1 αυτὰρ επεὶ ποταμοῖο λίπεν ῥόον Ωκεανοῖο
2νηῦς , απὸ δ̓ ἵκετο κῦμα θαλάσσης ευρυπόροιο
3νῆσόν τ̓ Αιαίην , ὅθι τ̓ Ηοῦς ηριγενείης
4οικία καὶ χοροί εισι καὶ αντολαὶ Ηελίοιο ,
5νῆα μὲν ένθ̓ ελθόντες εκέλσαμεν εν ψαμάθοισιν ,
6εκ δὲ καὶ αυτοὶ βῆμεν επὶ ῥηγμῖνι θαλάσσης
7ένθα δ̓ αποβρίξαντες εμείναμεν Ηῶ δῖαν
8ῆμος δ̓ ηριγένεια φάνη ῥοδοδάκτυλος Ηώς ,
9δὴ τότ̓ εγὼν ἑτάρους προΐειν ες δώματα Κίρκης
10οισέμεναι νεκρόν , Ελπήνορα τεθνηῶτα
11φιτροὺς δ̓ αῖψα ταμόντες , όθ̓ ακροτάτη πρόεχ̓ ακτή ,
12θάπτομεν αχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες
13αυτὰρ επεὶ νεκρός τ̓ εκάη καὶ τεύχεα νεκροῦ ,
14τύμβον χεύαντες καὶ επὶ στήλην ερύσαντες
15πήξαμεν ακροτάτῳ τύμβῳ ευῆρες ερετμόν
16ἡμεῖς μὲν τὰ ἕκαστα διείπομεν
ου δ̓ άρα Κίρκην
17εξ Αίδεω ελθόντες ελήθομεν , αλλὰ μάλ̓ ῶκα
18ῆλθ̓ εντυναμένη ·
ἅμα δ̓ αμφίπολοι φέρον αυτῇ
19σῖτον καὶ κρέα πολλὰ καὶ αίθοπα οῖνον ερυθρόν
20ἡ δ̓ εν μέσσῳ στᾶσα μετηύδα δῖα θεάων ·
21σχέτλιοι , οἳ ζώοντες ὑπήλθετε δῶμ̓ Αίδαο ,
22δισθανέες , ὅτε τ̓ άλλοι ἅπαξ θνῄσκουσ̓ άνθρωποι
23αλλ̓ άγετ̓ εσθίετε βρώμην καὶ πίνετε οῖνον
24αῦθι πανημέριοι
ἅμα δ̓ ηοῖ φαινομένηφι
25πλεύσεσθ̓
αυτὰρ εγὼ δείξω ὁδὸν ηδὲ ἕκαστα
26σημανέω , ἵνα μή τι κακορραφίῃ αλεγεινῇ
27ὴ ἁλὸς ὴ επὶ γῆς αλγήσετε πῆμα παθόντες
28ὣς έφαθ̓ , ἡμῖν δ̓ αῦτ̓ επεπείθετο θυμὸς αγήνωρ
29ὣς τότε μὲν πρόπαν ῆμαρ ες ηέλιον καταδύντα
30ἥμεθα δαινύμενοι κρέα τ̓ άσπετα καὶ μέθυ ἡδύ
31ῆμος δ̓ ηέλιος κατέδυ καὶ επὶ κνέφας ῆλθεν ,
32οἱ μὲν κοιμήσαντο παρὰ πρυμνήσια νηός ,
33ἡ δ̓ εμὲ χειρὸς ἑλοῦσα φίλων απονόσφιν ἑταίρων
34εἷσέ τε καὶ προσέλεκτο καὶ εξερέεινεν ἕκαστα
35αυτὰρ εγὼ τῇ πάντα κατὰ μοῖραν κατέλεξα
36καὶ τότε δή μ̓ επέεσσι προσηύδα πότνια Κίρκη
37ταῦτα μὲν οὕτω πάντα πεπείρανται , σὺ δ̓ άκουσον ,
38ὥς τοι εγὼν ερέω , μνήσει δέ σε καὶ θεὸς αυτός
39Σειρῆνας μὲν πρῶτον αφίξεαι , αἵ ῥά τε πάντας
40ανθρώπους θέλγουσιν , ὅτις σφεας εισαφίκηται
41ὅς τις αιδρείῃ πελάσῃ καὶ φθόγγον ακούσῃ
42Σειρήνων , τῷ δ̓ ού τι γυνὴ καὶ νήπια τέκνα
43οίκαδε νοστήσαντι παρίσταται ου δὲ γάνυνται ,
44αλλά τε Σειρῆνες λιγυρῇ θέλγουσιν αοιδῇ
45ἥμεναι εν λειμῶνι , πολὺς δ̓ αμφ̓ οστεόφιν θὶς
46ανδρῶν πυθομένων , περὶ δὲ ῥινοὶ μινύθουσι .
