Homer

Odyssey    —    Ὀδύσσεια

Book 15

1 δ̓ εις ευρύχορον Λακεδαίμονα Παλλὰς Αθήνη
2ῴχετ̓, Οδυσσῆος μεγαθύμου φαίδιμον υἱὸν
3νόστου ὑπομνήσουσα καὶ οτρυνέουσα νέεσθαι.

4εὗρε δὲ Τηλέμαχον καὶ Νέστορος αγλαὸν υἱὸν
5εύδοντ̓ εν προδόμῳ Μενελάου κυδαλίμοιο,
6 τοι Νεστορίδην μαλακῷ δεδμημένον ὕπνῳ

7Τηλέμαχον δ̓ ουχ ὕπνος έχε γλυκύς, αλλ̓ ενὶ θυμῷ
8νύκτα δἰ αμβροσίην μελεδήματα πατρὸς έγειρεν

9αγχοῦ δ̓ ἱσταμένη προσέφη γλαυκῶπις Αθήνη

10Τηλέμαχ̓, ουκέτι καλὰ δόμων άπο τῆλ̓ αλάλησαι,
11κτήματά τε προλιπὼν άνδρας τ̓ εν σοῖσι δόμοισιν
12οὕτω ὑπερφιάλους
μή τοι κατὰ πάντα φάγωσι
13κτήματα δασσάμενοι, σὺ δὲ τηϋσίην ὁδὸν έλθῃς

14αλλ̓ ότρυνε τάχιστα βοὴν αγαθὸν Μενέλαον
15πεμπέμεν, όφῤ έτι οίκοι αμύμονα μητέρα τέτμῃς

16ήδη γάρ ῥα πατήρ τε κασίγνητοί τε κέλονται
17Ευρυμάχῳ γήμασθαι
γὰρ περιβάλλει ἅπαντας
18μνηστῆρας δώροισι καὶ εξώφελλεν έεδνα

19μή νύ τι σεῦ αέκητι δόμων εκ κτῆμα φέρηται

20οῖσθα γὰρ οἷος θυμὸς ενὶ στήθεσσι γυναικός·

21κείνου βούλεται οῖκον οφέλλειν ὅς κεν οπυίῃ,
22παίδων δὲ προτέρων καὶ κουριδίοιο φίλοιο
23ουκέτι μέμνηται τεθνηκότος ου δὲ μεταλλᾷ.

24αλλὰ σύ γ̓ ελθὼν αυτὸς επιτρέψειας ἕκαστα
25δμῳάων τίς τοι αρίστη φαίνεται εῖναι,
26εις κέ τοι φήνωσι θεοὶ κυδρὴν παράκοιτιν.

27άλλο δέ τοί τι έπος ερέω, σὺ δὲ σύνθεο θυμῷ

28μνηστήρων σ̓ επιτηδὲς αριστῆες λοχόωσιν
29εν πορθμῷ Ιθάκης τε Σάμοιό τε παιπαλοέσσης

30ἱέμενοι κτεῖναι, πρὶν πατρίδα γαῖαν ἱκέσθαι

31αλλὰ τά γ̓ ουκ οΐω
πρὶν καί τινα γαῖα καθέξει
32ανδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν

33αλλὰ ἑκὰς νήσων απέχειν ευεργέα νῆα,
34νυκτὶ δ̓ ὁμῶς πλείειν
πέμψει δέ τοι οῦρον όπισθεν
35αθανάτων ὅς τίς σε φυλάσσει τε ῥύεταί τε

36αυτὰρ επὴν πρώτην ακτὴν Ιθάκης αφίκηαι,
37νῆα μὲν ες πόλιν οτρῦναι καὶ πάντας ἑταίρους,
38αυτὸς δὲ πρώτιστα συβώτην εισαφικέσθαι,
39ὅς τοι ὑῶν επίουρος, ὁμῶς δέ τοι ήπια οῖδεν.

40ένθα δὲ νύκτ̓ αέσαι
τὸν δ̓ οτρῦναι πόλιν είσω
41αγγελίην ερέοντα περίφρονι Πηνελοπείῃ,
42οὕνεκά οἱ σῶς εσσὶ καὶ εκ Πύλου ειλήλουθας.

43 μὲν άῤ ὣς ειποῦσ̓ απέβη πρὸς μακρὸν Όλυμπον,
44αυτὰρ Νεστορίδην εξ ἡδέος ὕπνου έγειρεν
45λὰξ ποδὶ κινήσας, καί μιν πρὸς μῦθον έειπεν

46έγρεο, Νεστορίδη Πεισίστρατε, μώνυχας ἵππους
47ζεῦξον υφ̓ άρματ̓ άγων, όφρα πρήσσωμεν ὁδοῖο.

48τὸν δ̓ αῦ Νεστορίδης Πεισίστρατος αντίον ηύδα·

49Τηλέμαχ̓, ού πως έστιν επειγομένους περ ὁδοῖο
50νύκτα διὰ δνοφερὴν ελάαν
τάχα δ̓ έσσεται ηώς
51αλλὰ μέν̓ εις κε δῶρα φέρων επιδίφρια θήῃ
52ἥρως Ατρείδης, δουρικλειτὸς Μενέλαος,
53καὶ μύθοις αγανοῖσι παραυδήσας αποπέμψῃ

54τοῦ γάρ τε ξεῖνος μιμνήσκεται ήματα πάντα
55ανδρὸς ξεινοδόκου, ὅς κεν φιλότητα παράσχῃ.

56ὣς έφατ̓, αυτίκα δὲ χρυσόθρονος ήλυθεν Ηώς

57αγχίμολον δέ σφ̓ ῆλθε βοὴν αγαθὸς Μενέλαος,
58ανστὰς εξ ευνῆς, Ἑλένης πάρα καλλικόμοιο

59τὸν δ̓ ὡς οῦν ενόησεν Οδυσσῆος φίλος υἱός,
60σπερχόμενός ῥα χιτῶνα περὶ χροῒ σιγαλόεντα
61δῦνεν, καὶ μέγα φᾶρος επὶ στιβαροῖς βάλετ̓ ώμοις
62ἥρως, βῆ δὲ θύραζε, παριστάμενος δὲ προσηύδα
63Τηλέμαχος, φίλος υἱὸς Οδυσσῆος θείοιο

64Ατρεΐδη Μενέλαε διοτρεφές, όρχαμε λαῶν,
65ήδη νῦν μ̓ απόπεμπε φίλην ες πατρίδα γαῖαν

66ήδη γάρ μοι θυμὸς εέλδεται οίκαδ̓ ἱκέσθαι.

