1 αυτὰρ επεί ῥ̓ επὶ νῆα κατήλθομεν ηδὲ θάλασσαν ,
2νῆα μὲν ὰρ πάμπρωτον ερύσσαμεν εις ἅλα δῖαν ,
3εν δ̓ ἱστὸν τιθέμεσθα καὶ ἱστία νηὶ μελαίνῃ ,
4εν δὲ τὰ μῆλα λαβόντες εβήσαμεν , ὰν δὲ καὶ αυτοὶ
5βαίνομεν αχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες
6ἡμῖν δ̓ αῦ κατόπισθε νεὸς κυανοπρῴροιο
7ίκμενον οῦρον ἵει πλησίστιον , εσθλὸν ἑταῖρον ,
8Κίρκη ευπλόκαμος , δεινὴ θεὸς αυδήεσσα
9ἡμεῖς δ̓ ὅπλα ἕκαστα πονησάμενοι κατὰ νῆα
10ἥμεθα
τὴν δ̓ άνεμός τε κυβερνήτης τ̓ ίθυνε
11τῆς δὲ πανημερίης τέταθ̓ ἱστία ποντοπορούσης
12δύσετό τ̓ ηέλιος σκιόωντό τε πᾶσαι αγυιαί
13ἡ δ̓ ες πείραθ̓ ἵκανε βαθυρρόου Ωκεανοῖο
14ένθα δὲ Κιμμερίων ανδρῶν δῆμός τε πόλις τε ,
15ηέρι καὶ νεφέλῃ κεκαλυμμένοι ·
ου δέ ποτ̓ αυτοὺς
16ηέλιος φαέθων καταδέρκεται ακτίνεσσιν ,
17ούθ̓ οπότ̓ ὰν στείχῃσι πρὸς ουρανὸν αστερόεντα ,
18ούθ̓ ότ̓ ὰν ὰψ επὶ γαῖαν απ̓ ουρανόθεν προτράπηται ,
19αλλ̓ επὶ νὺξ ολοὴ τέταται δειλοῖσι βροτοῖσι
20νῆα μὲν ένθ̓ ελθόντες εκέλσαμεν , εκ δὲ τὰ μῆλα
21ειλόμεθ̓
αυτοὶ δ̓ αῦτε παρὰ ῥόον Ωκεανοῖο
22ῄομεν , όφῤ ες χῶρον αφικόμεθ̓ , ὃν φράσε Κίρκη
23ένθ̓ ἱερήια μὲν Περιμήδης Ευρύλοχός τε
24έσχον
εγὼ δ̓ άορ οξὺ ερυσσάμενος παρὰ μηροῦ
25βόθρον όρυξ̓ ὅσσον τε πυγούσιον ένθα καὶ ένθα ,
26αμφ̓ αυτῷ δὲ χοὴν χεόμην πᾶσιν νεκύεσσι ,
27πρῶτα μελικρήτῳ , μετέπειτα δὲ ἡδέι οίνῳ ,
28τὸ τρίτον αῦθ̓ ὕδατι ·
επὶ δ̓ άλφιτα λευκὰ πάλυνον
29πολλὰ δὲ γουνούμην νεκύων αμενηνὰ κάρηνα ,
30ελθὼν εις Ιθάκην στεῖραν βοῦν , ἥ τις αρίστη ,
31ῥέξειν εν μεγάροισι πυρήν τ̓ εμπλησέμεν εσθλῶν ,
32Τειρεσίῃ δ̓ απάνευθεν όιν ἱερευσέμεν οίῳ
33παμμέλαν̓ , ὃς μήλοισι μεταπρέπει ἡμετέροισι .
34τοὺς δ̓ επεὶ ευχωλῇσι λιτῇσί τε , έθνεα νεκρῶν ,
35ελλισάμην , τὰ δὲ μῆλα λαβὼν απεδειροτόμησα
36ες βόθρον , ῥέε δ̓ αἷμα κελαινεφές
αἱ δ̓ αγέροντο
37ψυχαὶ ὑπὲξ Ερέβευς νεκύων κατατεθνηώτων .
38νύμφαι τ̓ ηίθεοί τε πολύτλητοί τε γέροντες
39παρθενικαί τ̓ αταλαὶ νεοπενθέα θυμὸν έχουσαι ,
40πολλοὶ δ̓ ουτάμενοι χαλκήρεσιν εγχείῃσιν ,
41άνδρες αρηίφατοι βεβροτωμένα τεύχἐ έχοντες
42οἳ πολλοὶ περὶ βόθρον εφοίτων άλλοθεν άλλος
43θεσπεσίῃ ιαχῇ
εμὲ δὲ χλωρὸν δέος ᾕρει
44δὴ τότ̓ έπειθ̓ ἑτάροισιν εποτρύνας εκέλευσα
45μῆλα , τὰ δὴ κατέκειτ̓ εσφαγμένα νηλέι χαλκῷ ,
46δείραντας κατακῆαι , επεύξασθαι δὲ θεοῖσιν ,
47ιφθίμῳ τ̓ Αΐδῃ καὶ επαινῇ Περσεφονείῃ
48αυτὸς δὲ ξίφος οξὺ ερυσσάμενος παρὰ μηροῦ
49ἥμην , ου δ̓ είων νεκύων αμενηνὰ κάρηνα
50αἵματος ᾶσσον ίμεν , πρὶν Τειρεσίαο πυθέσθαι
51πρώτη δὲ ψυχὴ Ελπήνορος ῆλθεν ἑταίρου
52ου γάρ πω ετέθαπτο ὑπὸ χθονὸς ευρυοδείης
53σῶμα γὰρ εν Κίρκης μεγάρῳ κατελείπομεν ἡμεῖς
54άκλαυτον καὶ άθαπτον , επεὶ πόνος άλλος έπειγε
55τὸν μὲν εγὼ δάκρυσα ιδὼν ελέησά τε θυμῷ ,
56καί μιν φωνήσας έπεα πτερόεντα προσηύδων
57Ελπῆνορ , πῶς ῆλθες ὑπὸ ζόφον ηερόεντα
58έφθης πεζὸς ιὼν ὴ εγὼ σὺν νηὶ μελαίνῃ .
59ὣς εφάμην , ὁ δέ μ̓ οιμώξας ημείβετο μύθῳ
60διογενὲς Λαερτιάδη , πολυμήχαν̓ Οδυσσεῦ ,
61ᾶσέ με δαίμονος αῖσα κακὴ καὶ αθέσφατος οῖνος
62Κίρκης δ̓ εν μεγάρῳ καταλέγμενος ουκ ενόησα
63άψορρον καταβῆναι ιὼν ες κλίμακα μακρήν ,
64αλλὰ καταντικρὺ τέγεος πέσον
εκ δέ μοι αυχὴν
65αστραγάλων εάγη , ψυχὴ δ̓ Άϊδόσδε κατῆλθε
66νῦν δέ σε τῶν όπιθεν γουνάζομαι , ου παρεόντων ,
67πρός τ̓ αλόχου καὶ πατρός , ὅ σ̓ έτρεφε τυτθὸν εόντα ,
68Τηλεμάχου θ̓ , ὃν μοῦνον ενὶ μεγάροισιν έλειπες
69οῖδα γὰρ ὡς ενθένδε κιὼν δόμου εξ Αίδαο
70νῆσον ες Αιαίην σχήσεις ευεργέα νῆα ·
71ένθα σ̓ έπειτα , άναξ , κέλομαι μνήσασθαι εμεῖο
72μή μ̓ άκλαυτον άθαπτον ιὼν όπιθεν καταλείπειν
73νοσφισθείς , μή τοί τι θεῶν μήνιμα γένωμαι ,
74αλλά με κακκῆαι σὺν τεύχεσιν , ἅσσα μοι έστιν ,
75σῆμά τέ μοι χεῦαι πολιῆς επὶ θινὶ θαλάσσης ,
76ανδρὸς δυστήνοιο καὶ εσσομένοισι πυθέσθαι
77ταῦτά τέ μοι τελέσαι πῆξαί τ̓ επὶ τύμβῳ ερετμόν ,
78τῷ καὶ ζωὸς έρεσσον εὼν μετ̓ εμοῖς ἑτάροισιν
79ὣς έφατ̓ , αυτὰρ εγώ μιν αμειβόμενος προσέειπον
80ταῦτά τοι , ῶ δύστηνε , τελευτήσω τε καὶ έρξω
81νῶι μὲν ὣς επέεσσιν αμειβομένω στυγεροῖσιν
82ήμεθ̓ , εγὼ μὲν άνευθεν εφ̓ αἵματι φάσγανον ίσχων ,
83είδωλον δ̓ ἑτέρωθεν ἑταίρου πόλλ̓ αγόρευεν
84ῆλθε δ̓ επὶ ψυχὴ μητρὸς κατατεθνηυίης ,
85Αυτολύκου θυγάτηρ μεγαλήτορος Αντίκλεια ,
86τὴν ζωὴν κατέλειπον ιὼν εις Ίλιον ἱρήν .