47αλλὰ παρεξελάαν , επὶ δ̓ ούατ̓ αλεῖψαι ἑταίρων
48κηρὸν δεψήσας μελιηδέα , μή τις ακούσῃ
49τῶν άλλων
ατὰρ αυτὸς ακουέμεν αί κ̓ εθέλῃσθα ,
50δησάντων σ̓ εν νηὶ θοῇ χεῖράς τε πόδας τε
51ορθὸν εν ἱστοπέδῃ , εκ δ̓ αυτοῦ πείρατ̓ ανήφθω ,
52όφρα κε τερπόμενος όπ̓ ακούσῃς Σειρήνοιιν
53ει δέ κε λίσσηαι ἑτάρους λῦσαί τε κελεύῃς ,
54οἱ δέ σ̓ έτι πλεόνεσσι τότ̓ εν δεσμοῖσι διδέντων
55αυτὰρ επὴν δὴ τάς γε παρὲξ ελάσωσιν ἑταῖροι ,
56ένθα τοι ουκέτ̓ έπειτα διηνεκέως αγορεύσω ,
57ὁπποτέρη δή τοι ὁδὸς έσσεται , αλλὰ καὶ αυτὸς
58θυμῷ βουλεύειν
ερέω δέ τοι αμφοτέρωθεν
59ένθεν μὲν γὰρ πέτραι επηρεφέες , προτὶ δ̓ αυτὰς
60κῦμα μέγα ῥοχθεῖ κυανώπιδος Αμφιτρίτης ·
61Πλαγκτὰς δή τοι τάς γε θεοὶ μάκαρες καλέουσι
62τῇ μέν τ̓ ου δὲ ποτητὰ παρέρχεται ου δὲ πέλειαι
63τρήρωνες , ταί τ̓ αμβροσίην Διὶ πατρὶ φέρουσιν ,
64αλλά τε καὶ τῶν αιὲν αφαιρεῖται λὶς πέτρη
65αλλ̓ άλλην ενίησι πατὴρ εναρίθμιον εῖναι
66τῇ δ̓ ού πώ τις νηῦς φύγεν ανδρῶν , ἥ τις ἵκηται ,
67αλλά θ̓ ὁμοῦ πίνακάς τε νεῶν καὶ σώματα φωτῶν
68κύμαθ̓ ἁλὸς φορέουσι πυρός τ̓ ολοοῖο θύελλαι
69οίη δὴ κείνη γε παρέπλω ποντοπόρος νηῦς ,
70Αργὼ πᾶσι μέλουσα , παῤ Αιήταο πλέουσα
71καὶ νύ κε τὴν ένθ̓ ῶκα βάλεν μεγάλας ποτὶ πέτρας ,
72αλλ̓ Ἥρη παρέπεμψεν , επεὶ φίλος ῆεν Ιήσων
73οἱ δὲ δύω σκόπελοι ὁ μὲν ουρανὸν ευρὺν ἱκάνει
74οξείῃ κορυφῇ , νεφέλη δέ μιν αμφιβέβηκε
75κυανέη ·
τὸ μὲν ού ποτ̓ ερωεῖ , ου δέ ποτ̓ αίθρη
76κείνου έχει κορυφὴν ού τ̓ εν θέρει ού τ̓ εν οπώρῃ
ου δέ
77κεν αμβαίη βροτὸς ανὴρ ου δ̓ επιβαίη , ου δ̓
78εί οἱ χεῖρές τε εείκοσι καὶ πόδες εῖεν
79πέτρη γὰρ λίς εστι , περιξεστῇ εικυῖα
80μέσσῳ δ̓ εν σκοπέλῳ έστι σπέος ηεροειδές ,
81πρὸς ζόφον εις Έρεβος τετραμμένον , ᾗ περ ὰν ὑμεῖς
82νῆα παρὰ γλαφυρὴν ιθύνετε , φαίδιμ̓ Οδυσσεῦ
83ου δέ κεν εκ νηὸς γλαφυρῆς αιζήιος ανὴρ
84τόξῳ οιστεύσας κοῖλον σπέος εισαφίκοιτο
85ένθα δ̓ ενὶ Σκύλλη ναίει δεινὸν λελακυῖα
86τῆς ῆ τοι φωνὴ μὲν ὅση σκύλακος νεογιλῆς
87γίγνεται , αυτὴ δ̓ αῦτε πέλωρ κακόν ·
ου δέ κέ τίς μιν
88γηθήσειεν ιδών , ου δ̓ ει θεὸς αντιάσειεν
89τῆς ῆ τοι πόδες εισὶ δυώδεκα πάντες άωροι ,
90ἓξ δέ τέ οἱ δειραὶ περιμήκεες , εν δὲ ἑκάστῃ
91σμερδαλέη κεφαλή , εν δὲ τρίστοιχοι οδόντες
92πυκνοὶ καὶ θαμέες , πλεῖοι μέλανος θανάτοιο .
93μέσση μέν τε κατὰ σπείους κοίλοιο δέδυκεν ,
94έξω δ̓ εξίσχει κεφαλὰς δεινοῖο βερέθρου ,
95αυτοῦ δ̓ ιχθυάᾳ , σκόπελον περιμαιμώωσα ,
96δελφῖνάς τε κύνας τε , καὶ εί ποθι μεῖζον ἕλῃσι
97κῆτος , ἃ μυρία βόσκει αγάστονος Αμφιτρίτη
98τῇ δ̓ ού πώ ποτε ναῦται ακήριοι ευχετόωνται
99παρφυγέειν σὺν νηί
φέρει δέ τε κρατὶ ἑκάστῳ
100φῶτ̓ εξαρπάξασα νεὸς κυανοπρῴροιο
101τὸν δ̓ ἕτερον σκόπελον χθαμαλώτερον όψει , Οδυσσεῦ
102πλησίον αλλήλων ·
καί κεν διοϊστεύσειας
103τῷ δ̓ εν ερινεὸς έστι μέγας , φύλλοισι τεθηλώς
104τῷ δ̓ ὑπὸ δῖα Χάρυβδις αναρροιβδεῖ μέλαν ὕδωρ
105τρὶς μὲν γάρ τ̓ ανίησιν επ̓ ήματι , τρὶς δ̓ αναροιβδεῖ
106δεινόν
μὴ σύ γε κεῖθι τύχοις , ὅτε ῥοιβδήσειεν
107ου γάρ κεν ῥύσαιτό σ̓ ὑπὲκ κακοῦ ου δ̓ ενοσίχθων
108αλλὰ μάλα Σκύλλης σκοπέλῳ πεπλημένος ῶκα
109νῆα παρὲξ ελάαν , επεὶ ῆ πολὺ φέρτερόν εστιν
110ἓξ ἑτάρους εν νηὶ ποθήμεναι ὴ ἅμα πάντας .
111ὣς έφατ̓ , αυτὰρ εγώ μιν αμειβόμενος προσέειπον
112ει δ̓ άγε δή μοι τοῦτο , θεά , νημερτὲς ενίσπες ,
113εί πως τὴν ολοὴν μὲν ὑπεκπροφύγοιμι Χάρυβδιν ,
114τὴν δέ κ̓ αμυναίμην , ὅτε μοι σίνοιτό γ̓ ἑταίρους
115ὣς εφάμην , ἡ δ̓ αυτίκ̓ αμείβετο δῖα θεάων ·
116σχέτλιε , καὶ δὴ αῦ τοι πολεμήια έργα μέμηλε
117καὶ πόνος
ου δὲ θεοῖσιν ὑπείξεαι αθανάτοισιν
118ἡ δέ τοι ου θνητή , αλλ̓ αθάνατον κακόν εστι ,
119δεινόν τ̓ αργαλέον τε καὶ άγριον ου δὲ μαχητόν ·
ου δέ
120τις έστ̓ αλκή
φυγέειν κάρτιστον απ̓ αυτῆς .
