1 Αιολίην δ̓ ες νῆσον αφικόμεθ̓
ένθα δ̓ έναιεν
2Αίολος Ἱπποτάδης , φίλος αθανάτοισι θεοῖσιν ,
3πλωτῇ ενὶ νήσῳ
πᾶσαν δέ τέ μιν πέρι τεῖχος
4χάλκεον άρρηκτον , λισσὴ δ̓ αναδέδρομε πέτρη .
5τοῦ καὶ δώδεκα παῖδες ενὶ μεγάροις γεγάασιν ,
6ἓξ μὲν θυγατέρες , ἓξ δ̓ υἱέες ἡβώοντες
7ένθ̓ ὅ γε θυγατέρας πόρεν υἱάσιν εῖναι ακοίτις
8οἱ δ̓ αιεὶ παρὰ πατρὶ φίλῳ καὶ μητέρι κεδνῇ
9δαίνυνται , παρὰ δέ σφιν ονείατα μυρία κεῖται ,
10κνισῆεν δέ τε δῶμα περιστεναχίζεται αυλῇ
11ήματα
νύκτας δ̓ αῦτε παῤ αιδοίῃς αλόχοισιν
12εύδουσ̓ έν τε τάπησι καὶ εν τρητοῖσι λέχεσσι
13καὶ μὲν τῶν ἱκόμεσθα πόλιν καὶ δώματα καλά
14μῆνα δὲ πάντα φίλει με καὶ εξερέεινεν ἕκαστα ,
15Ίλιον Αργείων τε νέας καὶ νόστον Αχαιῶν
16καὶ μὲν εγὼ τῷ πάντα κατὰ μοῖραν κατέλεξα
17αλλ̓ ὅτε δὴ καὶ εγὼν ὁδὸν ῄτεον ηδ̓ εκέλευον
18πεμπέμεν , ου δέ τι κεῖνος ανήνατο , τεῦχε δὲ πομπήν
19δῶκε δέ μ̓ εκδείρας ασκὸν βοὸς εννεώροιο ,
20ένθα δὲ βυκτάων ανέμων κατέδησε κέλευθα
21κεῖνον γὰρ ταμίην ανέμων ποίησε Κρονίων ,
22ημὲν παυέμεναι ηδ̓ ορνύμεν , ὅν κ̓ εθέλῃσι .
23νηὶ δ̓ ενὶ γλαφυρῇ κατέδει μέρμιθι φαεινῇ
24αργυρέῃ , ἵνα μή τι παραπνεύσῃ ολίγον περ
25αυτὰρ εμοὶ πνοιὴν Ζεφύρου προέηκεν αῆναι ,
26όφρα φέροι νῆάς τε καὶ αυτούς
ου δ̓ άῤ έμελλεν
27εκτελέειν
αυτῶν γὰρ απωλόμεθ̓ αφραδίῃσιν
28εννῆμαρ μὲν ὁμῶς πλέομεν νύκτας τε καὶ ῆμαρ ,
29τῇ δεκάτῃ δ̓ ήδη ανεφαίνετο πατρὶς άρουρα ,
30καὶ δὴ πυρπολέοντας ελεύσσομεν εγγὺς εόντες
31ένθ̓ εμὲ μὲν γλυκὺς ὕπνος επήλυθε κεκμηῶτα ,
32αιεὶ γὰρ πόδα νηὸς ενώμων , ου δέ τῳ άλλῳ
33δῶχ̓ ἑτάρων , ἵνα θᾶσσον ἱκοίμεθα πατρίδα γαῖαν
34οἱ δ̓ ἕταροι επέεσσι πρὸς αλλήλους αγόρευον ,
35καί μ̓ έφασαν χρυσόν τε καὶ άργυρον οίκαδ̓ άγεσθαι
36δῶρα παῤ Αιόλου μεγαλήτορος Ἱπποτάδαο .
37ὧδε δέ τις είπεσκεν ιδὼν ες πλησίον άλλον
38ῶ πόποι , ὡς ὅδε πᾶσι φίλος καὶ τίμιός εστιν
39ανθρώποις , ὅτεών τε πόλιν καὶ γαῖαν ἵκηται
40πολλὰ μὲν εκ Τροίης άγεται κειμήλια καλὰ
41ληίδος , ἡμεῖς δ̓ αῦτε ὁμὴν ὁδὸν εκτελέσαντες
42οίκαδε νισσόμεθα κενεὰς σὺν χεῖρας έχοντες
43καὶ νῦν οἱ τάδ̓ έδωκε χαριζόμενος φιλότητι
44Αίολος
αλλ̓ άγε θᾶσσον ιδώμεθα ὅττι τάδ̓ εστίν ,
45ὅσσος τις χρυσός τε καὶ άργυρος ασκῷ ένεστιν
46ὣς έφασαν , βουλὴ δὲ κακὴ νίκησεν ἑταίρων
47ασκὸν μὲν λῦσαν , άνεμοι δ̓ εκ πάντες όρουσαν
48τοὺς δ̓ αῖψ̓ ἁρπάξασα φέρεν πόντονδε θύελλα
49κλαίοντας , γαίης άπο πατρίδος
αυτὰρ εγώ γε
50εγρόμενος κατὰ θυμὸν αμύμονα μερμήριξα ,
51ηὲ πεσὼν εκ νηὸς αποφθίμην ενὶ πόντῳ ,
52ῆ ακέων τλαίην καὶ έτι ζωοῖσι μετείην
53αλλ̓ έτλην καὶ έμεινα , καλυψάμενος δ̓ ενὶ νηὶ
54κείμην
αἱ δ̓ εφέροντο κακῇ ανέμοιο θυέλλῃ
55αῦτις επ̓ Αιολίην νῆσον , στενάχοντο δ̓ ἑταῖροι
56ένθα δ̓ επ̓ ηπείρου βῆμεν καὶ αφυσσάμεθ̓ ὕδωρ ,
57αῖψα δὲ δεῖπνον ἕλοντο θοῇς παρὰ νηυσὶν ἑταῖροι
58αυτὰρ επεὶ σίτοιό τ̓ επασσάμεθ̓ ηδὲ ποτῆτος ,
59δὴ τότ̓ εγὼ κήρυκά τ̓ οπασσάμενος καὶ ἑταῖρον
60βῆν εις Αιόλου κλυτὰ δώματα
τὸν δ̓ εκίχανον
61δαινύμενον παρὰ ᾗ τ̓ αλόχῳ καὶ οἷσι τέκεσσιν
62ελθόντες δ̓ ες δῶμα παρὰ σταθμοῖσιν επ̓ ουδοῦ
63εζόμεθ̓
οἱ δ̓ ανὰ θυμὸν εθάμβεον έκ τ̓ ερέοντο
64πῶς ῆλθες , Οδυσεῦ
τίς τοι κακὸς έχραε δαίμων
65ῆ μέν σ̓ ενδυκέως απεπέμπομεν , όφῤ αφίκοιο
66πατρίδα σὴν καὶ δῶμα καὶ εί πού τοι φίλον εστίν .
67ὣς φάσαν , αυτὰρ εγὼ μετεφώνεον αχνύμενος κῆρ
68άασάν μ̓ ἕταροί τε κακοὶ πρὸς τοῖσί τε ὕπνος
69σχέτλιος .
αλλ̓ ακέσασθε , φίλοι
δύναμις γὰρ εν ὑμῖν .