87τὴν μὲν εγὼ δάκρυσα ιδὼν ελέησά τε θυμῷ
88αλλ̓ ου δ̓ ὣς είων προτέρην , πυκινόν περ αχεύων ,
89αἵματος ᾶσσον ίμεν , πρὶν Τειρεσίαο πυθέσθαι
90ῆλθε δ̓ επὶ ψυχὴ Θηβαίου Τειρεσίαο
91χρύσεον σκῆπτρον έχων , εμὲ δ̓ έγνω καὶ προσέειπεν
92διογενὲς Λαερτιάδη , πολυμήχαν̓ Οδυσσεῦ ,
93τίπτ̓ αῦτ̓ , ῶ δύστηνε , λιπὼν φάος ηελίοιο
94ήλυθες , όφρα ίδῃ νέκυας καὶ ατερπέα χῶρον
95αλλ̓ αποχάζεο βόθρου , άπισχε δὲ φάσγανον οξύ ,
96αἵματος όφρα πίω καί τοι νημερτέα είπω
97ὣς φάτ̓ , εγὼ δ̓ αναχασσάμενος ξίφος αργυρόηλον
98κουλεῷ εγκατέπηξ̓
ὁ δ̓ επεὶ πίεν αἷμα κελαινόν ,
99καὶ τότε δή μ̓ επέεσσι προσηύδα μάντις αμύμων ·
100νόστον δίζηαι μελιηδέα , φαίδιμ̓ Οδυσσεῦ
101τὸν δέ τοι αργαλέον θήσει θεός
ου γὰρ οίω
102λήσειν εννοσίγαιον , ὅ τοι κότον ένθετο θυμῷ
103χωόμενος ὅτι οἱ υἱὸν φίλον εξαλάωσας
104αλλ̓ έτι μέν κε καὶ ὣς κακά περ πάσχοντες ἵκοισθε ,
105αί κ̓ εθέλῃς σὸν θυμὸν ερυκακέειν καὶ ἑταίρων ,
106ὁππότε κε πρῶτον πελάσῃς ευεργέα νῆα
107Θρινακίῃ νήσῳ , προφυγὼν ιοειδέα πόντον ,
108βοσκομένας δ̓ εὕρητε βόας καὶ ίφια μῆλα
109Ηελίου , ὃς πάντ̓ εφορᾷ καὶ πάντ̓ επακούει
110τὰς ει μέν κ̓ ασινέας εάᾳς νόστου τε μέδηαι ,
111καί κεν έτ̓ εις Ιθάκην κακά περ πάσχοντες ἵκοισθε
112ει δέ κε σίνηαι , τότε τοι τεκμαίρομ̓ όλεθρον ,
113νηί τε καὶ ἑτάροις
αυτὸς δ̓ εί πέρ κεν αλύξῃς ,
114οψὲ κακῶς νεῖαι , ολέσας άπο πάντας ἑταίρους ,
115νηὸς επ̓ αλλοτρίης
δήεις δ̓ εν πήματα οίκῳ ,
116άνδρας ὑπερφιάλους , οἵ τοι βίοτον κατέδουσι
117μνώμενοι αντιθέην άλοχον καὶ ἕδνα διδόντες
118αλλ̓ ῆ τοι κείνων γε βίας αποτίσεαι ελθών
119αυτὰρ επὴν μνηστῆρας ενὶ μεγάροισι τεοῖσι
120κτείνῃς ηὲ δόλῳ ὴ αμφαδὸν οξέι χαλκῷ ,
121έρχεσθαι δὴ έπειτα λαβὼν ευῆρες ερετμόν ,
122εις ὅ κε τοὺς αφίκηαι οἳ ουκ ίσασι θάλασσαν
123ανέρες , ου δέ θ̓ ἅλεσσι μεμιγμένον εῖδαρ έδουσιν
124ου δ̓ άρα τοί γ̓ ίσασι νέας φοινικοπαρῄους
125ου δ̓ ευήρἐ ερετμά , τά τε πτερὰ νηυσὶ πέλονται .
126σῆμα δέ τοι ερέω μάλ̓ αριφραδές , ου δέ σε λήσει
127ὁππότε κεν δή τοι συμβλήμενος άλλος ὁδίτης
128φήῃ αθηρηλοιγὸν έχειν ανὰ φαιδίμῳ ώμῳ ,
129καὶ τότε δὴ γαίῃ πήξας ευῆρες ερετμόν ,
130ῥέξας ἱερὰ καλὰ Ποσειδάωνι άνακτι ,
131αρνειὸν ταῦρόν τε συῶν τ̓ επιβήτορα κάπρον ,
132οίκαδ̓ αποστείχειν έρδειν θ̓ ἱερᾶς ἑκατόμβας
133αθανάτοισι θεοῖσι , τοὶ ουρανὸν ευρὺν έχουσι ,
134πᾶσι μάλ̓ ἑξείης
θάνατος δέ τοι εξ ἁλὸς αυτῷ
135αβληχρὸς μάλα τοῖος ελεύσεται , ὅς κέ σε πέφνῃ
136γήραι ὕπο λιπαρῷ αρημένον
αμφὶ δὲ λαοὶ
137όλβιοι έσσονται
τὰ δέ τοι νημερτέα είρω
138ὣς έφατ̓ , αυτὰρ εγώ μιν αμειβόμενος προσέειπον
139Τειρεσίη , τὰ μὲν άρ που επέκλωσαν θεοὶ αυτοί
140αλλ̓ άγε μοι τόδε ειπὲ καὶ ατρεκέως κατάλεξον
141μητρὸς τήνδ̓ ὁρόω ψυχὴν κατατεθνηυίης
142ἡ δ̓ ακέουσ̓ ἧσται σχεδὸν αἵματος , ου δ̓ ἑὸν υἱὸν
143έτλη εσάντα ιδεῖν ου δὲ προτιμυθήσασθαι .
144ειπέ , άναξ , πῶς κέν με αναγνοίη τὸν εόντα ;"
145ὣς εφάμην , ὁ δέ μ̓ αυτίκ̓ αμειβόμενος προσέειπεν
146ῥηΐδιόν τοι έπος ερέω καὶ επὶ φρεσὶ θήσω
147ὅν τινα μέν κεν εᾷς νεκύων κατατεθνηώτων
148αἵματος ᾶσσον ίμεν , ὁ δέ τοι νημερτὲς ενίψει
149ᾧ δέ κ̓ επιφθονέῃς , ὁ δέ τοι πάλιν εῖσιν οπίσσω
150ὣς φαμένη ψυχὴ μὲν έβη δόμον Άϊδος είσω
151Τειρεσίαο άνακτος , επεὶ κατὰ θέσφατ̓ έλεξεν
152αυτὰρ εγὼν αυτοῦ μένον έμπεδον , όφῤ επὶ μήτηρ
153ήλυθε καὶ πίεν αἷμα κελαινεφές
αυτίκα δ̓ έγνω ,
154καί μ̓ ολοφυρομένη έπεα πτερόεντα προσηύδα
155τέκνον εμόν , πῶς ῆλθες ὑπὸ ζόφον ηερόεντα
156ζωὸς εών
χαλεπὸν δὲ τάδε ζωοῖσιν ὁρᾶσθαι .
157μέσσῳ γὰρ μεγάλοι ποταμοὶ καὶ δεινὰ ῥέεθρα ,
158Ωκεανὸς μὲν πρῶτα , τὸν ού πως έστι περῆσαι
159πεζὸν εόντ̓ , ὴν μή τις έχῃ ευεργέα νῆα .
