Homer

Odyssey    —    Ὀδύσσεια

Book 13

1ὣς έφαθ̓, οἱ δ̓ άρα πάντες ακὴν εγένοντο σιωπῇ,
2κηληθμῷ δ̓ έσχοντο κατὰ μέγαρα σκιόεντα

3τὸν δ̓ αῦτ̓ Αλκίνοος απαμείβετο φώνησέν τε

4 Οδυσεῦ, επεὶ ἵκευ εμὸν ποτὶ χαλκοβατὲς δῶ,
5ὑψερεφές, τῷ σ̓ ού τι παλιμπλαγχθέντα γ̓ οΐω
6ὰψ απονοστήσειν, ει καὶ μάλα πολλὰ πέπονθας

7ὑμέων δ̓ ανδρὶ ἑκάστῳ εφιέμενος τάδε είρω,
8ὅσσοι ενὶ μεγάροισι γερούσιον αίθοπα οῖνον
9αιεὶ πίνετ̓ εμοῖσιν, ακουάζεσθε δ̓ αοιδοῦ

10εἵματα μὲν δὴ ξείνῳ εϋξέστῃ ενὶ χηλῷ
11κεῖται καὶ χρυσὸς πολυδαίδαλος άλλα τε πάντα
12δῶῤ, ὅσα Φαιήκων βουληφόροι ενθάδ̓ ένεικαν

13αλλ̓ άγε οἱ δῶμεν τρίποδα μέγαν ηδὲ λέβητα
14ανδρακάς
ἡμεῖς δ̓ αῦτε αγειρόμενοι κατὰ δῆμον
15τισόμεθ̓
αργαλέον γὰρ ἕνα προικὸς χαρίσασθαι.
16ὣς έφατ̓ Αλκίνοος, τοῖσιν δ̓ επιὴνδανε μῦθος

17οἱ μὲν κακκείοντες έβαν οῖκόνδε ἕκαστος,
18ῆμος δ̓ ηριγένεια φάνη ῥοδοδάκτυλος Ηώς,
19νῆάδ̓ επεσσεύοντο, φέρον δ̓ ευήνορα χαλκόν

20καὶ τὰ μὲν εῦ κατέθηχ̓ ἱερὸν μένος Αλκινόοιο,
21αυτὸς ιὼν διὰ νηὸς ὑπὸ ζυγά, μή τιν̓ ἑταίρων
22βλάπτοι ελαυνόντων, ὁπότε σπερχοίατ̓ ερετμοῖς

23οἱ δ̓ εις Αλκινόοιο κίον καὶ δαῖτ̓ αλέγυνον.

24τοῖσι δὲ βοῦν ιέρευσ̓ ἱερὸν μένος Αλκινόοιο
25Ζηνὶ κελαινεφέϊ Κρονίδῃ, ὃς πᾶσιν ανάσσει

26μῆρα δὲ κήαντες δαίνυντ̓ ερικυδέα δαῖτα
27τερπόμενοι
μετὰ δέ σφιν εμέλπετο θεῖος αοιδός,
28Δημόδοκος, λαοῖσι τετιμένος
αυτὰρ Οδυσσεὺς
29πολλὰ πρὸς ηέλιον κεφαλὴν τρέπε παμφανόωντα,
30δῦναι επειγόμενος
δὴ γὰρ μενέαινε νέεσθαι
31ὡς δ̓ ότ̓ ανὴρ δόρποιο λιλαίεται, τε πανῆμαρ
32νειὸν αν̓ ἕλκητον βόε οίνοπε πηκτὸν άροτρον·

33ασπασίως δ̓ άρα τῷ κατέδυ φάος ηελίοιο
34δόρπον εποίχεσθαι, βλάβεται δέ τε γούνατ̓ ιόντι·

35ὣς Οδυσῆ̓ ασπαστὸν έδυ φάος ηελίοιο

36αῖψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα,
37Αλκινόῳ δὲ μάλιστα πιφαυσκόμενος φάτο μῦθον

38Αλκίνοε κρεῖον, πάντων αριδείκετε λαῶν,
39πέμπετέ με σπείσαντες απήμονα, χαίρετε δ̓ αυτοί

40ήδη γὰρ τετέλεσται μοι φίλος ήθελε θυμός,
41πομπὴ καὶ φίλα δῶρα, τά μοι θεοὶ Ουρανίωνες
42όλβια ποιήσειαν·
αμύμονα δ̓ οίκοι άκοιτιν
43νοστήσας εὕροιμι σὺν αρτεμέεσσι φίλοισιν

44ὑμεῖς δ̓ αῦθι μένοντες εϋφραίνοιτε γυναῖκας
45κουριδίας καὶ τέκνα
θεοὶ δ̓ αρετὴν οπάσειαν
46παντοίην, καὶ μή τι κακὸν μεταδήμιον είη.

47ὣς έφαθ̓, οἱ δ̓ άρα πάντες επῄνεον ηδ̓ εκέλευον
48πεμπέμεναι τὸν ξεῖνον, επεὶ κατὰ μοῖραν έειπεν

49καὶ τότε κήρυκα προσέφη μένος Αλκινόοιο

50Ποντόνοε, κρητῆρα κερασσάμενος μέθυ νεῖμον
51πᾶσιν ανὰ μέγαρον, όφῤ ευξάμενοι Διὶ πατρὶ
52τὸν ξεῖνον πέμπωμεν ἑὴν ες πατρίδα γαῖαν.