70ὣς εφάμην μαλακοῖσι καθαπτόμενος επέεσσιν ,
71οἱ δ̓ άνεῳ εγένοντο
πατὴρ δ̓ ημείβετο μύθῳ
72έρῤ εκ νήσου θᾶσσον , ελέγχιστε ζωόντων
73ου γάρ μοι θέμις εστὶ κομιζέμεν ου δ̓ αποπέμπειν
74άνδρα τόν , ὅς κε θεοῖσιν απέχθηται μακάρεσσιν ·
75έρρε , επεὶ άρα θεοῖσιν απεχθόμενος τόδ̓ ἱκάνεις
76ὣς ειπὼν απέπεμπε δόμων βαρέα στενάχοντα
77ένθεν δὲ προτέρω πλέομεν ακαχήμενοι ῆτορ
78τείρετο δ̓ ανδρῶν θυμὸς υπ̓ ειρεσίης αλεγεινῆς
79ἡμετέρῃ ματίῃ , επεὶ ουκέτι φαίνετο πομπή
80ἑξῆμαρ μὲν ὁμῶς πλέομεν νύκτας τε καὶ ῆμαρ ,
81ἑβδομάτῃ δ̓ ἱκόμεσθα Λάμου αιπὺ πτολίεθρον ,
82Τηλέπυλον Λαιστρυγονίην , ὅθι ποιμένα ποιμὴν
83ηπύει εισελάων , ὁ δέ τ̓ εξελάων ὑπακούει
84ένθα κ̓ άυπνος ανὴρ δοιοὺς εξήρατο μισθούς ,
85τὸν μὲν βουκολέων , τὸν δ̓ άργυφα μῆλα νομεύων
86εγγὺς γὰρ νυκτός τε καὶ ήματός εισι κέλευθοι
87ένθ̓ επεὶ ες λιμένα κλυτὸν ήλθομεν , ὃν πέρι πέτρη
88ηλίβατος τετύχηκε διαμπερὲς αμφοτέρωθεν ,
89ακταὶ δὲ προβλῆτες εναντίαι αλλήλῃσιν
90εν στόματι προύχουσιν , αραιὴ δ̓ είσοδός εστιν ,
91ένθ̓ οἵ γ̓ είσω πάντες έχον νέας αμφιελίσσας
92αἱ μὲν άῤ έντοσθεν λιμένος κοίλοιο δέδεντο
93πλησίαι
ου μὲν γάρ ποτ̓ αέξετο κῦμά γ̓ εν αυτῷ ,
94ού τε μέγ̓ ού τ̓ ολίγον , λευκὴ δ̓ ῆν αμφὶ γαλήνη
95αυτὰρ εγὼν οῖος σχέθον έξω νῆα μέλαιναν ,
96αυτοῦ επ̓ εσχατιῇ , πέτρης εκ πείσματα δήσας
97έστην δὲ σκοπιὴν ες παιπαλόεσσαν ανελθών
98ένθα μὲν ού τε βοῶν ού τ̓ ανδρῶν φαίνετο έργα ,
99καπνὸν δ̓ οῖον ὁρῶμεν απὸ χθονὸς αίσσοντα
100δὴ τότ̓ εγὼν ἑτάρους προΐειν πεύθεσθαι ιόντας ,
101οἵ τινες ανέρες εῖεν επὶ χθονὶ σῖτον έδοντες ,
102άνδρε δύω κρίνας , τρίτατον κήρυχ̓ άμ̓ οπάσσας
103οἱ δ̓ ίσαν εκβάντες λείην ὁδόν , ᾗ περ άμαξαι
104άστυδ̓ αφ̓ ὑψηλῶν ορέων καταγίνεον ὕλην ,
105κούρῃ δὲ ξύμβληντο πρὸ άστεος ὑδρευούσῃ ,
106θυγατέῤ ιφθίμῃ Λαιστρυγόνος Αντιφάταο
107ἡ μὲν άῤ ες κρήνην κατεβήσετο καλλιρέεθρον
108Αρτακίην
ένθεν γὰρ ὕδωρ προτὶ άστυ φέρεσκον
109οἱ δὲ παριστάμενοι προσεφώνεον έκ τ̓ ερέοντο
110ὅς τις τῶνδ̓ είη βασιλεὺς καὶ οἷσιν ανάσσοι
111ἡ δὲ μάλ̓ αυτίκα πατρὸς επέφραδεν ὑψερεφὲς δῶ
112οἱ δ̓ επεὶ εισῆλθον κλυτὰ δώματα , τὴν δὲ γυναῖκα
113εὗρον , ὅσην τ̓ όρεος κορυφήν , κατὰ δ̓ έστυγον αυτήν .
114ἡ δ̓ αῖψ̓ εξ αγορῆς εκάλει κλυτὸν Αντιφατῆα ,
115ὃν πόσιν , ὃς δὴ τοῖσιν εμήσατο λυγρὸν όλεθρον
116αυτίχ̓ ἕνα μάρψας ἑτάρων ὡπλίσσατο δεῖπνον
117τὼ δὲ δύ̓ αίξαντε φυγῇ επὶ νῆας ἱκέσθην
118αυτὰρ ὁ τεῦχε βοὴν διὰ άστεος
οἱ δ̓ αίοντες
119φοίτων ίφθιμοι Λαιστρυγόνες άλλοθεν άλλος ,
120μυρίοι , ουκ άνδρεσσιν εοικότες , αλλὰ Γίγασιν .
121οἵ ῥ̓ απὸ πετράων ανδραχθέσι χερμαδίοισιν
122βάλλον
άφαρ δὲ κακὸς κόναβος κατὰ νῆας ορώρει
123ανδρῶν τ̓ ολλυμένων νηῶν θ̓ ἅμα αγνυμενάων
124ιχθῦς δ̓ ὣς πείροντες ατερπέα δαῖτα φέροντο .
125όφῤ οἱ τοὺς όλεκον λιμένος πολυβενθέος εντός ,
126τόφρα δ̓ εγὼ ξίφος οξὺ ερυσσάμενος παρὰ μηροῦ
127τῷ απὸ πείσματ̓ έκοψα νεὸς κυανοπρῴροιο
128αῖψα δ̓ εμοῖς ἑτάροισιν εποτρύνας εκέλευσα
129εμβαλέειν κώπῃς , ίν̓ ὑπὲκ κακότητα φύγοιμεν
130οἱ δ̓ ἅλα πάντες ανέρριψαν , δείσαντες όλεθρον
131ασπασίως δ̓ ες πόντον επηρεφέας φύγε πέτρας
132νηῦς εμή
αυτὰρ αἱ άλλαι αολλέες αυτόθ̓ όλοντο
133ένθεν δὲ προτέρω πλέομεν ακαχήμενοι ῆτορ ,
134άσμενοι εκ θανάτοιο , φίλους ολέσαντες ἑταίρους
135Αιαίην δ̓ ες νῆσον αφικόμεθ̓
ένθα δ̓ έναιε
136Κίρκη ευπλόκαμος , δεινὴ θεὸς αυδήεσσα ,
137αυτοκασιγνήτη ολοόφρονος Αιήταο
138άμφω δ̓ εκγεγάτην φαεσιμβρότου Ηελίοιο
139μητρός τ̓ εκ Πέρσης , τὴν Ωκεανὸς τέκε παῖδα
140ένθα δ̓ επ̓ ακτῆς νηὶ κατηγαγόμεσθα σιωπῇ
141ναύλοχον ες λιμένα , καί τις θεὸς ἡγεμόνευεν
142ένθα τότ̓ εκβάντες δύο τ̓ ήματα καὶ δύο νύκτας
143κείμεθ̓ ὁμοῦ καμάτῳ τε καὶ άλγεσι θυμὸν έδοντες
144αλλ̓ ὅτε δὴ τρίτον ῆμαρ ευπλόκαμος τέλεσ̓ Ηώς ,
145καὶ τότ̓ εγὼν εμὸν έγχος ἑλὼν καὶ φάσγανον οξὺ
146καρπαλίμως παρὰ νηὸς ανήιον ες περιωπήν ,
147εί πως έργα ίδοιμι βροτῶν ενοπήν τε πυθοίμην
148έστην δὲ σκοπιὴν ες παιπαλόεσσαν ανελθών ,
149καί μοι εείσατο καπνὸς απὸ χθονὸς ευρυοδείης ,
150Κίρκης εν μεγάροισι , διὰ δρυμὰ πυκνὰ καὶ ὕλην
151μερμήριξα δ̓ έπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν
152ελθεῖν ηδὲ πυθέσθαι , επεὶ ίδον αίθοπα καπνόν
153ὧδε δέ μοι φρονέοντι δοάσσατο κέρδιον εῖναι ,
154πρῶτ̓ ελθόντ̓ επὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης
155δεῖπνον ἑταίροισιν δόμεναι προέμεν τε πυθέσθαι