160ῆ νῦν δὴ Τροίηθεν αλώμενος ενθάδ̓ ἱκάνεις
161νηί τε καὶ ἑτάροισι πολὺν χρόνον
ου δέ πω ῆλθες
162εις Ιθάκην , ου δ̓ εῖδες ενὶ μεγάροισι γυναῖκα
163ὣς έφατ̓ , αυτὰρ εγώ μιν αμειβόμενος προσέειπον
164μῆτερ εμή , χρειώ με κατήγαγεν εις Αίδαο
165ψυχῇ χρησόμενον Θηβαίου Τειρεσίαο
166ου γάρ πω σχεδὸν ῆλθον Αχαιΐδος , ου δέ πω ἁμῆς
167γῆς επέβην , αλλ̓ αιὲν έχων αλάλημαι οιζύν ,
168εξ οὗ τὰ πρώτισθ̓ ἑπόμην Αγαμέμνονι δίῳ
169Ίλιον εις εύπωλον , ἵνα Τρώεσσι μαχοίμην
170αλλ̓ άγε μοι τόδε ειπὲ καὶ ατρεκέως κατάλεξον
171τίς νύ σε κὴρ εδάμασσε τανηλεγέος θανάτοιο
172ῆ δολιχὴ νοῦσος , ῆ Άρτεμις ιοχέαιρα
173οἷς αγανοῖς βελέεσσιν εποιχομένη κατέπεφνεν ;
174ειπὲ δέ μοι πατρός τε καὶ υἱέος , ὃν κατέλειπον ,
175ὴ έτι πὰρ κείνοισιν εμὸν γέρας , ῆέ τις ήδη
176ανδρῶν άλλος έχει , εμὲ δ̓ ουκέτι φασὶ νέεσθαι .
177ειπὲ δέ μοι μνηστῆς αλόχου βουλήν τε νόον τε ,
178ηὲ μένει παρὰ παιδὶ καὶ έμπεδα πάντα φυλάσσει
179ῆ ήδη μιν έγημεν Αχαιῶν ὅς τις άριστος .
180ὣς εφάμην , ἡ δ̓ αυτίκ̓ αμείβετο πότνια μήτηρ ·
181καὶ λίην κείνη γε μένει τετληότι θυμῷ
182σοῖσιν ενὶ μεγάροισιν
οιζυραὶ δέ οἱ αιεὶ
183φθίνουσιν νύκτες τε καὶ ήματα δάκρυ χεούσῃ
184σὸν δ̓ ού πώ τις έχει καλὸν γέρας , αλλὰ ἕκηλος
185Τηλέμαχος τεμένεα νέμεται καὶ δαῖτας είσας
186δαίνυται , ἃς επέοικε δικασπόλον άνδῤ αλεγύνειν
187πάντες γὰρ καλέουσι
πατὴρ δὲ σὸς αυτόθι μίμνει
188αγρῷ , ου δὲ πόλινδε κατέρχεται .
ου δέ οἱ ευναὶ
189δέμνια καὶ χλαῖναι καὶ ῥήγεα σιγαλόεντα ,
190αλλ̓ ὅ γε χεῖμα μὲν εὕδει ὅθι δμῶες ενὶ οίκῳ ,
191εν κόνι άγχι πυρός , κακὰ δὲ χροῒ εἵματα εἷται ·
192αυτὰρ επὴν έλθῃσι θέρος τεθαλυῖά τ̓ οπώρη ,
193πάντῃ οἱ κατὰ γουνὸν αλωῆς οινοπέδοιο
194φύλλων κεκλιμένων χθαμαλαὶ βεβλήαται ευναί
195ένθ̓ ὅ γε κεῖτ̓ αχέων , μέγα δὲ φρεσὶ πένθος αέξει
196σὸν νόστον ποθέων , χαλεπὸν δ̓ επὶ γῆρας ἱκάνει
197οὕτω γὰρ καὶ εγὼν ολόμην καὶ πότμον επέσπον
198ού τ̓ εμέ γ̓ εν μεγάροισιν εύσκοπος ιοχέαιρα
199οἷς αγανοῖς βελέεσσιν εποιχομένη κατέπεφνεν ,
200ού τε τις οῦν μοι νοῦσος επήλυθεν , ἥ τε μάλιστα
201τηκεδόνι στυγερῇ μελέων εξείλετο θυμόν
202αλλά με σός τε πόθος σά τε μήδεα , φαίδιμ̓ Οδυσσεῦ ,
203σή τ̓ αγανοφροσύνη μελιηδέα θυμὸν απηύρα
204ὣς έφατ̓ , αυτὰρ εγώ γ̓ έθελον φρεσὶ μερμηρίξας
205μητρὸς εμῆς ψυχὴν ἑλέειν κατατεθνηυίης
206τρὶς μὲν εφωρμήθην , ἑλέειν τέ με θυμὸς ανώγει ,
207τρὶς δέ μοι εκ χειρῶν σκιῇ είκελον ὴ καὶ ονείρῳ
208έπτατ̓
εμοὶ δ̓ άχος οξὺ γενέσκετο κηρόθι μᾶλλον ,
209καί μιν φωνήσας έπεα πτερόεντα προσηύδων
210μῆτερ εμή , τί νύ μ̓ ου μίμνεις ἑλέειν μεμαῶτα ,
211όφρα καὶ ειν Αίδαο φίλας περὶ χεῖρε βαλόντε
212αμφοτέρω κρυεροῖο τεταρπώμεσθα γόοιο ;
213ῆ τί μοι είδωλον τόδ̓ αγαυὴ Περσεφόνεια
214ώτρυν̓ , όφῤ έτι μᾶλλον οδυρόμενος στεναχίζω
215ὣς εφάμην , ἡ δ̓ αυτίκ̓ αμείβετο πότνια μήτηρ ·
216ώ μοι , τέκνον εμόν , περὶ πάντων κάμμορε φωτῶν ,
217ού τί σε Περσεφόνεια Διὸς θυγάτηρ απαφίσκει ,
218αλλ̓ αὕτη δίκη εστὶ βροτῶν , ὅτε τίς κε θάνῃσιν ·
219ου γὰρ έτι σάρκας τε καὶ οστέα ῖνες έχουσιν ,
220αλλὰ τὰ μέν τε πυρὸς κρατερὸν μένος αιθομένοιο
221δαμνᾷ , επεί κε πρῶτα λίπῃ λεύκ̓ οστέα θυμός ,
222ψυχὴ δ̓ ηύτ̓ όνειρος αποπταμένη πεπότηται .
223αλλὰ φόωσδε τάχιστα λιλαίεο
ταῦτα δὲ πάντα
224ίσθ̓ , ἵνα καὶ μετόπισθε τεῇ είπῃσθα γυναικί
225νῶι μὲν ὣς επέεσσιν αμειβόμεθ̓ , αἱ δὲ γυναῖκες
226ήλυθον , ώτρυνεν γὰρ αγαυὴ Περσεφόνεια ,
227ὅσσαι αριστήων άλοχοι έσαν ηδὲ θύγατρες
228αἱ δ̓ αμφ̓ αἷμα κελαινὸν αολλέες ηγερέθοντο ,
229αυτὰρ εγὼ βούλευον ὅπως ερέοιμι ἑκάστην
230ἥδε δέ μοι κατὰ θυμὸν αρίστη φαίνετο βουλή
231σπασσάμενος τανύηκες άορ παχέος παρὰ μηροῦ
232ουκ είων πίνειν ἅμα πάσας αἷμα κελαινόν
233αἱ δὲ προμνηστῖναι επήισαν , ηδὲ ἑκάστη
234ὃν γόνον εξαγόρευεν
εγὼ δ̓ ερέεινον ἁπάσας
235ένθ̓ ῆ τοι πρώτην Τυρὼ ίδον ευπατέρειαν ,
236ἣ φάτο Σαλμωνῆος αμύμονος έκγονος εῖναι ,
237φῆ δὲ Κρηθῆος γυνὴ έμμεναι Αιολίδαο
238ἣ ποταμοῦ ηράσσατ̓ Ενιπῆος θείοιο ,
239ὃς πολὺ κάλλιστος ποταμῶν επὶ γαῖαν ἵησι ,
240καί ῥ̓ επ̓ Ενιπῆος πωλέσκετο καλὰ ῥέεθρα
241τῷ δ̓ άρα εισάμενος γαιήοχος εννοσίγαιος
242εν προχοῇς ποταμοῦ παρελέξατο δινήεντος
243πορφύρεον δ̓ άρα κῦμα περιστάθη , ούρεϊ ῖσον ,
244κυρτωθέν , κρύψεν δὲ θεὸν θνητήν τε γυναῖκα
245λῦσε δὲ παρθενίην ζώνην , κατὰ δ̓ ὕπνον έχευεν
246αυτὰρ επεί ῥ̓ ετέλεσσε θεὸς φιλοτήσια έργα ,
247έν τ̓ άρα οἱ φῦ χειρί , έπος τ̓ έφατ̓ έκ τ̓ ονόμαζε
248χαῖρε , γύναι , φιλότητι
περιπλομένου δ̓ ενιαυτοῦ
249τέξεις αγλαὰ τέκνα , επεὶ ουκ αποφώλιοι ευναὶ
250αθανάτων ·
σὺ δὲ τοὺς κομέειν ατιταλλέμεναί τε
251νῦν δ̓ έρχευ πρὸς δῶμα , καὶ ίσχεο μη δ̓ ονομήνῃς
252αυτὰρ εγώ τοί ειμι Ποσειδάων ενοσίχθων
253ὣς ειπὼν ὑπὸ πόντον εδύσετο κυμαίνοντα
254ἡ δ̓ ὑποκυσαμένη Πελίην τέκε καὶ Νηλῆα ,
255τὼ κρατερὼ θεράποντε Διὸς μεγάλοιο γενέσθην
256αμφοτέρω
Πελίης μὲν εν ευρυχόρῳ Ιαωλκῷ
257ναῖε πολύρρηνος , ὁ δ̓ άῤ εν Πύλῳ ημαθόεντι .