67τὸν δ̓ ημείβετ̓ έπειτα βοὴν αγαθὸς Μενέλαος

68Τηλέμαχ̓, ού τί σ̓ εγώ γε πολὺν χρόνον ενθάδ̓ ερύξω
69ἱέμενον νόστοιο
νεμεσσῶμαι δὲ καὶ άλλῳ
70ανδρὶ ξεινοδόκῳ, ὅς κ̓ έξοχα μὲν φιλέῃσιν,
71έξοχα δ̓ εχθαίρῃσιν
αμείνω δ̓ αίσιμα πάντα.
72ῖσόν τοι κακόν εσθ̓, ὅς τ̓ ουκ εθέλοντα νέεσθαι
73ξεῖνον εποτρύνει καὶ ὃς εσσύμενον κατερύκει

74χρὴ ξεῖνον παρεόντα φιλεῖν, εθέλοντα δὲ πέμπειν

75αλλὰ μέν̓ εις κε δῶρα φέρων επιδίφρια θείω
76καλά, σὺ δ̓ οφθαλμοῖσιν ίδῃς, είπω δὲ γυναιξὶ
77δεῖπνον ενὶ μεγάροις τετυκεῖν ἅλις ένδον εόντων

78αμφότερον, κῦδός τε καὶ αγλαΐη καὶ όνειαρ,
79δειπνήσαντας ίμεν πολλὴν επ̓ απείρονα γαῖαν.

80ει δ̓ εθέλεις τραφθῆναι αν̓ Ἑλλάδα καὶ μέσον Άργος,
81όφρα τοι αυτὸς ἕπωμαι, ὑποζεύξω δέ τοι ἵππους,
82άστεα δ̓ ανθρώπων ἡγήσομαι
ου δέ τις ἡμέας
83αύτως αππέμψει, δώσει δέ τι ἕν γε φέρεσθαι,
84ηέ τινα τριπόδων ευχάλκων ηὲ λεβήτων,
85ηὲ δύ̓ ἡμιόνους ηὲ χρύσειον άλεισον.

86τὸν δ̓ αῦ Τηλέμαχος πεπνυμένος αντίον ηύδα

87Ατρεΐδη Μενέλαε διοτρεφές, όρχαμε λαῶν,
88βούλομαι ήδη νεῖσθαι εφ̓ ημέτεῤ·
ου γὰρ όπισθεν
89οῦρον ιὼν κατέλειπον επὶ κτεάτεσσιν εμοῖσιν

90μὴ πατέῤ αντίθεον διζήμενος αυτὸς όλωμαι,
91ή τί μοι εκ μεγάρων κειμήλιον εσθλὸν όληται.

92αυτὰρ επεὶ τό γ̓ άκουσε βοὴν αγαθὸς Μενέλαος,
93αυτίκ̓ άῤ αλόχῳ ηδὲ δμῳῇσι κέλευσε
94δεῖπνον ενὶ μεγάροις τετυκεῖν ἅλις ένδον εόντων

95αγχίμολον δέ οἱ ῆλθε Βοηθοΐδης Ετεωνεύς,
96ανστὰς εξ ευνῆς, επεὶ ου πολὺ ναῖεν απ̓ αυτοῦ·

97τὸν πῦρ κῆαι άνωγε βοὴν αγαθὸς Μενέλαος
98οπτῆσαί τε κρεῶν
δ̓ άῤ ουκ απίθησεν ακούσας
99αυτὸς δ̓ ες θάλαμον κατεβήσετο κηώεντα,
100ουκ οῖος, ἅμα τῷ γ̓ Ἑλένη κίε καὶ Μεγαπένθης

101αλλ̓ ὅτε δή ῥ̓ ἵκανον ὅθι κειμήλια κεῖτο,
102Ατρεΐδης μὲν έπειτα δέπας λάβεν αμφικύπελλον,
103υἱὸν δὲ κρητῆρα φέρειν Μεγαπένθἐ άνωγεν
104αργύρεον·
Ἑλένη δὲ παρίστατο φωριαμοῖσιν,
105ένθ̓ έσαν οἱ πέπλοι παμποίκιλοι, οὓς κάμεν αυτή

106τῶν έν̓ αειραμένη Ἑλένη φέρε, δῖα γυναικῶν,
107ὃς κάλλιστος έην ποικίλμασιν ηδὲ μέγιστος,
108αστὴρ δ̓ ὣς απέλαμπεν·
έκειτο δὲ νείατος άλλων
109βὰν δ̓ ιέναι προτέρω διὰ δώματος, ἧος ἵκοντο
110Τηλέμαχον
τὸν δὲ προσέφη ξανθὸς Μενέλαος
111Τηλέμαχ̓, τοι νόστον, ὅπως φρεσὶ σῇσι μενοινᾷς,
112ὥς τοι Ζεὺς τελέσειεν, ερίγδουπος πόσις Ἥρης

113δώρων δ̓, όσσ̓ εν εμῷ οίκῳ κειμήλια κεῖται,
114δώσω κάλλιστον καὶ τιμηέστατόν εστι.

115δώσω τοι κρητῆρα τετυγμένον
αργύρεος δὲ
116εστὶν ἅπας, χρυσῷ δ̓ επὶ χείλεα κεκράανται,
117έργον δ̓ Ἡφαίστοιο·
πόρεν δέ Φαίδιμος ἥρως,
118Σιδονίων βασιλεύς, όθ̓ ἑὸς δόμος αμφεκάλυψε
119κεῖσέ με νοστήσαντα
τεῒν δ̓ εθέλω τόδ̓ οπάσσαι.
120ὣς ειπὼν εν χειρὶ τίθει δέπας αμφικύπελλον
121ἥρως Ατρεΐδης
δ̓ άρα κρητῆρα φαεινὸν
122θῆκ̓ αυτοῦ προπάροιθε φέρων κρατερὸς Μεγαπένθης,
123αργύρεον·
Ἑλένη δὲ παρίστατο καλλιπάρῃος
124πέπλον έχουσ̓ εν χερσίν, έπος τ̓ έφατ̓ έκ τ̓ ονόμαζε

125δῶρόν τοι καὶ εγώ, τέκνον φίλε, τοῦτο δίδωμι,
126μνῆμ̓ Ἑλένης χειρῶν, πολυηράτου ες γάμου ὥρην,
127σῇ αλόχῳ φορέειν
τῆος δὲ φίλῃ παρὰ μητρὶ
128κείσθω ενὶ μεγάρῳ
σὺ δέ μοι χαίρων αφίκοιο
129οῖκον εϋκτίμενον καὶ σὴν ες πατρίδα γαῖαν.

130ὣς ειποῦσ̓ εν χερσὶ τίθει, δ̓ εδέξατο χαίρων

131καὶ τὰ μὲν ες πείρινθα τίθει Πεισίστρατος ἥρως
132δεξάμενος, καὶ πάντα ἑῷ θηήσατο θυμῷ

133τοὺς δ̓ ῆγε πρὸς δῶμα κάρη ξανθὸς Μενέλαος

134ἑζέσθην δ̓ άῤ έπειτα κατὰ κλισμούς τε θρόνους τε

135χέρνιβα δ̓ αμφίπολος προχόῳ επέχευε φέρουσα
136καλῇ χρυσείῃ, ὑπὲρ αργυρέοιο λέβητος,
137νίψασθαι
παρὰ δὲ ξεστὴν ετάνυσσε τράπεζαν
138σῖτον δ̓ αιδοίη ταμίη παρέθηκε φέρουσα