156αλλ̓ ὅτε δὴ σχεδὸν ῆα κιὼν νεὸς αμφιελίσσης ,
157καὶ τότε τίς με θεῶν ολοφύρατο μοῦνον εόντα ,
158ὅς ῥά μοι ὑψίκερων έλαφον μέγαν εις ὁδὸν αυτὴν
159ἧκεν
ὁ μὲν ποταμόνδε κατήιεν εκ νομοῦ ὕλης
160πιόμενος
δὴ γάρ μιν έχεν μένος ηελίοιο
161τὸν δ̓ εγὼ εκβαίνοντα κατ̓ άκνηστιν μέσα νῶτα
162πλῆξα ·
τὸ δ̓ αντικρὺ δόρυ χάλκεον εξεπέρησε ,
163κὰδ δ̓ έπεσ̓ εν κονίῃσι μακών , απὸ δ̓ έπτατο θυμός
164τῷ δ̓ εγὼ εμβαίνων δόρυ χάλκεον εξ ωτειλῆς
165ειρυσάμην
τὸ μὲν αῦθι κατακλίνας επὶ γαίῃ
166είασ̓ ·
αυτὰρ εγὼ σπασάμην ῥῶπάς τε λύγους τε ,
167πεῖσμα δ̓ , ὅσον τ̓ όργυιαν , ευστρεφὲς αμφοτέρωθεν
168πλεξάμενος συνέδησα πόδας δεινοῖο πελώρου ,
169βῆν δὲ καταλοφάδεια φέρων επὶ νῆα μέλαιναν
170έγχει ερειδόμενος , επεὶ ού πως ῆεν επ̓ ώμου
171χειρὶ φέρειν ἑτέρῃ ·
μάλα γὰρ μέγα θηρίον ῆεν
172κὰδ̓ δ̓ έβαλον προπάροιθε νεός , ανέγειρα δ̓ ἑταίρους
173μειλιχίοις επέεσσι παρασταδὸν άνδρα ἕκαστον
174ῶ φίλοι , ου γάρ πω καταδυσόμεθ̓ αχνύμενοί περ
175εις Αίδαο δόμους , πρὶν μόρσιμον ῆμαρ επέλθῃ
176αλλ̓ άγετ̓ , όφῤ εν νηὶ θοῇ βρῶσίς τε πόσις τε ,
177μνησόμεθα βρώμης , μη δὲ τρυχώμεθα λιμῷ .
178ὣς εφάμην , οἱ δ̓ ῶκα εμοῖς επέεσσι πίθοντο ,
179εκ δὲ καλυψάμενοι παρὰ θῖν̓ ἁλὸς ατρυγέτοιο
180θηήσαντ̓ έλαφον
μάλα γὰρ μέγα θηρίον ῆεν
181αυτὰρ επεὶ τάρπησαν ὁρώμενοι οφθαλμοῖσιν ,
182χεῖρας νιψάμενοι τεύχοντ̓ ερικυδέα δαῖτα
183ὣς τότε μὲν πρόπαν ῆμαρ ες ηέλιον καταδύντα
184ἥμεθα δαινύμενοι κρέα τ̓ άσπετα καὶ μέθυ ἡδύ
185ῆμος δ̓ ηέλιος κατέδυ καὶ επὶ κνέφας ῆλθε ,
186δὴ τότε κοιμήθημεν επὶ ῥηγμῖνι θαλάσσης
187ῆμος δ̓ ηριγένεια φάνη ῥοδοδάκτυλος Ηώς ,
188καὶ τότ̓ εγὼν αγορὴν θέμενος μετὰ πᾶσιν έειπον
189κέκλυτέ μευ μύθων , κακά περ πάσχοντες ἑταῖροι
190ῶ φίλοι , ου γάρ τ̓ ίδμεν , ὅπῃ ζόφος ου δ̓ ὅπῃ ηώς , ου δ̓
191ὅπῃ ηέλιος φαεσίμβροτος εῖσ̓ ὑπὸ γαῖαν ,
192ου δ̓ ὅπῃ αννεῖται ·
αλλὰ φραζώμεθα θᾶσσον
193εί τις έτ̓ έσται μῆτις
εγὼ δ̓ ούκ οίομαι εῖναι
194εῖδον γὰρ σκοπιὴν ες παιπαλόεσσαν ανελθὼν
195νῆσον , τὴν πέρι πόντος απείριτος εστεφάνωται
196αυτὴ δὲ χθαμαλὴ κεῖται
καπνὸν δ̓ ενὶ μέσσῃ
197έδρακον οφθαλμοῖσι διὰ δρυμὰ πυκνὰ καὶ ὕλην
198ὣς εφάμην , τοῖσιν δὲ κατεκλάσθη φίλον ῆτορ
199μνησαμένοις έργων Λαιστρυγόνος Αντιφάταο
200Κύκλωπός τε βίης μεγαλήτορος , ανδροφάγοιο
201κλαῖον δὲ λιγέως θαλερὸν κατὰ δάκρυ χέοντες
202αλλ̓ ου γάρ τις πρῆξις εγίγνετο μυρομένοισιν .
203αυτὰρ εγὼ δίχα πάντας ευκνήμιδας ἑταίρους
204ηρίθμεον , αρχὸν δὲ μετ̓ αμφοτέροισιν όπασσα
205τῶν μὲν εγὼν ῆρχον , τῶν δ̓ Ευρύλοχος θεοειδής .
206κλήρους δ̓ εν κυνέῃ χαλκήρεϊ πάλλομεν ῶκα
207εκ δ̓ έθορε κλῆρος μεγαλήτορος Ευρυλόχοιο
208βῆ δ̓ ιέναι , ἅμα τῷ γε δύω καὶ είκοσ̓ ἑταῖροι
209κλαίοντες ·
κατὰ δ̓ άμμε λίπον γοόωντας όπισθεν
210εὗρον δ̓ εν βήσσῃσι τετυγμένα δώματα Κίρκης
211ξεστοῖσιν λάεσσι , περισκέπτῳ ενὶ χώρῳ
212αμφὶ δέ μιν λύκοι ῆσαν ορέστεροι ηδὲ λέοντες ,
213τοὺς αυτὴ κατέθελξεν , επεὶ κακὰ φάρμακ̓ έδωκεν
214ου δ̓ οἵ γ̓ ὡρμήθησαν επ̓ ανδράσιν , αλλ̓ άρα τοί γε
215ουρῇσιν μακρῇσι περισσαίνοντες ανέσταν
216ὡς δ̓ ότ̓ ὰν αμφὶ άνακτα κύνες δαίτηθεν ιόντα
217σαίνωσ̓ , αιεὶ γάρ τε φέρει μειλίγματα θυμοῦ ,
218ὣς τοὺς αμφὶ λύκοι κρατερώνυχες ηδὲ λέοντες
219σαῖνον ·
τοὶ δ̓ έδεισαν , επεὶ ίδον αινὰ πέλωρα
220έσταν δ̓ εν προθύροισι θεᾶς καλλιπλοκάμοιο ,
221Κίρκης δ̓ ένδον άκουον αειδούσης οπὶ καλῇ ,
222ἱστὸν εποιχομένης μέγαν άμβροτον , οἷα θεάων
223λεπτά τε καὶ χαρίεντα καὶ αγλαὰ έργα πέλονται
224τοῖσι δὲ μύθων ῆρχε Πολίτης όρχαμος ανδρῶν ,
225ὅς μοι κήδιστος ἑτάρων ῆν κεδνότατός τε ·
226ῶ φίλοι , ένδον γάρ τις εποιχομένη μέγαν ἱστὸν
227καλὸν αοιδιάει , δάπεδον δ̓ ἅπαν αμφιμέμυκεν ,
228ὴ θεὸς ηὲ γυνή
αλλὰ φθεγγώμεθα θᾶσσον
229ὣς άῤ εφώνησεν , τοὶ δὲ φθέγγοντο καλεῦντες
230ἡ δ̓ αῖψ̓ εξελθοῦσα θύρας ώιξε φαεινὰς
231καὶ κάλει
οἱ δ̓ ἅμα πάντες αιδρείῃσιν ἕποντο
232Ευρύλοχος δ̓ ὑπέμεινεν , οισάμενος δόλον εῖναι
233εἷσεν δ̓ εισαγαγοῦσα κατὰ κλισμούς τε θρόνους τε ,
234εν δέ σφιν τυρόν τε καὶ άλφιτα καὶ μέλι χλωρὸν
235οίνῳ Πραμνείῳ εκύκα
ανέμισγε δὲ σίτῳ
236φάρμακα λύγῤ , ἵνα πάγχυ λαθοίατο πατρίδος αίης
237αυτὰρ επεὶ δῶκέν τε καὶ έκπιον , αυτίκ̓ έπειτα
238ῥάβδῳ πεπληγυῖα κατὰ συφεοῖσιν εέργνυ
239οἱ δὲ συῶν μὲν έχον κεφαλὰς φωνήν τε τρίχας τε
240καὶ δέμας , αυτὰρ νοῦς ῆν έμπεδος , ὡς τὸ πάρος περ .