258τοὺς δ̓ ἑτέρους Κρηθῆι τέκεν βασίλεια γυναικῶν ,
259Αίσονά τ̓ ηδὲ Φέρητ̓ Αμυθάονά θ̓ ἱππιοχάρμην
260τὴν δὲ μετ̓ Αντιόπην ίδον , Ασωποῖο θύγατρα ,
261ἣ δὴ καὶ Διὸς εύχετ̓ εν αγκοίνῃσιν ιαῦσαι ,
262καί ῥ̓ έτεκεν δύο παῖδ̓ , Αμφίονά τε Ζῆθόν τε ,
263οἳ πρῶτοι Θήβης ἕδος έκτισαν ἑπταπύλοιο ,
264πύργωσάν τ̓ , επεὶ ου μὲν απύργωτόν γ̓ εδύναντο
265ναιέμεν ευρύχορον Θήβην , κρατερώ περ εόντε
266τὴν δὲ μετ̓ Αλκμήνην ίδον , Αμφιτρύωνος άκοιτιν ,
267ἥ ῥ̓ Ἡρακλῆα θρασυμέμνονα θυμολέοντα
268γείνατ̓ εν αγκοίνῃσι Διὸς μεγάλοιο μιγεῖσα
269καὶ Μεγάρην , Κρείοντος ὑπερθύμοιο θύγατρα ,
270τὴν έχεν Αμφιτρύωνος υἱὸς μένος αιὲν ατειρής .
271μητέρα τ̓ Οιδιπόδαο ίδον , καλὴν Επικάστην ,
272ἣ μέγα έργον έρεξεν αιδρείῃσι νόοιο
273γημαμένη ᾧ υἷι
ὁ δ̓ ὃν πατέῤ εξεναρίξας
274γῆμεν
άφαρ δ̓ ανάπυστα θεοὶ θέσαν ανθρώποισιν
275αλλ̓ ὁ μὲν εν Θήβῃ πολυηράτῳ άλγεα πάσχων
276Καδμείων ήνασσε θεῶν ολοὰς διὰ βουλάς
277ἡ δ̓ έβη εις Αίδαο πυλάρταο κρατεροῖο ,
278ἁψαμένη βρόχον αιπὺν αφ̓ ὑψηλοῖο μελάθρου ,
279ᾧ άχεϊ σχομένη ·
τῷ δ̓ άλγεα κάλλιπ̓ οπίσσω
280πολλὰ μάλ̓ , ὅσσα τε μητρὸς Ερινύες εκτελέουσιν
281καὶ Χλῶριν εῖδον περικαλλέα , τήν ποτε Νηλεὺς
282γῆμεν ἑὸν διὰ κάλλος , επεὶ πόρε μυρία ἕδνα ,
283ὁπλοτάτην κούρην Αμφίονος Ιασίδαο ,
284ὅς ποτ̓ εν Ορχομενῷ Μινυείῳ ῖφι άνασσεν
285ἡ δὲ Πύλου βασίλευε , τέκεν δέ οἱ αγλαὰ τέκνα ,
286Νέστορά τε χρόνιον τε Περικλύμενόν τ̓ αγέρωχον
287τοῖσι δ̓ επ̓ ιφθίμην Πηρὼ τέκε , θαῦμα βροτοῖσι ,
288τὴν πάντες μνώοντο περικτίται
ου δ̓ άρα Νηλεὺς
289τῷ εδίδου ὃς μὴ ἕλικας βόας ευρυμετώπους
290εκ Φυλάκης ελάσειε βίης Ιφικληείης
291αργαλέας
τὰς δ̓ οῖος ὑπέσχετο μάντις αμύμων
292εξελάαν
χαλεπὴ δὲ θεοῦ κατὰ μοῖρα πέδησε ,
293δεσμοί τ̓ αργαλέοι καὶ βουκόλοι αγροιῶται
294αλλ̓ ὅτε δὴ μῆνές τε καὶ ἡμέραι εξετελεῦντο
295ὰψ περιτελλομένου έτεος καὶ επήλυθον ὧραι ,
296καὶ τότε δή μιν έλυσε βίη Ιφικληείη ,
297θέσφατα πάντ̓ ειπόντα
Διὸς δ̓ ετελείετο βουλή
298καὶ Λήδην εῖδον , τὴν Τυνδαρέου παράκοιτιν ,
299ἥ ῥ̓ ὑπὸ Τυνδαρέῳ κρατερόφρονε γείνατο παῖδε ,
300Κάστορά θ̓ ἱππόδαμον καὶ πὺξ αγαθὸν Πολυδεύκεα ,
301τοὺς άμφω ζωοὺς κατέχει φυσίζοος αῖα
302οἳ καὶ νέρθεν γῆς τιμὴν πρὸς Ζηνὸς έχοντες
303άλλοτε μὲν ζώουσ̓ ἑτερήμεροι , άλλοτε δ̓ αῦτε
304τεθνᾶσιν
τιμὴν δὲ λελόγχασιν ῖσα θεοῖσι
305τὴν δὲ μετ̓ Ιφιμέδειαν , Αλωῆος παράκοιτιν
306είσιδον , ἣ δὴ φάσκε Ποσειδάωνι μιγῆναι ,
307καί ῥ̓ έτεκεν δύο παῖδε , μινυνθαδίω δ̓ εγενέσθην ,
308Ω͂τόν τ̓ αντίθεον τηλεκλειτόν τ̓ Εφιάλτην ,
309οὓς δὴ μηκίστους θρέψε ζείδωρος άρουρα
310καὶ πολὺ καλλίστους μετά γε κλυτὸν Ωρίωνα
311εννέωροι γὰρ τοί γε καὶ εννεαπήχεες ῆσαν
312εῦρος , ατὰρ μῆκός γε γενέσθην εννεόργυιοι
313οἵ ῥα καὶ αθανάτοισιν απειλήτην εν Ολύμπῳ
314φυλόπιδα στήσειν πολυάικος πολέμοιο
315Όσσαν επ̓ Ουλύμπῳ μέμασαν θέμεν , αυτὰρ επ̓ Όσσῃ
316Πήλιον εινοσίφυλλον , ίν̓ ουρανὸς αμβατὸς είη .
317καί νύ κεν εξετέλεσσαν , ει ἥβης μέτρον ἵκοντο
318αλλ̓ όλεσεν Διὸς υἱός , ὃν ηύκομος τέκε Λητώ ,
319αμφοτέρω , πρίν σφωιν ὑπὸ κροτάφοισιν ιούλους
320ανθῆσαι πυκάσαι τε γένυς ευανθέι λάχνῃ
321Φαίδρην τε Πρόκριν τε ίδον καλήν τ̓ Αριάδνην ,
322κούρην Μίνωος ολοόφρονος , ἥν ποτε Θησεὺς
323εκ Κρήτης ες γουνὸν Αθηνάων ἱεράων
324ῆγε μέν , ου δ̓ απόνητο
πάρος δέ μιν Άρτεμις έκτα
325Δίῃ εν αμφιρύτῃ Διονύσου μαρτυρίῃσιν
326Μαῖράν τε Κλυμένην τε ίδον στυγερήν τ̓ Εριφύλην ,
327ἣ χρυσὸν φίλου ανδρὸς εδέξατο τιμήεντα
328πάσας δ̓ ουκ ὰν εγὼ μυθήσομαι ου δ̓ ονομήνω ,
329ὅσσας ἡρώων αλόχους ίδον ηδὲ θύγατρας
330πρὶν γάρ κεν καὶ νὺξ φθῖτ̓ άμβροτος
αλλὰ καὶ ὥρη
331εὕδειν , ὴ επὶ νῆα θοὴν ελθόντ̓ ες ἑταίρους
332ὴ αυτοῦ ·
πομπὴ δὲ θεοῖς ὑμῖν τε μελήσει .
