Homer

Odyssey    —    Ὀδύσσεια

Book 1

1άνδρα μοι έννεπε, μοῦσα, πολύτροπον, ὃς μάλα πολλὰ
2πλάγχθη, επεὶ Τροίης ἱερὸν πτολίεθρον έπερσεν

3πολλῶν δ̓ ανθρώπων ίδεν άστεα καὶ νόον έγνω,
4πολλὰ δ̓ γ̓ εν πόντῳ πάθεν άλγεα ὃν κατὰ θυμόν,
5αρνύμενος ἥν τε ψυχὴν καὶ νόστον ἑταίρων

6αλλ̓ ουδ̓ ὣς ἑτάρους ερρύσατο, ἱέμενός περ

7αυτῶν γὰρ σφετέρῃσιν ατασθαλίῃσιν όλοντο,
8νήπιοι, οἳ κατὰ βοῦς Ὑπερίονος Ηελίοιο
9ήσθιον
αυτὰρ τοῖσιν αφείλετο νόστιμον ῆμαρ
10τῶν ἁμόθεν γε, θεά, θύγατερ Διός, ειπὲ καὶ ἡμῖν

11ένθ̓ άλλοι μὲν πάντες, ὅσοι φύγον αιπὺν όλεθρον,
12οίκοι έσαν, πόλεμόν τε πεφευγότες ηδὲ θάλασσαν

13τὸν δ̓ οῖον νόστου κεχρημένον ηδὲ γυναικὸς
14νύμφη πότνἰ έρυκε Καλυψὼ δῖα θεάων
15εν σπέσσι γλαφυροῖσι, λιλαιομένη πόσιν εῖναι

16αλλ̓ ὅτε δὴ έτος ῆλθε περιπλομένων ενιαυτῶν,
17τῷ οἱ επεκλώσαντο θεοὶ οῖκόνδε νέεσθαι
18εις Ιθάκην, ουδ̓ ένθα πεφυγμένος ῆεν αέθλων
19καὶ μετὰ οἷσι φίλοισι
θεοὶ δ̓ ελέαιρον ἅπαντες
20νόσφι Ποσειδάωνος
δ̓ ασπερχὲς μενέαινεν
21αντιθέῳ Οδυσῆι πάρος ἣν γαῖαν ἱκέσθαι

22αλλ̓ μὲν Αιθίοπας μετεκίαθε τηλόθ̓ εόντας,
23Αιθίοπας τοὶ διχθὰ δεδαίαται, έσχατοι ανδρῶν,
24οἱ μὲν δυσομένου Ὑπερίονος οἱ δ̓ ανιόντος,
25αντιόων ταύρων τε καὶ αρνειῶν ἑκατόμβης.

26ένθ̓ γ̓ ετέρπετο δαιτὶ παρήμενος
οἱ δὲ δὴ άλλοι
27Ζηνὸς ενὶ μεγάροισιν Ολυμπίου ἁθρόοι ῆσαν

28τοῖσι δὲ μύθων ῆρχε πατὴρ ανδρῶν τε θεῶν τε

29μνήσατο γὰρ κατὰ θυμὸν αμύμονος Αιγίσθοιο,
30τόν ῥ̓ Αγαμεμνονίδης τηλεκλυτὸς έκταν̓ Ορέστης

31τοῦ γ̓ επιμνησθεὶς έπἐ αθανάτοισι μετηύδα

32 πόποι, οἷον δή νυ θεοὺς βροτοὶ αιτιόωνται

33εξ ἡμέων γάρ φασι κάκ̓ έμμεναι, οἱ δὲ καὶ αυτοὶ
34σφῇσιν ατασθαλίῃσιν ὑπὲρ μόρον άλγἐ έχουσιν,
35ὡς καὶ νῦν Αίγισθος ὑπὲρ μόρον Ατρεΐδαο
36γῆμ̓ άλοχον μνηστήν, τὸν δ̓ έκτανε νοστήσαντα,
37ειδὼς αιπὺν όλεθρον, επεὶ πρό οἱ είπομεν ἡμεῖς,
38Ἑρμείαν πέμψαντες, εύσκοπον αργεϊφόντην,
39μήτ̓ αυτὸν κτείνειν μήτε μνάασθαι άκοιτιν