139είδατα πόλλ̓ επιθεῖσα, χαριζομένη παρεόντων

140πὰρ δὲ Βοηθοΐδης κρέα δαίετο καὶ νέμε μοίρας

141οινοχόει δ̓ υἱὸς Μενελάου κυδαλίμοιο

142οἱ δ̓ επ̓ ονείαθ̓ ἑτοῖμα προκείμενα χεῖρας ίαλλον

143αυτὰρ επεὶ πόσιος καὶ εδητύος εξ έρον ἕντο,
144δὴ τότε Τηλέμαχος καὶ Νέστορος αγλαὸς υἱὸς
145ἵππους τε ζεύγνυντ̓ ανά θ̓ ἅρματα ποικίλ̓ έβαινον,
146εκ δ̓ έλασαν προθύροιο καὶ αιθούσης εριδούπου

147τοὺς δὲ μετ̓ Ατρεΐδης έκιε ξανθὸς Μενέλαος,
148οῖνον έχων εν χειρὶ μελίφρονα δεξιτερῆφι,
149εν δέπαϊ χρυσέῳ, όφρα λείψαντε κιοίτην

150στῆ δ̓ ἵππων προπάροιθε, δεδισκόμενος δὲ προσηύδα

151χαίρετον, κούρω, καὶ Νέστορι ποιμένι λαῶν
152ειπεῖν·
γὰρ εμοί γε πατὴρ ὣς ήπιος ῆεν,
153ἧος ενὶ Τροίῃ πολεμίζομεν υἷες Αχαιῶν.

154τὸν δ̓ αῦ Τηλέμαχος πεπνυμένος αντίον ηύδα

155καὶ λίην κείνῳ γε, διοτρεφές, ὡς αγορεύεις,
156πάντα τάδ̓ ελθόντες καταλέξομεν
αὶ γὰρ εγὼν ὣς
157νοστήσας Ιθάκηνδε, κιχὼν Οδυσῆ̓ ενὶ οίκῳ,
158είποιμ̓ ὡς παρὰ σεῖο τυχὼν φιλότητος ἁπάσης
159έρχομαι, αυτὰρ άγω κειμήλια πολλὰ καὶ εσθλά.

160ὣς άρα οἱ ειπόντι επέπτατο δεξιὸς όρνις,
161αιετὸς αργὴν χῆνα φέρων ονύχεσσι πέλωρον,
162ἥμερον εξ αυλῆς
οἱ δ̓ ιΰζοντες ἕποντο
163ανέρες ηδὲ γυναῖκες·
δέ σφισιν εγγύθεν ελθὼν
164δεξιὸς ήϊξε πρόσθ̓ ἵππων
οἱ δὲ ιδόντες
165γήθησαν, καὶ πᾶσιν ενὶ φρεσὶ θυμὸς ιάνθη

166τοῖσι δὲ Νεστορίδης Πεισίστρατος ήρχετο μύθων

167φράζεο δή, Μενέλαε διοτρεφές, όρχαμε λαῶν,
168 νῶϊν τόδ̓ έφηνε θεὸς τέρας ῆε σοὶ αυτῷ.

169ὣς φάτο, μερμήριξε δ̓ αρηΐφιλος Μενέλαος,
170ὅππως οἱ κατὰ μοῖραν ὑποκρίναιτο νοήσας

171τὸν δ̓ Ἑλένη τανύπεπλος ὑποφθαμένη φάτο μῦθον

172κλῦτέ μευ
αυτὰρ εγὼ μαντεύσομαι, ὡς ενὶ θυμῷ
173αθάνατοι βάλλουσι καὶ ὡς τελέεσθαι οΐω

174ὡς ὅδε χῆν̓ ήρπαξ̓ ατιταλλομένην ενὶ οίκῳ
175ελθὼν εξ όρεος, ὅθι οἱ γενεή τε τόκος τε,
176ὣς Οδυσεὺς κακὰ πολλὰ παθὼν καὶ πόλλ̓ επαληθεὶς
177οίκαδε νοστήσει καὶ τίσεται·
ηὲ καὶ ήδη
178οίκοι, ατὰρ μνηστῆρσι κακὸν πάντεσσι φυτεύει.

179τὴν δ̓ αῦ Τηλέμαχος πεπνυμένος αντίον ηύδα

180οὕτω νῦν Ζεὺς θείη, ερίγδουπος πόσις Ἥρης

181τῷ κέν τοι καὶ κεῖθι θεῷ ὣς ευχετοῴμην.

182 καὶ εφ̓ ἵπποιϊν μάστιν βάλεν
οἱ δὲ μάλ̓ ῶκα
183ήϊξαν πεδίονδε διὰ πτόλιος μεμαῶτες

184οἱ δὲ πανημέριοι σεῖον ζυγὸν αμφὶς έχοντες

185δύσετό τ̓ ηέλιος σκιόωντό τε πᾶσαι αγυιαί

186ες Φηρὰς δ̓ ἵκοντο Διοκλῆος ποτὶ δῶμα,
187υἱέος Ορτιλόχοιο, τὸν Αλφειὸς τέκε παῖδα

188ένθα δὲ νύκτ̓ άεσαν δὲ τοῖς πὰρ ξείνια θῆκεν

189ῆμος δ̓ ηριγένεια φάνη ῥοδοδάκτυλος Ηώς,
190ἵππους τε ζεύγνυντ̓ ανά θ̓ ἅρματα ποικίλ̓ έβαινον,
191εκ δ̓ έλασαν προθύροιο καὶ αιθούσης εριδούπου

192μάστιξεν δ̓ ελάαν, τὼ δ̓ ουκ άκοντε πετέσθην

193αῖψα δ̓ έπειθ̓ ἵκοντο Πύλου αιπὺ πτολίεθρον

194καὶ τότε Τηλέμαχος προσεφώνεε Νέστορος υἱόν

195Νεστορίδη, πῶς κέν μοι ὑποσχόμενος τελέσειας
196μῦθον εμόν
ξεῖνοι δὲ διαμπερὲς ευχόμεθ̓ εῖναι
197εκ πατέρων φιλότητος, ατὰρ καὶ ὁμήλικές ειμεν

198ἥδε δ̓ ὁδὸς καὶ μᾶλλον ὁμοφροσύνῃσιν ενήσει

199μή με παρὲξ άγε νῆα, διοτρεφές, αλλὰ λίπ̓ αυτοῦ,
200μή μ̓ γέρων αέκοντα κατάσχῃ ενὶ οίκῳ
201ἱέμενος φιλέειν
εμὲ δὲ χρεὼ θᾶσσον ἱκέσθαι.
202ὣς φάτο, Νεστορίδης δ̓ άῤ ἑῷ συμφράσσατο θυμῷ,
203ὅππως οἱ κατὰ μοῖραν ὑποσχόμενος τελέσειεν

204ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εῖναι

205στρέψ̓ ἵππους επὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης,
206νηῒ δ̓ ενὶ πρύμνῃ εξαίνυτο κάλλιμα δῶρα,
207εσθῆτα χρυσόν τε, τά οἱ Μενέλαος έδωκε

208καί μιν εποτρύνων έπεα πτερόεντα προσηύδα

209σπουδῇ νῦν ανάβαινε κέλευέ τε πάντας ἑταίρους,
210πρὶν εμὲ οίκαδ̓ ἱκέσθαι απαγγεῖλαί τε γέροντι

211εῦ γὰρ εγὼ τόδε οῖδα κατὰ φρένα καὶ κατὰ θυμόν

212οἷος κείνου θυμὸς ὑπέρβιος, ού σε μεθήσει,
213αλλ̓ αυτὸς καλέων δεῦῤ είσεται, ου δέ φημι
214ὰψ ιέναι κενεόν·
μάλα γὰρ κεχολώσεται έμπης.
215ὣς άρα φωνήσας έλασεν καλλίτριχας ἵππους
216ὰψ Πυλίων εις άστυ, θοῶς δ̓ άρα δώμαθ̓ ἵκανε

217Τηλέμαχος δ̓ ἑτάροισιν εποτρύνων εκέλευσεν

218εγκοσμεῖτε τὰ τεύχἐ, ἑταῖροι, νηῒ μελαίνῃ,
219αυτοί τ̓ αμβαίνωμεν, ἵνα πρήσσωμεν ὁδοῖο.