333ὣς έφαθ̓ , οἱ δ̓ άρα πάντες ακὴν εγένοντο σιωπῇ ,
334κηληθμῷ δ̓ έσχοντο κατὰ μέγαρα σκιόεντα
335τοῖσιν δ̓ Αρήτη λευκώλενος ήρχετο μύθων
336Φαίηκες , πῶς ύμμιν ανὴρ ὅδε φαίνεται εῖναι
337εῖδός τε μέγεθός τε ιδὲ φρένας ένδον είσας
338ξεῖνος δ̓ αῦτ̓ εμός εστιν , ἕκαστος δ̓ έμμορε τιμῆς
339τῷ μὴ επειγόμενοι αποπέμπετε , μη δὲ τὰ δῶρα
340οὕτω χρηίζοντι κολούετε
πολλὰ γὰρ ὑμῖν
341κτήματ̓ ενὶ μεγάροισι θεῶν ιότητι κέονται .
342τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Εχένηος ,
343ὃς δὴ Φαιήκων ανδρῶν προγενέστερος ῆεν ·
344ῶ φίλοι , ου μὰν ἧμιν απὸ σκοποῦ ου δ̓ απὸ δόξης
345μυθεῖται βασίλεια περίφρων
αλλὰ πίθεσθε
346Αλκινόου δ̓ εκ τοῦδ̓ έχεται έργον τε έπος τε .
347τὸν δ̓ αῦτ̓ Αλκίνοος απαμείβετο φώνησέν τε
348τοῦτο μὲν οὕτω δὴ έσται έπος , αί κεν εγώ γε
349ζωὸς Φαιήκεσσι φιληρέτμοισιν ανάσσω
350ξεῖνος δὲ τλήτω μάλα περ νόστοιο χατίζων
351έμπης οῦν επιμεῖναι ες αύριον , εις ὅ κε πᾶσαν
352δωτίνην τελέσω
πομπὴ δ̓ άνδρεσσι μελήσει
353πᾶσι , μάλιστα δ̓ εμοί ·
τοῦ γὰρ κράτος έστ̓ ενὶ δήμῳ .
354τὸν δ̓ απαμειβόμενος προσέφη πολύμητις Οδυσσεύς
355Αλκίνοε κρεῖον , πάντων αριδείκετε λαῶν ,
356εί με καὶ εις ενιαυτὸν ανώγοιτ̓ αυτόθι μίμνειν ,
357πομπὴν δ̓ οτρύνοιτε καὶ αγλαὰ δῶρα διδοῖτε ,
358καὶ κε τὸ βουλοίμην , καί κεν πολὺ κέρδιον είη ,
359πλειοτέρῃ σὺν χειρὶ φίλην ες πατρίδ̓ ἱκέσθαι
360καί κ̓ αιδοιότερος καὶ φίλτερος ανδράσιν είην
361πᾶσιν , ὅσοι μ̓ Ιθάκηνδε ιδοίατο νοστήσαντα .
362τὸν δ̓ αῦτ̓ Αλκίνοος απαμείβετο φώνησέν τε
363ῶ Οδυσεῦ , τὸ μὲν ού τί σ̓ είσκομεν εισορόωντες ,
364ηπεροπῆά τ̓ έμεν καὶ επίκλοπον , οἷά τε πολλοὺς
365βόσκει γαῖα μέλαινα πολυσπερέας ανθρώπους ,
366ψεύδεά τ̓ αρτύνοντας ὅθεν κέ τις ου δὲ ίδοιτο
367σοὶ δ̓ έπι μὲν μορφὴ επέων , ένι δὲ φρένες εσθλαί .
368μῦθον δ̓ ὡς ότ̓ αοιδὸς επισταμένως κατέλεξας ,
369πάντων τ̓ Αργείων σέο τ̓ αυτοῦ κήδεα λυγρά .
370αλλ̓ άγε μοι τόδε ειπὲ καὶ ατρεκέως κατάλεξον ,
371εί τινας αντιθέων ἑτάρων ίδες , οἵ τοι άμ̓ αυτῷ
372Ίλιον εις άμ̓ ἕποντο καὶ αυτοῦ πότμον επέσπον
373νὺξ δ̓ ἥδε μάλα μακρή , αθέσφατος ·
ου δέ πω ὥρη
374εὕδειν εν μεγάρῳ , σὺ δέ μοι λέγε θέσκελα έργα .
375καί κεν ες ηῶ δῖαν ανασχοίμην , ὅτε μοι σὺ
376τλαίης εν μεγάρῳ τὰ σὰ κήδεα μυθήσασθαι .
377τὸν δ̓ απαμειβόμενος προσέφη πολύμητις Οδυσσεύς
378Αλκίνοε κρεῖον , πάντων αριδείκετε λαῶν ,
379ὥρη μὲν πολέων μύθων , ὥρη δὲ καὶ ὕπνου ·
380ει δ̓ έτ̓ ακουέμεναί γε λιλαίεαι , ουκ ὰν εγώ γε
381τούτων σοι φθονέοιμι καὶ οικτρότεῤ άλλ̓ αγορεύειν ,
382κήδἐ εμῶν ἑτάρων , οἳ δὴ μετόπισθεν όλοντο ,
383οἳ Τρώων μὲν ὑπεξέφυγον στονόεσσαν αυτήν ,
384εν νόστῳ δ̓ απόλοντο κακῆς ιότητι γυναικός
385αυτὰρ επεὶ ψυχὰς μὲν απεσκέδασ̓ άλλυδις άλλῃ
386ἁγνὴ Περσεφόνεια γυναικῶν θηλυτεράων ,
387ῆλθε δ̓ επὶ ψυχὴ Αγαμέμνονος Ατρεΐδαο
388αχνυμένη
περὶ δ̓ άλλαι αγηγέραθ̓ , ὅσσοι άμ̓ αυτῷ
389οίκῳ εν Αιγίσθοιο θάνον καὶ πότμον επέσπον
390έγνω δ̓ αῖψ̓ έμ̓ εκεῖνος , επεὶ πίεν αἷμα κελαινόν
391κλαῖε δ̓ ὅ γε λιγέως , θαλερὸν κατὰ δάκρυον είβων ,
392πιτνὰς εις εμὲ χεῖρας , ορέξασθαι μενεαίνων
393αλλ̓ ου γάρ οἱ έτ̓ ῆν ὶς έμπεδος ου δέ τι κῖκυς ,
394οἵη περ πάρος έσκεν ενὶ γναμπτοῖσι μέλεσσι .
395τὸν μὲν εγὼ δάκρυσα ιδὼν ελέησά τε θυμῷ ,
396καί μιν φωνήσας έπεα πτερόεντα προσηύδων
397Ατρεΐδη κύδιστε , άναξ ανδρῶν Αγάμεμνον ,
398τίς νύ σε κὴρ εδάμασσε τανηλεγέος θανάτοιο
399ῆε σέ γ̓ εν νήεσσι Ποσειδάων εδάμασσεν
400όρσας αργαλέων ανέμων αμέγαρτον αυτμήν
401ῆέ σ̓ ανάρσιοι άνδρες εδηλήσαντ̓ επὶ χέρσου
402βοῦς περιταμνόμενον ηδ̓ οιῶν πώεα καλά ,
403ηὲ περὶ πτόλιος μαχεούμενον ηδὲ γυναικῶν
404ὣς εφάμην , ὁ δέ μ̓ αυτίκ̓ αμειβόμενος προσέειπε
405διογενὲς Λαερτιάδη , πολυμήχαν̓ Οδυσσεῦ ,
406ού τ̓ εμέ γ̓ εν νήεσσι Ποσειδάων εδάμασσεν
407όρσας αργαλέων ανέμων αμέγαρτον αυτμήν ,
408ού τε μ̓ ανάρσιοι άνδρες εδηλήσαντ̓ επὶ χέρσου ,
409αλλά μοι Αίγισθος τεύξας θάνατόν τε μόρον τε
410έκτα σὺν ουλομένῃ αλόχῳ , οῖκόνδε καλέσσας ,
411δειπνίσσας , ὥς τίς τε κατέκτανε βοῦν επὶ φάτνῃ
412ὣς θάνον οικτίστῳ θανάτῳ
περὶ δ̓ άλλοι ἑταῖροι
413νωλεμέως κτείνοντο σύες ὣς αργιόδοντες ,
414οἵ ῥά τ̓ εν αφνειοῦ ανδρὸς μέγα δυναμένοιο
415ὴ γάμῳ ὴ εράνῳ ὴ ειλαπίνῃ τεθαλυίῃ .
