1αυτὰρ ὁ εκ λιμένος προσέβη τρηχεῖαν αταρπὸν
2χῶρον αν̓ ὑλήεντα δἰ άκριας , ᾗ οἱ Αθήνη
3πέφραδε δῖον ὑφορβόν , ὅ οἱ βιότοιο μάλιστα
4κήδετο οικήων , οὓς κτήσατο δῖος Οδυσσεύς
5τὸν δ̓ άῤ ενὶ προδόμῳ εῦῤ ἥμενον , ένθα οἱ αυλὴ
6ὑψηλὴ δέδμητο , περισκέπτῳ ενὶ χώρῳ ,
7καλή τε μεγάλη τε , περίδρομος
ἥν ῥα συβώτης
8αυτὸς δείμαθ̓ ὕεσσιν αποιχομένοιο άνακτος ,
9νόσφιν δεσποίνης καὶ Λαέρταο γέροντος ,
10ῥυτοῖσιν λάεσσι καὶ εθρίγκωσεν αχέρδῳ
11σταυροὺς δ̓ εκτὸς έλασσε διαμπερὲς ένθα καὶ ένθα ,
12πυκνοὺς καὶ θαμέας , τὸ μέλαν δρυὸς αμφικεάσσας
13έντοσθεν δ̓ αυλῆς συφεοὺς δυοκαίδεκα ποίει
14πλησίον αλλήλων , ευνὰς συσίν
εν δὲ ἑκάστῳ
15πεντήκοντα σύες χαμαιευνάδες ερχατόωντο ,
16θήλειαι τοκάδες
τοὶ δ̓ άρσενες εκτὸς ίαυον ,
17πολλὸν παυρότεροι
τοὺς γὰρ μινύθεσκον έδοντες
18αντίθεοι μνηστῆρες , επεὶ προΐαλλε συβώτης
19αιεὶ ζατρεφέων σιάλων τὸν άριστον ἁπάντων
20οἱ δὲ τριηκόσιοί τε καὶ ἑξήκοντα πέλοντο
21πὰρ δὲ κύνες , θήρεσσιν εοικότες αιὲν ίαυον
22τέσσαρες , οὓς έθρεψε συβώτης , όρχαμος ανδρῶν
23αυτὸς δ̓ αμφὶ πόδεσσιν ἑοῖς αράρισκε πέδιλα ,
24τάμνων δέρμα βόειον εϋχροές
οἱ δὲ δὴ άλλοι
25ῴχοντ̓ άλλυδις άλλος άμ̓ αγρομένοισι σύεσσιν ,
26οἱ τρεῖς
τὸν δὲ τέταρτον αποπροέηκε πόλινδε
27σῦν αγέμεν μνηστῆρσιν ὑπερφιάλοισιν ανάγκῃ ,
28όφῤ ἱερεύσαντες κρειῶν κορεσαίατο θυμόν
29εξαπίνης δ̓ Οδυσῆα ίδον κύνες ὑλακόμωροι
30οἱ μὲν κεκλήγοντες επέδραμον
αυτὰρ Οδυσσεὺς
31ἕζετο κερδοσύνη , σκῆπτρον δέ οἱ έκπεσε χειρός
32ένθα κεν ᾧ πὰρ σταθμῷ αεικέλιον πάθεν άλγος
33αλλὰ συβώτης ῶκα ποσὶ κραιπνοῖσι μετασπὼν
34έσσυτ̓ ανὰ πρόθυρον , σκῦτος δέ οἱ έκπεσε χειρός
35τοὺς μὲν ὁμοκλήσας σεῦεν κύνας άλλυδις άλλον
36πυκνῇσιν λιθάδεσσιν
ὁ δὲ προσέειπεν άνακτα
37ῶ γέρον , ῆ ολίγου σε κύνες διεδηλήσαντο
38εξαπίνης , καί κέν μοι ελεγχείην κατέχευας
39καὶ δέ μοι άλλα θεοὶ δόσαν άλγεά τε στοναχάς τε
40αντιθέου γὰρ άνακτος οδυρόμενος καὶ αχεύων
41ἧμαι , άλλοισιν δὲ σύας σιάλους ατιτάλλω
42έδμεναι
αυτὰρ κεῖνος εελδόμενός που εδωδῆς
43πλάζετ̓ επ̓ αλλοθρόων ανδρῶν δῆμόν τε πόλιν τε ,
44εί που έτι ζώει καὶ ὁρᾷ φάος ηελίοιο
45αλλ̓ ἕπεο , κλισίηνδ̓ ίομεν , γέρον , όφρα καὶ αυτός ,
46σίτου καὶ οίνοιο κορεσσάμενος κατὰ θυμόν ,
47είπῃς ὁππόθεν εσσὶ καὶ ὁππόσα κήδἐ ανέτλης .
48ὣς ειπὼν κλισίηνδ̓ ἡγήσατο δῖος ὑφορβός ,
49εἷσεν δ̓ εισαγαγών , ῥῶπας δ̓ ὑπέχευε δασείας ,
50εστόρεσεν δ̓ επὶ δέρμα ιονθάδος αγρίου αιγός ,
51αυτοῦ ενεύναιον , μέγα καὶ δασύ
χαῖρε δ̓ Οδυσσεὺς
52ὅττι μιν ὣς ὑπέδεκτο , έπος τ̓ έφατ̓ έκ τ̓ ονόμαζεν
53Ζεύς τοι δοίη , ξεῖνε , καὶ αθάνατοι θεοὶ άλλοι
54ὅττι μάλιστ̓ εθέλεις , ὅτι με πρόφρων ὑπέδεξο .
55τὸν δ̓ απαμειβόμενος προσέφης , Εύμαιε συβῶτα
56ξεῖν̓ , ού μοι θέμις έστ̓ , ου δ̓ ει κακίων σέθεν έλθοι ,
57ξεῖνον ατιμῆσαι
πρὸς γὰρ Διός εισιν ἅπαντες
58ξεῖνοί τε πτωχοί τε
δόσις δ̓ ολίγη τε φίλη τε
59γίγνεται ἡμετέρη
ἡ γὰρ δμώων δίκη εστὶν
60αιεὶ δειδιότων , ότ̓ επικρατέωσιν άνακτες
61οἱ νέοι
ῆ γὰρ τοῦ γε θεοὶ κατὰ νόστον έδησαν ,
62ὅς κεν έμ̓ ενδυκέως εφίλει καὶ κτῆσιν όπασσεν ,
63οῖκόν τε κλῆρόν τε πολυμνήστην τε γυναῖκα , οἷά τε ᾧ οικῆϊ άναξ εύθυμος έδωκεν ,
64ὅς οἱ πολλὰ κάμῃσι , θεὸς δ̓ επὶ έργον αέξῃ ,
66ὡς καὶ εμοὶ τόδε έργον αέξεται , ᾧ επιμίμνω
67τῷ κέ με πόλλ̓ ώνησεν άναξ , ει αυτόθ̓ εγήρα
68αλλ̓ όλεθ̓ - ὡς ώφελλ̓ Ἑλένης απὸ φῦλον ολέσθαι
69πρόχνυ , επεὶ πολλῶν ανδρῶν ὑπὸ γούνατ̓ έλυσε
70καὶ γὰρ κεῖνος έβη Αγαμέμνονος εἵνεκα τιμῆς
71Ίλιον εις εύπωλον , ἵνα Τρώεσσι μάχοιτο .