220ὣς έφαθ̓, οἱ δ̓ άρα τοῦ μάλα μὲν κλύον ηδ̓ επίθοντο,
221αῖψα δ̓ άῤ είσβαινον καὶ επὶ κληῗσι καθῖζον

222 τοι μὲν τὰ πονεῖτο καὶ εύχετο, θῦε δ̓ Αθήνῃ
223νηῒ πάρα πρυμνῇ
σχεδόθεν δέ οἱ ήλυθεν ανὴρ
224τηλεδαπός, φεύγων εξ Άργεος άνδρα κατακτάς,
225μάντις
ατὰρ γενεήν γε Μελάμποδος έκγονος ῆεν,
226ὃς πρὶν μέν ποτ̓ έναιε Πύλῳ ένι, μητέρι μήλων,
227αφνειὸς Πυλίοισι μέγ̓ έξοχα δώματα ναίων

228δὴ τότε γ̓ άλλων δῆμον αφίκετο, πατρίδα φεύγων
229Νηλέα τε μεγάθυμον, αγαυότατον ζωόντων,
230ὅς οἱ χρήματα πολλὰ τελεσφόρον εις ενιαυτὸν
231εῖχε βίῃ
δὲ τῆος ενὶ μεγάροις Φυλάκοιο
232δεσμῷ εν αργαλέῳ δέδετο, κρατέῤ άλγεα πάσχων
233εἵνεκα Νηλῆος κούρης άτης τε βαρείης,
234τήν οἱ επὶ φρεσὶ θῆκε θεὰ δασπλῆτις Ερινύς.

235αλλ̓ μὲν έκφυγε κῆρα καὶ ήλασε βοῦς εριμύκους
236ες Πύλον εκ Φυλάκης καὶ ετίσατο έργον αεικὲς
237αντίθεον Νηλῆα, κασιγνήτῳ δὲ γυναῖκα
238ηγάγετο πρὸς δώμαθ̓
δ̓ άλλων ἵκετο δῆμον,
239Άργος ες ἱππόβοτον
τόθι γάρ νύ οἱ αίσιμον ῆεν
240ναιέμεναι πολλοῖσιν ανάσσοντ̓ Αργείοισιν
241ένθα δ̓ έγημε γυναῖκα καὶ ὑψερεφὲς θέτο δῶμα,
242γείνατο δ̓ Αντιφάτην καὶ Μάντιον, υἷε κραταιώ

243Αντιφάτης μὲν έτικτεν Οϊκλῆα μεγάθυμον,
244αυτὰρ Οϊκλείης λαοσσόον Αμφιάραον,
245ὃν περὶ κῆρι φίλει Ζεύς τ̓ αιγίοχος καὶ Απόλλων
246παντοίην φιλότητ̓·
ου δ̓ ἵκετο γήραος ουδόν,
247αλλ̓ όλετ̓ εν Θήβῃσι γυναίων εἵνεκα δώρων

248τοῦ δ̓ υἱεῖς εγένοντ̓ Αλκμαίων Αμφίλοχός τε.

249Μάντιος αῦ τέκετο Πολυφείδεά τε Κλεῖτόν τε

250αλλ̓ τοι Κλεῖτον χρυσόθρονος ἥρπασεν Ηὼς
251κάλλεος εἵνεκα οἷο, ίν̓ αθανάτοισι μετείη

252αυτὰρ ὑπέρθυμον Πολυφείδεα μάντιν Απόλλων
253θῆκε βροτῶν όχ̓ άριστον, επεὶ θάνεν Αμφιάραος

254ὅς ῥ̓ Υπερησίηνδ̓ απενάσσατο πατρὶ χολωθείς,
255ένθ̓ γε ναιετάων μαντεύετο πᾶσι βροτοῖσιν

256τοῦ μὲν άῤ υἱὸς επῆλθε, Θεοκλύμενος δ̓ όνομ̓ ῆεν,
257ὃς τότε Τηλεμάχου πέλας ἵστατο
τὸν δ̓ εκίχανεν
258σπένδοντ̓ ευχόμενόν τε θοῇ παρὰ νηῒ μελαίνῃ,
259καί μιν φωνήσας έπεα πτερόεντα προσηύδα

260 φίλ̓, επεί σε θύοντα κιχάνω τῷδ̓ ενὶ χώρῳ,
261λίσσομ̓ ὑπὲρ θυέων καὶ δαίμονος, αυτὰρ έπειτα
262σῆς τ̓ αυτοῦ κεφαλῆς καὶ ἑταίρων, οἵ τοι ἕπονται,
263ειπέ μοι ειρομένῳ νημερτέα μη δ̓ επικεύσῃς

264τίς πόθεν εῖς ανδρῶν
πόθι τοι πόλις ηδὲ τοκῆες ;"
265τὸν δ̓ αῦ Τηλέμαχος πεπνυμένος αντίον ηύδα

266τοιγὰρ εγώ τοι, ξεῖνε, μάλ̓ ατρεκέως αγορεύσω

267εξ Ιθάκης γένος ειμί, πατὴρ δέ μοί εστιν Οδυσσεύς,
268εί ποτ̓ έην
νῦν δ̓ ήδη απέφθιτο λυγρῷ ολέθρῳ
269τοὔνεκα νῦν ἑτάρους τε λαβὼν καὶ νῆα μέλαιναν
270ῆλθον πευσόμενος πατρὸς δὴν οιχομένοιο.

271τὸν δ̓ αῦτε προσέειπε Θεοκλύμενος θεοειδής

272οὕτω τοι καὶ εγὼν εκ πατρίδος, άνδρα κατακτὰς
273έμφυλον·
πολλοὶ δὲ κασίγνητοί τε έται τε
274Άργος αν̓ ἱππόβοτον, μέγα δὲ κρατέουσιν Αχαιῶν.

275τῶν ὑπαλευάμενος θάνατον καὶ κῆρα μέλαιναν
276φεύγω, επεί νύ μοι αῖσα κατ̓ ανθρώπους αλάλησθαι.