241ὣς οἱ μὲν κλαίοντες εέρχατο , τοῖσι δὲ Κίρκη
242πάρ ῥ̓ άκυλον βάλανόν τε βάλεν καρπόν τε κρανείης
243έδμεναι , οἷα σύες χαμαιευνάδες αιὲν έδουσιν
244Ευρύλοχος δ̓ αῖψ̓ ῆλθε θοὴν επὶ νῆα μέλαιναν
245αγγελίην ἑτάρων ερέων καὶ αδευκέα πότμον
246ου δέ τι εκφάσθαι δύνατο έπος ἱέμενός περ ,
247κῆρ άχεϊ μεγάλῳ βεβολημένος
εν δέ οἱ όσσε
248δακρυόφιν πίμπλαντο , γόον δ̓ ωίετο θυμός
249αλλ̓ ὅτε δή μιν πάντες αγασσάμεθ̓ εξερέοντες ,
250καὶ τότε τῶν άλλων ἑτάρων κατέλεξεν όλεθρον
251ήιομεν , ὡς εκέλευες , ανὰ δρυμά , φαίδιμ̓ Οδυσσεῦ
252εὕρομεν εν βήσσῃσι τετυγμένα δώματα καλὰ
253ξεστοῖσιν λάεσσι , περισκέπτῳ ενὶ χώρῳ
254ένθα δέ τις μέγαν ἱστὸν εποιχομένη λίγ̓ άειδεν ,
255ὴ θεὸς ηὲ γυνή
τοὶ δὲ φθέγγοντο καλεῦντες
256ἡ δ̓ αῖψ̓ εξελθοῦσα θύρας ώιξε φαεινὰς
257καὶ κάλει
οἱ δ̓ ἅμα πάντες αιδρείῃσιν ἕποντο
258αυτὰρ εγὼν ὑπέμεινα , οισάμενος δόλον εῖναι
259οἱ δ̓ άμ̓ αιστώθησαν αολλέες , ου δέ τις αυτῶν
260εξεφάνη
δηρὸν δὲ καθήμενος εσκοπίαζον
261ὣς έφατ̓ , αυτὰρ εγὼ περὶ μὲν ξίφος αργυρόηλον
262ώμοιιν βαλόμην , μέγα χάλκεον , αμφὶ δὲ τόξα ·
263τὸν δ̓ ὰψ ηνώγεα αυτὴν ὁδὸν ἡγήσασθαι
264αυτὰρ ὅ γ̓ αμφοτέρῃσι λαβὼν ελλίσσετο γούνων
265καί μ̓ ολοφυρόμενος έπεα πτερόεντα προσηύδα ·
266μή μ̓ άγε κεῖσ̓ αέκοντα , διοτρεφές , αλλὰ λίπ̓ αυτοῦ
267οῖδα γάρ , ὡς ού τ̓ αυτὸς ελεύσεαι ού τε τιν̓ άλλον
268άξεις σῶν ἑτάρων
αλλὰ ξὺν τοίσδεσι θᾶσσον
269φεύγωμεν
έτι γάρ κεν αλύξαιμεν κακὸν ῆμαρ
270ὣς έφατ̓ , αυτὰρ εγώ μιν αμειβόμενος προσέειπον
271Ευρύλοχ̓ , ῆ τοι μὲν σὺ μέν̓ αυτοῦ τῷδ̓ ενὶ χώρῳ
272έσθων καὶ πίνων κοίλῃ παρὰ νηὶ μελαίνῃ ·
273αυτὰρ εγὼν εῖμι , κρατερὴ δέ μοι έπλετ̓ ανάγκη
274ὣς ειπὼν παρὰ νηὸς ανήιον ηδὲ θαλάσσης
275αλλ̓ ὅτε δὴ άῤ έμελλον ιὼν ἱερὰς ανὰ βήσσας
276Κίρκης ἵξεσθαι πολυφαρμάκου ες μέγα δῶμα ,
277ένθα μοι Ἑρμείας χρυσόρραπις αντεβόλησεν
278ερχομένῳ πρὸς δῶμα , νεηνίῃ ανδρὶ εοικώς ,
279πρῶτον ὑπηνήτῃ , τοῦ περ χαριεστάτη ἥβη ·
280έν τ̓ άρα μοι φῦ χειρί , έπος τ̓ έφατ̓ έκ τ̓ ονόμαζε
281πῇ δὴ αῦτ̓ , ῶ δύστηνε , δἰ άκριας έρχεαι οῖος ,
282χώρου άιδρις εών
ἕταροι δέ τοι οίδ̓ ενὶ Κίρκης
283έρχαται ὥς τε σύες πυκινοὺς κευθμῶνας έχοντες .
284ῆ τοὺς λυσόμενος δεῦῤ έρχεαι
ου δέ σέ φημι
285αυτὸν νοστήσειν , μενέεις δὲ σύ γ̓ , ένθα περ άλλοι .
286αλλ̓ άγε δή σε κακῶν εκλύσομαι ηδὲ σαώσω
287τῆ , τόδε φάρμακον εσθλὸν έχων ες δώματα Κίρκης
288έρχευ , ὅ κέν τοι κρατὸς αλάλκῃσιν κακὸν ῆμαρ
289πάντα δέ τοι ερέω ολοφώια δήνεα Κίρκης
290τεύξει τοι κυκεῶ , βαλέει δ̓ εν φάρμακα σίτῳ
291αλλ̓ ου δ̓ ὣς θέλξαι σε δυνήσεται
ου γὰρ εάσει
292φάρμακον εσθλόν , ὅ τοι δώσω , ερέω δὲ ἕκαστα
293ὁππότε κεν Κίρκη σ̓ ελάσῃ περιμήκεϊ ῥάβδῳ ,
294δὴ τότε σὺ ξίφος οξὺ ερυσσάμενος παρὰ μηροῦ
295Κίρκῃ επαῖξαι , ὥς τε κτάμεναι μενεαίνων .