40εκ γὰρ Ορέσταο τίσις έσσεται Ατρεΐδαο,
41οππότ̓ ὰν ἡβήσῃ τε καὶ ἧς ἱμείρεται αίης

42ὣς έφαθ̓ Ἑρμείας, αλλ̓ ου φρένας Αιγίσθοιο
43πεῖθ̓ αγαθὰ φρονέων
νῦν δ̓ ἁθρόα πάντ̓ απέτισεν.
44τὸν δ̓ ημείβετ̓ έπειτα θεά, γλαυκῶπις Αθήνη

45 πάτερ ἡμέτερε Κρονίδη, ὕπατε κρειόντων,
46καὶ λίην κεῖνός γε εοικότι κεῖται ολέθρῳ

47ὡς απόλοιτο καὶ άλλος, ὅτις τοιαῦτά γε ῥέζοι

48αλλά μοι αμφ̓ Οδυσῆι δαΐφρονι δαίεται ῆτορ,
49δυσμόρῳ, ὃς δὴ δηθὰ φίλων άπο πήματα πάσχει
50νήσῳ εν αμφιρύτῃ, ὅθι τ̓ ομφαλός εστι θαλάσσης

51νῆσος δενδρήεσσα, θεὰ δ̓ εν δώματα ναίει,
52Άτλαντος θυγάτηρ ολοόφρονος, ὅς τε θαλάσσης
53πάσης βένθεα οῖδεν, έχει δέ τε κίονας αυτὸς
54μακράς, αἳ γαῖάν τε καὶ ουρανὸν αμφὶς έχουσιν

55τοῦ θυγάτηρ δύστηνον οδυρόμενον κατερύκει,
56αιεὶ δὲ μαλακοῖσι καὶ αἱμυλίοισι λόγοισιν
57θέλγει, ὅπως Ιθάκης επιλήσεται
αυτὰρ Οδυσσεύς,
58ἱέμενος καὶ καπνὸν αποθρῴσκοντα νοῆσαι
59ἧς γαίης, θανέειν ἱμείρεται
ου δέ νυ σοί περ
60εντρέπεται φίλον ῆτορ, Ολύμπιε
ού νύ τ̓ Οδυσσεὺς
61Αργείων παρὰ νηυσὶ χαρίζετο ἱερὰ ῥέζων
62Τροίῃ εν ευρείῃ
τί νύ οἱ τόσον ωδύσαο, Ζεῦ
63τὴν δ̓ απαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·

64τέκνον εμόν, ποῖόν σε έπος φύγεν ἕρκος οδόντων

65πῶς ὰν έπειτ̓ Οδυσῆος εγὼ θείοιο λαθοίμην,
66ὃς περὶ μὲν νόον εστὶ βροτῶν, περὶ δ̓ ἱρὰ θεοῖσιν
67αθανάτοισιν έδωκε, τοὶ ουρανὸν ευρὺν έχουσιν

68αλλὰ Ποσειδάων γαιήοχος ασκελὲς αιεὶ
69Κύκλωπος κεχόλωται, ὃν οφθαλμοῦ αλάωσεν,
70αντίθεον Πολύφημον, ὅου κράτος εστὶ μέγιστον
71πᾶσιν Κυκλώπεσσι
Θόωσα δέ μιν τέκε νύμφη,
72Φόρκυνος θυγάτηρ ἁλὸς ατρυγέτοιο μέδοντος,
73εν σπέσσι γλαφυροῖσι Ποσειδάωνι μιγεῖσα

74εκ τοῦ δὴ Οδυσῆα Ποσειδάων ενοσίχθων
75ού τι κατακτείνει, πλάζει δ̓ απὸ πατρίδος αίης

76αλλ̓ άγεθ̓, ἡμεῖς οἵδε περιφραζώμεθα πάντες
77νόστον, ὅπως έλθῃσι
Ποσειδάων δὲ μεθήσει
78ὃν χόλον
ου μὲν γὰρ τι δυνήσεται αντία πάντων
79αθανάτων αέκητι θεῶν εριδαινέμεν οῖος.