121ὴν γὰρ δηθύνῃσθα κορυσσόμενος παρὰ πέτρῃ ,
122δείδω , μή σ̓ εξαῦτις εφορμηθεῖσα κίχῃσι
123τόσσῃσιν κεφαλῇσι , τόσους δ̓ εκ φῶτας ἕληται
124αλλὰ μάλα σφοδρῶς ελάαν , βωστρεῖν δὲ Κράταιιν ,
125μητέρα τῆς Σκύλλης , ἥ μιν τέκε πῆμα βροτοῖσιν
126ἥ μιν έπειτ̓ αποπαύσει ες ὕστερον ὁρμηθῆναι
127Θρινακίην δ̓ ες νῆσον αφίξεαι
ένθα δὲ πολλαὶ
128βόσκοντ̓ Ηελίοιο βόες καὶ ίφια μῆλα ,
129ἑπτὰ βοῶν αγέλαι , τόσα δ̓ οιῶν πώεα καλά ,
130πεντήκοντα δ̓ ἕκαστα .
γόνος δ̓ ου γίγνεται αυτῶν ,
131ου δέ ποτε φθινύθουσι
θεαὶ δ̓ επιποιμένες εισίν ,
132νύμφαι ευπλόκαμοι , Φαέθουσά τε Λαμπετίη τε ,
133ἃς τέκεν Ηελίῳ Ὑπερίονι δῖα Νέαιρα
134τὰς μὲν άρα θρέψασα τεκοῦσά τε πότνια μήτηρ
135Θρινακίην ες νῆσον απῴκισε τηλόθι ναίειν ,
136μῆλα φυλασσέμεναι πατρώια καὶ ἕλικας βοῦς
137τὰς ει μέν κ̓ ασινέας εάᾳς νόστου τε μέδηαι ,
138ῆ τ̓ ὰν έτ̓ εις Ιθάκην κακά περ πάσχοντες ἵκοισθε
139ει δέ κε σίνηαι , τότε τοι τεκμαίρομ̓ όλεθρον ,
140νηί τε καὶ ἑτάροις
αυτὸς δ̓ εί πέρ κεν αλύξῃς ,
141οψὲ κακῶς νεῖαι , ολέσας άπο πάντας ἑταίρους
142ὣς έφατ̓ , αυτίκα δὲ χρυσόθρονος ήλυθεν Ηώς
143ἡ μὲν έπειτ̓ ανὰ νῆσον απέστιχε δῖα θεάων ·
144αυτὰρ εγὼν επὶ νῆα κιὼν ώτρυνον ἑταίρους
145αυτούς τ̓ αμβαίνειν ανά τε πρυμνήσια λῦσαι
146οἱ δ̓ αῖψ̓ είσβαινον καὶ επὶ κληῖσι καθῖζον
147ἑξῆς δ̓ ἑζόμενοι πολιὴν ἅλα τύπτον ερετμοῖς
148ἡμῖν δ̓ αῦ κατόπισθε νεὸς κυανοπρῴροιο
149ίκμενον οῦρον ἵει πλησίστιον , εσθλὸν ἑταῖρον ,
150Κίρκη ευπλόκαμος , δεινὴ θεὸς αυδήεσσα
151αυτίκα δ̓ ὅπλα ἕκαστα πονησάμενοι κατὰ νῆα
152ἥμεθα
τὴν δ̓ άνεμός τε κυβερνήτης τ̓ ίθυνε
153δὴ τότ̓ εγὼν ἑτάροισι μετηύδων αχνύμενος κῆρ
154ῶ φίλοι , ου γὰρ χρὴ ἕνα ίδμεναι ου δὲ δύ̓ οίους
155θέσφαθ̓ ἅ μοι Κίρκη μυθήσατο , δῖα θεάων
156αλλ̓ ερέω μὲν εγών , ἵνα ειδότες ή κε θάνωμεν
157ή κεν αλευάμενοι θάνατον καὶ κῆρα φύγοιμεν
158Σειρήνων μὲν πρῶτον ανώγει θεσπεσιάων
159φθόγγον αλεύασθαι καὶ λειμῶν̓ ανθεμόεντα
160οῖον έμ̓ ηνώγει όπ̓ ακουέμεν
αλλά με δεσμῷ
161δήσατ̓ εν αργαλέῳ , όφῤ έμπεδον αυτόθι μίμνω ,
162ορθὸν εν ἱστοπέδῃ , εκ δ̓ αυτοῦ πείρατ̓ ανήφθω
163ει δέ κε λίσσωμαι ὑμέας λῦσαί τε κελεύω ,
164ὑμεῖς δὲ πλεόνεσσι τότ̓ εν δεσμοῖσι πιέζειν
165ῆ τοι εγὼ τὰ ἕκαστα λέγων ἑτάροισι πίφαυσκον
166τόφρα δὲ καρπαλίμως εξίκετο νηῦς ευεργὴς
167νῆσον Σειρήνοιιν
έπειγε γὰρ οῦρος απήμων
168αυτίκ̓ έπειτ̓ άνεμος μὲν επαύσατο ηδὲ γαλήνη
169έπλετο νηνεμίη , κοίμησε δὲ κύματα δαίμων
170ανστάντες δ̓ ἕταροι νεὸς ἱστία μηρύσαντο
171καὶ τὰ μὲν εν νηὶ γλαφυρῇ θέσαν , οἱ δ̓ επ̓ ερετμὰ
172ἑζόμενοι λεύκαινον ὕδωρ ξεστῇς ελάτῃσιν
173αυτὰρ εγὼ κηροῖο μέγαν τροχὸν οξέι χαλκῷ
174τυτθὰ διατμήξας χερσὶ στιβαρῇσι πίεζον
175αῖψα δ̓ ιαίνετο κηρός , επεὶ κέλετο μεγάλη ὶς
176Ηελίου τ̓ αυγὴ Ὑπεριονίδαο άνακτος