72ὣς ειπὼν ζωστῆρι θοῶς συνέεργε χιτῶνα ,
73βῆ δ̓ ίμεν ες συφεούς , ὅθι έθνεα έρχατο χοίρων
74ένθεν ἑλὼν δύ̓ ένεικε καὶ αμφοτέρους ἱέρευσεν ,
75εὗσέ τε μίστυλλέν τε καὶ αμφ̓ οβελοῖσιν έπειρεν
76οπτήσας δ̓ άρα πάντα φέρων παρέθηκ̓ Οδυσῆϊ
77θέρμ̓ αυτοῖς οβελοῖσιν
ὁ δ̓ άλφιτα λευκὰ πάλυνεν
78εν δ̓ άρα κισσυβίῳ κίρνη μελιηδέα οῖνον ,
79αυτὸς δ̓ αντίον ἷζεν , εποτρύνων δὲ προσηύδα
80έσθιε νῦν , ῶ ξεῖνε , τά τε δμώεσσι πάρεστι ,
81χοίρἐ
ατὰρ σιάλους γε σύας μνηστῆρες έδουσιν ,
82ουκ όπιδα φρονέοντες ενὶ φρεσὶν ου δ̓ ελεητύν .
83ου μὲν σχέτλια έργα θεοὶ μάκαρες φιλέουσιν ,
84αλλὰ δίκην τίουσι καὶ αίσιμα έργ̓ ανθρώπων
85καὶ μὲν δυσμενέες καὶ ανάρσιοι , οἵ τ̓ επὶ γαίης
86αλλοτρίης βῶσιν καί σφι Ζεὺς ληΐδα δώῃ ,
87πλησάμενοι δέ τε νῆας έβαν οῖκόνδε νέεσθαι ,
88καὶ μὲν τοῖς όπιδος κρατερὸν δέος εν φρεσὶ πίπτει
89οἵδε δὲ καί τι ίσασι , θεοῦ δέ τιν̓ έκλυον αυδήν ,
90κείνου λυγρὸν όλεθρον , ότ̓ ουκ εθέλουσι δικαίως
91μνᾶσθαι ου δὲ νέεσθαι επὶ σφέτεῤ , αλλὰ ἕκηλοι
92κτήματα δαρδάπτουσιν ὑπέρβιον , ου δ̓ έπι φειδώ .
93ὅσσαι γὰρ νύκτες τε καὶ ἡμέραι εκ Διός εισιν ,
94ού ποθ̓ ἓν ιρεύουσ̓ ἱερήϊον , ου δὲ δύ̓ οίω ·
95οῖνον δὲ φθινύθουσιν ὑπέρβιον εξαφύοντες
96ῆ γάρ οἱ ζωή γ̓ ῆν άσπετος
ού τινι τόσση
97ανδρῶν ἡρώων , ού τ̓ ηπείροιο μελαίνης ού τ̓ αυτῆς Ιθάκης ·
ου δὲ
98ξυνεείκοσι φωτῶν
99έστ̓ άφενος τοσσοῦτον
εγὼ δέ κέ τοι καταλέξω
100δώδεκ̓ εν ηπείρῳ αγέλαι ·
τόσα πώεα οιῶν ,
101τόσσα συῶν συβόσια , τόσ̓ αιπόλια πλατέ̓ αιγῶν
102βόσκουσι ξεῖνοί τε καὶ αυτοῦ βώτορες άνδρες
103ενθάδε δ̓ αιπόλια πλατέ̓ αιγῶν ἕνδεκα πάντα
104εσχατιῇ βόσκοντ̓ , επὶ δ̓ ανέρες εσθλοὶ όρονται
105τῶν αιεί σφιν ἕκαστος επ̓ ήματι μῆλον αγινεῖ ,
106ζατρεφέων αιγῶν ὅς τις φαίνηται άριστος
107αυτὰρ εγὼ σῦς τάσδε φυλάσσω τε ῥύομαί τε ,
108καί σφι συῶν τὸν άριστον εῢ κρίνας αποπέμπω .
109ὣς φύθ̓ , ὁ δ̓ ενδυκέως κρέα τ̓ ήσθιε πῖνέ τε οῖνον
110ἁρπαλέως ακέων , κακὰ δὲ μνηστῆρσι φύτευεν
111αυτὰρ επεὶ δείπνησε καὶ ήραρε θυμὸν εδωδῇ ,
112καί οἱ πλησάμενος δῶκε σκύφον , ᾧ περ έπινεν ,
113οίνου ενίπλειον
ὁ δ̓ εδέξατο , χαῖρε δὲ θυμῷ ,
114καί μιν φωνήσας έπεα πτερόεντα προσηύδα
115ῶ φίλε , τίς γάρ σε πρίατο κτεάτεσσιν ἑοῖσιν ,
116ὧδε μάλ̓ αφνειὸς καὶ καρτερὸς ὡς αγορεύεις ;
117φῆς δ̓ αυτὸν φθίσθαι Αγαμέμνονος εἵνεκα τιμῆς
118ειπέ μοι , αί κέ ποθι γνώω τοιοῦτον εόντα
119Ζεὺς γάρ που τό γε οῖδε καὶ αθάνατοι θεοὶ άλλοι ,
120εί κέ μιν αγγείλαιμι ιδών
επὶ πολλὰ δ̓ αλήθην .
121τὸν δ̓ ημείβετ̓ έπειτα συβώτης , όρχαμος ανδρῶν
122ῶ γέρον , ού τις κεῖνον ανὴρ αλαλήμενος ελθὼν
123αγγέλλων πείσειε γυναῖκά τε καὶ φίλον υἱόν ,
124αλλ̓ άλλως κομιδῆς κεχρημένοι άνδρες αλῆται
125ψεύδοντ̓ , ου δ̓ εθέλουσιν αληθέα μυθήσασθαι
126ὃς δέ κ̓ αλητεύων Ιθάκης ες δῆμον ἵκηται ,
127ελθὼν ες δέσποιναν εμὴν απατήλια βάζει
128ἡ δ̓ εῦ δεξαμένη φιλέει καὶ ἕκαστα μεταλλᾷ ,
129καί οἱ οδυρομένῃ βλεφάρων άπο δάκρυα πίπτει ,
130ἣ θέμις εστὶ γυναικός , επὴν πόσις άλλοθ̓ όληται
131αῖψά κε καὶ σύ , γεραιέ , έπος παρατεκτήναιο
132εί τίς τοι χλαῖνάν τε χιτῶνά τε εἵματα δοίη
133τοῦ δ̓ ήδη μέλλουσι κύνες ταχέες τ̓ οιωνοὶ
134ῥινὸν απ̓ οστεόφιν ερύσαι , ψυχὴ δὲ λέλοιπεν
135ὴ τόν γ̓ εν πόντῳ φάγον ιχθύες , οστέα δ̓ αυτοῦ
136κεῖται επ̓ ηπείρου ψαμάθῳ ειλυμένα πολλῇ
137ὣς ὁ μὲν ένθ̓ απόλωλε , φίλοισι δὲ κήδἐ οπίσσω
138πᾶσιν , εμοὶ δὲ μάλιστα , τετεύχαται
ου γὰρ έτ̓ άλλον
139ήπιον ὧδε άνακτα κιχήσομαι , οππόσ̓ επέλθω ,
140ου δ̓ εί κεν πατρὸς καὶ μητέρος αῦτις ἵκωμαι
141οῖκον , ὅθι πρῶτον γενόμην καί μ̓ έτρεφον αυτοί
142ου δέ νυ τῶν έτι τόσσον οδύρομαι , ἱέμενός περ
143οφθαλμοῖσιν ιδέσθαι εὼν εν πατρίδι γαίῃ
144αλλά μ̓ Οδυσσῆος πόθος αίνυται οιχομένοιο
145τὸν μὲν εγών , ῶ ξεῖνε , καὶ ου παρεόντ̓ ονομάζειν
146αιδέομαι
πέρι γάρ μ̓ εφίλει καὶ κήδετο θυμῷ
147αλλά μιν ηθεῖον καλέω καὶ νόσφιν εόντα .