277αλλά με νηὸς έφεσσαι, επεί σε φυγὼν ἱκέτευσα,
278μή με κατακτείνωσι
διωκέμεναι γὰρ οΐω.
279τὸν δ̓ αῦ Τηλέμαχος πεπνυμένος αντίον ηύδα

280ου μὲν δή σ̓ εθέλοντά γ̓ απώσω νηὸς εΐσης,
281αλλ̓ ἕπευ
αυτὰρ κεῖθι φιλήσεαι, οἷά κ̓ έχωμεν.
282ὣς άρα φωνήσας οἱ εδέξατο χάλκεον έγχος,
283καὶ τό γ̓ επ̓ ικριόφιν τάνυσεν νεὸς αμφιελίσσης

284ὰν δὲ καὶ αυτὸς νηὸς εβήσετο ποντοπόροιο

285εν πρύμνῃ δ̓ άῤ έπειτα καθέζετο, πὰρ δὲ οἷ αυτῷ
286εἷσε Θεοκλύμενον
τοὶ δὲ πρυμνήσἰ έλυσαν
287Τηλέμαχος δ̓ ἑτάροισιν εποτρύνας εκέλευσεν
288ὅπλων ἅπτεσθαι
τοὶ δ̓ εσσυμένως επίθοντο
289ἱστὸν δ̓ ειλάτινον κοίλης έντοσθε μεσόδμης
290στῆσαν αείραντες, κατὰ δὲ προτόνοισιν έδησαν,
291ἕλκον δ̓ ἱστία λευκὰ εϋστρέπτοισι βοεῦσι

292τοῖσιν δ̓ ίκμενον οῦρον ἵει γλαυκῶπις Αθήνη,
293λάβρον επαιγίζοντα δἰ αιθέρος, όφρα τάχιστα
294νηῦς ανύσειε θέουσα θαλάσσης ἁλμυρὸν ὕδωρ

295βὰν δὲ παρὰ Κρουνοὺς καὶ Χαλκίδα καλλιρέεθρον

296δύσετό τ̓ ηέλιος σκιόωντό τε πᾶσαι αγυιαί

297 δὲ Φεὰς επέβαλλεν επειγομένη Διὸς ούρῳ
298ηδὲ παῤ Ήλιδα δῖαν, ὅθι κρατέουσιν Επειοί

299ένθεν δ̓ αῦ νήσοισιν επιπροέηκε θοῇσιν,
300ὁρμαίνων ή κεν θάνατον φύγοι κεν ἁλώῃ

301τὼ δ̓ αῦτ̓ εν κλισίῃ Οδυσεὺς καὶ δῖος ὑφορβὸς
302δορπείτην·
παρὰ δέ σφιν εδόρπεον ανέρες άλλοι
303αυτὰρ επεὶ πόσιος καὶ εδητύος εξ έρον ἕντο,
304τοῖς δ̓ Οδυσεὺς μετέειπε, συβώτεω πειρητίζων,
305ή μιν έτ̓ ενδυκέως φιλέοι μεῖναί τε κελεύοι
306αυτοῦ ενὶ σταθμῷ, οτρύνειε πόλινδε

307κέκλυθι νῦν, Εύμαιε, καὶ άλλοι πάντες ἑταῖροι

308ηῶθεν προτὶ άστυ λιλαίομαι απονέεσθαι
309πτωχεύσων, ἵνα μή σε κατατρύχω καὶ ἑταίρους

310αλλά μοι εῦ θ̓ ὑπόθευ καὶ άμ̓ ηγεμόν̓ εσθλὸν όπασσον
311ὅς κέ με κεῖσ̓ αγάγῃ
κατὰ δὲ πτόλιν αυτὸς ανάγκῃ
312πλάγξομαι, αί κέν τις κοτύλην καὶ πύρνον ορέξῃ

313καί κ̓ ελθὼν πρὸς δώματ̓ Οδυσσῆος θείοιο
314αγγελίην είποιμι περίφρονι Πηνελοπείῃ,
315καί κε μνηστήρεσσιν ὑπερφιάλοισι μιγείην,
316εί μοι δεῖπνον δοῖεν ονείατα μυρί̓ έχοντες

317αῖψά κεν εῦ δρώοιμι μετὰ σφίσιν άσσ̓ εθέλοιεν

318εκ γάρ τοι ερέω, σὺ δὲ σύνθεο καί μευ άκουσον

319Ἑρμείαο ἕκητι διακτόρου, ὅς ῥά τε πάντων
320ανθρώπων έργοισι χάριν καὶ κῦδος οπάζει,
321δρηστοσύνῃ ουκ άν μοι ερίσσειε βροτὸς άλλος,
322πῦρ τ̓ εῦ νηῆσαι διά τε ξύλα δανὰ κεάσσαι,
323δαιτρεῦσαί τε καὶ οπτῆσαι καὶ οινοχοῆσαι,
324οἷά τε τοῖς αγαθοῖσι παραδρώωσι χέρηες.

325τὸν δὲ μέγ̓ οχθήσας προσέφης, Εύμαιε συβῶτα

326ώ μοι, ξεῖνε, τίη τοι ενὶ φρεσὶ τοῦτο νόημα
327έπλετο
σύ γε πάγχυ λιλαίεαι αυτόθ̓ ολέσθαι
328ει δὴ μνηστήρων εθέλεις καταδῦναι ὅμιλον,
329τῶν ὕβρις τε βίη τε σιδήρεον ουρανὸν ἵκει

330ού τοι τοιοίδ̓ εισὶν ὑποδρηστῆρες εκείνων,
331αλλὰ νέοι, χλαίνας εῦ εἱμένοι ηδὲ χιτῶνας,
332αιεὶ δὲ λιπαροὶ κεφαλὰς καὶ καλὰ πρόσωπα,
333οἵ σφιν ὑποδρώωσιν
εΰξεστοι δὲ τράπεζαι
334σίτου καὶ κρειῶν ηδ̓ οίνου βεβρίθασιν

335αλλὰ μέν̓
ου γάρ τίς τοι ανιᾶται παρεόντι,
336ού τ̓ εγὼ ού τε τις άλλος ἑταίρων, οἵ μοι έασιν.

337αυτὰρ επὴν έλθῃσιν Οδυσσῆος φίλος υἱός,
338κεῖνός σε χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσει,
339πέμψει δ̓ ὅππη σε κραδίη θυμός τε κελεύει.

340τὸν δ̓ ημείβετ̓ έπειτα πολύτλας δῖος Οδυσσεύς

341αίθ̓ οὕτως, Εύμαιε, φίλος Διὶ πατρὶ γένοιο
342ὡς εμοί, ὅττι μ̓ έπαυσας άλης καὶ οϊζύος αινῆς.

343πλαγκτοσύνης δ̓ ουκ έστι κακώτερον άλλο βροτοῖσιν

344αλλ̓ ένεκ̓ ουλομένης γαστρὸς κακὰ κήδἐ έχουσιν
345ανέρες, ὅν τιν̓ ἵκηται άλη καὶ πῆμα καὶ άλγος

346νῦν δ̓ επεὶ ισχανάᾳς μεῖναι τέ με κεῖνον άνωγας,
347είπ̓ άγε μοι περὶ μητρὸς Οδυσσῆος θείοιο
348πατρός θ̓, ὃν κατέλειπεν ιὼν επὶ γήραος ουδῷ,
349ή που έτι ζώουσιν υπ̓ αυγὰς ηελίοιο,
350 ήδη τεθνᾶσι καὶ ειν Αΐδαο δόμοισι.