296ἡ δέ σ̓ ὑποδείσασα κελήσεται ευνηθῆναι
297ένθα σὺ μηκέτ̓ έπειτ̓ απανήνασθαι θεοῦ ευνήν ,
298όφρα κέ τοι λύσῃ θ̓ ἑτάρους αυτόν τε κομίσσῃ
299αλλὰ κέλεσθαί μιν μακάρων μέγαν ὅρκον ομόσσαι ,
300μή τί τοι αυτῷ πῆμα κακὸν βουλευσέμεν άλλο ,
301μή σ̓ απογυμνωθέντα κακὸν καὶ ανήνορα θήῃ
302ὣς άρα φωνήσας πόρε φάρμακον αργεϊφόντης
303εκ γαίης ερύσας , καί μοι φύσιν αυτοῦ έδειξε
304ῥίζῃ μὲν μέλαν έσκε , γάλακτι δὲ είκελον άνθος ·
305μῶλυ δέ μιν καλέουσι θεοί
χαλεπὸν δέ τ̓ ορύσσειν
306ανδράσι γε θνητοῖσι , θεοὶ δέ τε πάντα δύνανται .
307Ἑρμείας μὲν έπειτ̓ απέβη πρὸς μακρὸν Όλυμπον
308νῆσον αν̓ ὑλήεσσαν , εγὼ δ̓ ες δώματα Κίρκης
309ήια , πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι
310έστην δ̓ εινὶ θύρῃσι θεᾶς καλλιπλοκάμοιο
311ένθα στὰς εβόησα , θεὰ δέ μευ έκλυεν αυδῆς
312ἡ δ̓ αῖψ̓ εξελθοῦσα θύρας ώιξε φαεινὰς
313καὶ κάλει
αυτὰρ εγὼν ἑπόμην ακαχήμενος ῆτορ
314εἷσε δέ μ̓ εισαγαγοῦσα επὶ θρόνου αργυροήλου
315καλοῦ δαιδαλέου
ὑπὸ δὲ θρῆνυς ποσὶν ῆεν
316τεῦχε δέ μοι κυκεῶ χρυσέῳ δέπαι , όφρα πίοιμι ,
317εν δέ τε φάρμακον ἧκε , κακὰ φρονέουσ̓ ενὶ θυμῷ
318αυτὰρ επεὶ δῶκέν τε καὶ έκπιον , ου δέ μ̓ έθελξε ,
319ῥάβδῳ πεπληγυῖα έπος τ̓ έφατ̓ έκ τ̓ ονόμαζεν
320έρχεο νῦν συφεόνδε , μετ̓ άλλων λέξο ἑταίρων
321ὣς φάτ̓ , εγὼ δ̓ άορ οξὺ ερυσσάμενος παρὰ μηροῦ
322Κίρκῃ επήιξα ὥς τε κτάμεναι μενεαίνων .
323ἡ δὲ μέγα ιάχουσα ὑπέδραμε καὶ λάβε γούνων ,
324καί μ̓ ολοφυρομένη έπεα πτερόεντα προσηύδα
325τίς πόθεν εις ανδρῶν
πόθι τοι πόλις ηδὲ τοκῆες ;
326θαῦμά μ̓ έχει ὡς ού τι πιὼν τάδε φάρμακ̓ εθέλχθης
327ου δὲ γὰρ ου δέ τις άλλος ανὴρ τάδε φάρμακ̓ ανέτλη ,
328ὅς κε πίῃ καὶ πρῶτον αμείψεται ἕρκος οδόντων
329σοὶ δέ τις εν στήθεσσιν ακήλητος νόος εστίν
330ῆ σύ γ̓ Οδυσσεύς εσσι πολύτροπος , ὅν τέ μοι αιεὶ
331φάσκεν ελεύσεσθαι χρυσόρραπις αργεϊφόντης ,
332εκ Τροίης ανιόντα θοῇ σὺν νηὶ μελαίνῃ
333αλλ̓ άγε δὴ κολεῷ μὲν άορ θέο , νῶι δ̓ έπειτα
334ευνῆς ἡμετέρης επιβείομεν , όφρα μιγέντε
335ευνῇ καὶ φιλότητι πεποίθομεν αλλήλοισιν
336ὣς έφατ̓ , αυτὰρ εγώ μιν αμειβόμενος προσέειπον
337ῶ Κίρκη , πῶς γάρ με κέλεαι σοὶ ήπιον εῖναι ,
338ἥ μοι σῦς μὲν έθηκας ενὶ μεγάροισιν ἑταίρους ,
339αυτὸν δ̓ ενθάδ̓ έχουσα δολοφρονέουσα κελεύεις
340ες θάλαμόν τ̓ ιέναι καὶ σῆς επιβήμεναι ευνῆς ,
341όφρα με γυμνωθέντα κακὸν καὶ ανήνορα θήῃς
342ου δ̓ ὰν εγώ γ̓ εθέλοιμι τεῆς επιβήμεναι ευνῆς ,
343ει μή μοι τλαίης γε , θεά , μέγαν ὅρκον ομόσσαι
344μή τί μοι αυτῷ πῆμα κακὸν βουλευσέμεν άλλο .
345ὣς εφάμην , ἡ δ̓ αυτίκ̓ απώμνυεν , ὡς εκέλευον
346αυτὰρ επεί ῥ̓ όμοσέν τε τελεύτησέν τε τὸν ὅρκον ,
347καὶ τότ̓ εγὼ Κίρκης επέβην περικαλλέος ευνῆς
348αμφίπολοι δ̓ άρα τέως μὲν ενὶ μεγάροισι πένοντο
349τέσσαρες , αἵ οἱ δῶμα κάτα δρήστειραι έασι
350γίγνονται δ̓ άρα ταί γ̓ έκ τε κρηνέων από τ̓ αλσέων
351έκ θ̓ ἱερῶν ποταμῶν , οἵ τ̓ εις ἅλαδε προρέουσι
352τάων ἡ μὲν έβαλλε θρόνοις ένι ῥήγεα καλὰ
353πορφύρεα καθύπερθ̓ , ὑπένερθε δὲ λῖθ̓ ὑπέβαλλεν
354ἡ δ̓ ἑτέρη προπάροιθε θρόνων ετίταινε τραπέζας
355αργυρέας , επὶ δέ σφι τίθει χρύσεια κάνεια
356ἡ δὲ τρίτη κρητῆρι μελίφρονα οῖνον εκίρνα
357ἡδὺν εν αργυρέῳ , νέμε δὲ χρύσεια κύπελλα
358ἡ δὲ τετάρτη ὕδωρ εφόρει καὶ πῦρ ανέκαιε
359πολλὸν ὑπὸ τρίποδι μεγάλῳ
ιαίνετο δ̓ ὕδωρ
360αυτὰρ επεὶ δὴ ζέσσεν ὕδωρ ενὶ ήνοπι χαλκῷ ,
361ές ῥ̓ ασάμινθον ἕσασα λό̓ εκ τρίποδος μεγάλοιο ,
362θυμῆρες κεράσασα , κατὰ κρατός τε καὶ ώμων ,
363όφρα μοι εκ κάματον θυμοφθόρον εἵλετο γυίων
364αυτὰρ επεὶ λοῦσέν τε καὶ έχρισεν λίπ̓ ελαίῳ ,
365αμφὶ δέ με χλαῖναν καλὴν βάλεν ηδὲ χιτῶνα ,
366εἷσε δέ μ̓ εισαγαγοῦσα επὶ θρόνου αργυροήλου
367καλοῦ δαιδαλέου , ὑπὸ δὲ θρῆνυς ποσὶν ῆεν
368χέρνιβα δ̓ αμφίπολος προχόῳ επέχευε φέρουσα
369καλῇ χρυσείῃ , ὑπὲρ αργυρέοιο λέβητος ,
370νίψασθαι
παρὰ δὲ ξεστὴν ετάνυσσε τράπεζαν
371σῖτον δ̓ αιδοίη ταμίη παρέθηκε φέρουσα ,
372είδατα πόλλ̓ επιθεῖσα , χαριζομένη παρεόντων
373εσθέμεναι δ̓ εκέλευεν
εμῷ δ̓ ουχ ἥνδανε θυμῷ ,
374αλλ̓ ἥμην αλλοφρονέων , κακὰ δ̓ όσσετο θυμός
375Κίρκη δ̓ ὡς ενόησεν έμ̓ ἥμενον ου δ̓ επὶ σίτῳ
376χεῖρας ιάλλοντα , κρατερὸν δέ με πένθος έχοντα ,
377άγχι παρισταμένη έπεα πτερόεντα προσηύδα
378τίφθ̓ οὕτως , Οδυσεῦ , κατ̓ άῤ ἕζεαι ῖσος αναύδῳ ,
379θυμὸν έδων , βρώμης δ̓ ουχ ἅπτεαι ου δὲ ποτῆτος
380ῆ τινά που δόλον άλλον οίεαι
ου δέ τί σε χρὴ
381δειδίμεν
ήδη γάρ τοι απώμοσα καρτερὸν ὅρκον
382ὣς έφατ̓ , αυτὰρ εγώ μιν αμειβόμενος προσέειπον
383ῶ Κίρκη , τίς γάρ κεν ανήρ , ὃς εναίσιμος είη ,
384πρὶν τλαίη πάσσασθαι εδητύος ηδὲ ποτῆτος ,
385πρὶν λύσασθ̓ ἑτάρους καὶ εν οφθαλμοῖσιν ιδέσθαι
386αλλ̓ ει δὴ πρόφρασσα πιεῖν φαγέμεν τε κελεύεις ,
387λῦσον , ίν̓ οφθαλμοῖσιν ίδω ερίηρας ἑταίρους
388ὣς εφάμην , Κίρκη δὲ διὲκ μεγάροιο βεβήκει
389ῥάβδον έχουσ̓ εν χειρί , θύρας δ̓ ανέῳξε συφειοῦ ,
390εκ δ̓ έλασεν σιάλοισιν εοικότας εννεώροισιν .