416ήδη μὲν πολέων φόνῳ ανδρῶν αντεβόλησας ,
417μουνὰξ κτεινομένων καὶ ενὶ κρατερῇ ὑσμίνῃ
418αλλά κε κεῖνα μάλιστα ιδὼν ολοφύραο θυμῷ ,
419ὡς αμφὶ κρητῆρα τραπέζας τε πληθούσας
420κείμεθ̓ ενὶ μεγάρῳ , δάπεδον δ̓ ἅπαν αἵματι θῦεν
421οικτροτάτην δ̓ ήκουσα όπα Πριάμοιο θυγατρός ,
422Κασσάνδρης , τὴν κτεῖνε Κλυταιμνήστρη δολόμητις
423αμφ̓ εμοί , αυτὰρ εγὼ ποτὶ γαίῃ χεῖρας αείρων
424βάλλον αποθνήσκων περὶ φασγάνῳ
ἡ δὲ κυνῶπις
425νοσφίσατ̓ , ου δέ μοι έτλη ιόντι περ εις Αίδαο
426χερσὶ κατ̓ οφθαλμοὺς ἑλέειν σύν τε στόμ̓ ερεῖσαι .
427ὣς ουκ αινότερον καὶ κύντερον άλλο γυναικός ,
428ἥ τις δὴ τοιαῦτα μετὰ φρεσὶν έργα βάληται ·
429οἷον δὴ καὶ κείνη εμήσατο έργον αεικές ,
430κουριδίῳ τεύξασα πόσει φόνον
ῆ τοι έφην γε
431ασπάσιος παίδεσσιν ιδὲ δμώεσσιν εμοῖσιν
432οίκαδ̓ ελεύσεσθαι
ἡ δ̓ έξοχα λυγρὰ ιδυῖα
433οἷ τε κατ̓ αῖσχος έχευε καὶ εσσομένῃσιν οπίσσω
434θηλυτέρῃσι γυναιξί , καὶ ἥ κ̓ ευεργὸς έῃσιν
435ὣς έφατ̓ , αυτὰρ εγώ μιν αμειβόμενος προσέειπον
436ὼ πόποι , ῆ μάλα δὴ γόνον Ατρέος ευρύοπα Ζεὺς
437εκπάγλως ήχθηρε γυναικείας διὰ βουλὰς
438εξ αρχῆς
Ἑλένης μὲν απωλόμεθ̓ εἵνεκα πολλοί ,
439σοὶ δὲ Κλυταιμνήστρη δόλον ήρτυε τηλόθ̓ εόντι
440ὣς εφάμην , ὁ δέ μ̓ αυτίκ̓ αμειβόμενος προσέειπε
441τῷ νῦν μή ποτε καὶ σὺ γυναικί περ ήπιος εῖναι
442μή οἱ μῦθον ἅπαντα πιφαυσκέμεν , ὅν κ̓ εὺ ειδῇς ,
443αλλὰ τὸ μὲν φάσθαι , τὸ δὲ καὶ κεκρυμμένον εῖναι
444αλλ̓ ου σοί γ̓ , Οδυσεῦ , φόνος έσσεται έκ γε γυναικός
445λίην γὰρ πινυτή τε καὶ εῦ φρεσὶ μήδεα οῖδε
446κούρη Ικαρίοιο , περίφρων Πηνελόπεια .
447ῆ μέν μιν νύμφη γε νέην κατελείπομεν ἡμεῖς
448ερχόμενοι πόλεμόνδε
πάϊς δέ οἱ ῆν επὶ μαζῷ
449νήπιος , ὅς που νῦν γε μετ̓ ανδρῶν ἵζει αριθμῷ ,
450όλβιος
ῆ γὰρ τόν γε πατὴρ φίλος όψεται ελθών ,
451καὶ κεῖνος πατέρα προσπτύξεται , ἣ θέμις εστίν
452ἡ δ̓ εμὴ ου δέ περ υἷος ενιπλησθῆναι άκοιτις
453οφθαλμοῖσιν έασε
πάρος δέ με πέφνε καὶ αυτόν
454άλλο δέ τοι ερέω , σὺ δ̓ ενὶ φρεσὶ βάλλεο σῇσιν
455κρύβδην , μη δ̓ αναφανδά , φίλην ες πατρίδα γαῖαν
456νῆα κατισχέμεναι
επεὶ ουκέτι πιστὰ γυναιξίν .
457αλλ̓ άγε μοι τόδε ειπὲ καὶ ατρεκέως κατάλεξον ,
458εί που έτι ζώοντος ακούετε παιδὸς εμοῖο ,
459ή που εν Ορχομενῷ ὴ εν Πύλῳ ημαθόεντι ,
460ή που πὰρ Μενελάῳ ενὶ Σπάρτῃ ευρείῃ ·
461ου γάρ πω τέθνηκεν επὶ χθονὶ δῖος Ορέστης
462ὣς έφατ̓ , αυτὰρ εγώ μιν αμειβόμενος προσέειπον
463Ατρεΐδη , τί με ταῦτα διείρεαι
ου δέ τι οῖδα ,
464ζώει ὅ γ̓ ῆ τέθνηκε
κακὸν δ̓ ανεμώλια βάζειν .
465νῶι μὲν ὣς επέεσσιν αμειβομένω στυγεροῖσιν
466ἕσταμεν αχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες
467ῆλθε δ̓ επὶ ψυχὴ Πηληϊάδεω Αχιλῆος
468καὶ Πατροκλῆος καὶ αμύμονος Αντιλόχοιο
469Αίαντός θ̓ , ὃς άριστος έην εῖδός τε δέμας τε
470τῶν άλλων Δαναῶν μετ̓ αμύμονα Πηλεΐωνα .
471έγνω δὲ ψυχή με ποδώκεος Αιακίδαο
472καί ῥ̓ ολοφυρομένη έπεα πτερόεντα προσηύδα
473διογενὲς Λαερτιάδη , πολυμήχαν̓ Οδυσσεῦ ,
474σχέτλιε , τίπτ̓ έτι μεῖζον ενὶ φρεσὶ μήσεαι έργον
475πῶς έτλης Άϊδόσδε κατελθέμεν , ένθα τε νεκροὶ
476αφραδέες ναίουσι , βροτῶν είδωλα καμόντων
477ὣς έφατ̓ , αυτὰρ εγώ μιν αμειβόμενος προσέειπον
478ῶ Αχιλεῦ Πηλῆος υἱέ , μέγα φέρτατ̓ Αχαιῶν ,
479ῆλθον Τειρεσίαο κατὰ χρέος , εί τινα βουλὴν
480είποι , ὅπως Ιθάκην ες παιπαλόεσσαν ἱκοίμην ·
481ου γάρ πω σχεδὸν ῆλθον Αχαιΐδος , ου δέ πω ἁμῆς
482γῆς επέβην , αλλ̓ αιὲν έχω κακά
σεῖο δ̓ , Αχιλλεῦ ,
483ού τις ανὴρ προπάροιθε μακάρτατος ού τ̓ άῤ οπίσσω .
484πρὶν μὲν γάρ σε ζωὸν ετίομεν ῖσα θεοῖσιν
485Αργεῖοι , νῦν αῦτε μέγα κρατέεις νεκύεσσιν
486ενθάδ̓ εών
τῷ μή τι θανὼν ακαχίζευ , Αχιλλεῦ
487ὣς εφάμην , ὁ δέ μ̓ αυτίκ̓ αμειβόμενος προσέειπε
488μὴ δή μοι θάνατόν γε παραύδα , φαίδιμ̓ Οδυσσεῦ
489βουλοίμην κ̓ επάρουρος εὼν θητευέμεν άλλῳ ,
490ανδρὶ παῤ ακλήρῳ , ᾧ μὴ βίοτος πολὺς είη ,
491ὴ πᾶσιν νεκύεσσι καταφθιμένοισιν ανάσσειν
492αλλ̓ άγε μοι τοῦ παιδὸς αγαυοῦ μῦθον ενίσπες ,
493ὴ έπετ̓ ες πόλεμον πρόμος έμμεναι , ῆε καὶ ουκί .