351τὸν δ̓ αῦτε προσέειπε συβώτης, όρχαμος ανδρὼν

352τοιγὰρ εγώ τοι, ξεῖνε, μάλ̓ ατρεκέως αγορεύσω

353Λαέρτης μὲν έτι ζώει, Διὶ δ̓ εύχεται αιεὶ
354θυμὸν απὸ μελέων φθίσθαι οἷς εν μεγάροισιν

355εκπάγλως γὰρ παιδὸς οδύρεται οιχομένοιο
356κουριδίης τ̓ αλόχοιο δαΐφρονος, μάλιστα
357ήκαχ̓ αποφθιμένη καὶ εν ωμῷ γήραϊ θῆκεν

358 δ̓ άχεϊ οὗ παιδὸς απέφθιτο κυδαλίμοιο,
359λευγαλέῳ θανάτῳ, ὡς μὴ θάνοι ὅς τις εμοί γε
360ενθάδε ναιετάων φίλος είη καὶ φίλα έρδοι

361όφρα μὲν οῦν δὴ κείνη έην, αχέουσά περ έμπης,
362τόφρα τί μοι φίλον έσκε μεταλλῆσαι καὶ ερέσθαι,
363οὕνεκά μ̓ αυτὴ θρέψεν ἅμα Κτιμένῃ τανυπέπλῳ,
364θυγατέῤ ιφθίμῃ, τὴν ὁπλοτάτην τέκε παίδων

365τῇ ὁμοῦ ετρεφόμην, ολίγον δέ τί μ̓ ἧσσον ετίμα

366αυτὰρ επεί ῥ̓ ἥβην πολυήρατον ικόμεθ̓ άμφω,
367τὴν μὲν έπειτα Σάμηνδ̓ έδοσαν καὶ μυρί̓ ἕλοντο,
368αυτὰρ εμὲ χλαῖνάν τε χιτῶνά τε είματ̓ εκείνη
369καλὰ μάλ̓ αμφιέσασα, ποσὶν δ̓ ὑποδήματα δοῦσα
370αγρόνδε προΐαλλε·
φίλει δέ με κηρόθι μᾶλλον
371νῦν δ̓ ήδη τούτων επιδεύομαι
αλλά μοι αυτῷ
372έργον αέξουσιν μάκαρες θεοὶ επιμίμνω

373τῶν έφαγόν τ̓ έπιόν τε καὶ αιδοίοισιν έδωκα

374εκ δ̓ άρα δεσποίνης ου μείλιχον έστιν ακοῦσαι
375ού τ̓ έπος ού τε τι έργον, επεὶ κακὸν έμπεσεν οίκῳ,
376άνδρες ὑπερφίαλοι·
μέγα δὲ δμῶες χατέουσιν
377αντία δεσποίνης φάσθαι καὶ ἕκαστα πυθέσθαι
378καὶ φαγέμεν πιέμεν τε, έπειτα δὲ καί τι φέρεσθαι
379αγρόνδ̓, οἷά τε θυμὸν αεὶ δμώεσσιν ιαίνει.

380τὸν δ̓ απαμειβόμενος προσέφη πολύμητις Οδυσσεύς

381 πόποι, ὡς άρα τυτθὸς εών, Εύμαιε συβῶτα,
382πολλὸν απεπλάγχθης σῆς πατρίδος ηδὲ τοκήων

383αλλ̓ άγε μοι τόδε ειπὲ καὶ ατρεκέως κατάλεξον,
384ηὲ διεπράθετο πτόλις ανδρῶν ευρυάγυια,
385 ένι ναιετάασκε πατὴρ καὶ πότνια μήτηρ,
386 σέ γε μουνωθέντα παῤ οίεσιν παρὰ βουσὶν
387άνδρες δυσμενέες νηυσὶν λάβον ηδ̓ επέρασσαν
388τοῦδ̓ ανδρὸς πρὸς δώμαθ̓, δ̓ άξιον ῶνον έδωκε.

389τὸν δ̓ αῦτε προσέειπε συβώτης, όρχαμος ανδρῶν

390ξεῖν̓, επεὶ ὰρ δὴ ταῦτά μ̓ ανείρεαι ηδὲ μεταλλᾷς,
391σιγῇ νῦν ξυνίει καὶ τέρπεο, πῖνέ τε οῖνον
392ἥμενος
αἵδε δὲ νύκτες αθέσφατοι· έστι μὲν εὕδειν,
393έστι δὲ τερπομένοισιν ακούειν
ου δέ τί σε χρή,
394πρὶν ὥρη, καταλέχθαι·
ανίη καὶ πολὺς ὕπνος.
395τῶν δ̓ άλλων ὅτινα κραδίη καὶ θυμὸς ανώγει,
396εὑδέτω εξελθών
ἅμα δ̓ ηοῖ φαινομένηφι
397δειπνήσας άμ̓ ὕεσσιν ανακτορίῃσιν ἑπέσθω

398νῶϊ δ̓ ενὶ κλισίῃ πίνοντέ τε δαινυμένω τε
399κήδεσιν αλλήλων τερπώμεθα λευγαλέοισι,
400μνωομένω
μετὰ γάρ τε καὶ άλγεσι τέρπεται ανήρ,
401ὅς τις δὴ μάλα πολλὰ πάθῃ καὶ πόλλ̓ επαληθῇ

402τοῦτο δέ τοι ερέω μ̓ ανείρεαι ηδὲ μεταλλᾷς

403νῆσός τις Συρίη κικλήσκεται, εί που ακούεις,
404Ορτυγίης καθύπερθεν, ὅθι τροπαὶ ηελίοιο,
405ού τι περιπληθὴς λίην τόσον, αλλ̓ αγαθὴ μέν,
406εύβοτος, εύμηλος, οινοπληθής, πολύπυρος.

407πείνη δ̓ ού ποτε δῆμον εσέρχεται, ου δέ τις άλλη
408νοῦσος επὶ στυγερὴ πέλεται δειλοῖσι βροτοῖσιν

409αλλ̓ ὅτε γηράσκωσι πόλιν κάτα φῦλ̓ ανθρώπων,
410ελθὼν αργυρότοξος Απόλλων Αρτέμιδι ξὺν
411οἷς αγανοῖς βελέεσσιν εποιχόμενος κατέπεφνεν

412ένθα δύω πόλιες, δίχα δέ σφισι πάντα δέδασται·

413τῇσιν δ̓ αμφοτέρῃσι πατὴρ εμὸς εμβασίλευε,
414Κτήσιος Ορμενίδης, επιείκελος αθανάτοισιν

415ένθα δὲ Φοίνικες ναυσίκλυτοι ήλυθον άνδρες,
416τρῶκται, μυρί̓ άγοντες αθύρματα νηῒ μελαίνῃ

417έσκε δὲ πατρὸς εμοῖο γυνὴ Φοίνισσ̓ ενὶ οίκῳ,
418καλή τε μεγάλη τε καὶ αγλαὰ έργα ιδυῖα

419τὴν δ̓ άρα Φοίνικες πολυπαίπαλοι ηπερόπευον

420πλυνούσῃ τις πρῶτα μίγη κοίλῃ παρὰ νηῒ
421ευνῇ καὶ φιλότητι, τά τε φρένας ηπεροπεύει
422θηλυτέρῃσι γυναιξί, καὶ κ̓ ευεργὸς έῃσιν