53ὣς φάτο, Ποντόνοος δὲ μελίφρονα οῖνον εκίρνα,
54νώμησεν δ̓ άρα πᾶσιν επισταδόν
οἱ δὲ θεοῖσιν
55έσπεισαν μακάρεσσι, τοὶ ουρανὸν ευρὺν έχουσιν,
56αυτόθεν εξ ἑδρέων
ανὰ δ̓ ἵστατο δῖος Οδυσσεύς,
57Αρήτῃ δ̓ εν χειρὶ τίθει δέπας αμφικύπελλον,
58καί μιν φωνήσας έπεα πτερόεντα προσηύδα

59χαῖρέ μοι, βασίλεια, διαμπερές, εις κε γῆρας
60έλθῃ καὶ θάνατος, τά τ̓ επ̓ ανθρώποισι πέλονται

61αυτὰρ εγὼ νέομαι
σὺ δὲ τέρπεο τῷδ̓ ενὶ οίκῳ
62παισί τε καὶ λαοῖσι καὶ Αλκινόῳ βασιλῆϊ.

63ὣς ειπὼν ὑπὲρ ουδὸν εβήσετο δῖος Οδυσσεύς,
64τῷ δ̓ ἅμα κήρυκα προΐει μένος Αλκινόοιο,
65ἡγεῖσθαι επὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης

66Αρήτη δ̓ άρα οἱ δμῳὰς άμ̓ έπεμπε γυναῖκας,
67τὴν μὲν φᾶρος έχουσαν εϋπλυνὲς ηδὲ χιτῶνα,
68τὴν δ̓ ἑτέρην χηλὸν πυκινὴν άμ̓ όπασσε κομίζειν·

69 δ̓ άλλη σῖτόν τ̓ έφερεν καὶ οῖνον ερυθρόν

70αυτὰρ επεί ῥ̓ επὶ νῆα κατήλυθον ηδὲ θάλασσαν,
71αῖψα τά γ̓ εν νηῒ γλαφυρῇ πομπῆες αγαυοὶ
72δεξάμενοι κατέθεντο, πόσιν καὶ βρῶσιν ἅπασαν

73κὰδ δ̓ άῤ Οδυσσῆϊ στόρεσαν ῥῆγός τε λίνον τε
74νηὸς επ̓ ικριόφιν γλαφυρῆς, ἵνα νήγρετον εὕδοι,
75πρυμνῆς
ὰν δὲ καὶ αυτὸς εβήσετο καὶ κατέλεκτο
76σιγῇ
τοὶ δὲ καθῖζον επὶ κληῗσιν ἕκαστοι
77κόσμῳ, πεῖσμα δ̓ έλυσαν απὸ τρητοῖο λίθοις

78εῦθ̓ οἱ ανακλινθέντες ανερρίπτουν ἅλα πηδῷ,
79καὶ τῷ νήδυμος ὕπνος επὶ βλεφάροισιν έπιπτε,
80νήγρετος, ἥδιστος, θανάτῳ άγχιστα εοικώς

81 δ̓, ὥς τ̓ εν πεδίῳ τετράοροι άρσενες ἵπποι,
82πάντες άμ̓ ὁρμηθέντες ὑπὸ πληγῇσιν ἱμάσθλης,
83υψόσ̓ αειρόμενοι ῥίμφα πρήσσουσι κέλευθον,
84ὣς άρα τῆς πρύμνη μὲν αείρετο, κῦμα δ̓ όπισθε
85πορφύρεον μέγα θῦε πολυφλοίσβοιο θαλάσσης

86 δὲ μάλ̓ ασφαλέως θέεν έμπεδον
ου δέ κεν ίρηξ
87κίρκος ὁμαρτήσειεν, ελαφρότατος πετεηνῶν

88ὣς ῥίμφα θέουσα θαλάσσης κύματ̓ έταμνεν,
89άνδρα φέρουσα θεοῖς εναλίγκια μήδἐ έχοντα

90ὃς πρὶν μὲν μάλα πολλὰ πάθ̓ άλγεα ὃν κατὰ θυμὸν
91ανδρῶν τε πτολέμους αλεγεινά τε κύματα πείρων,
92δὴ τότε γ̓ ατρέμας εὗδε, λελασμένος όσσ̓ επεπόνθει

93εῦτ̓ αστὴρ ὑπερέσχε φαάντατος, ὅς τε μάλιστα
94έρχεται αγγέλλων φάος Ηοῦς ηριγενείης,
95τῆμος δὴ νήσῳ προσεπίλνατο ποντοπόρος νηῦς

96Φόρκυνος δέ τίς εστι λιμήν, ἁλίοιο γέροντος,
97εν δήμῳ Ιθάκης
δύο δὲ προβλῆτες εν αυτῷ
98ακταὶ απορρῶγες, λιμένος ποτιπεπτηυῖαι,
99αἵ τ̓ ανέμων σκεπόωσι δυσαήων μέγα κῦμα
100έκτοθεν·
έντοσθεν δέ τ̓ άνευ δεσμοῖο μένουσι
101νῆες εΰσσελμοι, ότ̓ ὰν ὅρμου μέτρον ἵκωνται

102αυτὰρ επὶ κρατὸς λιμένος τανύφυλλος ελαίη,
103αγχόθι δ̓ αυτῆς άντρον επήρατον ηεροειδές,
104ἱρὸν νυμφάων αἱ νηϊάδες καλέονται.