148τὸν δ̓ αῦτε προσέειπε πολύτλας δῖος Οδυσσεύς
149ῶ φίλ̓ , επειδὴ πάμπαν αναίνεαι , ου δ̓ έτι φῇσθα
150κεῖνον ελεύσεσθαι , θυμὸς δέ τοι αιὲν άπιστος ·
151αλλ̓ εγὼ ουκ αύτως μυθήσομαι , αλλὰ σὺν ὅρκῳ ,
152ὡς νεῖται Οδυσεύς
ευαγγέλιον δέ μοι έστω
153αυτίκ̓ , επεί κεν κεῖνος ιὼν τὰ ἃ δώμαθ̓ ἵκηται
154ἕσσαι με χλαῖνάν τε χιτῶνά τε , εἵματα καλά
155πρὶν δέ κε , καὶ μάλα περ κεχρημένος , ού τι δεχοίμην
156εχθρὸς γάρ μοι κεῖνος ὁμῶς Αΐδαο πύλῃσι
157γίγνεται , ὃς πενίῃ είκων απατήλια βάζει
158ίστω νῦν Ζεὺς πρῶτα θεῶν , ξενίη τε τράπεζα ,
159ἱστίη τ̓ Οδυσῆος αμύμονος , ἣν αφικάνω
160ῆ μέν τοι τάδε πάντα τελείεται ὡς αγορεύω
161τοῦδ̓ αυτοῦ λυκάβαντος ελεύσεται ενθάδ̓ Οδυσσεύς
162τοῦ μὲν φθίνοντος μηνός , τοῦ δ̓ ἱσταμένοιο ,
163οίκαδε νοστήσει , καὶ τίσεται ὅς τις εκείνου
164ενθάδ̓ ατιμάζει άλοχον καὶ φαίδιμον υἱόν .
165τὸν δ̓ απαμειβόμενος προσέφης , Εύμαιε συβῶτα
166ῶ γέρον , ού τ̓ άῤ εγὼν ευαγγέλιον τόδε τίσω ,
167ού τ̓ Οδυσεὺς έτι οῖκον ελεύσεται
αλλὰ ἕκηλος
168πῖνε , καὶ άλλα παρὲξ μεμνώμεθα , μη δέ με τούτων
169μίμνησκ̓
ῆ γὰρ θυμὸς ενὶ στήθεσσιν εμοῖσιν
170άχνυται , ὁππότε τις μνήσῃ κεδνοῖο άνακτος
171αλλ̓ ῆ τοι ὅρκον μὲν εάσομεν , αυτὰρ Οδυσσεὺς
172έλθοι ὅπως μιν εγώ γ̓ εθέλω καὶ Πηνελόπεια
173Λαέρτης θ̓ ὁ γέρων καὶ Τηλέμαχος θεοειδής .
174νῦν αῦ παιδὸς άλαστον οδύρομαι , ὃν τέκ̓ Οδυσσεύς ,
175Τηλεμάχου
τὸν επεὶ θρέψαν θεοὶ έρνεϊ ῖσον ,
176καί μιν έφην έσσεσθαι εν ανδράσιν ού τι χέρηα
177πατρὸς ἑοῖο φίλοιο , δέμας καὶ εῖδος αγητόν ,
178τὸν δέ τις αθανάτων βλάψε φρένας ένδον εΐσας
179ηέ τις ανθρώπων
ὁ δ̓ έβη μετὰ πατρὸς ακουὴν
180ες Πύλον ηγαθέην
τὸν δὲ μνηστῆρες αγαυοὶ
181οίκαδ̓ ιόντα λοχῶσιν , ὅπως απὸ φῦλον όληται
182νώνυμον εξ Ιθάκης Αρκεισίου αντιθέοιο
183αλλ̓ ῆ τοι κεῖνον μὲν εάσομεν , ή κεν ἁλώῃ
184ῆ κε φύγῃ καί κέν οἱ ὑπέρσχῃ χεῖρα Κρονίων
185αλλ̓ άγε μοι σύ , γεραιέ , τὰ σ̓ αυτοῦ κήδἐ ενίσπες
186καί μοι τοῦτ̓ αγόρευσον ετήτυμον , όφῤ εῢ ειδῶ
187τίς πόθεν εῖς ανδρῶν
πόθι τοι πόλις ηδὲ τοκῆες ;
188ὁπποίης τ̓ επὶ νηὸς αφίκεο
πῶς δέ σε ναῦται
189ήγαγον εις Ιθάκην
τίνες έμμεναι ευχετόωντο
190ου μὲν γάρ τί σε πεζὸν οΐομαι ενθάδ̓ ἱκέσθαι .
191τὸν δ̓ απαμειβόμενος προσέφη πολύμητις Οδυσσεύς
192τοιγὰρ εγώ τοι ταῦτα μάλ̓ ατρεκέως αγορεύσω
193είη μὲν νῦν νῶϊν επὶ χρόνον ημὲν εδωδὴ
194ηδὲ μέθυ γλυκερὸν κλισίης έντοσθεν εοῦσι ,
195δαίνυσθαι ακέοντ̓ , άλλοι δ̓ επὶ έργον ἕποιεν
196ῥηϊδίως κεν έπειτα καὶ εις ενιαυτὸν ἅπαντα
197ού τι διαπρήξαιμι λέγων εμὰ κήδεα θυμοῦ ,
198ὅσσα γε δὴ ξύμπαντα θεῶν ιότητι μόγησα
199εκ μὲν Κρητάων γένος εύχομαι ευρειάων ,
200ανέρος αφνειοῖο πάϊς ·
πολλοὶ δὲ καὶ άλλοι
201υἱέες εν μεγάρῳ ημὲν τράφεν ηδ̓ εγένοντο
202γνήσιοι εξ αλόχου
εμὲ δ̓ ωνητὴ τέκε μήτηρ
203παλλακίς , αλλά με ῖσον ιθαιγενέεσσιν ετίμα
204Κάστωρ Ὑλακίδης , τοῦ εγὼ γένος εύχομαι εῖναι
205ὃς τότ̓ ενὶ Κρήτεσσι θεὸς ὣς τίετο δήμῳ
206όλβῳ τε πλούτῳ τε καὶ υἱάσι κυδαλίμοισιν .
207αλλ̓ ῆ τοι τὸν κῆρες έβαν θανάτοιο φέρουσαι
208εις Αΐδαο δόμους
τοὶ δὲ ζωὴν εδύσαντο
209παῖδες ὑπέρθυμοι καὶ επὶ κλήρους εβάλοντο ,
210αυτὰρ εμοὶ μάλα παῦρα δόσαν καὶ οικί̓ ένειμαν .