423ειρώτα δὴ έπειτα τίς είη καὶ πόθεν έλθοι

424 δὲ μάλ̓ αυτίκα πατρὸς επέφραδεν ὑψερεφὲς δῶ

425εκ μὲν Σιδῶνος πολυχάλκου εύχομαι εῖναι,
426κούρη δ̓ είμ̓ Αρύβαντος εγὼ ῥυδὸν αφνειοῖο

427αλλά μ̓ ανήρπαξαν Τάφιοι ληΐστορες άνδρες
428αγρόθεν ερχομένην, πέρασαν δέ τε δεῦῤ αγαγόντες
429τοῦδ̓ ανδρὸς πρὸς δώμαθ̓
δ̓ άξιον ῶνον έδωκε.
430τὴν δ̓ αῦτε προσέειπεν ανήρ, ὃς εμίσγετο λάθρη

431 ῥά κε νῦν πάλιν αῦτις άμ̓ ἡμῖν οίκαδ̓ ἕποιο,
432όφρα ίδῃ πατρὸς καὶ μητέρος ὑψερεφὲς δῶ
433αυτούς τ̓
γὰρ έτ̓ εισὶ καὶ αφνειοὶ καλέονται
434τὸν δ̓ αῦτε προσέειπε γυνὴ καὶ αμείβετο μύθῳ

435είη κεν καὶ τοῦτ̓, εί μοι εθέλοιτέ γε, ναῦται,
436ὅρκῳ πιστωθῆναι απήμονά μ̓ οίκαδ̓ απάξειν

437ὣς έφαθ̓, οἱ δ̓ άρα πάντες επώμνυον ὡς εκέλευεν

438αυτὰρ επεί ῥ̓ όμοσάν τε τελεύτησάν τε τὸν ὅρκον,
439τοῖς δ̓ αῦτις μετέειπε γυνὴ καὶ αμείβετο μύθῳ

440σιγῇ νῦν, μή τίς με προσαυδάτω επέεσσιν
441ὑμετέρων ἑτάρων, ξυμβλήμενος εν αγυιῇ,
442ή που επὶ κρήνῃ
μή τις ποτὶ δῶμα γέροντι
443ελθὼν εξείπῃ, δ̓ οϊσάμενος καταδήσῃ
444δεσμῷ εν αργαλέῳ, ὑμῖν δ̓ επιφράσσετ̓ όλεθρον.

445αλλ̓ έχετ̓ εν φρεσὶ μῦθον, επείγετε δ̓ ῶνον ὁδαίων

446αλλ̓ ὅτε κεν δὴ νηῦς πλείη βιότοιο γένηται,
447αγγελίη μοι έπειτα θοῶς ες δώμαθ̓ ἱκέσθω

448οίσω γὰρ καὶ χρυσόν, ὅτις χ̓ ὑποχείριος έλθῃ

449καὶ δέ κεν άλλ̓ επίβαθρον εγὼν εθέλουσά γε δοίην

450παῖδα γὰρ ανδρὸς ἑῆος ενὶ μεγάροις ατιτάλλω,
451κερδαλέον δὴ τοῖον, ἅμα τροχόωντα θύραζε

452τόν κεν άγοιμ̓ επὶ νηός, δ̓ ὑμῖν μυρίον ῶνον
453άλφοι, ὅπῃ περάσητε κατ̓ αλλοθρόους ανθρώπους.

454 μὲν άῤ ὣς ειποῦσ̓ απέβη πρὸς δώματα καλά,
455οἱ δ̓ ενιαυτὸν ἅπαντα παῤ ἡμῖν αῦθι μένοντες
456εν νηῒ γλαφυρῇ βίοτον πολὺν εμπολόωντο

457αλλ̓ ὅτε δὴ κοίλη νηῦς ήχθετο τοῖσι νέεσθαι,
458καὶ τότ̓ άῤ άγγελον ἧκαν, ὃς αγγείλειε γυναικί

459ήλυθ̓ ανὴρ πολύϊδρις εμοῦ πρὸς δώματα πατρὸς
460χρύσεον ὅρμον έχων, μετὰ δ̓ ηλέκτροισιν έερτο

461τὸν μὲν άῤ εν μεγάρῳ δμῳαὶ καὶ πότνια μήτηρ
462χερσίν τ̓ αμφαφόωντο καὶ οφθαλμοῖσιν ὁρῶντο,
463ῶνον ὑπισχόμεναι
δὲ τῇ κατένευσε σιωπῇ
464 τοι καννεύσας κοίλην επὶ νῆα βεβήκει,
465 δ̓ εμὲ χειρὸς ἑλοῦσα δόμων εξῆγε θύραζε

466εὗρε δ̓ ενὶ προδόμῳ ημὲν δέπα ηδὲ τραπέζας
467ανδρῶν δαιτυμόνων, οἵ μευ πατέῤ αμφεπένοντο

468οἱ μὲν άῤ ες θῶκον πρόμολον, δήμοιό τε φῆμιν,
469 δ̓ αῖψα τρί̓ άλεισα κατακρύψασ̓ ὑπὸ κόλπῳ
470έκφερεν
αυτὰρ εγὼν ἑπόμην αεσιφροσύνῃσι
471δύσετό τ̓ ηέλιος, σκιόωντό τε πᾶσαι αγυιαί

472ἡμεῖς δ̓ ες λιμένα κλυτὸν ήλθομεν ῶκα κιόντες,
473ένθ̓ άρα Φοινίκων ανδρῶν ῆν ωκύαλος νηῦς

474οἱ μὲν έπειτ̓ αναβάντες επέπλεον ὑγρὰ κέλευθα,
475νὼ αναβησάμενοι
επὶ δὲ Ζεὺς οῦρον ίαλλεν
476ἑξῆμαρ μὲν ὁμῶς πλέομεν νύκτας τε καὶ ῆμαρ

477αλλ̓ ὅτε δὴ ἕβδομον ῆμαρ επὶ Ζεὺς θῆκε Κρονίων,
478τὴν μὲν έπειτα γυναῖκα βάλ̓ Άρτεμις ιοχέαιρα,
479άντλῳ δ̓ ενδούπησε πεσοῦσ̓ ὡς ειναλίη κήξ.

480καὶ τὴν μὲν φώκῃσι καὶ ιχθύσι κύρμα γενέσθαι
481έκβαλον
αυτὰρ εγὼ λιπόμην ακαχήμενος ῆτορ
482τοὺς δ̓ Ιθάκῃ επέλασσε φέρων άνεμός τε καὶ ὕδωρ,
483ένθα με Λαέρτης πρίατο κτεάτεσσιν ἑοῖσιν

484οὕτω τήνδε τε γαῖαν εγὼν ίδον οφθαλμοῖσι.

485τὸν δ̓ αῦ διογενὴς Οδυσεὺς ημείβετο μύθῳ

486Εύμαἰ, μάλα δή μοι ενὶ φρεσὶ θυμὸν όρινας
487ταῦτα ἕκαστα λέγων, ὅσα δὴ πάθες άλγεα θυμῷ

488αλλ̓ τοι σοὶ μὲν παρὰ καὶ κακῷ εσθλὸν έθηκε
489Ζεύς, επεὶ ανδρὸς δώματ̓ αφίκεο πολλὰ μογήσας
490ηπίου, ὃς δή τοι παρέχει βρῶσίν τε πόσιν τε
491ενδυκέως, ζώεις δ̓ αγαθὸν βίον
αυτὰρ εγώ γε
492πολλὰ βροτῶν επὶ άστἐ αλώμενος ενθάδ̓ ἱκάνω.