80τὸν δ̓ ημείβετ̓ έπειτα θεά, γλαυκῶπις Αθήνη

81 πάτερ ἡμέτερε Κρονίδη, ὕπατε κρειόντων,
82ει μὲν δὴ νῦν τοῦτο φίλον μακάρεσσι θεοῖσιν,
83νοστῆσαι Οδυσῆα πολύφρονα ὅνδε δόμονδε,
84Ἑρμείαν μὲν έπειτα διάκτορον αργεϊφόντην
85νῆσον ες Ωγυγίην οτρύνομεν, όφρα τάχιστα
86νύμφῃ ευπλοκάμῳ είπῃ νημερτέα βουλήν,
87νόστον Οδυσσῆος ταλασίφρονος, ὥς κε νέηται·

88αυτὰρ εγὼν Ιθάκηνδ̓ εσελεύσομαι, όφρα οἱ υἱὸν
89μᾶλλον εποτρύνω καί οἱ μένος εν φρεσὶ θείω,
90εις αγορὴν καλέσαντα κάρη κομόωντας Αχαιοὺς
91πᾶσι μνηστήρεσσιν απειπέμεν, οἵ τέ οἱ αιεὶ
92μῆλ̓ ἁδινὰ σφάζουσι καὶ ειλίποδας ἕλικας βοῦς

93πέμψω δ̓ ες Σπάρτην τε καὶ ες Πύλον ημαθόεντα
94νόστον πευσόμενον πατρὸς φίλου, ήν που ακούσῃ,
95ηδ̓ ἵνα μιν κλέος εσθλὸν εν ανθρώποισιν έχῃσιν.
ὣς ειποῦσ̓ ὑπὸ ποσσὶν εδήσατο καλὰ πέδιλα,
96αμβρόσια χρύσεια, τά μιν φέρον ημὲν εφ̓ ὑγρὴν
97ηδ̓ επ̓ απείρονα γαῖαν ἅμα πνοιῇς ανέμοιο

98εἵλετο δ̓ άλκιμον έγχος, ακαχμένον οξέι χαλκῷ,
99βριθὺ μέγα στιβαρόν, τῷ δάμνησι στίχας ανδρῶν
101ἡρώων, τοῖσίν τε κοτέσσεται οβριμοπάτρη

102βῆ δὲ κατ̓ Ουλύμποιο καρήνων αίξασα,
103στῆ δ̓ Ιθάκης ενὶ δήμῳ επὶ προθύροις Οδυσῆος,
104ουδοῦ επ̓ αυλείου
παλάμῃ δ̓ έχε χάλκεον έγχος,
105ειδομένη ξείνῳ, Ταφίων ἡγήτορι Μέντῃ.

106εὗρε δ̓ άρα μνηστῆρας αγήνορας
οἱ μὲν έπειτα
107πεσσοῖσι προπάροιθε θυράων θυμὸν έτερπον
108ἥμενοι εν ῥινοῖσι βοῶν, οὓς έκτανον αυτοί

109κήρυκες δ̓ αυτοῖσι καὶ οτρηροὶ θεράποντες
110οἱ μὲν οῖνον έμισγον ενὶ κρητῆρσι καὶ ὕδωρ,
111οἱ δ̓ αῦτε σπόγγοισι πολυτρήτοισι τραπέζας
112νίζον καὶ πρότιθεν, τοὶ δὲ κρέα πολλὰ δατεῦντο.

113τὴν δὲ πολὺ πρῶτος ίδε Τηλέμαχος θεοειδής,
114ἧστο γὰρ εν μνηστῆρσι φίλον τετιημένος ῆτορ,
115οσσόμενος πατέῤ εσθλὸν ενὶ φρεσίν, εί ποθεν ελθὼν
116μνηστήρων τῶν μὲν σκέδασιν κατὰ δώματα θείη,
117τιμὴν δ̓ αυτὸς έχοι καὶ δώμασιν οἷσιν ανάσσοι

118τὰ φρονέων, μνηστῆρσι μεθήμενος, είσιδ̓ Αθήνην

119βῆ δ̓ ιθὺς προθύροιο, νεμεσσήθη δ̓ ενὶ θυμῷ
120ξεῖνον δηθὰ θύρῃσιν εφεστάμεν
εγγύθι δὲ στὰς
121χεῖῤ ἕλε δεξιτερὴν καὶ εδέξατο χάλκεον έγχος,
122καί μιν φωνήσας έπεα πτερόεντα προσηύδα

123χαῖρε, ξεῖνε, παῤ άμμι φιλήσεαι·
αυτὰρ έπειτα
124δείπνου πασσάμενος μυθήσεαι ὅττεό σε χρή.

