσιν άρα Ζεὺς
423μάρτυρος ;
ου δ̓ ὁσίη κακὰ ῥάπτειν αλλήλοισιν .
424ῆ ουκ οῖσθ̓ ὅτε δεῦρο πατὴρ τεὸς ἵκετο φεύγων ,
425δῆμον ὑποδείσας
δὴ γὰρ κεχολώατο λίην ,
426οὕνεκα ληϊστῆρσιν επισπόμενος Ταφίοισιν
427ήκαχε Θεσπρωτούς
οἱ δ̓ ἡμῖν άρθμιοι ῆσαν
428τόν ῥ̓ έθελον φθῖσαι καὶ απορραῖσαι φίλον ῆτορ
429ηδὲ κατὰ ζωὴν φαγέειν μενοεικέα πολλήν
430αλλ̓ Οδυσεὺς κατέρυκε καὶ έσχεθεν ἱεμένους περ
431τοῦ νῦν οῖκον άτιμον έδεις , μνάᾳ δὲ γυναῖκα
432παῖδά τ̓ αποκτείνεις , εμὲ δὲ μεγάλως ακαχίζεις
433αλλά σε παύσασθαι κέλομαι καὶ ανωγέμεν άλλους .
434τὴν δ̓ αῦτ̓ Ευρύμαχος , Πολύβου πάϊς , αντίον ηύδα
435κούρη Ικαρίοιο , περίφρον Πηνελόπεια ,
436θάρσει
μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων
437ουκ έσθ̓ οὗτος ανὴρ ου δ̓ έσσεται ου δὲ γένηται ,
438ὅς κεν Τηλεμάχῳ σῷ υἱέϊ χεῖρας εποίσει
439ζώοντός γ̓ εμέθεν καὶ επὶ χθονὶ δερκομένοιο .
440ὧδε γὰρ εξερέω , καὶ μὴν τετελεσμένον έσται
441αῖψά οἱ αἷμα κελαινὸν ερωήσει περὶ δουρὶ
442ἡμετέρῳ , επεὶ ῆ καὶ εμὲ πτολίπορθος Οδυσσεὺς
443πολλάκι γούνασιν οἷσιν εφεσσάμενος κρέας οπτὸν
444εν χείρεσσιν έθηκεν , επέσχε τε οῖνον ερυθρόν
445τῷ μοι Τηλέμαχος πάντων πολὺ φίλτατός εστιν
446ανδρῶν , ου δέ τί μιν θάνατον τρομέεσθαι άνωγα
447έκ γε μνηστήρων
θεόθεν δ̓ ουκ έστ̓ αλέασθαι .
448ὣς φάτο θαρσύνων , τῷ δ̓ ήρτυεν αυτὸς όλεθρον
449ἡ μὲν άῤ εισαναβᾶσ̓ ὑπερώϊα σιγαλόεντα
450κλαῖεν έπειτ̓ Οδυσῆα , φίλον πόσιν , όφρα οἱ ὕπνον
451ἡδὺν επὶ βλεφάροισι βάλε γλαυκῶπις Αθήνη
452ἑσπέριος δ̓ Οδυσῆϊ καὶ υἱέϊ δῖος ὑφορβὸς
453ήλυθεν
οἱ δ̓ άρα δόρπον επισταδὸν ὡπλίζοντο ,
454σῦν ἱερεύσαντες ενιαύσιον
αυτὰρ Αθήνη ,
455άγχι παρισταμένη , Λαερτιάδην Οδυσῆα
456ῥάβδῳ πεπληγυῖα πάλιν ποίησε γέροντα ,
457λυγρὰ δὲ εἵματα ἕσσε περὶ χροΐ , μή ἑ συβώτης
458γνοίη εσάντα ιδὼν καὶ εχέφρονι Πηνελοπείῃ
459έλθοι απαγγέλλων μη δὲ φρεσὶν ειρύσσαιτο
460τὸν καὶ Τηλέμαχος πρότερος πρὸς μῦθον έειπεν
461ῆλθες , δῖ̓ Εύμαιε
τί δὴ κλέος έστ̓ ανὰ άστυ
462ῆ ῥ̓ ήδη μνηστῆρες αγήνορες ένδον έασιν
463εκ λόχου , ῆ έτι μ̓ αῦτ̓ ειρύαται οίκαδ̓ ιόντα
464τὸν δ̓ απαμειβόμενος προσέφης , Εύμαιε συβῶτα
465ουκ έμελέν μοι ταῦτα μεταλλῆσαι καὶ ερέσθαι
466άστυ καταβλώσκοντα
τάχιστά με θυμὸς ανώγει
467αγγελίην ειπόντα πάλιν δεῦῤ απονέεσθαι
468ὡμήρησε δέ μοι παῤ ἑταίρων άγγελος ωκύς ,
469κῆρυξ , ὃς δὴ πρῶτος έπος σῇ μητρὶ έειπεν
470άλλο δέ τοι τό γε οῖδα