493ὣς οἱ μὲν τοιαῦτα πρὸς αλλήλους αγόρευον,
494καδδραθέτην δ̓ ου πολλὸν επὶ χρόνον, αλλὰ μίνυνθα

495αῖψα γὰρ Ηὼς ῆλθεν εΰθρονος
οἱ δ̓ επὶ χέρσου
496Τηλεμάχου ἕταροι λύον ἱστία, κὰδ δ̓ ἕλον ἱστὸν
497καρπαλίμως, τὴν δ̓ εις ὅρμον προέρυσσαν ερετμοῖς·

498εκ δ̓ ευνὰς έβαλον, κατὰ δὲ πρυμνήσἰ έδησαν

499εκ δὲ καὶ αυτοὶ βαῖνον επὶ ῥηγμῖνι θαλάσσης,
500δεῖπνόν τ̓ εντύνοντο κερῶντό τε αίθοπα οῖνον

501αυτὰρ επεὶ πόσιος καὶ εδητύος εξ έρον ἕντο,
502τοῖσι δὲ Τηλέμαχος πεπνυμένος ήρχετο μύθων

503ὑμεῖς μὲν νῦν άστυδ̓ ελαύνετε νῆα μέλαιναν,
504αυτὰρ εγὼν αγροὺς επιείσομαι ηδὲ βοτῆρας

505ἑσπέριος δ̓ εις άστυ ιδὼν εμὰ έργα κάτειμι

506ηῶθεν δέ κεν ύμμιν ὁδοιπόριον παραθείμην,
507δαῖτ̓ αγαθὴν κρειῶν τε καὶ οίνου ἡδυπότοιο.

508τὸν δ̓ αῦτε προσέειπε Θεοκλύμενος θεοειδής

509πῆ γὰρ εγώ, φίλε τέκνον, ίω
τεῦ δώμαθ̓ ἵκωμαι
510ανδρῶν οἳ κραναὴν Ιθάκην κάτα κοιρανέουσιν

511 ιθὺς σῆς μητρὸς ίω καὶ σοῖο δόμοιο

512τὸν δ̓ αῦ Τηλέμαχος πεπνυμένος αντίον ηύδα

513άλλως μέν σ̓ ὰν εγώ γε καὶ ἡμέτερόνδε κελοίμην
514έρχεσθ̓·
ου γάρ τι ξενίων ποθή· αλλὰ σοὶ αυτῷ
515χεῖρον, επεί τοι εγὼ μὲν απέσσομαι, ου δέ σε μήτηρ
516όψεται·
ου μὲν γάρ τι θαμὰ μνηστῆρσ̓ ενὶ οίκῳ
517φαίνεται, αλλ̓ απὸ τῶν ὑπερωΐῳ ἱστὸν ὑφαίνει

518αλλά τοι άλλον φῶτα πιφαύσκομαι ὅν κεν ἵκοιο,
519Ευρύμαχον, Πολύβοιο δαΐφρονος αγλαὸν υἱόν,
520τὸν νῦν ῖσα θεῷ Ιθακήσιοι εισορόωσι

521καὶ γὰρ πολλὸν άριστος ανὴρ μέμονέν τε μάλιστα
522μητέῤ εμὴν γαμέειν καὶ Οδυσσῆος γέρας ἕξειν.

523αλλὰ τά γε Ζεὺς οῖδεν Ολύμπιος, αιθέρι ναίων,
524εί κέ σφι πρὸ γάμοιο τελευτήσει κακὸν ῆμαρ.

525ὣς άρα οἱ ειπόντι επέπτατο δεξιὸς όρνις,
526κίρκος, Απόλλωνος ταχὺς άγγελος
εν δὲ πόδεσσι
527τίλλε πέλειαν έχων, κατὰ δὲ πτερὰ χεῦεν έραζε
528μεσσηγὺς νηός τε καὶ αυτοῦ Τηλεμάχοιο

529τὸν δὲ Θεοκλύμενος ἑτάρων απονόσφι καλέσσας
530έν τ̓ άρα οἱ φῦ χειρὶ έπος τ̓ έφατ̓ έκ τ̓ ονόμαζε

531Τηλέμαχ̓, ού τοι άνευ θεοῦ έπτατο δεξιὸς όρνις
532έγνων γάρ μιν εσάντα ιδὼν οιωνὸν εόντα

533ὑμετέρου δ̓ ουκ έστι γένος βασιλεύτερον άλλο
534εν δήμῳ Ιθάκης, αλλ̓ ὑμεῖς καρτεροὶ αιεί.

535τὸν δ̓ αῦ Τηλέμαχος πεπνυμένος αντίον ηύδα

536αὶ γὰρ τοῦτο, ξεῖνε, έπος τετελεσμένον είη

537τῷ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα
538εξ εμεῦ, ὡς άν τίς σε συναντόμενος μακαρίζοι.

539 καὶ Πείραιον προσεφώνεε, πιστὸν ἑταῖρον

540Πείραιε Κλυτίδη, σὺ δέ μοι τά περ άλλα μάλιστα
541πείθῃ εμῶν ἑτάρων, οἵ μοι Πύλον εις άμ̓ ἕποντο

542καὶ νῦν μοι τὸν ξεῖνον άγων εν δώμασι σοῖσιν
543ενδυκέως φιλέειν καὶ τιέμεν, εις κεν έλθω.

544τὸν δ̓ αῦ Πείραιος δουρικλυτὸς αντίον ηύδα

545Τηλέμαχ̓, ει γάρ κεν σὺ πολὺν χρόνον ενθάδε μίμνοι,
546τόνδε τ̓ εγὼ κομιῶ, ξενίων δέ οἱ ου ποθὴ έσται.

547ὣς ειπὼν επὶ νηὸς έβη, εκέλευσε δ̓ ἑταίρους
548αυτούς τ̓ αμβαίνειν ανά τε πρυμνήσια λῦσαι

549οἱ δ̓ αῖψ̓ είσβαινον καὶ επὶ κληῗσι καθῖζον

550Τηλέμαχος δ̓ ὑπὸ ποσσὶν εδήσατο καλὰ πέδιλα,
551εἵλετο δ̓ άλκιμον έγχος, ακαχμένον οξέϊ χαλκῷ,
552νηὸς απ̓ ικριόφιν
τοὶ δὲ πρυμνήσἰ έλυσαν
553οἱ μὲν ανώσαντες πλέον ες πόλιν, ὡς εκέλευσε
554Τηλέμαχος, φίλος υἱὸς Οδυσσῆος θείοιο

555τὸν δ̓ ῶκα προβιβάντα πόδες φέρον, όφῤ ίκετ̓ αυλήν,
556ένθα οἱ ῆσαν ὕες μάλα μυρίαι, ᾗσι συβώτης εσθλὸς εὼν ενίαυεν, ανάκτεσιν ήπια ειδώς