105εν δὲ κρητῆρές τε καὶ αμφιφορῆες έασιν
106λάϊνοι
ένθα δ̓ έπειτα τιθαιβώσσουσι μέλισσαι
107εν δ̓ ἱστοὶ λίθεοι περιμήκεες, ένθα τε νύμφαι
108φάρἐ ὑφαίνουσιν ἁλιπόρφυρα, θαῦμα ιδέσθαι·

109εν δ̓ ύδατ̓ αενάοντα.
δύω δέ τέ οἱ θύραι εισίν,
110αἱ μὲν πρὸς Βορέαο καταιβαταὶ ανθρώποισιν,
111αἱ δ̓ αῦ πρὸς Νότου εισὶ θεώτεραι·
ου δέ τι κείνῃ
112άνδρες εσέρχονται, αλλ̓ αθανάτων ὁδός εστιν

113ένθ̓ οἵ γ̓ εισέλασαν, πρὶν ειδότες
μὲν έπειτα
114ηπείρῳ επέκελσεν, ὅσον τ̓ επὶ ἥμισυ πάσης,
115σπερχομένη·
τοῖον γὰρ επείγετο χέρσ̓ ερετάων
116οἱ δ̓ εκ νηὸς βάντες εϋζύγου ήπειρόνδε
117πρῶτον Οδυσσῆα γλαφυρῆς εκ νηὸς άειραν
118αυτῷ σύν τε λίνῳ καὶ ῥήγεϊ σιγαλόεντι,
119κὰδ δ̓ άῤ επὶ ψαμάθῳ έθεσαν δεδμημένον ὕπνῳ,
120εκ δὲ κτήματ̓ άειραν, οἱ Φαίηκες αγαυοὶ
121ώπασαν οίκαδ̓ ιόντι διὰ μεγάθυμον Αθήνην

122καὶ τὰ μὲν οῦν παρὰ πυθμέν̓ ελαίης αθρόα θῆκαν
123εκτὸς ὁδοῦ, μή πώς τις ὁδιτάων ανθρώπων,
124πρίν γ̓ Οδυσῆ̓ έγρεσθαι, επελθὼν δηλήσαιτο

125αυτοὶ δ̓ αῦτ̓ οῖκόνδε πάλιν κίον
ου δ̓ ενοσίχθων
126λήθετ̓ απειλάων, τὰς αντιθέῳ Οδυσῆϊ
127πρῶτον επηπείλησε, Διὸς δ̓ εξείρετο βουλήν

128Ζεῦ πάτερ, ουκέτ̓ εγώ γε μετ̓ αθανάτοισι θεοῖσι
129τιμήεις έσομαι, ὅτε με βροτοὶ ού τι τίουσιν,
130Φαίηκες, τοί πέρ τοι εμῆς έξ εισι γενέθλης

131καὶ γὰρ νῦν Οδυσῆ̓ εφάμην κακὰ πολλὰ παθόντα
132οίκαδ̓ ελεύσεσθαι
νόστον δέ οἱ ού ποτ̓ απηύρων
133πάγχυ, επεὶ σὺ πρῶτον ὑπέσχεο καὶ κατένευσας

134οἱ δ̓ εύδοντ̓ εν νηῒ θοῇ επὶ πόντον άγοντες
135κάτθεσαν ειν Ιθάκῃ, έδοσαν δέ οἱ άσπετα δῶρα,
136χαλκόν τε χρυσόν τε ἅλις εσθῆτά θ̓ ὑφαντήν,
137πόλλ̓, όσ̓ ὰν ου δέ ποτε Τροίης εξήρατ̓ Οδυσσεύς,
138εί περ απήμων ῆλθε, λαχὼν απὸ ληΐδος αῖσαν.

139τὸν δ̓ απαμειβόμενος προσέφη νεφεληγερέτα Ζεὺς·

140 πόποι, εννοσίγαἰ ευρυσθενές, οἷον έειπες

141ού τί σ̓ ατιμάζουσι θεοί
χαλεπὸν δέ κεν είη
142πρεσβύτατον καὶ άριστον ατιμίῃσιν ιάλλειν

143ανδρῶν δ̓ εί πέρ τίς σε βίῃ καὶ κάρτεϊ είκων
144ού τι τίει.
σοὶ δ̓ εστὶ καὶ εξοπίσω τίσις αιεί
145έρξον ὅπως εθέλεις καί τοι φίλον έπλετο θυμῷ.

146τὸν δ̓ ημείβετ̓ έπειτα Ποσειδάων ενοσίχθων

147αῖψά κ̓ εγὼν έρξαιμι, κελαινεφές, ὡς αγορεύεις

148αλλὰ σὸν αιεὶ θυμὸν οπίζομαι ηδ̓ αλεείνω

149νῦν αῦ Φαιήκων εθέλω περικαλλέα νῆα,
150εκ πομπῆς ανιοῦσαν, εν ηεροειδέϊ πόντῳ
151ῥαῖσαι, ίν̓ ήδη σχῶνται, απολλήξωσι δὲ πομπῆς
152ανθρώπων, μέγα δέ σφιν όρος πόλει αμφικαλύψαι.

153τὸν δ̓ απαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς

154 πέπον, ὡς μὲν εμῷ θυμῷ δοκεῖ εῖναι άριστα,
155ὁππότε κεν δὴ πάντες ελαυνομένην προΐδωνται
156λαοὶ απὸ πτόλιος, θεῖναι λίθον εγγύθι γαίης
157νηῒ θοῇ ίκελον, ἵνα θαυμάζωσιν ἅπαντες
158άνθρωποι, μέγα δέ σφιν όρος πόλει αμφικαλύψαι.