177ἑξείης δ̓ ἑτάροισιν επ̓ ούατα πᾶσιν άλειψα
178οἱ δ̓ εν νηί μ̓ έδησαν ὁμοῦ χεῖράς τε πόδας τε
179ορθὸν εν ἱστοπέδῃ , εκ δ̓ αυτοῦ πείρατ̓ ανῆπτον
180αυτοὶ δ̓ ἑζόμενοι πολιὴν ἅλα τύπτον ερετμοῖς
181αλλ̓ ὅτε τόσσον απῆμεν ὅσον τε γέγωνε βοήσας ,
182ῥίμφα διώκοντες , τὰς δ̓ ου λάθεν ωκύαλος νηῦς
183εγγύθεν ορνυμένη , λιγυρὴν δ̓ έντυνον αοιδήν
184δεῦῤ άγ̓ ιών , πολύαιν̓ Οδυσεῦ , μέγα κῦδος Αχαιῶν ,
185νῆα κατάστησον , ἵνα νωιτέρην όπ ακούσῃς
186ου γάρ πώ τις τῇδε παρήλασε νηὶ μελαίνῃ ,
187πρίν γ̓ ἡμέων μελίγηρυν απὸ στομάτων όπ̓ ακοῦσαι ,
188αλλ̓ ὅ γε τερψάμενος νεῖται καὶ πλείονα ειδώς
189ίδμεν γάρ τοι πάνθ̓ όσ̓ ενὶ Τροίῃ ευρείῃ
190Αργεῖοι Τρῶές τε θεῶν ιότητι μόγησαν ,
191ίδμεν δ̓ , ὅσσα γένηται επὶ χθονὶ πουλυβοτείρῃ
192ὣς φάσαν ἱεῖσαι όπα κάλλιμον
αυτὰρ εμὸν κῆρ
193ήθελ̓ ακουέμεναι , λῦσαί τ̓ εκέλευον ἑταίρους
194οφρύσι νευστάζων
οἱ δὲ προπεσόντες έρεσσον
195αυτίκα δ̓ ανστάντες Περιμήδης Ευρύλοχός τε
196πλείοσί μ̓ εν δεσμοῖσι δέον μᾶλλόν τε πίεζον
197αυτὰρ επεὶ δὴ τάς γε παρήλασαν , ου δ̓ έτ̓ έπειτα
198φθογγῆς Σειρήνων ηκούομεν ου δέ τ̓ αοιδῆς ,
199αῖψ̓ απὸ κηρὸν ἕλοντο εμοὶ ερίηρες ἑταῖροι ,
200ὅν σφιν επ̓ ωσὶν άλειψ̓ , εμέ τ̓ εκ δεσμῶν ανέλυσαν .
201αλλ̓ ὅτε δὴ τὴν νῆσον ελείπομεν , αυτίκ̓ έπειτα
202καπνὸν καὶ μέγα κῦμα ίδον καὶ δοῦπον άκουσα
203τῶν δ̓ άρα δεισάντων εκ χειρῶν έπτατ̓ ερετμά ,
204βόμβησαν δ̓ άρα πάντα κατὰ ῥόον
έσχετο δ̓ αυτοῦ
205νηῦς , επεὶ ουκέτ̓ ερετμὰ προήκεα χερσὶν έπειγον
206αυτὰρ εγὼ διὰ νηὸς ιὼν ώτρυνον ἑταίρους
207μειλιχίοις επέεσσι παρασταδὸν άνδρα ἕκαστον
208ῶ φίλοι , ου γάρ πώ τι κακῶν αδαήμονές ειμεν
209ου μὲν δὴ τόδε μεῖζον ἕπει κακόν , ὴ ὅτε Κύκλωψ
210είλει ενὶ σπῆι γλαφυρῷ κρατερῆφι βίηφιν
211αλλὰ καὶ ένθεν εμῇ αρετῇ , βουλῇ τε νόῳ τε ,
212εκφύγομεν , καί που τῶνδε μνήσεσθαι οίω
213νῦν δ̓ άγεθ̓ , ὡς ὰν εγὼ είπω , πειθώμεθα πάντες
214ὑμεῖς μὲν κώπῃσιν ἁλὸς ῥηγμῖνα βαθεῖαν
215τύπτετε κληίδεσσιν εφήμενοι , αί κέ ποθι Ζεὺς
216δώῃ τόνδε γ̓ όλεθρον ὑπεκφυγέειν καὶ αλύξαι
217σοὶ δέ , κυβερνῆθ̓ , ῶδ̓ επιτέλλομαι
αλλ̓ ενὶ θυμῷ
218βάλλευ , επεὶ νηὸς γλαφυρῆς οιήια νωμᾷς
219τούτου μὲν καπνοῦ καὶ κύματος εκτὸς έεργε
220νῆα , σὺ δὲ σκοπέλου επιμαίεο , μή σε λάθῃσι
221κεῖσ̓ εξορμήσασα καὶ ες κακὸν άμμε βάλῃσθα
222ὣς εφάμην , οἱ δ̓ ῶκα εμοῖς επέεσσι πίθοντο
223Σκύλλην δ̓ ουκέτ̓ εμυθεόμην , άπρηκτον ανίην ,
224μή πώς μοι δείσαντες απολλήξειαν ἑταῖροι
225ειρεσίης , εντὸς δὲ πυκάζοιεν σφέας αυτούς
226καὶ τότε δὴ Κίρκης μὲν εφημοσύνης αλεγεινῆς
227λανθανόμην , επεὶ ού τί μ̓ ανώγει θωρήσσεσθαι
228αυτὰρ εγὼ καταδὺς κλυτὰ τεύχεα καὶ δύο δοῦρε
229μάκῤ εν χερσὶν ἑλὼν εις ίκρια νηὸς έβαινον
230πρῴρης
ένθεν γάρ μιν εδέγμην πρῶτα φανεῖσθαι
231Σκύλλην πετραίην , ἥ μοι φέρε πῆμ̓ ἑτάροισιν .