125ὣς ειπὼν ηγεῖθ̓, δ̓ ἕσπετο Παλλὰς Αθήνη

126οἱ δ̓ ὅτε δή ῥ̓ έντοσθεν έσαν δόμου ὑψηλοῖο,
127έγχος μέν ῥ̓ έστησε φέρων πρὸς κίονα μακρὴν
128δουροδόκης έντοσθεν ευξόου, ένθα περ άλλα
129έγχἐ Οδυσσῆος ταλασίφρονος ἵστατο πολλά,
130αυτὴν δ̓ ες θρόνον εἷσεν άγων, ὑπὸ λῖτα πετάσσας,
131καλὸν δαιδάλεον
ὑπὸ δὲ θρῆνυς ποσὶν ῆεν
132πὰρ δ̓ αυτὸς κλισμὸν θέτο ποικίλον, έκτοθεν άλλων
133μνηστήρων, μὴ ξεῖνος ανιηθεὶς ορυμαγδῷ
134δείπνῳ ἁδήσειεν, ὑπερφιάλοισι μετελθών,
135ηδ̓ ἵνα μιν περὶ πατρὸς αποιχομένοιο έροιτο

136χέρνιβα δ̓ αμφίπολος προχόῳ επέχευε φέρουσα
137καλῇ χρυσείῃ, ὑπὲρ αργυρέοιο λέβητος,
138νίψασθαι
παρὰ δὲ ξεστὴν ετάνυσσε τράπεζαν
139σῖτον δ̓ αιδοίη ταμίη παρέθηκε φέρουσα,
140είδατα πόλλ̓ επιθεῖσα, χαριζομένη παρεόντων

141δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν αείρας
142παντοίων, παρὰ δέ σφι τίθει χρύσεια κύπελλα

143κῆρυξ δ̓ αυτοῖσιν θάμ̓ επῴχετο οινοχοεύων

144ες δ̓ ῆλθον μνηστῆρες αγήνορες
οἱ μὲν έπειτα
145ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε,
146τοῖσι δὲ κήρυκες μὲν ὕδωρ επὶ χεῖρας έχευαν,
147σῖτον δὲ δμῳαὶ παρενήνεον εν κανέοισιν,
148κοῦροι δὲ κρητῆρας επεστέψαντο ποτοῖο

149οἱ δ̓ επ̓ ονείαθ̓ ἑτοῖμα προκείμενα χεῖρας ίαλλον

150αυτὰρ επεὶ πόσιος καὶ εδητύος εξ έρον ἕντο
151μνηστῆρες, τοῖσιν μὲν ενὶ φρεσὶν άλλα μεμήλει,
152μολπή τ̓ ορχηστύς τε
τὰ γὰρ τ̓ αναθήματα δαιτός·
153κῆρυξ δ̓ εν χερσὶν κίθαριν περικαλλέα θῆκεν
154Φημίῳ, ὅς ῥ̓ ήειδε παρὰ μνηστῆρσιν ανάγκῃ

155 τοι φορμίζων ανεβάλλετο καλὸν αείδειν

156αυτὰρ Τηλέμαχος προσέφη γλαυκῶπιν Αθήνην,
157άγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθ̓ οἱ άλλοι

158ξεῖνε φίλ̓, καὶ μοι νεμεσήσεαι ὅττι κεν είπω

159τούτοισιν μὲν ταῦτα μέλει, κίθαρις καὶ αοιδή,
160ῥεῖ̓, επεὶ αλλότριον βίοτον νήποινον έδουσιν,
161ανέρος, οὗ δή που λεύκ̓ οστέα πύθεται όμβρῳ
162κείμεν̓ επ̓ ηπείρου, ειν ἁλὶ κῦμα κυλίνδει

163ει κεῖνόν γ̓ Ιθάκηνδε ιδοίατο νοστήσαντα,
164πάντες κ̓ αρησαίατ̓ ελαφρότεροι πόδας εῖναι
165 αφνειότεροι χρυσοῖό τε εσθῆτός τε