159αυτὰρ επεὶ τό γ̓ άκουσε Ποσειδάων ενοσίχθων,
160βῆ ῥ̓ ίμεν ες Σχερίην, ὅθι Φαίηκες γεγάασιν

161ένθ̓ έμεν̓
δὲ μάλα σχεδὸν ήλυθε ποντοπόρος νηῦς
162ῥίμφα διωκομένη·
τῆς δὲ σχεδὸν ῆλθ̓ ενοσίχθων,
163ὅς μιν λᾶαν έθηκε καὶ ερρίζωσεν ένερθε
164χειρὶ καταπρηνεῖ ελάσας
δὲ νόσφι βεβήκει
165οἱ δὲ πρὸς αλλήλους έπεα πτερόεντ̓ αγόρευον
166Φαίηκες δολιχήρετμοι, ναυσίκλυτοι άνδρες

167ὧδε δέ τις είπεσκεν ιδὼν ες πλησίον άλλον

168ώ μοι, τίς δὴ νῆα θοὴν επέδησ̓ ενὶ πόντῳ
169οίκαδ̓ ελαυνομένην
καὶ δὴ προὐφαίνετο πᾶσα.
170ὣς άρα τις είπεσκε
τὰ δ̓ ουκ ίσαν ὡς ετέτυκτο.
171τοῖσιν δ̓ Αλκίνοος αγορήσατο καὶ μετέειπεν

172 πόποι, μάλα δή με παλαίφατα θέσφαθ̓ ἱκάνει
173πατρὸς εμοῦ, ὃς έφασκε Ποσειδάων̓ αγάσασθαι
174ἡμῖν, οὕνεκα πομποὶ απήμονές ειμεν ἁπάντων

175φῆ ποτὲ Φαιήκων ανδρῶν περικαλλέα, νῆα,
176εκ πομπῆς ανιοῦσαν, εν ηεροειδέϊ πόντῳ
177ῥαισέμεναι, μέγα δ̓ ἧμιν όρος πόλει αμφικαλύψειν

178ὣς αγόρεὐ γέρων
τὰ δὲ δὴ νῦν πάντα τελεῖται
179αλλ̓ άγεθ̓, ὡς ὰν εγὼ είπω, πειθώμεθα πάντες

180πομπῆς μὲν παύσασθε βροτῶν, ὅτε κέν τις ἵκηται
181ἡμέτερον προτὶ άστυ
Ποσειδάωνι δὲ ταύρους
182δώδεκα κεκριμένους ἱερεύσομεν, αί κ̓ ελεήσῃ,
183μη δ̓ ἡμῖν περίμηκες όρος πόλει αμφικαλύψῃ.

184ὣς έφαθ̓, οἱ δ̓ έδεισαν, ἑτοιμάσσαντο δὲ ταύρους

185ὣς οἱ μέν ῥ̓ εύχοντο Ποσειδάωνι άνακτι
186δήμου Φαιήκων ἡγήτορες ηδὲ μέδοντες,
187ἑσταότες περὶ βωμόν.
δ̓ έγρετο δῖος Οδυσσεὺς
188εὕδων εν γαίῃ πατρωΐῃ, ου δέ μιν έγνω,
189ήδη δὴν απεών·
περὶ γὰρ θεὸς ηέρα χεῦε
190Παλλὰς Αθηναίη, κούρη Διός, όφρα μιν αυτὸν
191άγνωστον τεύξειεν ἕκαστά τε μυθήσαιτο,
192μή μιν πρὶν άλοχος γνοίη αστοί τε φίλοι τε,
193πρὶν πᾶσαν μνηστῆρας ὑπερβασίην αποτῖσαι.

194τοὔνεκ̓ άῤ αλλοειδέα φαινέσκετο πάντα άνακτι,
195ατραπιτοί τε διηνεκέες λιμένες τε πάνορμοι
196πέτραι τ̓ ηλίβατοι καὶ δένδρεα τηλεθόωντα

197στῆ δ̓ άῤ αναΐξας καί ῥ̓ είσιδε πατρίδα γαῖαν

198ῴμωξέν τ̓ άρ έπειτα καὶ πεπλήγετο μηρὼ
199χερσὶ καταπρηνέσσ̓, ολοφυρόμενος δ̓ έπος ηύδα

200ώ μοι εγώ, τέων αῦτε βροτῶν ες γαῖαν ἱκάνω

201 ῥ̓ οἵ γ̓ ὑβρισταί τε καὶ άγριοι ου δὲ δίκαιοι,
202ῆε φιλόξεινοι, καί σφιν νόος εστὶ θεουδής;

203πῇ δὴ χρήματα πολλὰ φέρω τάδε
πῇ τε καὶ αυτὸς
204πλάζομαι
αίθ̓ όφελον μεῖναι παρὰ Φαιήκεσσιν
205αυτοῦ
εγὼ δέ κεν άλλον ὑπερμενέων βασιλήων
206εξικόμην, ὅς κέν μ̓ εφίλει καὶ έπεμπε νέεσθαι

207νῦν δ̓ ού τ̓ άρ πῃ θέσθαι επίσταμαι, ου δὲ μὲν αυτοῦ
208καλλείψω, μή πώς μοι ἕλωρ άλλοισι γένηται

209 πόποι, ουκ άρα πάντα νοήμονες ου δὲ δίκαιοι
210ῆσαν Φαιήκων ἡγήτορες ηδὲ μέδοντες,
211οἵ μ̓ εις άλλην γαῖαν απήγαγον, τέ μ̓ έφαντο
212άξειν εις Ιθάκην ευδείελον, ου δ̓ ετέλεσσαν.

213Ζεὺς σφέας τίσαιτο ἱκετήσιος, ὅς τε καὶ άλλους
214ανθρώπους εφορᾷ καὶ τίνυται ὅς τις ἁμάρτῃ

215αλλ̓ άγε δὴ τὰ χρήματ̓ αριθμήσω καὶ ίδωμαι,
216μή τί μοι οίχωνται κοίλης επὶ νηὸς άγοντες.