232ου δέ πῃ αθρῆσαι δυνάμην , έκαμον δέ μοι όσσε
233πάντῃ παπταίνοντι πρὸς ηεροειδέα πέτρην
234ἡμεῖς μὲν στεινωπὸν ανεπλέομεν γοόωντες
235ένθεν μὲν Σκύλλη , ἑτέρωθι δὲ δῖα Χάρυβδις
236δεινὸν ανερροίβδησε θαλάσσης ἁλμυρὸν ὕδωρ
237ῆ τοι ότ̓ εξεμέσειε , λέβης ὣς εν πυρὶ πολλῷ
238πᾶσ̓ αναμορμύρεσκε κυκωμένη , ὑψόσε δ̓ άχνη
239άκροισι σκοπέλοισιν επ̓ αμφοτέροισιν έπιπτεν ·
240αλλ̓ ότ̓ αναβρόξειε θαλάσσης ἁλμυρὸν ὕδωρ ,
241πᾶσ̓ έντοσθε φάνεσκε κυκωμένη , αμφὶ δὲ πέτρη
242δεινὸν εβεβρύχει , ὑπένερθε δὲ γαῖα φάνεσκε
243ψάμμῳ κυανέη
τοὺς δὲ χλωρὸν δέος ᾕρει
244ἡμεῖς μὲν πρὸς τὴν ίδομεν δείσαντες όλεθρον
245τόφρα δέ μοι Σκύλλη γλαφυρῆς εκ νηὸς ἑταίρους
246ἓξ έλεθ̓ , οἳ χερσίν τε βίηφί τε φέρτατοι ῆσαν
247σκεψάμενος δ̓ ες νῆα θοὴν ἅμα καὶ μεθ̓ ἑταίρους
248ήδη τῶν ενόησα πόδας καὶ χεῖρας ὕπερθεν
249υψόσ̓ αειρομένων
εμὲ δὲ φθέγγοντο καλεῦντες
250εξονομακλήδην , τότε γ̓ ὕστατον , αχνύμενοι κῆρ .
251ὡς δ̓ ότ̓ επὶ προβόλῳ ἁλιεὺς περιμήκεϊ ῥάβδῳ
252ιχθύσι τοῖς ολίγοισι δόλον κατὰ είδατα βάλλων
253ες πόντον προΐησι βοὸς κέρας αγραύλοιο ,
254ασπαίροντα δ̓ έπειτα λαβὼν έρριψε θύραζε ,
255ὣς οἵ γ̓ ασπαίροντες αείροντο προτὶ πέτρας ·
256αυτοῦ δ̓ εινὶ θύρῃσι κατήσθιε κεκληγῶτας
257χεῖρας εμοὶ ορέγοντας εν αινῇ δηιοτῆτι ·
258οίκτιστον δὴ κεῖνο εμοῖς ίδον οφθαλμοῖσι
259πάντων , όσσ̓ εμόγησα πόρους ἁλὸς εξερεείνων
260αυτὰρ επεὶ πέτρας φύγομεν δεινήν τε Χάρυβδιν
261Σκύλλην τ̓ , αυτίκ̓ έπειτα θεοῦ ες αμύμονα νῆσον
262ικόμεθ̓
ένθα δ̓ έσαν καλαὶ βόες ευρυμέτωποι ,
263πολλὰ δὲ ίφια μῆλ̓ Ὑπερίονος Ηελίοιο
264δὴ τότ̓ εγὼν έτι πόντῳ εὼν εν νηὶ μελαίνῃ
265μυκηθμοῦ τ̓ ήκουσα βοῶν αυλιζομενάων
266οιῶν τε βληχήν
καί μοι έπος έμπεσε θυμῷ
267μάντηος αλαοῦ , Θηβαίου Τειρεσίαο ,
268Κίρκης τ̓ Αιαίης , ἥ μοι μάλα πόλλ̓ επέτελλε
269νῆσον αλεύασθαι τερψιμβρότου Ηελίοιο
270δὴ τότ̓ εγὼν ἑτάροισι μετηύδων αχνύμενος κῆρ
271κέκλυτέ μευ μύθων κακά περ πάσχοντες ἑταῖροι ,
272όφῤ ὑμῖν είπω μαντήια Τειρεσίαο
273Κίρκης τ̓ Αιαίης , ἥ μοι μάλα πόλλ̓ επέτελλε
274νῆσον αλεύασθαι τερψιμβρότου Ηελίοιο
275ένθα γὰρ αινότατον κακὸν έμμεναι άμμιν έφασκεν
276αλλὰ παρὲξ τὴν νῆσον ελαύνετε νῆα μέλαιναν
277ὣς εφάμην , τοῖσιν δὲ κατεκλάσθη φίλον ῆτορ
278αυτίκα δ̓ Ευρύλοχος στυγερῷ μ̓ ημείβετο μύθῳ
279σχέτλιός εις , Οδυσεῦ
περί τοι μένος , ου δέ τι γυῖα
280κάμνεις ·
ῆ ῥά νυ σοί γε σιδήρεα πάντα τέτυκται ,
281ὅς ῥ̓ ἑτάρους καμάτῳ ἁδηκότας ηδὲ καὶ ὕπνῳ
282ουκ εάᾳς γαίης επιβήμεναι , ένθα κεν αῦτε
283νήσῳ εν αμφιρύτῃ λαρὸν τετυκοίμεθα δόρπον ,
284αλλ̓ αύτως διὰ νύκτα θοὴν αλάλησθαι άνωγας
285νήσου αποπλαγχθέντας εν ηεροειδέι πόντῳ .