211ηγαγόμην δὲ γυναῖκα πολυκλήρων ανθρώπων
212είνεκ̓ εμῆς αρετῆς , επεὶ ουκ αποφώλιος ῆα
213ου δὲ φυγοπτόλεμος ·
νῦν δ̓ ήδη πάντα λέλοιπεν
214αλλ̓ έμπης καλάμην γέ σ̓ οΐομαι εισορόωντα
215γιγνώσκειν
ῆ γάρ με δύη έχει ήλιθα πολλή
216ῆ μὲν δὴ θάρσος μοι Άρης τ̓ έδοσαν καὶ Αθήνη
217καὶ ῥηξηνορίην
ὁπότε κρίνοιμι λόχονδε
218άνδρας αριστῆας , κακὰ δυσμενέεσσι φυτεύων ,
219ού ποτέ μοι θάνατον προτιόσσετο θυμὸς αγήνωρ ,
220αλλὰ πολὺ πρώτιστος επάλμενος έγχει ἕλεσκον
221ανδρῶν δυσμενέων ὅ τέ μοι είξειε πόδεσσιν
222τοῖος έα εν πολέμῳ
έργον δέ μοι ου φίλον έσκεν
223ου δ̓ οικωφελίη , ἥ τε τρέφει αγλαὰ τέκνα ,
224αλλά μοι αιεὶ νῆες επήρετμοι φίλαι ῆσαν
225καὶ πόλεμοι καὶ άκοντες εΰξεστοι καὶ οϊστοί ,
226λυγρά , τά τ̓ άλλοισίν γε καταριγηλὰ πέλονται .
227αυτὰρ εμοὶ τὰ φίλ̓ έσκε τά που θεὸς εν φρεσὶ θῆκεν
228άλλος γάρ τ̓ άλλοισιν ανὴρ επιτέρπεται έργοις
229πρὶν μὲν γὰρ Τροίης επιβήμεναι υἷας Αχαιῶν
230εινάκις ανδράσιν ῆρξα καὶ ωκυπόροισι νέεσσιν
231άνδρας ες αλλοδαπούς , καί μοι μάλα τύγχανε πολλά
232τῶν εξαιρεύμην μενοεικέα , πολλὰ δ̓ οπίσσω
233λάγχανον
αῖψα δὲ οῖκος οφέλλετο , καί ῥα έπειτα
234δεινός τ̓ αιδοῖός τε μετὰ Κρήτεσσι τετύγμην
235αλλ̓ ὅτε δὴ τήν γε στυγερὴν ὁδὸν ευρύοπα Ζεὺς
236εφράσαθ̓ , ἣ πολλῶν ανδρῶν ὑπὸ γούνατ̓ έλυσε ,
237δὴ τότ̓ έμ̓ ήνωγον καὶ αγακλυτὸν Ιδομενῆα
238νήεσσ̓ ἡγήσασθαι ες Ίλιον
ου δέ τι μῆχος
239ῆεν ανήνασθαι , χαλεπὴ δ̓ έχε δήμου φῆμις
240ένθα μὲν εινάετες πολεμίζομεν υἷες Αχαιῶν ,
241τῷ δεκάτῳ δὲ πόλιν Πριάμου πέρσαντες έβημεν
242οίκαδε σὺν νήεσσι , θεὸς δ̓ εκέδασσεν Αχαιούς
243αυτὰρ εμοὶ δειλῷ κακὰ μήδετο μητίετα Ζεύς
244μῆνα γὰρ οῖον έμεινα τεταρπόμενος τεκέεσσιν
245κουριδίῃ τ̓ αλόχῳ καὶ κτήμασιν
αυτὰρ έπειτα
246Αίγυπτόνδε με θυμὸς ανώγει ναυτίλλεσθαι ,
247νῆας εῢ στείλαντα σὺν αντιθέοις ἑτάροισιν
248εννέα νῆας στεῖλα , θοῶς δ̓ εσαγείρατο λαός
249ἑξῆμαρ μὲν έπειτα εμοὶ ερίηρες ἑταῖροι
250δαίνυντ̓
αυτὰρ εγὼν ἱερήϊα πολλὰ παρεῖχον
251θεοῖσίν τε ῥέζειν αυτοῖσί τε δαῖτα πένεσθαι
252ἑβδομάτῃ δ̓ αναβάντες απὸ Κρήτης ευρείης
253επλέομεν Βορέῃ ανέμῳ ακραέϊ καλῷ
254ῥηϊδίως , ὡς εί τε κατὰ ῥόον ·
ου δέ τις οῦν μοι
255νηῶν πημάνθη , αλλ̓ ασκηθέες καὶ άνουσοι
256ἥμεθα , τὰς δ̓ άνεμός τε κυβερνῆταί τ̓ ίθυνον
257πεμπταῖοι δ̓ Αίγυπτον εϋρρείτην ἱκόμεσθα ,
258στῆσα δ̓ εν Αιγύπτῳ ποταμῷ νέας αμφιελίσσας
259ένθ̓ ῆ τοι μὲν εγὼ κελόμην ερίηρας ἑταίρους
260αυτοῦ πὰρ νήεσσι μένειν καὶ νῆας έρυσθαι ,
261οπτῆρας δὲ κατὰ σκοπιὰς ώτρυνα νέεσθαι
262οἱ δ̓ ὕβρει είξαντες , επισπόμενοι μένεϊ σφῷ ,
263αῖψα μάλ̓ Αιγυπτίων ανδρῶν περικαλλέας αγροὺς
264πόρθεον , εκ δὲ γυναῖκας άγον καὶ νήπια τέκνα ,
265αυτούς τ̓ έκτεινον
τάχα δ̓ ες πόλιν ίκετ̓ αϋτή
266οἱ δὲ βοῆς αΐοντες άμ̓ ηοῖ φαινομένηφιν
267ῆλθον
πλῆτο δὲ πᾶν πεδίον πεζῶν τε καὶ ἵππων
268χαλκοῦ τε στεροπῆς
εν δὲ Ζεὺς τερπικέραυνος
269φύζαν εμοῖς ἑτάροισι κακὴν βάλεν , ου δέ τις έτλη
270μεῖναι εναντίβιον
περὶ γὰρ κακὰ πάντοθεν έστη
271ένθ̓ ἡμέων πολλοὺς μὲν απέκτανον οξέϊ χαλκῷ ,
272τοὺς δ̓ άναγον ζωούς , σφίσιν εργάζεσθαι ανάγκῃ
273αυτὰρ εμοὶ Ζεὺς αυτὸς ενὶ φρεσὶν ὧδε νόημα
274ποίησ̓ - ὡς όφελον θανέειν καὶ πότμον επισπεῖν
275αυτοῦ εν Αιγύπτῳ
έτι γάρ νύ με πῆμ̓ ὑπέδεκτο -
276αυτίκ̓ απὸ κρατὸς κυνέην εύτυκτον έθηκα
277καὶ σάκος ώμοιϊν , δόρυ δ̓ έκβαλον έκτοσε χειρός ·
278αυτὰρ εγὼ βασιλῆος εναντίον ήλυθον ἵππων
279καὶ κύσα γούναθ̓ ἑλών
οδ̓ ερύσατο καί μ̓ ελέησεν ,
280ες δίφρον δέ μ̓ ἕσας άγεν οίκαδε δάκρυ χέοντα
281ῆ μέν μοι μάλα πολλοὶ επήϊσσον μελίῃσιν ,
282ἱέμενοι κτεῖναι - δὴ γὰρ κεχολώατο λίην -
283αλλ̓ απὸ κεῖνος έρυκε , Διὸς δ̓ ωπίζετο μῆνιν
284ξεινίου , ὅς τε μάλιστα νεμεσσᾶται κακὰ έργα
285ένθα μὲν ἑπτάετες μένον αυτόθι , πολλὰ δ̓ άγειρα