τὸ γὰρ ίδον οφθαλμοῖσιν
471ήδη ὑπὲρ πόλιος , ὅθι θ̓ Ἕρμαιος λόφος εστίν ,
472ῆα κιών , ὅτε νῆα θοὴν ιδόμην κατιοῦσαν
473ες λιμέν̓ ἡμέτερον
πολλοὶ δ̓ έσαν άνδρες εν αυτῇ ,
474βεβρίθει δὲ σάκεσσι καὶ έγχεσιν αμφιγύοισι
475καὶ σφέας ωΐσθην τοὺς έμμεναι , ου δέ τι οῖδα .
476ὣς φάτο , μείδησεν δ̓ ἱερὴ ὶς Τηλεμάχοιο
477ες πατέῤ οφθαλμοῖσιν ιδών , αλέεινε δ̓ ὑφορβόν
478οἱ δ̓ επεὶ οῦν παύσαντο πόνου τετύκοντό τε δαῖτα ,
479δαίνυντ̓ , ου δέ τι θυμὸς εδεύετο δαιτὸς εΐσης
480αυτὰρ επεὶ πόσιος καὶ εδητύος εξ έρον ἕντο , κοίτου τε μνήσαντο καὶ ὕπνου δῶρον ἕλοντο
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52
53
54
55
56
57
58
59
60
61
62
63
64
65
66
67
68
69
70
71
72
73
74
75
76
77
78
79
80
81
82
83
84
85
86
87
88
89
90
91
92
93
94
95
96
97
98
99
100
101
103
104
105
106
107
108
109
110
111
112
113
114
115
116
117
118
119
120
121
122
123
124
125
126
127
128
129
130
131
132
133
134
135
136
137
138
139
140
141
142
143
144
145
146
147
148
149
150
151
152
153
154
155
156
157
158
159
160
161
162
163
164
165
166
167
168
169
170
171
172
173
174
175
176
177
178
179
180
181
182
183
184
185
186
187
188
189
190
191
192
193
194
195
196
197
198
199
200
201
202
203
204
205
206
207
208
209
210
211
212
213
214
215
216
217
218
219
220
221
222
223
224
225
226
227
228
229
230
231
232
233
234
235
236
237
238
239
240
241
242
243
244
245
246
247
248
249
250
251
252
253
254
255
256
257
258
259
260
261
262
263
264
265
266
267
268
269
270
271
272
273
274
275
276
277
278
279
280
281
282
283
284
285
286
287
288
289
290
291
292
293
294
295
296
297
298
299
300
301
302
303
304
305
306
307
308
309
310
311
312
313
314
315
316
317
318
319
320
321
322
323
324
325
326
327
328
329
330
331
332
333
334
335
336
337
338
339
340
341
342
343
344
345
346
347
348
349
350
351
352
353
354
355
356
357
358
359
360
361
362
363
364
365
366
367
368
369
370
371
372
373
374
375
376
377
378
379
380
381
382
383
384
385
386
387
388
389
390
391
392
393
394
395
396
397
398
399
400
401
402
403
404
405
406
407
408
409
410
411
412
413
414
415
416
417
418
419
420
421
422
423
424
425
426
427
428
429
430
431
432
433
434
435
436
437
438
439
440
441
442
443
444
445
446
447
448
449
450
451
452
453
454
455
456
457
458
459
460
461
462
463
464
465
466
467
468
469
470
471
472
473
474
475
476
477
478
479
480