217ὣς ειπὼν τρίποδας περικαλλέας ηδὲ λέβητας
218ηρίθμει καὶ χρυσὸν ὑφαντά τε εἵματα καλά

219τῶν μὲν άῤ ού τι πόθει
δ̓ οδύρετο πατρίδα γαῖαν
220ἑρπύζων παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης,
221πόλλ̓ ολοφυρόμενος
σχεδόθεν δέ οἱ ῆλθεν Αθήνη,
222ανδρὶ δέμας εικυῖα νέῳ, επιβώτορι μήλων,
223παναπάλῳ, οἷοί τε ανάκτων παῖδες έασι,
224δίπτυχον αμφ̓ ώμοισιν έχουσ̓ ευεργέα λώπην

225ποσσὶ δ̓ ὑπὸ λιπαροῖσι πέδιλ̓ έχε, χερσὶ δ̓ άκοντα.

226τὴν δ̓ Οδυσεὺς γήθησεν ιδὼν καὶ εναντίος ῆλθε,
227καί μιν φωνήσας έπεα πτερόεντα προσηύδα

228 φίλ̓, επεί σε πρῶτα κιχάνω τῷδ̓ ενὶ χώρῳ,
229χαῖρέ τε καὶ μή μοί τι κακῷ νόῳ αντιβολήσαις,
230αλλὰ σάω μὲν ταῦτα, σάω δ̓ εμέ
σοὶ γὰρ εγώ γε
231εύχομαι ὥς τε θεῷ καί σευ φίλα γούναθ̓ ἱκάνω.

232καί μοι τοῦτ̓ αγόρευσον ετήτυμον, όφῤ εῢ ειδῶ

233τίς γῆ, τίς δῆμος, τίνες ανέρες εγγεγάασιν;

234 πού τις νήσων ευδείελος, ῆέ τις ακτὴ
235κεῖθ̓ ἁλὶ κεκλιμένη εριβώλακος ηπείροιο ;"

236τὸν δ̓ αῦτε προσέειπε θεὰ γλαυκῶπις Αθήνη·

237νήπιός εις, ξεῖν̓, τηλόθεν ειλήλουθας,
238ει δὴ τήνδε τε γαῖαν ανείρεαι
ου δέ τι λίην
239οὕτω νώνυμός εστιν
ίσασι δέ μιν μάλα πολλοί,
240ημὲν ὅσοι ναίουσι πρὸς ηῶ τ̓ ηέλιόν τε,
241ηδ̓ ὅσσοι μετόπισθε ποτὶ ζόφον ηερόεντα.

242 τοι μὲν τρηχεῖα καὶ ουχ ἱππήλατός εστιν,
243ου δὲ λίην λυπρή, ατὰρ ου δ̓ ευρεῖα τέτυκται.

244εν μὲν γάρ οἱ σῖτος αθέσφατος, εν δέ τε οῖνος
245γίγνεται·
αιεὶ δ̓ όμβρος έχει τεθαλυῖά τ̓ εέρση
246αιγίβοτος δ̓ αγαθὴ καὶ βούβοτος·
έστι μὲν ὕλη
247παντοίη, εν δ̓ αρδμοὶ επηετανοὶ παρέασι

248τῷ τοι, ξεῖν̓, Ιθάκης γε καὶ ες Τροίην όνομ̓ ἵκει,
249τήν περ τηλοῦ φασὶν Αχαιΐδος έμμεναι αίης.

250ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Οδυσσεύς,
251χαίρων γαίῃ πατρωΐῃ, ὥς οἱ έειπε
252Παλλὰς Αθηναίη, κούρη Διὸς, αιγιόχοιο

253καί μιν φωνήσας έπεα πτερόεντα προσηύδα

254ου δ̓ γ̓ αληθέα εῖπε, πάλιν δ̓ γε λάζετο μῦθον,
255αιεὶ ενὶ στήθεσσι νόον πολυκερδέα νωμῶν

256πυνθανόμην Ιθάκης γε καὶ εν Κρήτῃ ευρείῃ,
257τηλοῦ ὑπὲρ πόντου
νῦν δ̓ ειλήλουθα καὶ αυτὸς
258χρήμασι σὺν τοίσδεσσι
λιπὼν δ̓ έτι παισὶ τοσαῦτα
259φεύγω, επεὶ φίλον υἷα κατέκτανον Ιδομενῆος,
260Ορσίλοχον πόδας ωκύν, ὃς εν Κρήτῃ ευρείῃ
261ανέρας αλφηστὰς νίκα ταχέεσσι πόδεσσιν,
262οὕνεκά με στερέσαι τῆς ληΐδος ήθελε πάσης
263Τρωϊάδος, τῆς είνεκ̓ εγὼ πάθον άλγεα θυμῷ,
264ανδρῶν τε πτολέμους αλεγεινά τε κύματα πείρων,
265ούνεκ̓ άῤ ουχ πατρὶ χαριζόμενος θεράπευον
266δήμῳ ένι Τρώων, αλλ̓ άλλων ῆρχον ἑταίρων

267τὸν μὲν εγὼ κατιόντα βάλον χαλκήρεϊ δουρὶ
268αγρόθεν, εγγὺς ὁδοῖο λοχησάμενος σὺν ἑταίρῳ

269νὺξ δὲ μάλα δνοφερὴ κάτεχ̓ ουρανόν, ου δέ τις ἡμέας
270ανθρώπων ενόησε, λάθον δέ θυμὸν απούρας

271αυτὰρ επεὶ δὴ τόν γε κατέκτανον οξέϊ χαλκῷ,
272αυτίκ̓ εγὼν επὶ νῆα κιὼν Φοίνικας αγαυοὺς
273ελλισάμην, καί σφιν μενοεικέα ληΐδα δῶκα

274τούς μ̓ εκέλευσα Πύλονδε καταστῆσαι καὶ εφέσσαι
275 εις Ήλιδα δῖαν, ὅθι κρατέουσιν Επειοί.