286χρήματ̓ αν̓ Αιγυπτίους άνδρας
δίδοσαν γὰρ ἅπαντες
287αλλ̓ ὅτε δὴ όγδοόν μοι επιπλόμενον έτος ῆλθεν ,
288δὴ τότε Φοῖνιξ ῆλθεν ανὴρ απατήλια ειδώς ,
289τρώκτης , ὃς δὴ πολλὰ κάκ̓ ανθρώποισιν εώργει
290ὅς μ̓ άγε παρπεπιθὼν ᾗσι φρεσίν , όφῤ ἱκόμεσθα
291Φοινίκην , ὅθι τοῦ γε δόμοι καὶ κτήματ̓ έκειτο
292ένθα παῤ αυτῷ μεῖνα τελεσφόρον εις ενιαυτόν
293αλλ̓ ὅτε δὴ μῆνές τε καὶ ἡμέραι εξετελεῦντο
294άψ περιτελλομένου έτεος καὶ επήλυθον ὧραι ,
295ες Λιβύην μ̓ επὶ νηὸς εέσσατο ποντοπόροιο
296ψεύδεα βουλεύσας , ἵνα οἱ σὺν φόρτον άγοιμι ,
297κεῖθι δέ μ̓ ὡς περάσειε καὶ άσπετον ῶνον ἕλοιτο
298τῷ ἑπόμην επὶ νηός , οϊόμενός περ , ανάγκῃ
299ἡ δ̓ έθεεν Βορέῃ ανέμῳ ακραέϊ καλῷ ,
300μέσσον ὑπὲρ Κρήτης
Ζεὺς δέ σφισι μήδετ̓ όλεθρον
301αλλ̓ ὅτε δὴ Κρήτην μὲν ελείπομεν , ου δέ τις άλλη
302φαίνετο γαιάων , αλλ̓ ουρανὸς ηδὲ θάλασσα ,
303δὴ τότε κυανέην νεφέλην έστησε Κρονίων
304νηὸς ὕπερ γλαφυρῆς , ήχλυσε δὲ πόντος υπ̓ αυτῆς
305Ζεὺς δ̓ άμυδις βρόντησε καὶ έμβαλε νηῒ κεραυνόν
306ἡ δ̓ ελελίχθη πᾶσα Διὸς πληγεῖσα κεραυνῷ ,
307εν δὲ θεείου πλῆτο
πέσον δ̓ εκ νηὸς ἅπαντες
308οἱ δὲ κορώνῃσιν ίκελοι περὶ νῆα μέλαιναν
309κύμασιν εμφορέοντο
θεὸς δ̓ αποαίνυτο νόστον
310αυτὰρ εμοὶ Ζεὺς αυτός , έχοντί περ άλγεα θυμῷ ,
311ἱστὸν αμαιμάκετον νηὸς κυανοπρῴροιο
312εν χείρεσσιν έθηκεν , ὅπως έτι πῆμα φύγοιμι
313τῷ ῥα περιπλεχθεὶς φερόμην ολοοῖς ανέμοισιν
314εννῆμαρ φερόμην , δεκάτῃ δέ με νυκτὶ μελαίνῃ
315γαίῃ Θεσπρωτῶν πέλασεν μέγα κῦμα κυλίνδον
316ένθα με Θεσπρωτῶν βασιλεὺς εκομίσσατο Φείδων
317ἥρως απριάτην ·
τοῦ γὰρ φίλος υἱὸς επελθὼν
318αίθρῳ καὶ καμάτῳ δεδμημένον ῆγεν ες οῖκον ,
319χειρὸς αναστήσας , όφῤ ἵκετο δώματα πατρός
320αμφὶ δέ με χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσεν
321ένθ̓ Οδυσῆος εγὼ πυθόμην
κεῖνος γὰρ έφασκε
322ξεινίσαι ηδὲ φιλῆσαι ιόντ̓ ες πατρίδα γαῖαν ,
323καί μοι κτήματ̓ έδειξεν ὅσα ξυναγείρατ̓ Οδυσσεύς ,
324χαλκόν τε χρυσόν τε πολύκμητόν τε σίδηρον
325καί νύ ες δεκάτην γενεὴν ἕτερόν γ̓ έτι βόσκοι
326τόσσα οἱ εν μεγάροις κειμήλια κεῖτο άνακτος
327τὸν δ̓ ες Δωδώνην φάτο βήμεναι , όφρα θεοῖο
328εκ δρυὸς ὑψικόμοιο Διὸς βουλὴν επακούσαι ,
329ὅππως νοστήσεἰ Ιθάκης ες πίονα δῆμον
330ήδη δὴν απεών , ὴ αμφαδὸν ῆε κρυφηδόν
331ώμοσε δὲ πρὸς έμ̓ αυτόν , αποσπένδων ενὶ οίκῳ ,
332νῆα κατειρύσθαι καὶ επαρτέας έμμεν ἑταίρους ,
333οἳ δή μιν πέμψουσι φίλην ες πατρίδα γαῖαν
334αλλ̓ εμὲ πρὶν απέπεμψε
τύχησε γὰρ ερχομένη νηῦς
335ανδρῶν Θεσπρωτῶν ες Δουλίχιον πολύπυρον
336ένθ̓ ὅ γέ μ̓ ηνώγει πέμψαι βασιλῆϊ Ακάστῳ
337ενδυκέως
τοῖσιν δὲ κακὴ φρεσὶν ἥνδανε βουλὴ
338αμφ̓ εμοί , όφῤ έτι πάγχυ δύης επὶ πῆμα γενοίμην
339αλλ̓ ὅτε γαίης πολλὸν απέπλω ποντοπόρος νηῦς ,
340αυτίκα δούλιον ῆμαρ εμοὶ περιμηχανόωντο
341εκ μέν με χλαῖνάν τε χιτῶνά τε είματ̓ έδυσαν ,
342αμφὶ δέ μοι ῥάκος άλλο κακὸν βάλον ηδὲ χιτῶνα ,
343ῥωγαλέα , τὰ καὶ αυτὸς εν οφθαλμοῖσιν ὅρηαι ·
344ἑσπέριοι δ̓ Ιθάκης ευδειέλου έργ̓ αφίκοντο
345ένθ̓ εμὲ μὲν κατέδησαν εϋσσέλμῳ ενὶ νηῒ
346ὅπλῳ εϋστρεφέϊ στερεῶς , αυτοὶ δ̓ αποβάντες
347εσσυμένως παρὰ θῖνα θαλάσσης δόρπον ἕλοντο
348αυτὰρ εμοὶ δεσμὸν μὲν ανέγναμψαν θεοὶ αυτοὶ
349ῥηϊδίως
κεφαλῇ δὲ κατὰ ῥάκος αμφικαλύψας ,
350ξεστὸν εφόλκαιον καταβὰς επέλασσα θαλάσσῃ
351στῆθος , έπειτα δὲ χερσὶ διήρεσσ̓ αμφοτέρῃσι
352νηχόμενος , μάλα δ̓ ῶκα θύρηθ̓ έα αμφὶς εκείνων
353ένθ̓ αναβάς , ὅθι τε δρίος ῆν πολυανθέος ὕλης ,
354κείμην πεπτηώς
οἱ δὲ μεγάλα στενάχοντες
355φοίτων
αλλ̓ ου γάρ σφιν εφαίνετο κέρδιον εῖναι
356μαίεσθαι προτέρω , τοὶ μὲν πάλιν αῦτις έβαινον
357νηὸς έπι γλαφυρῆς
εμὲ δ̓ έκρυψαν θεοὶ αυτοὶ
358ῥηϊδίως , καί με σταθμῷ επέλασσαν άγοντες
359ανδρὸς επισταμένου
έτι γάρ νύ μοι αῖσα βιῶναι .