391οἱ μὲν έπειτ̓ έστησαν εναντίοι , ἡ δὲ δἰ αυτῶν
392ερχομένη προσάλειφεν ἑκάστῳ φάρμακον άλλο
393τῶν δ̓ εκ μὲν μελέων τρίχες έρρεον , ἃς πρὶν έφυσε
394φάρμακον ουλόμενον , τό σφιν πόρε πότνια Κίρκη
395άνδρες δ̓ ὰψ εγένοντο νεώτεροι ὴ πάρος ῆσαν ,
396καὶ πολὺ καλλίονες καὶ μείζονες εισοράασθαι
397έγνωσαν δέ μ̓ εκεῖνοι έφυν τ̓ εν χερσὶν ἕκαστος
398πᾶσιν δ̓ ἱμερόεις ὑπέδυ γόος , αμφὶ δὲ δῶμα
399σμερδαλέον κονάβιζε
θεὰ δ̓ ελέαιρε καὶ αυτή
400ἡ δέ μευ άγχι στᾶσα προσηύδα δῖα θεάων ·
401διογενὲς Λαερτιάδη , πολυμήχαν̓ Οδυσσεῦ ,
402έρχεο νῦν επὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης
403νῆα μὲν ὰρ πάμπρωτον ερύσσατε ήπειρόνδε ,
404κτήματα δ̓ εν σπήεσσι πελάσσατε ὅπλα τε πάντα
405αυτὸς δ̓ ὰψ ιέναι καὶ άγειν ερίηρας ἑταίρους
406ὣς έφατ̓ , αυτὰρ εμοί γ̓ επεπείθετο θυμὸς αγήνωρ ,
407βῆν δ̓ ιέναι επὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης
408εὗρον έπειτ̓ επὶ νηὶ θοῇ ερίηρας ἑταίρους
409οίκτῤ ολοφυρομένους , θαλερὸν κατὰ δάκρυ χέοντας
410ὡς δ̓ ότ̓ ὰν άγραυλοι πόριες περὶ βοῦς αγελαίας ,
411ελθούσας ες κόπρον , επὴν βοτάνης κορέσωνται ,
412πᾶσαι ἅμα σκαίρουσιν εναντίαι
ου δ̓ έτι σηκοὶ
413ίσχουσ̓ , αλλ̓ ἁδινὸν μυκώμεναι αμφιθέουσι
414μητέρας
ὣς έμ̓ εκεῖνοι επεὶ ίδον οφθαλμοῖσι ,
415δακρυόεντες έχυντο
δόκησε δ̓ άρα σφίσι θυμὸς
416ὣς έμεν , ὡς ει πατρίδ̓ ἱκοίατο καὶ πόλιν αυτὴν
417τρηχείης Ιθάκης , ἵνα τ̓ έτραφεν ηδ̓ εγένοντο .
418καί μ̓ ολοφυρόμενοι έπεα πτερόεντα προσηύδων
419σοὶ μὲν νοστήσαντι , διοτρεφές , ὣς εχάρημεν ,
420ὡς εί τ̓ εις Ιθάκην αφικοίμεθα πατρίδα γαῖαν ·
421αλλ̓ άγε , τῶν άλλων ἑτάρων κατάλεξον όλεθρον
422ὣς έφαν , αυτὰρ εγὼ προσέφην μαλακοῖς επέεσσι
423νῆα μὲν ὰρ πάμπρωτον ερύσσομεν ήπειρόνδε ,
424κτήματα δ̓ εν σπήεσσι πελάσσομεν ὅπλα τε πάντα
425αυτοὶ δ̓ οτρύνεσθε εμοὶ ἅμα πάντες ἕπεσθαι ,
426όφρα ίδηθ̓ ἑτάρους ἱεροῖς εν δώμασι Κίρκης
427πίνοντας καὶ έδοντας
επηετανὸν γὰρ έχουσιν
428ὣς εφάμην , οἱ δ̓ ῶκα εμοῖς επέεσσι πίθοντο
429Ευρύλοχος δέ μοι οῖος ερύκανε πάντας ἑταίρους
430καί σφεας φωνήσας έπεα πτερόεντα προσηύδα
431ᾶ δειλοί , πόσ̓ ίμεν
τί κακῶν ἱμείρετε τούτων
432Κίρκης ες μέγαρον καταβήμεναι , ἥ κεν ἅπαντας
433ὴ σῦς ηὲ λύκους ποιήσεται ηὲ λέοντας ,
434οἵ κέν οἱ μέγα δῶμα φυλάσσοιμεν καὶ ανάγκῃ ,
435ὥς περ Κύκλωψ έρξ̓ , ὅτε οἱ μέσσαυλον ἵκοντο
436ἡμέτεροι ἕταροι , σὺν δ̓ ὁ θρασὺς είπετ̓ Οδυσσεύς
437τούτου γὰρ καὶ κεῖνοι ατασθαλίῃσιν όλοντο
438ὣς έφατ̓ , αυτὰρ εγώ γε μετὰ φρεσὶ μερμήριξα ,
439σπασσάμενος τανύηκες άορ παχέος παρὰ μηροῦ ,
440τῷ οἱ αποπλήξας κεφαλὴν οῦδάσδε πελάσσαι ,
441καὶ πηῷ περ εόντι μάλα σχεδόν
αλλά μ̓ ἑταῖροι
442μειλιχίοις επέεσσιν ερήτυον άλλοθεν άλλος
443διογενές , τοῦτον μὲν εάσομεν , ει σὺ κελεύεις ,
444αυτοῦ πὰρ νηί τε μένειν καὶ νῆα έρυσθαι
445ἡμῖν δ̓ ηγεμόνεὐ ἱερὰ πρὸς δώματα Κίρκης
446ὣς φάμενοι παρὰ νηὸς ανήιον ηδὲ θαλάσσης
447ου δὲ μὲν Ευρύλοχος κοίλῃ παρὰ νηὶ λέλειπτο ,
448αλλ̓ έπετ̓
έδεισεν γὰρ εμὴν έκπαγλον ενιπήν
449τόφρα δὲ τοὺς άλλους ἑτάρους εν δώμασι Κίρκη
450ενδυκέως λοῦσέν τε καὶ έχρισεν λίπ̓ ελαίῳ ,
451αμφὶ δ̓ άρα χλαίνας ούλας βάλεν ηδὲ χιτῶνας
452δαινυμένους δ̓ εὺ πάντας εφεύρομεν εν μεγάροισιν
453οἱ δ̓ επεὶ αλλήλους εῖδον φράσσαντό τ̓ εσάντα ,
454κλαῖον οδυρόμενοι , περὶ δὲ στεναχίζετο δῶμα
455ἡ δέ μευ άγχι στᾶσα προσηύδα δῖα θεάων ·
456μηκέτι νῦν θαλερὸν γόον όρνυτε
οῖδα καὶ αυτὴ
457ημὲν όσ̓ εν πόντῳ πάθετ̓ άλγεα ιχθυόεντι ,
458ηδ̓ όσ̓ ανάρσιοι άνδρες εδηλήσαντ̓ επὶ χέρσου
459αλλ̓ άγετ̓ εσθίετε βρώμην καὶ πίνετε οῖνον ,
461εις ὅ κεν αῦτις θυμὸν ενὶ στήθεσσι λάβητε ,
462οἷον ὅτε πρώτιστον ελείπετε πατρίδα γαῖαν
463τρηχείης Ιθάκης .