286εκ νυκτῶν δ̓ άνεμοι χαλεποί , δηλήματα νηῶν ,
287γίγνονται
πῇ κέν τις ὑπεκφύγοι αιπὺν όλεθρον ,
288ήν πως εξαπίνης έλθῃ ανέμοιο θύελλα ,
289ὴ Νότου ὴ Ζεφύροιο δυσαέος , οἵ τε μάλιστα
290νῆα διαρραίουσι θεῶν αέκητι ανάκτων
291αλλ̓ ῆ τοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ
292δόρπον θ̓ ὁπλισόμεσθα θοῇ παρὰ νηὶ μένοντες ,
293ηῶθεν δ̓ αναβάντες ενήσομεν ευρέι πόντῳ
294ὣς έφατ̓ Ευρύλοχος , επὶ δ̓ ῄνεον άλλοι ἑταῖροι
295καὶ τότε δὴ γίγνωσκον ὃ δὴ κακὰ μήδετο δαίμων ,
296καί μιν φωνήσας έπεα πτερόεντα προσηύδων
297Ευρύλοχ̓ , ῆ μάλα δή με βιάζετε μοῦνον εόντα
298αλλ̓ άγε νῦν μοι πάντες ομόσσατε καρτερὸν ὅρκον
299εί κέ τιν̓ ηὲ βοῶν αγέλην ὴ πῶυ μέγ̓ οιῶν
300εὕρωμεν , μή πού τις ατασθαλίῃσι κακῇσιν
301ὴ βοῦν ηέ τι μῆλον αποκτάνῃ
αλλὰ ἕκηλοι
302εσθίετε βρώμην , τὴν αθανάτη πόρε Κίρκη
303ὣς εφάμην , οἱ δ̓ αυτίκ̓ απώμνυον , ὡς εκέλευον
304αυτὰρ επεί ῥ̓ όμοσάν τε τελεύτησάν τε τὸν ὅρκον ,
305στήσαμεν εν λιμένι γλαφυρῷ ευεργέα νῆα
306άγχ̓ ὕδατος γλυκεροῖο , καὶ εξαπέβησαν ἑταῖροι
307νηός , έπειτα δὲ δόρπον επισταμένως τετύκοντο
308αυτὰρ επεὶ πόσιος καὶ εδητύος εξ έρον ἕντο ,
309μνησάμενοι δὴ έπειτα φίλους έκλαιον ἑταίρους ,
310οὓς έφαγε Σκύλλη γλαφυρῆς εκ νηὸς ἑλοῦσα
311κλαιόντεσσι δὲ τοῖσιν επήλυθε νήδυμος ὕπνος
312ῆμος δὲ τρίχα νυκτὸς έην , μετὰ δ̓ άστρα βεβήκει ,
313ῶρσεν έπι ζαῆν άνεμον νεφεληγερέτα Ζεὺς
314λαίλαπι θεσπεσίῃ , σὺν δὲ νεφέεσσι κάλυψε
315γαῖαν ὁμοῦ καὶ πόντον ·
ορώρει δ̓ ουρανόθεν νύξ
316ῆμος δ̓ ηριγένεια φάνη ῥοδοδάκτυλος Ηώς ,
317νῆα μὲν ὡρμίσαμεν κοῖλον σπέος εισερύσαντες
318ένθα δ̓ έσαν νυμφέων καλοὶ χοροὶ ηδὲ θόωκοι
319καὶ τότ̓ εγὼν αγορὴν θέμενος μετὰ μῦθον έειπον
320ῶ φίλοι , εν γὰρ νηὶ θοῇ βρῶσίς τε πόσις τε
321έστιν , τῶν δὲ βοῶν απεχώμεθα , μή τι πάθωμεν
322δεινοῦ γὰρ θεοῦ αἵδε βόες καὶ ίφια μῆλα ,
323Ηελίου , ὃς πάντ̓ εφορᾷ καὶ πάντ̓ επακούει .
324ὣς εφάμην , τοῖσιν δ̓ επεπείθετο θυμὸς αγήνωρ
325μῆνα δὲ πάντ̓ άλληκτος άη Νότος , ου δέ τις άλλος
326γίγνετ̓ έπειτ̓ ανέμων ει μὴ Εῦρός τε Νότος τε .
327οἱ δ̓ ἧος μὲν σῖτον έχον καὶ οῖνον ερυθρόν ,
328τόφρα βοῶν απέχοντο λιλαιόμενοι βιότοιο
329αλλ̓ ὅτε δὴ νηὸς εξέφθιτο ήια πάντα ,
330καὶ δὴ άγρην εφέπεσκον αλητεύοντες ανάγκῃ ,
331ιχθῦς όρνιθάς τε , φίλας ὅ τι χεῖρας ἵκοιτο ,
332γναμπτοῖς αγκίστροισιν , έτειρε δὲ γαστέρα λιμός
333δὴ τότ̓ εγὼν ανὰ νῆσον απέστιχον , όφρα θεοῖσιν
334ευξαίμην , εί τίς μοι ὁδὸν φήνειε νέεσθαι
335αλλ̓ ὅτε δὴ διὰ νήσου ιὼν ήλυξα ἑταίρους ,
336χεῖρας νιψάμενος , όθ̓ επὶ σκέπας ῆν ανέμοιο ,
337ηρώμην πάντεσσι θεοῖς οἳ Όλυμπον έχουσιν
338οἱ δ̓ άρα μοι γλυκὺν ὕπνον επὶ βλεφάροισιν έχευαν
339Ευρύλοχος δ̓ ἑτάροισι κακῆς εξήρχετο βουλῆς
340κέκλυτέ μευ μύθων κακά περ πάσχοντες ἑταῖροι
341πάντες μὲν στυγεροὶ θάνατοι δειλοῖσι βροτοῖσι ,
342λιμῷ δ̓ οίκτιστον θανέειν καὶ πότμον επισπεῖν .