276αλλ̓ τοι σφέας κεῖθεν απώσατο ὶς ανέμοιο
277πόλλ̓ αεκαζομένους, ου δ̓ ήθελον εξαπατῆσαι

278κεῖθεν δὲ πλαγχθέντες ἱκάνομεν ενθάδε νυκτός

279σπουδῇ δ̓ ες λιμένα προερέσσαμεν, ου δέ τις ἡμῖν
280δόρπου μνῆστις έην, μάλα περ χατέουσιν ἑλέσθαι,
281αλλ̓ αύτως αποβάντες εκείμεθα νηὸς ἅπαντες

282ένθ̓ εμὲ μὲν γλυκὺς ὕπνος επήλυθε κεκμηῶτα,
283οἱ δὲ χρήματ̓ εμὰ γλαφυρῆς εκ νηὸς ἑλόντες
284κάτθεσαν, ένθα περ αυτὸς επὶ ψαμάθοισιν εκείμην

285οἱ δ̓ ες Σιδονίην εῦ ναιομένην αναβάντες
286ῴχοντ̓·
αυτὰρ εγὼ λιπόμην ακαχήμενος ῆτορ.
287ὣς φάτο, μείδησεν δὲ θεὰ γλαυκῶπις Αθήνη,
288χειρί τέ μιν κατέρεξε·
δέμας δ̓ ήϊκτο γυναικὶ
289καλῇ τε μεγάλῃ τε καὶ αγλαὰ έργα ιδυίῃ

290καί μιν φωνήσασ̓ έπεα πτερόεντα προσηύδα

291κερδαλέος κ̓ είη καὶ επίκλοπος ὅς σε παρέλθοι
292εν πάντεσσι δόλοισι, καὶ ει θεὸς αντιάσειε

293σχέτλιε, ποικιλομῆτα, δόλων ᾶτ̓, ουκ άῤ έμελλες,
294ου δ̓ εν σῇ περ εὼν γαίῃ, λήξειν απατάων
295μύθων τε κλοπίων, οἵ τοι πεδόθεν φίλοι εισίν

296αλλ̓ άγε, μηκέτι ταῦτα λεγώμεθα, ειδότες άμφω
297κέρδἐ, επεὶ σὺ μέν εσσι βροτῶν όχ̓ άριστος ἁπάντων
298βουλῇ καὶ μύθοισιν, εγὼ δ̓ εν πᾶσι θεοῖσι
299μήτι τε κλέομαι καὶ κέρδεσιν
ου δὲ σύ γ̓ έγνως
300Παλλάδ̓ Αθηναίην, κούρην Διός, τέ τοι αιεὶ
301εν πάντεσσι πόνοισι παρίσταμαι ηδὲ φυλάσσω,
302καὶ δέ σε Φαιήκεσσι φίλον πάντεσσιν έθηκα,
303νῦν αῦ δεῦῤ ἱκόμην, ἵνα τοι σὺν μῆτιν ὑφήνω
304χρήματά τε κρύψω, ὅσα τοι Φαίηκες αγαυοὶ
305ώπασαν οίκαδ̓ ιόντι εμῇ βουλῇ τε νόῳ τε,
306είπω θ̓ ὅσσα τοι αῖσα δόμοις ένι ποιητοῖσι
307κήδἐ ανασχέσθαι·
σὺ δὲ τετλάμεναι καὶ ανάγκῃ,
308μη δέ τῳ εκφάσθαι μήτ̓ ανδρῶν μήτε γυναικῶν,
309πάντων, ούνεκ̓ άῤ ῆλθες αλώμενος, αλλὰ σιωπῇ
310πάσχειν άλγεα πολλά, βίας ὑποδέγμενος ανδρῶν.

311τὴν δ̓ απαμειβόμενος προσέφη πολύμητις Οδυσσεύς

312αργαλέον σε, θεά, γνῶναι βροτῷ αντιάσαντι,
313καὶ μάλ̓ επισταμένῳ·
σὲ γὰρ αυτὴν παντὶ εΐσκεις
314τοῦτο δ̓ εγὼν εῦ οῖδ̓, ὅτι μοι πάρος ηπίη ῆσθα,
315ἧος ενὶ Τροίῃ πολεμίζομεν υἷες Αχαιῶν

316αυτὰρ επεὶ Πριάμοιο πόλιν διεπέρσαμεν αιπήν,
317βῆμεν δ̓ εν νήεσσι, θεὸς δ̓ εκέδασσεν Αχαιούς,
318ού σέ γ̓ έπειτα ίδον, κούρη Διός, ου δ̓ ενόησα
319νηὸς εμῆς επιβᾶσαν, ὅπως τί μοι άλγος αλάλκοις

320αλλ̓ αιεὶ φρεσὶν ᾗσιν έχων δεδαϊγμένον ῆτορ
321ηλώμην, ἧός με θεοὶ κακότητος έλυσαν

322πρίν γ̓ ὅτε Φαιήκων ανδρῶν εν πίονι δήμῳ
323θάρσυνάς τε έπεσσι καὶ ες πόλιν ήγαγες αυτή

324νῦν δέ σε πρὸς πατρὸς γουνάζομαι - ου γὰρ οΐω
325ἥκειν εις Ιθάκην ευδείελον, αλλά τιν̓ άλλην
326γαῖαν αναστρέφομαι
σὲ δὲ κερτομέουσαν οΐω
327ταῦτ̓ αγορευέμεναι, ίν̓ εμὰς φρένας ηπεροπεύσῃς -
328ειπέ μοι ει ετεόν γε φίλην ες πατρίδ̓ ἱκάνω.