νῦν δ̓ ασκελέες καὶ άθυμοι ,
464αιὲν άλης χαλεπῆς μεμνημένοι , ου δέ ποθ̓ ὕμιν
465θυμὸς εν ευφροσύνῃ , επεὶ ῆ μάλα πολλὰ πέποσθε .
466ὣς έφαθ̓ , ἡμῖν δ̓ αῦτ̓ επεπείθετο θυμὸς αγήνωρ
467ένθα μὲν ήματα πάντα τελεσφόρον εις ενιαυτὸν
468ἥμεθα δαινύμενοι κρέα τ̓ άσπετα καὶ μέθυ ἡδύ
469αλλ̓ ὅτε δή ῥ̓ ενιαυτὸς έην , περὶ δ̓ έτραπον ὧραι
470μηνῶν φθινόντων , περὶ δ̓ ήματα μακρὰ τελέσθη ,
471καὶ τότε μ̓ εκκαλέσαντες έφαν ερίηρες ἑταῖροι
472δαιμόνἰ , ήδη νῦν μιμνήσκεο πατρίδος αίης ,
473εί τοι θέσφατόν εστι σαωθῆναι καὶ ἱκέσθαι
474οῖκον ες ὑψόροφον καὶ σὴν ες πατρίδα γαῖαν
475ὣς έφαν , αυτὰρ εμοί γ̓ επεπείθετο θυμὸς αγήνωρ
476ὣς τότε μὲν πρόπαν ῆμαρ ες ηέλιον καταδύντα
477ἥμεθα , δαινύμενοι κρέα τ̓ άσπετα καὶ μέθυ ἡδύ
478ῆμος δ̓ ηέλιος κατέδυ καὶ επὶ κνέφας ῆλθεν ,
479οἱ μὲν κοιμήσαντο κατὰ μέγαρα σκιόεντα
480αυτὰρ εγὼ Κίρκης επιβὰς περικαλλέος ευνῆς
481γούνων ελλιτάνευσα , θεὰ δέ μευ έκλυεν αυδῆς
482καί μιν φωνήσας έπεα πτερόεντα προσηύδων
483ὼ Κίρκη , τέλεσόν μοι ὑπόσχεσιν ἥν περ ὑπέστης ,
484οίκαδε πεμψέμεναι
θυμὸς δέ μοι έσσυται ήδη ,
485ηδ̓ άλλων ἑτάρων , οἵ μευ φθινύθουσι φίλον κῆρ
486αμφ̓ έμ̓ οδυρόμενοι , ὅτε που σύ γε νόσφι γένηαι
487ὣς εφάμην , ἡ δ̓ αυτίκ̓ αμείβετο δῖα θεάων ·
488διογενὲς Λαερτιάδη , πολυμήχαν̓ Οδυσσεῦ ,
489μηκέτι νῦν αέκοντες εμῷ ενὶ μίμνετε οίκῳ
490αλλ̓ άλλην χρὴ πρῶτον ὁδὸν τελέσαι καὶ ἱκέσθαι
491εις Αίδαο δόμους καὶ επαινῆς Περσεφονείης ,
492ψυχῇ χρησομένους Θηβαίου Τειρεσίαο ,
493μάντηος αλαοῦ , τοῦ τε φρένες έμπεδοί εισι ·
494τῷ καὶ τεθνηῶτι νόον πόρε Περσεφόνεια ,
495οίῳ πεπνῦσθαι , τοὶ δὲ σκιαὶ αίσσουσιν
496ὣς έφατ̓ , αυτὰρ εμοί γε κατεκλάσθη φίλον ῆτορ
497κλαῖον δ̓ εν λεχέεσσι καθήμενος , ου δέ νύ μοι κῆρ
498ήθελ̓ έτι ζώειν καὶ ὁρᾶν φάος ηελίοιο
499αυτὰρ επεὶ κλαίων τε κυλινδόμενος τ̓ εκορέσθην ,
500καὶ τότε δή μιν έπεσσιν αμειβόμενος προσέειπον
501ὼ Κίρκη , τίς γὰρ ταύτην ὁδὸν ἡγεμονεύσει
502εις Άϊδος δ̓ ού πώ τις αφίκετο νηὶ μελαίνῃ .
503ὣς εφάμην , ἡ δ̓ αυτίκ̓ αμείβετο δῖα θεάων ·
504διογενὲς Λαερτιάδη , πολυμήχαν̓ Οδυσσεῦ ,
505μή τί τοι ἡγεμόνος γε ποθὴ παρὰ νηὶ μελέσθω ,
506ἱστὸν δὲ στήσας , ανά θ̓ ἱστία λευκὰ πετάσσας
507ἧσθαι
τὴν δέ κέ τοι πνοιὴ Βορέαο φέρῃσιν
508αλλ̓ οπότ̓ ὰν δὴ νηὶ δἰ Ωκεανοῖο περήσῃς ,
509ένθ̓ ακτή τε λάχεια καὶ άλσεα Περσεφονείης ,
510μακραί τ̓ αίγειροι καὶ ιτέαι ωλεσίκαρποι ,
511νῆα μὲν αυτοῦ κέλσαι επ̓ Ωκεανῷ βαθυδίνῃ ,
512αυτὸς δ̓ εις Αίδεω ιέναι δόμον ευρώεντα .
513ένθα μὲν εις Αχέροντα Πυριφλεγέθων τε ῥέουσιν
514Κώκυτός θ̓ , ὃς δὴ Στυγὸς ὕδατός εστιν απορρώξ ,
515πέτρη τε ξύνεσίς τε δύω ποταμῶν εριδούπων ·
516ένθα δ̓ έπειθ̓ , ἥρως , χριμφθεὶς πέλας , ὥς σε κελεύω ,
517βόθρον ορύξαι , ὅσον τε πυγούσιον ένθα καὶ ένθα ,
518αμφ̓ αυτῷ δὲ χοὴν χεῖσθαι πᾶσιν νεκύεσσιν ,
519πρῶτα μελικρήτῳ , μετέπειτα δὲ ἡδέι οίνῳ ,
520τὸ τρίτον αῦθ̓ ὕδατι ·
επὶ δ̓ άλφιτα λευκὰ παλύνειν
521πολλὰ δὲ γουνοῦσθαι νεκύων αμενηνὰ κάρηνα ,
522ελθὼν εις Ιθάκην στεῖραν βοῦν , ἥ τις αρίστη ,
523ῥέξειν εν μεγάροισι πυρήν τ̓ εμπλησέμεν εσθλῶν ,
524Τειρεσίῃ δ̓ απάνευθεν όιν ἱερευσέμεν οίῳ
525παμμέλαν̓ , ὃς μήλοισι μεταπρέπει ὑμετέροισιν .