343αλλ̓ άγετ̓ , Ηελίοιο βοῶν ελάσαντες αρίστας
344ῥέξομεν αθανάτοισι , τοὶ ουρανὸν ευρὺν έχουσιν
345ει δέ κεν εις Ιθάκην αφικοίμεθα , πατρίδα γαῖαν ,
346αῖψά κεν Ηελίῳ Ὑπερίονι πίονα νηὸν
347τεύξομεν , εν δέ κε θεῖμεν αγάλματα πολλὰ καὶ εσθλά
348ει δὲ χολωσάμενός τι βοῶν ορθοκραιράων
349νῆ̓ εθέλῃ ολέσαι , επὶ δ̓ ἕσπωνται θεοὶ άλλοι ,
350βούλομ̓ ἅπαξ πρὸς κῦμα χανὼν απὸ θυμὸν ολέσσαι ,
351ὴ δηθὰ στρεύγεσθαι εὼν εν νήσῳ ερήμῃ
352ὣς έφατ̓ Ευρύλοχος , επὶ δ̓ ῄνεον άλλοι ἑταῖροι
353αυτίκα δ̓ Ηελίοιο βοῶν ελάσαντες αρίστας
354εγγύθεν , ου γὰρ τῆλε νεὸς κυανοπρῴροιο
355βοσκέσκονθ̓ ἕλικες καλαὶ βόες ευρυμέτωποι
356τὰς δὲ περίστησάν τε καὶ ευχετόωντο θεοῖσιν ,
357φύλλα δρεψάμενοι τέρενα δρυὸς ὑψικόμοιο
358ου γὰρ έχον κρῖ λευκὸν ευσσέλμου επὶ νηός
359αυτὰρ επεί ῥ̓ εύξαντο καὶ έσφαξαν καὶ έδειραν ,
360μηρούς τ̓ εξέταμον κατά τε κνίσῃ εκάλυψαν
361δίπτυχα ποιήσαντες , επ̓ αυτῶν δ̓ ωμοθέτησαν
362ου δ̓ εῖχον μέθυ λεῖψαι επ̓ αιθομένοις ἱεροῖσιν ,
363αλλ̓ ὕδατι σπένδοντες επώπτων έγκατα πάντα
364αυτὰρ επεὶ κατὰ μῆῤ εκάη καὶ σπλάγχνα πάσαντο ,
365μίστυλλόν τ̓ άρα τἆλλα καὶ αμφ̓ οβελοῖσιν έπειραν
366καὶ τότε μοι βλεφάρων εξέσσυτο νήδυμος ὕπνος ,
367βῆν δ̓ ιέναι επὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης
368αλλ̓ ὅτε δὴ σχεδὸν ῆα κιὼν νεὸς αμφιελίσσης ,
369καὶ τότε με κνίσης αμφήλυθεν ἡδὺς αυτμή
370οιμώξας δὲ θεοῖσι μέγ̓ αθανάτοισι γεγώνευν
371Ζεῦ πάτερ ηδ̓ άλλοι μάκαρες θεοὶ αιὲν εόντες ,
372ῆ με μάλ̓ εις άτην κοιμήσατε νηλέι ὕπνῳ
373οἱ δ̓ ἕταροι μέγα έργον εμητίσαντο μένοντες
374ωκέα δ̓ Ηελίῳ Ὑπερίονι άγγελος ῆλθε
375Λαμπετίη τανύπεπλος , ὅ οἱ βόας έκταμεν ἡμεῖς
376αυτίκα δ̓ αθανάτοισι μετηύδα χωόμενος κῆρ
377Ζεῦ πάτερ ηδ̓ άλλοι μάκαρες θεοὶ αιὲν εόντες ,
378τῖσαι δὴ ἑτάρους Λαερτιάδεω Οδυσῆος ,
379οἵ μευ βοῦς έκτειναν ὑπέρβιον , ᾗσιν εγώ γε
380χαίρεσκον μὲν ιὼν εις ουρανὸν αστερόεντα ,
381ηδ̓ οπότ̓ ὰψ επὶ γαῖαν απ̓ ουρανόθεν προτραποίμην
382ει δέ μοι ου τίσουσι βοῶν επιεικέ̓ αμοιβήν ,
383δύσομαι εις Αίδαο καὶ εν νεκύεσσι φαείνω .
384τὸν δ̓ απαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς
385Ηέλἰ , ῆ τοι μὲν σὺ μετ̓ αθανάτοισι φάεινε
386καὶ θνητοῖσι βροτοῖσιν επὶ ζείδωρον άρουραν
387τῶν δέ κ̓ εγὼ τάχα νῆα θοὴν αργῆτι κεραυνῷ
388τυτθὰ βαλὼν κεάσαιμι μέσῳ ενὶ οίνοπι πόντῳ
389ταῦτα δ̓ εγὼν ήκουσα Καλυψοῦς ηυκόμοιο
390ἡ δ̓ έφη Ἑρμείαο διακτόρου αυτὴ ακοῦσαι
391αυτὰρ επεί ῥ̓ επὶ νῆα κατήλυθον ηδὲ θάλασσαν ,
392νείκεον άλλοθεν άλλον επισταδόν , ου δέ τι μῆχος
393εὑρέμεναι δυνάμεσθα , βόες δ̓ αποτέθνασαν ήδη
394τοῖσιν δ̓ αυτίκ̓ έπειτα θεοὶ τέραα προύφαινον
395εἷρπον μὲν ῥινοί , κρέα δ̓ αμφ̓ οβελοῖσι μεμύκει ,
396οπταλέα τε καὶ ωμά , βοῶν δ̓ ὣς γίγνετο φωνή .
397ἑξῆμαρ μὲν έπειτα εμοὶ ερίηρες ἑταῖροι
398δαίνυντ̓ Ηελίοιο βοῶν ελάσαντες αρίστας
399αλλ̓ ὅτε δὴ ἕβδομον ῆμαρ επὶ Ζεὺς θῆκε Κρονίων ,
400καὶ τότ̓ έπειτ̓ άνεμος μὲν επαύσατο λαίλαπι θύων ,
401ἡμεῖς δ̓ αῖψ̓ αναβάντες ενήκαμεν ευρέι πόντῳ ,
402ἱστὸν στησάμενοι ανά θ̓ ἱστία λεύκ̓ ερύσαντες
403αλλ̓ ὅτε δὴ τὴν νῆσον ελείπομεν , ου δέ τις άλλη
404φαίνετο γαιάων , αλλ̓ ουρανὸς ηδὲ θάλασσα ,
405δὴ τότε κυανέην νεφέλην έστησε Κρονίων
406νηὸς ὕπερ γλαφυρῆς , ήχλυσε δὲ πόντος υπ̓ αυτῆς .