166νῦν δ̓ μὲν ὣς απόλωλε κακὸν μόρον, ου δέ τις ἡμῖν
167θαλπωρή, εί πέρ τις επιχθονίων ανθρώπων
168φῇσιν ελεύσεσθαι·
τοῦ δ̓ ώλετο νόστιμον ῆμαρ
169αλλ̓ άγε μοι τόδε ειπὲ καὶ ατρεκέως κατάλεξον

170τίς πόθεν εις ανδρῶν;
πόθι τοι πόλις ηδὲ τοκῆες;
171ὁπποίης τ̓ επὶ νηὸς αφίκεο
πῶς δέ σε ναῦται
172ήγαγον εις Ιθάκην
τίνες έμμεναι ευχετόωντο
173ου μὲν γὰρ τί σε πεζὸν οίομαι ενθάδ̓ ἱκέσθαι

174καί μοι τοῦτ̓ αγόρευσον ετήτυμον, όφῤ εὺ ειδῶ,
175ηὲ νέον μεθέπεις καὶ πατρώιός εσσι
176ξεῖνος, επεὶ πολλοὶ ίσαν ανέρες ἡμέτερον δῶ
177άλλοι, επεὶ καὶ κεῖνος επίστροφος ῆν ανθρώπων.

178τὸν δ̓ αῦτε προσέειπε θεά, γλαυκῶπις Αθήνη

179τοιγὰρ εγώ τοι ταῦτα μάλ̓ ατρεκέως αγορεύσω

180Μέντης Αγχιάλοιο δαΐφρονος εύχομαι εῖναι
181υἱός, ατὰρ Ταφίοισι φιληρέτμοισιν ανάσσω

182νῦν δ̓ ὧδε ξὺν νηὶ κατήλυθον ηδ̓ ἑτάροισιν
183πλέων επὶ οίνοπα πόντον επ̓ αλλοθρόους ανθρώπους,
184ες Τεμέσην μετὰ χαλκόν, άγω δ̓ αίθωνα σίδηρον

185νηῦς δέ μοι ήδ̓ ἕστηκεν επ̓ αγροῦ νόσφι πόληος,
186εν λιμένι Ῥείθρῳ ὑπὸ Νηίῳ ὑλήεντι

187ξεῖνοι δ̓ αλλήλων πατρώιοι ευχόμεθ̓ εῖναι
188εξ αρχῆς, εί πέρ τε γέροντ̓ είρηαι επελθὼν
189Λαέρτην ἥρωα, τὸν ουκέτι φασὶ πόλινδε
190έρχεσθ̓, αλλ̓ απάνευθεν επ̓ αγροῦ πήματα πάσχειν
191γρηὶ σὺν αμφιπόλῳ, οἱ βρῶσίν τε πόσιν τε
192παρτιθεῖ, εῦτ̓ άν μιν κάματος κατὰ γυῖα λάβῃσιν
193ερπύζοντ̓ ανὰ γουνὸν αλωῆς οινοπέδοιο

194νῦν δ̓ ῆλθον
δὴ γάρ μιν έφαντ̓ επιδήμιον εῖναι,
195σὸν πατέῤ
αλλά νυ τόν γε θεοὶ βλάπτουσι κελεύθου
196ου γάρ πω τέθνηκεν επὶ χθονὶ δῖος Οδυσσεύς,
197αλλ̓ έτι που ζωὸς κατερύκεται ευρέι πόντῳ
198νήσῳ εν αμφιρύτῃ, χαλεποὶ δέ μιν άνδρες έχουσιν
199άγριοι, οἵ που κεῖνον ερυκανόωσ̓ αέκοντα.

200αυτὰρ νῦν τοι εγὼ μαντεύσομαι, ὡς ενὶ θυμῷ
201αθάνατοι βάλλουσι καὶ ὡς τελέεσθαι οίω,
202ούτε τι μάντις εὼν ούτ̓ οιωνῶν σάφα ειδώς

203ού τοι έτι δηρόν γε φίλης απὸ πατρίδος αίης
204έσσεται, ουδ̓ εί πέρ τε σιδήρεα δέσματ̓ έχῃσιν

205φράσσεται ὥς κε νέηται, επεὶ πολυμήχανός εστιν

206αλλ̓ άγε μοι τόδε ειπὲ καὶ ατρεκέως κατάλεξον,
207ει δὴ εξ αυτοῖο τόσος πάϊς εις Οδυσῆος

208αινῶς μὲν κεφαλήν τε καὶ όμματα καλὰ έοικας
209κείνῳ, επεὶ θαμὰ τοῖον εμισγόμεθ̓ αλλήλοισιν,
210πρίν γε τὸν ες Τροίην αναβήμεναι, ένθα περ άλλοι
211Αργείων οἱ άριστοι έβαν κοίλῃς ενὶ νηυσίν

212εκ τοῦ δ̓ ούτ̓ Οδυσῆα εγὼν ίδον ούτ̓ έμ̓ εκεῖνος.