360τὸν δ̓ απαμειβόμενος προσέφης , Εύμαιε συβῶτα
361ᾶ δειλὲ ξείνων , ῆ μοι μάλα θυμὸν όρινας
362ταῦτα ἕκαστα λέγων , ὅσα δὴ πάθες ηδ̓ όσ̓ αλήθης
363αλλὰ τά γ̓ ου κατὰ κόσμον οΐομαι , ου δέ με πείσεις
364ειπὼν αμφ̓ Οδυσῆϊ ·
τί σε χρὴ τοῖον εόντα
365μαψιδίως ψεύδεσθαι
εγὼ δ̓ εῦ οῖδα καὶ αυτὸς
366νόστον εμοῖο άνακτος , ὅ τ̓ ήχθετο πᾶσι θεοῖσι
367πάγχυ μάλ̓ , ὅττι μιν ού τι μετὰ Τρώεσσι δάμασσαν
368ηὲ φίλων εν χερσίν , επεὶ πόλεμον τολύπευσε
369τῷ κέν οἱ τύμβον μὲν εποίησαν Παναχαιοί ,
370ηδέ κε καὶ ᾧ παιδὶ μέγα κλέος ήρατ̓ οπίσσω
371νῦν δέ μιν ακλειῶς ἅρπυιαι ανηρείψαντο
372αυτὰρ εγὼ παῤ ὕεσσιν απότροπος ·
ου δὲ πόλινδε
373έρχομαι , ει μή πού τι περίφρων Πηνελόπεια
374ελθέμεν οτρύνῃσιν , ότ̓ αγγελίη ποθὲν έλθῃ
375αλλ̓ οἱ μὲν τὰ ἕκαστα παρήμενοι εξερέουσιν ,
376ημὲν οἳ άχνυνται δὴν οιχομένοιο άνακτος ,
377ηδ̓ οἳ χαίρουσιν βίοτον νήποινον έδοντες
378αλλ̓ εμοὶ ου φίλον εστὶ μεταλλῆσαι καὶ ερέσθαι ,
379εξ οὗ δή μ̓ Αιτωλὸς ανὴρ εξήπαφε μύθῳ ,
380ὅς ῥ̓ άνδρα κτείνας , πολλὴν επὶ γαῖαν αληθείς ,
381ῆλθεν εμὰ πρὸς δώματ̓
εγὼ δέ μιν αμφαγάπαζον
382φῆ δέ μιν εν Κρήτεσσι παῤ Ιδομενῆϊ ιδέσθαι
383νῆας ακειόμενον , τάς οἱ ξυνέαξαν άελλαι
384καὶ φάτ̓ ελεύσεσθαι ὴ ες θέρος ὴ ες οπώρην ,
385πολλὰ χρήματ̓ άγοντα , σὺν αντιθέοις ἑτάροισι
386καὶ σύ , γέρον πολυπενθές , επεί σέ μοι ήγαγε δαίμων ,
387μήτε τί μοι ψεύδεσσι χαρίζεο μήτε τι θέλγε
388ου γὰρ τοὔνεκ̓ εγώ σ̓ αιδέσσομαι ου δὲ φιλήσω ,
389αλλὰ Δία ξένιον δείσας αυτόν τ̓ ελεαίρων .
390τὸν δ̓ απαμειβόμενος προσέφη πολύμητις Οδυσσεύς
391ῆ μάλα τίς τοι θυμὸς ενὶ στήθεσσιν άπιστος ,
392οἷόν σ̓ ου δ̓ ομόσας περ επήγαγον ου δέ σε πείθω .
393αλλ̓ άγε νῦν ῥήτρην ποιησόμεθ̓
αυτὰρ όπισθε
394μάρτυροι αμφοτέροισι θεοί , τοὶ Όλυμπον έχουσιν .
395ει μέν κεν νοστήσῃ άναξ τεὸς ες τόδε δῶμα ,
396ἕσσας με χλαῖνάν τε χιτῶνά τε εἵματα πέμψαι
397Δουλίχιόνδ̓ ιέναι , ὅθι μοι φίλον έπλετο θυμῷ
398ει δέ κε μὴ έλθῃσιν άναξ τεὸς ὡς αγορεύω ,
399δμῶας επισσεύας βαλέειν μεγάλης κατὰ πέτρης ,
400όφρα καὶ άλλος πτωχὸς αλεύεται ηπεροπεύειν .
401τὸν δ̓ απαμειβόμενος προσεφώνεε δῖος ὑφορβός
402ξεῖν̓ , οὕτω γάρ κέν μοι εϋκλείη τ̓ αρετή τε
403είη επ̓ ανθρώπους ἅμα τ̓ αυτίκα καὶ μετέπειτα ,
404ὅς σ̓ επεὶ ες κλισίην άγαγον καὶ ξείνια δῶκα ,
405αῦτις δὲ κτείναιμι φίλον τ̓ απὸ θυμὸν ἑλοίμην
406πρόφρων κεν δὴ έπειτα Δία Κρονίωνα λιτοίμην .
407νῦν δ̓ ὥρη δόρποιο ·
τάχιστά μοι ένδον ἑταῖροι
408εῖεν , ίν̓ εν κλισίῃ λαρὸν τετυκοίμεθα δόρπον .
409ὣς οἱ μὲν τοιαῦτα πρὸς αλλήλους αγόρευον ,
410αγχίμολον δὲ σύες τε καὶ ανέρες ῆλθον ὑφορβοί
411τὰς μὲν άρα έρξαν κατὰ ήθεα κοιμηθῆναι ,
412κλαγγὴ δ̓ άσπετος ῶρτο συῶν αυλιζομενάων
413αυτὰρ ὁ οἷς ἑτάροισιν εκέκλετο δῖος ὑφορβός ·
414άξεθ̓ ὑῶν τὸν άριστον , ἵνα ξείνῳ ἱερεύσω
415τηλεδαπῷ
πρὸς δ̓ αυτοὶ ονησόμεθ̓ , οἵ περ οϊζὺν
416δὴν έχομεν πάσχοντες ὑῶν ένεκ̓ αργιοδόντων ·
417άλλοι δ̓ ἡμέτερον κάματον νήποινον έδουσιν .