494ειπὲ δέ μοι Πηλῆος αμύμονος , εί τι πέπυσσαι ,
495ὴ έτ̓ έχει τιμὴν πολέσιν μετὰ Μυρμιδόνεσσιν ,
496ῆ μιν ατιμάζουσιν αν̓ Ἑλλάδα τε Φθίην τε ,
497οὕνεκά μιν κατὰ γῆρας έχει χεῖράς τε πόδας τε
498ου γὰρ εγὼν επαρωγὸς υπ̓ αυγὰς ηελίοιο ,
499τοῖος εών , οἷός ποτ̓ ενὶ Τροίῃ ευρείῃ
500πέφνον λαὸν άριστον , αμύνων Αργείοισιν ·
501ει τοιόσδ̓ έλθοιμι μίνυνθά περ ες πατέρος δῶ
502τῷ κέ τεῳ στύξαιμι μένος καὶ χεῖρας αάπτους ,
503οἳ κεῖνον βιόωνται εέργουσίν τ̓ απὸ τιμῆς
504ὣς έφατ̓ , αυτὰρ εγώ μιν αμειβόμενος προσέειπον
505ῆ τοι μὲν Πηλῆος αμύμονος ού τι πέπυσμαι ,
506αυτάρ τοι παιδός γε Νεοπτολέμοιο φίλοιο
507πᾶσαν αληθείην μυθήσομαι , ὥς με κελεύεις ·
508αυτὸς γάρ μιν εγὼ κοίλης επὶ νηὸς είσης
509ήγαγον εκ Σκύρου μετ̓ ευκνήμιδας Αχαιούς
510ῆ τοι ότ̓ αμφὶ πόλιν Τροίην φραζοίμεθα βουλάς ,
511αιεὶ πρῶτος έβαζε καὶ ουχ ἡμάρτανε μύθων
512Νέστωρ αντίθεος καὶ εγὼ νικάσκομεν οίω
513αυτὰρ ότ̓ εν πεδίῳ Τρώων μαρναίμεθα χαλκῷ ,
514ού ποτ̓ ενὶ πληθυῖ μένεν ανδρῶν ου δ̓ εν ὁμίλῳ ,
515αλλὰ πολὺ προθέεσκε τὸ ὃν μένος ουδενὶ είκων ,
516πολλοὺς δ̓ άνδρας έπεφνεν εν αινῇ δηιοτῆτι .
517πάντας δ̓ ουκ ὰν εγὼ μυθήσομαι ου δ̓ ονομήνω ,
518ὅσσον λαὸν έπεφνεν αμύνων Αργείοισιν ,
519αλλ̓ οἷον τὸν Τηλεφίδην κατενήρατο χαλκῷ ,
520ήρὠ Ευρύπυλον , πολλοὶ δ̓ αμφ̓ αυτὸν ἑταῖροι
521Κήτειοι κτείνοντο γυναίων εἵνεκα δώρων
522κεῖνον δὴ κάλλιστον ίδον μετὰ Μέμνονα δῖον
523αυτὰρ ότ̓ εις ἵππον κατεβαίνομεν , ὃν κάμ̓ Επειός ,
524Αργείων οἱ άριστοι , εμοὶ δ̓ επὶ πάντα τέταλτο ,
525ημὲν ανακλῖναι πυκινὸν λόχον ηδ̓ επιθεῖναι ,
526ένθ̓ άλλοι Δαναῶν ἡγήτορες ηδὲ μέδοντες
527δάκρυά τ̓ ωμόργνυντο τρέμον θ̓ ὑπὸ γυῖα ἑκάστου
528κεῖνον δ̓ ού ποτε πάμπαν εγὼν ίδον οφθαλμοῖσιν
529ού τ̓ ωχρήσαντα χρόα κάλλιμον ού τε παρειῶν
530δάκρυ ομορξάμενον
ὁ δέ γε μάλα πόλλ̓ ἱκέτευεν
531ἱππόθεν εξέμεναι , ξίφεος δ̓ επεμαίετο κώπην
532καὶ δόρυ χαλκοβαρές , κακὰ δὲ Τρώεσσι μενοίνα
533αλλ̓ ὅτε δὴ Πριάμοιο πόλιν διεπέρσαμεν αιπήν ,
534μοῖραν καὶ γέρας εσθλὸν έχων επὶ νηὸς έβαινεν
535ασκηθής , ού τ̓ ὰρ βεβλημένος οξέι χαλκῷ
536ού τ̓ αυτοσχεδίην ουτασμένος , οἷά τε πολλὰ
537γίγνεται εν πολέμῳ
επιμὶξ δέ τε μαίνεται Άρης
538ὣς εφάμην , ψυχὴ δὲ ποδώκεος Αιακίδαο
539φοίτα μακρὰ βιβᾶσα κατ̓ ασφοδελὸν λειμῶνα ,
540γηθοσύνη ὅ οἱ υἱὸν έφην αριδείκετον εῖναι
541αἱ δ̓ άλλαι ψυχαὶ νεκύων κατατεθνηώτων
542ἕστασαν αχνύμεναι , είροντο δὲ κήδἐ ἑκάστη
543οίη δ̓ Αίαντος ψυχὴ Τελαμωνιάδαο
544νόσφιν αφεστήκει , κεχολωμένη εἵνεκα νίκης ,
545τήν μιν εγὼ νίκησα δικαζόμενος παρὰ νηυσὶ
546τεύχεσιν αμφ̓ Αχιλῆος
έθηκε δὲ πότνια μήτηρ
547παῖδες δὲ Τρώων δίκασαν καὶ Παλλὰς Αθήνη
548ὡς δὴ μὴ όφελον νικᾶν τοιῷδ̓ επ̓ αέθλῳ
549τοίην γὰρ κεφαλὴν ένεκ̓ αυτῶν γαῖα κατέσχεν ,
550Αίανθ̓ , ὃς πέρι μὲν εῖδος , πέρι δ̓ έργα τέτυκτο
551τῶν άλλων Δαναῶν μετ̓ αμύμονα Πηλεΐωνα .
552τὸν μὲν εγὼν επέεσσι προσηύδων μειλιχίοισιν
553Αῖαν , παῖ Τελαμῶνος αμύμονος , ουκ άῤ έμελλες
554ου δὲ θανὼν λήσεσθαι εμοὶ χόλου εἵνεκα τευχέων
555ουλομένων
τὰ δὲ πῆμα θεοὶ θέσαν Αργείοισι ,
556τοῖος γάρ σφιν πύργος απώλεο
σεῖο δ̓ Αχαιοὶ
557ῖσον Αχιλλῆος κεφαλῇ Πηληϊάδαο
558αχνύμεθα φθιμένοιο διαμπερές
ου δέ τις άλλος
559αίτιος , αλλὰ Ζεὺς Δαναῶν στρατὸν αιχμητάων
560εκπάγλως ήχθηρε , τεῒν δ̓ επὶ μοῖραν έθηκεν .
561αλλ̓ άγε δεῦρο , άναξ , ίν̓ έπος καὶ μῦθον ακούσῃς
562ἡμέτερον ·
δάμασον δὲ μένος καὶ αγήνορα θυμόν
563ὣς εφάμην , ὁ δέ μ̓ ουδὲν αμείβετο , βῆ δὲ μετ̓ άλλας
564ψυχὰς εις Έρεβος νεκύων κατατεθνηώτων
565ένθα χ̓ ὅμως προσέφη κεχολωμένος , ή κεν εγὼ τόν ·
566αλλά μοι ήθελε θυμὸς ενὶ στήθεσσι φίλοισι
567τῶν άλλων ψυχὰς ιδέειν κατατεθνηώτων
568ένθ̓ ῆ τοι Μίνωα ίδον , Διὸς αγλαὸν υἱόν ,
569χρύσεον σκῆπτρον έχοντα , θεμιστεύοντα νέκυσσιν ,
570ἥμενον , οἱ δέ μιν αμφὶ δίκας είροντο άνακτα ,
571ἥμενοι ἑσταότες τε κατ̓ ευρυπυλὲς Άϊδος δῶ
572τὸν δὲ μετ̓ Ωρίωνα πελώριον εισενόησα
573θῆρας ὁμοῦ ειλεῦντα κατ̓ ασφοδελὸν λειμῶνα ,
574τοὺς αυτὸς κατέπεφνεν εν οιοπόλοισιν όρεσσι
575χερσὶν έχων ῥόπαλον παγχάλκεον , αιὲν ααγές
576καὶ Τιτυὸν εῖδον , Γαίης ερικυδέος υἱόν ,
577κείμενον εν δαπέδῳ
ὁ δ̓ επ̓ εννέα κεῖτο πέλεθρα ,
578γῦπε δέ μιν ἑκάτερθε παρημένω ἧπαρ έκειρον ,
579δέρτρον έσω δύνοντες , ὁ δ̓ ουκ απαμύνετο χερσί
580Λητὼ γὰρ ἕλκησε , Διὸς κυδρὴν παράκοιτιν ,
581Πυθώδ̓ ερχομένην διὰ καλλιχόρου Πανοπῆος
582καὶ μὴν Τάνταλον εισεῖδον κρατέῤ άλγἐ έχοντα
583εστεῶτ̓ εν λίμνῃ ·
ἡ δὲ προσέπλαζε γενείῳ
584στεῦτο δὲ διψάων , πιέειν δ̓ ουκ εῖχεν ἑλέσθαι
585ὁσσάκι γὰρ κύψεἰ ὁ γέρων πιέειν μενεαίνων ,
586τοσσάχ̓ ὕδωρ απολέσκετ̓ αναβροχέν , αμφὶ δὲ ποσσὶ
587γαῖα μέλαινα φάνεσκε , καταζήνασκε δὲ δαίμων
588δένδρεα δ̓ ὑψιπέτηλα κατὰ κρῆθεν χέε καρπόν ,
589όγχναι καὶ ῥοιαὶ καὶ μηλέαι αγλαόκαρποι
590συκέαι τε γλυκεραὶ καὶ ελαῖαι τηλεθόωσαι
591τῶν οπότ̓ ιθύσεἰ ὁ γέρων επὶ χερσὶ μάσασθαι ,
592τὰς δ̓ άνεμος ῥίπτασκε ποτὶ νέφεα σκιόεντα
593καὶ μὴν Σίσυφον εισεῖδον κρατέῤ άλγἐ έχοντα
594λᾶαν βαστάζοντα πελώριον αμφοτέρῃσιν .