526αυτὰρ επὴν ευχῇσι λίσῃ κλυτὰ έθνεα νεκρῶν ,
527ένθ̓ όιν αρνειὸν ῥέζειν θῆλύν τε μέλαιναν
528εις Έρεβος στρέψας , αυτὸς δ̓ απονόσφι τραπέσθαι
529ἱέμενος ποταμοῖο ῥοάων
ένθα δὲ πολλαὶ
530ψυχαὶ ελεύσονται νεκύων κατατεθνηώτων
531δὴ τότ̓ έπειθ̓ ἑτάροισιν εποτρῦναι καὶ ανῶξαι
532μῆλα , τὰ δὴ κατάκειτ̓ εσφαγμένα νηλέι χαλκῷ ,
533δείραντας κατακῆαι , επεύξασθαι δὲ θεοῖσιν ,
534ιφθίμῳ τ̓ Αίδῃ καὶ επαινῇ Περσεφονείῃ
535αυτὸς δὲ ξίφος οξὺ ερυσσάμενος παρὰ μηροῦ
536ἧσθαι , μη δὲ εᾶν νεκύων αμενηνὰ κάρηνα
537αἵματος ᾶσσον ίμεν , πρὶν Τειρεσίαο πυθέσθαι
538ένθα τοι αυτίκα μάντις ελεύσεται , όρχαμε λαῶν ,
539ὅς κέν τοι είπῃσιν ὁδὸν καὶ μέτρα κελεύθου
540νόστον θ̓ , ὡς επὶ πόντον ελεύσεαι ιχθυόεντα
541ὣς έφατ̓ , αυτίκα δὲ χρυσόθρονος ήλυθεν Ηώς
542αμφὶ δέ με χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσεν
543αυτὴ δ̓ αργύφεον φᾶρος μέγα ἕννυτο νύμφη ,
544λεπτὸν καὶ χαρίεν , περὶ δὲ ζώνην βάλετ̓ ιξυῖ
545καλὴν χρυσείην , κεφαλῇ δ̓ επέθηκε καλύπτρην
546αυτὰρ εγὼ διὰ δώματ̓ ιὼν ώτρυνον ἑταίρους
547μειλιχίοις επέεσσι παρασταδὸν άνδρα ἕκαστον
548μηκέτι νῦν εὕδοντες αωτεῖτε γλυκὺν ὕπνον ,
549αλλ̓ ίομεν
δὴ γάρ μοι επέφραδε πότνια Κίρκη
550ὣς εφάμην , τοῖσιν δ̓ επεπείθετο θυμὸς αγήνωρ
551ου δὲ μὲν ου δ̓ ένθεν περ απήμονας ῆγον ἑταίρους
552Ελπήνωρ δέ τις έσκε νεώτατος , ού τε τι λίην
553άλκιμος εν πολέμῳ ού τε φρεσὶν ᾗσιν αρηρώς
554ὅς μοι άνευθ̓ ἑτάρων ἱεροῖς εν δώμασι Κίρκης ,
555ψύχεος ἱμείρων , κατελέξατο οινοβαρείων
556κινυμένων δ̓ ἑτάρων ὅμαδον καὶ δοῦπον ακούσας
557εξαπίνης ανόρουσε καὶ εκλάθετο φρεσὶν ᾗσιν
558άψορρον καταβῆναι ιὼν ες κλίμακα μακρήν ,
559αλλὰ καταντικρὺ τέγεος πέσεν
εκ δέ οἱ αυχὴν
560αστραγάλων εάγη , ψυχὴ δ̓ Άϊδόσδε κατῆλθεν
561ερχομένοισι δὲ τοῖσιν εγὼ μετὰ μῦθον έειπον
562φάσθε νύ που οῖκόνδε φίλην ες πατρίδα γαῖαν
563έρχεσθ̓ ·
άλλην δ̓ ἧμιν ὁδὸν τεκμήρατο Κίρκη ,
564εις Αίδαο δόμους καὶ επαινῆς Περσεφονείης
565ψυχῇ χρησομένους Θηβαίου Τειρεσίαο .
566ὣς εφάμην , τοῖσιν δὲ κατεκλάσθη φίλον ῆτορ ,
567ἑζόμενοι δὲ κατ̓ αῦθι γόων τίλλοντό τε χαίτας
568αλλ̓ ου γάρ τις πρῆξις εγίγνετο μυρομένοισιν
569αλλ̓ ὅτε δή ῥ̓ επὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης
570ῄομεν αχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες ,
571τόφρα δ̓ άῤ οιχομένη Κίρκη παρὰ νηὶ μελαίνῃ
572αρνειὸν κατέδησεν όιν θῆλύν τε μέλαιναν ,
573ῥεῖα παρεξελθοῦσα
τίς ὰν θεὸν ουκ εθέλοντα οφθαλμοῖσιν ίδοιτ̓ ὴ ένθ̓ ὴ ένθα κιόντα
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52
53
54
55
56
57
58
59
60
61
62
63
64
65
66
67
68
69
70
71
72
73
74
75
76
77
78
79
80
81
82
83
84
85
86
87
88
89
90
91
92
93
94
95
96
97
98
99
100
101
102
103
104
105
106
107
108
109
110
111
112
113
114
115
116
117
118
119
120
121
122
123
124
125
126
127
128
129
130
131
132
133
134
135
136
137
138
139
140
141
142
143
144
145
146
147
148
149
150
151
152
153
154
155
156
157
158
159
160
161
162
163
164
165
166
167
168
169
170
171
172
173
174
175
176
177
178
179
180
181
182
183
184
185
186
187
188
189
190
191
192
193
194
195
196
197
198
199
200
201
202
203
204
205
206
207
208
209
210
211
212
213
214
215
216
217
218
219
220
221
222
223
224
225
226
227
228
229
230
231
232
233
234
235
236
237
238
239
240
241
242
243
244
245
246
247
248
249
250
251
252
253
254
255
256
257
258
259
260
261
262
263
264
265
266
267
268
269
270
271
272
273
274
275
276
277
278
279
280
281
282
283
284
285
286
287
288
289
290
291
292
293
294
295
296
297
298
299
300
301
302
303
304
305
306
307
308
309
310
311
312
313
314
315
316
317
318
319
320
321
322
323
324
325
326
327
328
329
330
331
332
333
334
335
336
337
338
339
340
341
342
343
344
345
346
347
348
349
350
351
352
353
354
355
356
357
358
359
360
361
362
363
364
365
366
367
368
369
370
371
372
373
374
375
376
377
378
379
380
381
382
383
384
385
386
387
388
389
390
391
392
393
394
395
396
397
398
399
400
401
402
403
404
405
406
407
408
409
410
411
412
413
414
415
416
417
418
419
420
421
422
423
424
425
426
427
428
429
430
431
432
433
434
435
436
437
438
439
440
441
442
443
444
445
446
447
448
449
450
451
452
453
454
455
456
457
458
459
461
462
463
464
465
466
467
468
469
470
471
472
473
474
475
476
477
478
479
480
481
482
483
484
485
486
487
488
489
490
491
492
493
494
495
496
497
498
499
500
501
502
503
504
505
506
507
508
509
510
511
512
513
514
515
516
517
518
519
520
521
522
523
524
525
526
527
528
529
530
531
532
533
534
535
536
537
538
539
540
541
542
543
544
545
546
547
548
549
550
551
552
553
554
555
556
557
558
559
560
561
562
563
564
565
566
567
568
569
570
571
572
573