418ὣς άρα φωνήσας κέασε ξύλα νηλέϊ χαλκῷ ,
419οἱ δ̓ ὗν εισῆγον μάλα πίονα πενταέτηρον
420τὸν μὲν έπειτ̓ έστησαν επ̓ εσχάρῃ
ου δὲ συβώτης
421λήθετ̓ άῤ αθανάτων
φρεσὶ γὰρ κέχρητ̓ αγαθῇσιν
422αλλ̓ όγ̓ απαρχόμενος κεφαλῆς τρίχας εν πυρὶ βάλλεν
423αργιόδοντος ὑός , καὶ επεύχετο πᾶσι θεοῖσιν
424νοστῆσαι Οδυσῆα πολύφρονα ὅνδε δόμονδε
425κόψε δ̓ ανασχόμενος σχίζῃ δρυός , ἣν λίπε κείων
426τὸν δ̓ έλιπε ψυχή
τοὶ δ̓ έσφαξάν τε καὶ εὗσαν
427αῖψα δέ μιν διέχευαν
ὁ δ̓ ωμοθετεῖτο συβώτης ,
428πάντων αρχόμενος μελέων , ες πίονα δημόν ,
429καὶ τὰ μὲν εν πυρὶ βάλλε , παλύνας αλφίτου ακτῇ ,
430μίστυλλόν τ̓ άρα τἆλλα καὶ αμφ̓ οβελοῖσιν έπειραν ,
431ώπτησάν τε περιφραδέως ερύσαντό τε πάντα ,
432βάλλον δ̓ ειν ελεοῖσιν αολλέα ·
ὰν δὲ συβώτης
433ἵστατο δαιτρεύσων
περὶ γὰρ φρεσὶν αίσιμα ῄδη
434καὶ τὰ μὲν ἕπταχα πάντα διεμοιρᾶτο δαΐζων
435τὴν μὲν ίαν νύμφῃσι καὶ Ἑρμῇ , Μαιάδος υἱεῖ ,
436θῆκεν επευξάμενος , τὰς δ̓ άλλας νεῖμεν ἑκάστῳ
437νώτοισιν δ̓ Οδυσῆα διηνεκέεσσι γέραιρεν
438αργιόδοντος ὑός , κύδαινε δὲ θυμὸν άνακτος
439καί μιν φωνήσας προσέφη πολύμητις Οδυσσεύς
440αίθ̓ οὕτως , Εύμαιε , φίλος Διὶ πατρὶ γένοιο
441ὡς εμοί , ὅττι τε τοῖον εόντ̓ αγαθοῖσι γεραίρεις .
442τὸν δ̓ απαμειβόμενος προσέφης , Εύμαιε συβῶτα
443έσθιε , δαιμόνιε ξείνων , καὶ τέρπεο τοῖσδε ,
444οἷα πάρεστι
θεὸς δὲ τὸ μὲν δώσει , τὸ δ̓ εάσει ,
445ὅττι κεν ᾧ θυμῷ εθέλῃ
δύναται γὰρ ἅπαντα .
446ῆ ῥα καὶ άργματα θῦσε θεοῖς αιειγενέτῃσι ,
447σπείσας δ̓ αίθοπα οῖνον Οδυσσῆϊ πτολιπόρθῳ
448εν χείρεσσιν έθηκεν
ὁ δ̓ ἕζετο ᾗ παρὰ μοίρῃ
449σῖτον δέ σφιν ένειμε Μεσαύλιος , ὅν ῥα συβώτης
450αυτὸς κτήσατο οῖος αποιχομένοιο άνακτος ,
451νόσφιν δεσποίνης καὶ Λαέρταο γέροντος
452πὰρ δ̓ άρα μιν Ταφίων πρίατο κτεάτεσσιν ἑοῖσιν
453οἱ δ̓ επ̓ ονείαθ̓ ἑτοῖμα προκείμενα χεῖρας ίαλλον
454αυτὰρ επεὶ πόσιος καὶ εδητύος εξ έρον ἕντο ,
455σῖτον μέν σφιν αφεῖλε Μεσαύλιος , οἱ δ̓ επὶ κοῖτον
456σίτου καὶ κρειῶν κεκορημένοι εσσεύοντο
457νὺξ δ̓ άῤ επῆλθε κακὴ σκοτομήνιος , ὗε δ̓ άρα Ζεὺς
458πάννυχος , αυτὰρ άη Ζέφυρος μέγας αιὲν έφυδρος .
459τοῖς δ̓ Οδυσεὺς μετέειπε , συβώτεω πειρητίζων ,
460εί πώς οἱ εκδὺς χλαῖναν πόροι , ή τιν̓ ἑταίρων
461άλλον εποτρύνειεν , επεί ἑο κήδετο λίην
462κέκλυθι νῦν , Εύμαιε καὶ άλλοι πάντες ἑταῖροι ,
463ευξάμενός τι έπος ερέω
οῖνος γὰρ ανώγει
464ηλεός , ὅς τ̓ εφέηκε πολύφρονά περ μάλ̓ αεῖσαι
465καί θ̓ ἁπαλὸν γελάσαι , καί τ̓ ορχήσασθαι ανῆκε ,
466καί τι έπος προέηκεν ὅ περ τ̓ άρρητον άμεινον .
467αλλ̓ επεὶ οῦν τὸ πρῶτον ανέκραγον , ουκ επικεύσω
468είθ̓ ὣς ἡβώοιμι βίη τέ μοι έμπεδος είη ,
469ὡς όθ̓ ὑπὸ Τροίην λόχον ήγομεν αρτύναντες .
470ἡγείσθην δ̓ Οδυσεύς τε καὶ Ατρεΐδης Μενέλαος ,
471τοῖσι δ̓ ἅμα τρίτος άρχον εγών
αυτοὶ γὰρ άνωγον
472αλλ̓ ὅτε δή ῥ̓ ἱκόμεσθα ποτὶ πτόλιν αιπύ τε τεῖχος ,
473ἡμεῖς μὲν περὶ άστυ κατὰ ῥωπήϊα πυκνά ,
474ὰν δόνακας καὶ ἕλος , ὑπὸ τεύχεσι πεπτηῶτες
475κείμεθα
νὺξ δ̓ άῤ επῆλθε κακὴ Βορέαο πεσόντος ,
476πηγυλίς
αυτὰρ ὕπερθε χιὼν γένετ̓ ηΰτε πάχνη ,
477ψυχρή , καὶ σακέεσσι περιτρέφετο κρύσταλλος .
478ένθ̓ άλλοι πάντες χλαίνας έχον ηδὲ χιτῶνας ,
479εὗδον δ̓ εύκηλοι , σάκεσιν ειλυμένοι ώμους
480αυτὰρ εγὼ χλαῖναν μὲν ιὼν ἑτάροισιν έλειπον
481αφραδίῃς , επεὶ ουκ εφάμην ῥιγωσέμεν έμπης ,
482αλλ̓ ἑπόμην σάκος οῖον έχων καὶ ζῶμα φαεινόν
483αλλ̓ ὅτε δὴ τρίχα νυκτὸς έην , μετὰ δ̓ άστρα βεβήκει ,
484καὶ τότ̓ εγὼν Οδυσῆα προσηύδων εγγὺς εόντα
485αγκῶνι νύξας
ὁ δ̓ άῤ εμμαπέως ὑπάκουσε
486διογενὲς Λαερτιάδη , πολυμήχαν̓ Οδυσσεῦ ,
487ού τοι έτι ζωοῖσι μετέσσομαι , αλλά με χεῖμα
488δάμναται
ου γὰρ έχω χλαῖναν
παρά μ̓ ήπαφε δαίμων
489οιοχίτων̓ έμεναι
νῦν δ̓ ουκέτι φυκτὰ πέλονται .