407ἡ δ̓ έθει ου μάλα πολλὸν επὶ χρόνον
αῖψα γὰρ ῆλθε
408κεκληγὼς Ζέφυρος μεγάλῃ σὺν λαίλαπι θύων ,
409ἱστοῦ δὲ προτόνους έρρηξ̓ ανέμοιο θύελλα
410αμφοτέρους
ἱστὸς δ̓ οπίσω πέσεν , ὅπλα τε πάντα
411εις άντλον κατέχυνθ̓
ὁ δ̓ άρα πρυμνῇ ενὶ νηὶ
412πλῆξε κυβερνήτεω κεφαλήν , σὺν δ̓ οστέ̓ άραξε
413πάντ̓ άμυδις κεφαλῆς
ὁ δ̓ άῤ αρνευτῆρι εοικὼς
414κάππεσ̓ απ̓ ικριόφιν , λίπε δ̓ οστέα θυμὸς αγήνωρ
415Ζεὺς δ̓ άμυδις βρόντησε καὶ έμβαλε νηὶ κεραυνόν
416ἡ δ̓ ελελίχθη πᾶσα Διὸς πληγεῖσα κεραυνῷ ,
417εν δὲ θεείου πλῆτο , πέσον δ̓ εκ νηὸς ἑταῖροι
418οἱ δὲ κορώνῃσιν ίκελοι περὶ νῆα μέλαιναν
419κύμασιν εμφορέοντο , θεὸς δ̓ αποαίνυτο νόστον
420αυτὰρ εγὼ διὰ νηὸς εφοίτων , όφῤ απὸ τοίχους
421λῦσε κλύδων τρόπιος , τὴν δὲ ψιλὴν φέρε κῦμα ,
422εκ δέ οἱ ἱστὸν άραξε ποτὶ τρόπιν
αυτὰρ επ̓ αυτῷ
423επίτονος βέβλητο , βοὸς ῥινοῖο τετευχώς
424τῷ ῥ̓ άμφω συνέεργον , ὁμοῦ τρόπιν ηδὲ καὶ ἱστόν ,
425ἑζόμενος δ̓ επὶ τοῖς φερόμην ολοοῖς ανέμοισιν
426ένθ̓ ῆ τοι Ζέφυρος μὲν επαύσατο λαίλαπι θύων ,
427ῆλθε δ̓ επὶ Νότος ῶκα , φέρων εμῷ άλγεα θυμῷ ,
428όφῤ έτι τὴν ολοὴν αναμετρήσαιμι Χάρυβδιν
429παννύχιος φερόμην , ἅμα δ̓ ηελίῳ ανιόντι
430ῆλθον επὶ Σκύλλης σκόπελον δεινήν τε Χάρυβδιν
431ἡ μὲν ανερροίβδησε θαλάσσης ἁλμυρὸν ὕδωρ
432αυτὰρ εγὼ ποτὶ μακρὸν ερινεὸν υψόσ̓ αερθείς ,
433τῷ προσφὺς εχόμην ὡς νυκτερίς .
ου δέ πῃ εῖχον ού τε
434στηρίξαι ποσὶν έμπεδον ού τ̓ επιβῆναι
435ῥίζαι γὰρ ἑκὰς εῖχον , απήωροι δ̓ έσαν όζοι ,
436μακροί τε μεγάλοι τε , κατεσκίαον δὲ Χάρυβδιν
437νωλεμέως δ̓ εχόμην , όφῤ εξεμέσειεν οπίσσω
438ἱστὸν καὶ τρόπιν αῦτις
εελδομένῳ δέ μοι ῆλθον
439όψ̓
ῆμος δ̓ επὶ δόρπον ανὴρ αγορῆθεν ανέστη
440κρίνων νείκεα πολλὰ δικαζομένων αιζηῶν ,
441τῆμος δὴ τά γε δοῦρα Χαρύβδιος εξεφαάνθη
442ἧκα δ̓ εγὼ καθύπερθε πόδας καὶ χεῖρε φέρεσθαι ,
443μέσσῳ δ̓ ενδούπησα παρὲξ περιμήκεα δοῦρα ,
444ἑζόμενος δ̓ επὶ τοῖσι διήρεσα χερσὶν εμῇσι
445Σκύλλην δ̓ ουκέτ̓ έασε πατὴρ ανδρῶν τε θεῶν τε
446εισιδέειν
ου γάρ κεν ὑπέκφυγον αιπὺν όλεθρον
447ένθεν δ̓ εννῆμαρ φερόμην , δεκάτῃ δέ με νυκτὶ
448νῆσον ες Ωγυγίην πέλασαν θεοί , ένθα Καλυψὼ
449ναίει ευπλόκαμος , δεινὴ θεὸς αυδήεσσα ,
450ἥ μ̓ εφίλει τ̓ εκόμει τε
τί τοι τάδε μυθολογεύω
451ήδη γάρ τοι χθιζὸς εμυθεόμην ενὶ οίκῳ
452σοί τε καὶ ιφθίμῃ αλόχῳ ·
εχθρὸν δέ μοί εστιν αῦτις αριζήλως ειρημένα μυθολογεύειν .
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52
53
54
55
56
57
58
59
60
61
62
63
64
65
66
67
68
69
70
71
72
73
74
75
76
77
78
79
80
81
82
83
84
85
86
87
88
89
90
91
92
93
94
95
96
97
98
99
100
101
102
103
104
105
106
107
108
109
110
111
112
113
114
115
116
117
118
119
120
121
122
123
124
125
126
127
128
129
130
131
132
133
134
135
136
137
138
139
140
141
142
143
144
145
146
147
148
149
150
151
152
153
154
155
156
157
158
159
160
161
162
163
164
165
166
167
168
169
170
171
172
173
174
175
176
177
178
179
180
181
182
183
184
185
186
187
188
189
190
191
192
193
194
195
196
197
198
199
200
201
202
203
204
205
206
207
208
209
210
211
212
213
214
215
216
217
218
219
220
221
222
223
224
225
226
227
228
229
230
231
232
233
234
235
236
237
238
239
240
241
242
243
244
245
246
247
248
249
250
251
252
253
254
255
256
257
258
259
260
261
262
263
264
265
266
267
268
269
270
271
272
273
274
275
276
277
278
279
280
281
282
283
284
285
286
287
288
289
290
291
292
293
294
295
296
297
298
299
300
301
302
303
304
305
306
307
308
309
310
311
312
313
314
315
316
317
318
319
320
321
322
323
324
325
326
327
328
329
330
331
332
333
334
335
336
337
338
339
340
341
342
343
344
345
346
347
348
349
350
351
352
353
354
355
356
357
358
359
360
361
362
363
364
365
366
367
368
369
370
371
372
373
374
375
376
377
378
379
380
381
382
383
384
385
386
387
388
389
390
391
392
393
394
395
396
397
398
399
400
401
402
403
404
405
406
407
408
409
410
411
412
413
414
415
416
417
418
419
420
421
422
423
424
425
426
427
428
429
430
431
432
433
434
435
436
437
438
439
440
441
442
443
444
445
446
447
448
449
450
451
452