329τὸν δ̓ ημείβετ̓ έπειτα θεὰ γλαυκῶπις Αθήνη·

330αιεί τοι τοιοῦτον ενὶ στήθεσσι νόημα·

331τῷ σε καὶ ου δύναμαι προλιπεῖν δύστηνον εόντα,
332ούνεκ̓ επητής εσσι καὶ αγχίνοος καὶ εχέφρων

333ασπασίως γάρ κ̓ άλλος ανὴρ αλαλήμενος ελθὼν
334ίετ̓ ενὶ μεγάροις ιδέειν παῖδάς τ̓ άλοχόν τε

335σοὶ δ̓ ού πω φίλον εστὶ δαήμεναι ου δὲ πυθέσθαι,
336πρίν γ̓ έτι σῆς αλόχου πειρήσεαι, τέ τοι αύτως
337ἧσται ενὶ μεγάροισιν, οϊζυραὶ δέ οἱ αιεὶ
338φθίνουσιν νύκτες τε καὶ ήματα δάκρυ χεούσῃ.

339αυτὰρ εγὼ τὸ μὲν ού ποτ̓ απίστεον, αλλ̓ ενὶ θυμῷ
340ῄδἐ, νοστήσεις ολέσας άπο πάντας ἑταίρους

341αλλά τοι ουκ εθέλησα Ποσειδάωνι μάχεσθαι
342πατροκασιγνήτῳ, ὅς τοι κότον ένθετο θυμῷ,
343χωόμενος ὅτι οἱ υἱὸν φίλον εξαλάωσας.

344αλλ̓ άγε τοι δείξω Ιθάκης ἕδος, όφρα πεποίθῃς

345Φόρκυνος μὲν όδ̓ εστὶ λιμήν, ἁλίοιο γέροντος,
346ἥδε δ̓ επὶ κρατὸς λιμένος τανύφυλλος ελαίη·

347αγχόθι δ̓ αυτῆς άντρον επήρατον ηεροειδές,
348ἱρὸν νυμφάων, αἳ νηϊάδες καλέονται·

349τοῦτο δέ τοι σπέος εστὶ κατηρεφές, ένθα σὺ πολλὰς
350έρδεσκες νύμφῃσι τεληέσσας ἑκατόμβας

351τοῦτο δὲ Νήριτόν εστιν όρος καταειμένον ὕλῃ.

352ὣς ειποῦσα θεὰ σκέδασ̓ ηέρα, είσατο δὲ χθών

353γήθησέν τ̓ άῤ έπειτα πολύτλας δῖος Οδυσσεύς,
354χαίρων γαίῃ, κύσε δὲ ζείδωρον άρουραν

355αυτίκα δὲ νύμφῃς ηρήσατο, χεῖρας ανασχών

356νύμφαι νηϊάδες, κοῦραι Διός, ού ποτ̓ εγώ γε
357όψεσθ̓ ύμμ̓ εφάμην
νῦν δ̓ ευχωλῇς αγανῇσι
358χαίρετ̓
ατὰρ καὶ δῶρα διδώσομεν, ὡς τὸ πάρος περ,
359αί κεν εᾷ πρόφρων με Διὸς θυγάτηρ αγελείη
360αυτόν τε ζώειν καί μοι φίλον υἱὸν αέξῃ.

361τὸν δ̓ αῦτε προσέειπε θεὰ γλαυκῶπις Αθήνη·

362θάρσει, μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων

363αλλὰ χρήματα μὲν μυχῷ άντρου θεσπεσίοιο
364θείμεν αυτίκα νῦν, ἵνα περ τάδε τοι σόα μίμνῃ

365αυτοὶ δὲ φραζώμεθ̓ ὅπως όχ̓ άριστα γένηται.

366ὣς ειποῦσα θεὰ δῦνε σπέος ηεροειδές,
367μαιομένη κευθμῶνας ανὰ σπέος
αυτὰρ Οδυσσεὺς
368ᾶσσον πάντ̓ εφόρει, χρυσὸν καὶ ατειρέα χαλκὸν
369εἵματά τ̓ ευποίητα, τά οἱ Φαίηκες έδωκαν

370καὶ τὰ μὲν εῦ κατέθηκε, λίθον δ̓ επέθηκε θύρῃσι
371Παλλὰς Αθηναίη, κούρη Διὸς αιγιόχοιο

372τὼ δὲ καθεζομένω ἱερῆς παρὰ πυθμέν̓ ελαίης
373φραζέσθην μνηστῆρσιν ὑπερφιάλοισιν όλεθρον

374τοῖσι δὲ μύθων ῆρχε θεὰ γλαυκῶπις Αθήνη·

375διογενὲς Λαερτιάδη, πολυμήχαν̓ Οδυσσεῦ,
376φράζευ ὅπως μνηστῆρσιν αναιδέσι χεῖρας εφήσεις,
377οἳ δή τοι τρίετες μέγαρον κάτα κοιρανέουσι,
378μνώμενοι αντιθέην άλοχον καὶ ἕδνα διδόντες

379 δὲ σὸν αιεὶ νόστον οδυρομένη κατὰ θυμὸν
380πάντας μέν ῥ̓ έλπει καὶ ὑπίσχεται ανδρὶ ἑκάστῳ,
381αγγελίας προϊεῖσα, νόος δέ οἱ άλλα μενοινᾷ.