490ὣς εφάμην , ὁ δ̓ έπειτα νόον σχέθε τόνδ̓ ενὶ θυμῷ ,
491οἷος κεῖνος έην βουλευέμεν ηδὲ μάχεσθαι
492φθεγξάμενος δ̓ ολίγῃ οπί με πρὸς μῦθον έειπε
493σίγα νῦν , μή τίς σευ Αχαιῶν άλλος ακούσῃ .
494ῆ καὶ επ̓ αγκῶνος κεφαλὴν σχέθεν εῖπέ τε μῦθον
495κλῦτε , φίλοι
θεῖός μοι ενύπνιον ῆλθεν όνειρος
496λίην γὰρ νηῶν ἑκὰς ήλθομεν
αλλά τις είη
497ειπεῖν Ατρεΐδῃ Αγαμέμνονι , ποιμένι λαῶν ,
498ει πλέονας παρὰ ναῦφιν εποτρύνειε νέεσθαι
499ὣς έφατ̓ , ῶρτο δ̓ έπειτα Θόας , Ανδραίμονος υἱός ,
500καρπαλίμως , απὸ δὲ χλαῖναν θέτο φοινικόεσσαν ,
501βῆ δὲ θέειν επὶ νῆας
εγὼ δ̓ ενὶ εἵματι κείνου
502κείμην ασπασίως , φάε δὲ χρυσόθρονος Ηώς
503ὣς νῦν ἡβώοιμι βίη τέ μοι έμπεδος είη
504δοίη κέν τις χλαῖναν ενὶ σταθμοῖσι συφορβῶν ,
505αμφότερον , φιλότητι καὶ αιδοῖ φωτὸς ἑῆος
506νῦν δέ μ̓ ατιμάζουσι κακὰ χροῒ είματ̓ έχοντα .
507τὸν δ̓ απαμειβόμενος προσέφης , Εύμαιε συβῶτα
508ῶ γέρον , αῖνος μέν τοι αμύμων , ὃν κατέλεξας ,
509ου δέ τί πω παρὰ μοῖραν έπος νηκερδὲς έειπες ·
510τῷ ού τ̓ εσθῆτος δευήσεαι ού τε τευ άλλου ,
511ὧν επέοιχ̓ ἱκέτην ταλαπείριον αντιάσαντα ,
512νῦν
ατὰρ ηῶθέν γε τὰ σὰ ῥάκεα δνοπαλίξεις
513ου γὰρ πολλαὶ χλαῖναι επημοιβοί τε χιτῶνες
514ενθάδε ἕννυσθαι , μία δ̓ οίη φωτὶ ἑκάστῳ .
515αυτὰρ επὴν έλθῃσιν Οδυσσῆος φίλος υἱός ,
516αυτός τοι χλαῖνάν τε χιτῶνά τε εἵματα δώσει ,
517πέμψει δ̓ ὅππῃ σε κραδίη θυμός τε κελεύει .
518ὣς ειπὼν ανόρουσε , τίθει δ̓ άρα οἱ πυρὸς εγγὺς
519ευνήν , εν δ̓ οΐων τε καὶ αιγῶν δέρματ̓ έβαλλεν
520ένθ̓ Οδυσεὺς κατέλεκτ̓
επὶ δὲ χλαῖναν βάλεν αυτῷ
521πυκνὴν καὶ μεγάλην , ἥ οἱ παρεκέσκετ̓ αμοιβάς ,
522ἕννυσθαι ὅτε τις χειμὼν έκπαγλος όροιτο
523ὣς ὁ μὲν ένθ̓ Οδυσεὺς κοιμήσατο , τοὶ δὲ παῤ αυτὸν
524άνδρες κοιμήσαντο νεηνίαι ·
ου δὲ συβώτῃ
525ἥνδανεν αυτόθι κοῖτος , ὑῶν άπο κοιμηθῆναι ,
526αλλ̓ ὅ γ̓ άῤ έξω ιὼν ὡπλίζετο
χαῖρε δ̓ Οδυσσεύς ,
527ὅττι ῥά οἱ βιότου περικήδετο νόσφιν εόντος
528πρῶτον μὲν ξίφος οξὺ περὶ στιβαροῖς βάλετ̓ ώμοις ,
529αμφὶ δὲ χλαῖναν εέσσατ̓ αλεξάνεμον , μάλα πυκνήν ,
530ὰν δὲ νάκην έλετ̓ αιγὸς εϋτρεφέος μεγάλοιο ,
531εἵλετο δ̓ οξὺν άκοντα , κυνῶν αλκτῆρα καὶ ανδρῶν
532βῆ δ̓ ίμεναι κείων ὅθι περ σύες αργιόδοντες πέτρῃ ὕπο γλαφυρῇ εὗδον , Βορέω υπ̓ ιωγῇ
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52
53
54
55
56
57
58
59
60
61
62
63
64
66
67
68
69
70
71
72
73
74
75
76
77
78
79
80
81
82
83
84
85
86
87
88
89
90
91
92
93
94
95
96
97
98
99
100
101
102
103
104
105
106
107
108
109
110
111
112
113
114
115
116
117
118
119
120
121
122
123
124
125
126
127
128
129
130
131
132
133
134
135
136
137
138
139
140
141
142
143
144
145
146
147
148
149
150
151
152
153
154
155
156
157
158
159
160
161
162
163
164
165
166
167
168
169
170
171
172
173
174
175
176
177
178
179
180
181
182
183
184
185
186
187
188
189
190
191
192
193
194
195
196
197
198
199
200
201
202
203
204
205
206
207
208
209
210
211
212
213
214
215
216
217
218
219
220
221
222
223
224
225
226
227
228
229
230
231
232
233
234
235
236
237
238
239
240
241
242
243
244
245
246
247
248
249
250
251
252
253
254
255
256
257
258
259
260
261
262
263
264
265
266
267
268
269
270
271
272
273
274
275
276
277
278
279
280
281
282
283
284
285
286
287
288
289
290
291
292
293
294
295
296
297
298
299
300
301
302
303
304
305
306
307
308
309
310
311
312
313
314
315
316
317
318
319
320
321
322
323
324
325
326
327
328
329
330
331
332
333
334
335
336
337
338
339
340
341
342
343
344
345
346
347
348
349
350
351
352
353
354
355
356
357
358
359
360
361
362
363
364
365
366
367
368
369
370
371
372
373
374
375
376
377
378
379
380
381
382
383
384
385
386
387
388
389
390
391
392
393
394
395
396
397
398
399
400
401
402
403
404
405
406
407
408
409
410
411
412
413
414
415
416
417
418
419
420
421
422
423
424
425
426
427
428
429
430
431
432
433
434
435
436
437
438
439
440
441
442
443
444
445
446
447
448
449
450
451
452
453
454
455
456
457
458
459
460
461
462
463
464
465
466
467
468
469
470
471
472
473
474
475
476
477
478
479
480
481
482
483
484
485
486
487
488
489
490
491
492
493
494
495
496
497
498
499
500
501
502
503
504
505
506
507
508
509
510
511
512
513
514
515
516
517
518
519
520
521
522
523
524
525
526
527
528
529
530
531
532