595ῆ τοι ὁ μὲν σκηριπτόμενος χερσίν τε ποσίν τε
596λᾶαν άνω ώθεσκε ποτὶ λόφον
αλλ̓ ὅτε μέλλοι
597άκρον ὑπερβαλέειν , τότ̓ αποστρέψασκε κραταιίς
598αῦτις έπειτα πέδονδε κυλίνδετο λᾶας αναιδής
599αυτὰρ ὅ γ̓ ὰψ ώσασκε τιταινόμενος , κατὰ δ̓ ἱδρὼς
600έρρεεν εκ μελέων , κονίη δ̓ εκ κρατὸς ορώρει
601τὸν δὲ μετ̓ εισενόησα βίην Ἡρακληείην ,
602είδωλον
αυτὸς δὲ μετ̓ αθανάτοισι θεοῖσι
603τέρπεται εν θαλίῃς καὶ έχει καλλίσφυρον Ἥβην ,
604παῖδα Διὸς μεγάλοιο καὶ Ἥρης χρυσοπεδίλου
605αμφὶ δέ μιν κλαγγὴ νεκύων ῆν οιωνῶν ὥς ,
606πάντοσ̓ ατυζομένων ·
ὁ δ̓ ερεμνῇ νυκτὶ εοικώς ,
607γυμνὸν τόξον έχων καὶ επὶ νευρῆφιν οιστόν ,
608δεινὸν παπταίνων , αιεὶ βαλέοντι εοικώς .
609σμερδαλέος δέ οἱ αμφὶ περὶ στήθεσσιν αορτὴρ
610χρύσεος ῆν τελαμών , ἵνα θέσκελα έργα τέτυκτο ,
611άρκτοι τ̓ αγρότεροί τε σύες χαροποί τε λέοντες ,
612ὑσμῖναί τε μάχαι τε φόνοι τ̓ ανδροκτασίαι τε .
613μὴ τεχνησάμενος μη δ̓ άλλο τι τεχνήσαιτο ,
614ὃς κεῖνον τελαμῶνα ἑῇ εγκάτθετο τέχνῃ .
615έγνω δ̓ αῦτ̓ έμ̓ εκεῖνος , επεὶ ίδεν οφθαλμοῖσιν ,
616καί μ̓ ολοφυρόμενος έπεα πτερόεντα προσηύδα
617διογενὲς Λαερτιάδη , πολυμήχαν̓ Οδυσσεῦ ,
618ᾶ δείλ̓ , ῆ τινὰ καὶ σὺ κακὸν μόρον ἡγηλάζεις ,
619ὅν περ εγὼν οχέεσκον υπ̓ αυγὰς ηελίοιο
620Ζηνὸς μὲν πάϊς ῆα Κρονίονος , αυτὰρ οιζὺν
621εῖχον απειρεσίην
μάλα γὰρ πολὺ χείρονι φωτὶ
622δεδμήμην , ὁ δέ μοι χαλεποὺς επετέλλετ̓ αέθλους
623καί ποτέ μ̓ ενθάδ̓ έπεμψε κύν̓ άξοντ̓
ου γὰρ έτ̓ άλλον
624φράζετο τοῦδέ γέ μοι κρατερώτερον εῖναι άεθλον
625τὸν μὲν εγὼν ανένεικα καὶ ήγαγον εξ Αίδαο ·
626Ἑρμείας δέ μ̓ έπεμψεν ιδὲ γλαυκῶπις Αθήνη
627ὣς ειπὼν ὁ μὲν αῦτις έβη δόμον Άϊδος είσω ,
628αυτὰρ εγὼν αυτοῦ μένον έμπεδον , εί τις έτ̓ έλθοι
629ανδρῶν ἡρώων , οἳ δὴ τὸ πρόσθεν όλοντο
630καί νύ κ̓ έτι προτέρους ίδον ανέρας , οὓς έθελόν περ ,
631Θησέα Πειρίθοόν τε , θεῶν ερικυδέα τέκνα
632αλλὰ πρὶν επὶ έθνἐ αγείρετο μυρία νεκρῶν
633ηχῇ θεσπεσίῃ
εμὲ δὲ χλωρὸν δέος ᾕρει ,
634μή μοι Γοργείην κεφαλὴν δεινοῖο πελώρου
635εξ Αίδεω πέμψειεν αγαυὴ Περσεφόνεια .
636αυτίκ̓ έπειτ̓ επὶ νῆα κιὼν εκέλευον ἑταίρους
637αυτούς τ̓ αμβαίνειν ανά τε πρυμνήσια λῦσαι
638οἱ δ̓ αῖψ̓ είσβαινον καὶ επὶ κληῖσι καθῖζον
639τὴν δὲ κατ̓ Ωκεανὸν ποταμὸν φέρε κῦμα ῥόοιο ,
640πρῶτα μὲν ειρεσίῃ , μετέπειτα δὲ κάλλιμος οῦρος .
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52
53
54
55
56
57
58
59
60
61
62
63
64
65
66
67
68
69
70
71
72
73
74
75
76
77
78
79
80
81
82
83
84
85
86
87
88
89
90
91
92
93
94
95
96
97
98
99
100
101
102
103
104
105
106
107
108
109
110
111
112
113
114
115
116
117
118
119
120
121
122
123
124
125
126
127
128
129
130
131
132
133
134
135
136
137
138
139
140
141
142
143
144
145
146
147
148
149
150
151
152
153
154
155
156
157
158
159
160
161
162
163
164
165
166
167
168
169
170
171
172
173
174
175
176
177
178
179
180
181
182
183
184
185
186
187
188
189
190
191
192
193
194
195
196
197
198
199
200
201
202
203
204
205
206
207
208
209
210
211
212
213
214
215
216
217
218
219
220
221
222
223
224
225
226
227
228
229
230
231
232
233
234
235
236
237
238
239
240
241
242
243
244
245
246
247
248
249
250
251
252
253
254
255
256
257
258
259
260
261
262
263
264
265
266
267
268
269
270
271
272
273
274
275
276
277
278
279
280
281
282
283
284
285
286
287
288
289
290
291
292
293
294
295
296
297
298
299
300
301
302
303
304
305
306
307
308
309
310
311
312
313
314
315
316
317
318
319
320
321
322
323
324
325
326
327
328
329
330
331
332
333
334
335
336
337
338
339
340
341
342
343
344
345
346
347
348
349
350
351
352
353
354
355
356
357
358
359
360
361
362
363
364
365
366
367
368
369
370
371
372
373
374
375
376
377
378
379
380
381
382
383
384
385
386
387
388
389
390
391
392
393
394
395
396
397
398
399
400
401
402
403
404
405
406
407
408
409
410
411
412
413
414
415
416
417
418
419
420
421
422
423
424
425
426
427
428
429
430
431
432
433
434
435
436
437
438
439
440
441
442
443
444
445
446
447
448
449
450
451
452
453
454
455
456
457
458
459
460
461
462
463
464
465
466
467
468
469
470
471
472
473
474
475
476
477
478
479
480
481
482
483
484
485
486
487
488
489
490
491
492
493
494
495
496
497
498
499
500
501
502
503
504
505
506
507
508
509
510
511
512
513
514
515
516
517
518
519
520
521
522
523
524
525
526
527
528
529
530
531
532
533
534
535
536
537
538
539
540
541
542
543
544
545
546
547
548
549
550
551
552
553
554
555
556
557
558
559
560
561
562
563
564
565
566
567
568
569
570
571
572
573
574
575
576
577
578
579
580
581
582
583
584
585
586
587
588
589
590
591
592
593
594
595
596
597
598
599
600
601
602
603
604
605
606
607
608
609
610
611
612
613
614
615
616
617
618
619
620
621
622
623
624
625
626
627
628
629
630
631
632
633
634
635
636
637
638
639
640