382τὴν δ̓ απαμειβόμενος προσέφη πολύμητις Οδυσσεύς

383 πόποι, μάλα δὴ Αγαμέμνονος Ατρεΐδαο
384φθίσεσθαι κακὸν οῖτον ενὶ μεγάροισιν έμελλον,
385ει μή μοι σὺ ἕκαστα, θεά, κατὰ μοῖραν έειπες

386αλλ̓ άγε μῆτιν ὕφηνον, ὅπως αποτίσομαι αυτούς

387πὰρ δέ μοι αυτὴ στῆθι, μένος πολυθαρσὲς ενεῖσα,
388οἷον ὅτε Τροίης λύομεν λιπαρὰ κρήδεμνα.

389αί κέ μοι ὣς μεμαυῖα παρασταίης, γλαυκῶπι,
390καί κε τριηκοσίοισιν εγὼν άνδρεσσι μαχοίμην
391σὺν σοί, πότνα θεά, ὅτε μοι πρόφρασσ̓ επαρήγοις.

392τὸν δ̓ ημείβετ̓ έπειτα θεὰ γλαυκῶπις Αθήνη·

393καὶ λίην τοι εγώ γε παρέσσομαι, ου δέ με λήσεις,
394ὁππότε κεν δὴ ταῦτα πενώμεθα
καί τιν̓ οΐω
395αἵματί τ̓ εγκεφάλῳ τε παλαξέμεν άσπετον οῦδας
396ανδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν

397αλλ̓ άγε σ̓ άγνωστον τεύξω πάντεσσι βροτοῖσι

398κάρψω μὲν χρόα καλὸν ενὶ γναμπτοῖσι μέλεσσι,
399ξανθὰς δ̓ εκ κεφαλῆς ολέσω τρίχας, αμφὶ δὲ λαῖφος
400ἕσσω κε στυγέῃσιν ιδὼν άνθρωπον έχοντα,
401κνυζώσω δέ τοι όσσε πάρος περικαλλέ̓ εόντε,
402ὡς ὰν αεικέλιος πᾶσι μνηστῆρσι φανήῃς
403σῇ τ̓ αλόχῳ καὶ παιδί, τὸν εν μεγάροισιν έλειπες

404αυτὸς δὲ πρώτιστα συβώτην εισαφικέσθαι,
405ὅς τοι ὑῶν επίουρος, ὁμῶς δέ τοι ήπια οῖδε,
406παῖδά τε σὸν φιλέει καὶ εχέφρονα Πηνελόπειαν.

407δήεις τόν γε σύεσσι παρήμενον
αἱ δὲ νέμονται
408πὰρ Κόρακος πέτρῃ επί τε κρήνῃ Αρεθούσῃ,
409έσθουσαι βάλανον μενοεικέα καὶ μέλαν ὕδωρ
410πίνουσαι, τά θ̓ ὕεσσι τρέφει τεθαλυῖαν αλοιφήν

411ένθα μένειν καὶ πάντα παρήμενος εξερέεσθαι,
412όφῤ ὰν εγὼν έλθω Σπάρτην ες καλλιγύναικα
413Τηλέμαχον καλέουσα, τεὸν φίλον υἱόν, Οδυσσεῦ

414ὅς τοι ες ευρύχορον Λακεδαίμονα πὰρ Μενέλαον
415ῴχετο πευσόμενος μετὰ σὸν κλέος, εί που έτ̓ είης.

416τὴν δ̓ απαμειβόμενος προσέφη πολύμητις Οδυσσεύς

417τίπτε τ̓ άῤ ού οἱ έειπες, ενὶ φρεσὶ πάντα ιδυῖα

418 ἵνα που καὶ κεῖνος αλώμενος άλγεα πάσχῃ
419πόντον επ̓ ατρύγετον·
βίοτον δέ οἱ άλλοι έδουσι
420τὸν δ̓ ημείβετ̓ έπειτα θεὰ γλαυκῶπις Αθήνη·

421μὴ δή τοι κεῖνός γε λίην ενθύμιος έστω

422αυτή μιν πόμπευον, ἵνα κλέος εσθλὸν άροιτο
423κεῖσ̓ ελθών
ατὰρ ού τιν̓ έχει πόνον, αλλὰ ἕκηλος
424ἧσται εν Ατρεΐδαο δόμοις, παρὰ δ̓ άσπετα κεῖται

425 μέν μιν λοχόωσι νέοι σὺν νηῒ μελαίνῃ,
426ἱέμενοι κτεῖναι, πρὶν πατρίδα γαῖαν ἱκέσθαι

427αλλὰ τά γ̓ ουκ οΐω, πρὶν καί τινα γαῖα καθέξει
428ανδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν.

429ὣς άρα μιν φαμένη ῥάβδῳ επεμάσσατ̓ Αθήνη

430κάρψεν μὲν χρόα καλὸν ενὶ γναμπτοῖσι μέλεσσι,
431ξανθὰς δ̓ εκ κεφαλῆς όλεσε τρίχας, αμφὶ δὲ δέρμα
432πάντεσσιν μελέεσσι παλαιοῦ θῆκε γέροντος,
433κνύζωσεν δέ οἱ όσσε πάρος περικαλλέ̓ εόντε

434αμφὶ δέ μιν ῥάκος άλλο κακὸν βάλεν ηδὲ χιτῶνα,
435ῥωγαλέα ῥυπόωντα, κακῷ μεμορυγμένα καπνῷ

436αμφὶ δέ μιν μέγα δέρμα ταχείης έσσ̓ ελάφοιο,
437ψιλόν
δῶκε δέ οἱ σκῆπτρον καὶ αεικέα πήρην,
438πυκνὰ ῥωγαλέην
εν δὲ στρόφος ῆεν αορτήρ
439τώ γ̓ ὣς βουλεύσαντε διέτμαγεν
μὲν έπειτα
440ες Λακεδαίμονα δῖαν έβη μετὰ παῖδ̓ Οδυσῆος