213τὴν δ̓ αῦ Τηλέμαχος πεπνυμένος αντίον ηύδα

214τοιγὰρ εγώ τοι, ξεῖνε, μάλ̓ ατρεκέως αγορεύσω

215μήτηρ μέν τέ μέ φησι τοῦ έμμεναι, αυτὰρ εγώ γε
216ουκ οῖδ̓
ου γάρ πώ τις ἑὸν γόνον αυτὸς ανέγνω
217ὡς δὴ εγώ γ̓ όφελον μάκαρός νύ τευ έμμεναι υἱὸς
218ανέρος, ὃν κτεάτεσσιν ἑοῖς έπι γῆρας έτετμε

219νῦν δ̓ ὃς αποτμότατος γένετο θνητῶν ανθρώπων,
220τοῦ μ̓ έκ φασι γενέσθαι, επεὶ σύ με τοῦτ̓ ερεείνεις.

221τὸν δ̓ αῦτε προσέειπε θεά, γλαυκῶπις Αθήνη

222ου μέν τοι γενεήν γε θεοὶ νώνυμνον οπίσσω
223θῆκαν, επεὶ σέ γε τοῖον εγείνατο Πηνελόπεια

224αλλ̓ άγε μοι τόδε ειπὲ καὶ ατρεκέως κατάλεξον

225τίς δαίς, τίς δὲ ὅμιλος όδ̓ έπλετο
τίπτε δέ σε χρεώ
226ειλαπίνη ηὲ γάμος
επεὶ ουκ έρανος τάδε γ̓ εστίν
227ὥς τέ μοι ὑβρίζοντες ὑπερφιάλως δοκέουσι
228δαίνυσθαι κατὰ δῶμα
νεμεσσήσαιτό κεν ανὴρ
229αίσχεα πόλλ̓ ὁρόων, ὅς τις πινυτός γε μετέλθοι.

230τὴν δ̓ αῦ Τηλέμαχος πεπνυμένος αντίον ηύδα

231ξεῖν̓, επεὶ ὰρ δὴ ταῦτά μ̓ ανείρεαι ηδὲ μεταλλᾷς,
232μέλλεν μέν ποτε οῖκος όδ̓ αφνειὸς καὶ αμύμων
233έμμεναι, όφῤ έτι κεῖνος ανὴρ επιδήμιος ῆεν

234νῦν δ̓ ἑτέρως εβόλοντο θεοὶ κακὰ μητιόωντες,
235οἳ κεῖνον μὲν άιστον εποίησαν περὶ πάντων
236ανθρώπων, επεὶ ού κε θανόντι περ ῶδ̓ ακαχοίμην,
237ει μετὰ οἷς ἑτάροισι δάμη Τρώων ενὶ δήμῳ,
238ηὲ φίλων εν χερσίν, επεὶ πόλεμον τολύπευσεν.

239τῷ κέν οἱ τύμβον μὲν εποίησαν Παναχαιοί,
240ηδέ κε καὶ παιδὶ μέγα κλέος ήρατ̓ οπίσσω

241νῦν δέ μιν ακλειῶς ἅρπυιαι ανηρείψαντο

242οίχετ̓ άιστος άπυστος, εμοὶ δ̓ οδύνας τε γόους τε
243κάλλιπεν
ου δέ τι κεῖνον οδυρόμενος στεναχίζω
244οῖον, επεί νύ μοι άλλα θεοὶ κακὰ κήδἐ έτευξαν

245ὅσσοι γὰρ νήσοισιν επικρατέουσιν άριστοι,
246Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ,
247ηδ̓ ὅσσοι κραναὴν Ιθάκην κάτα κοιρανέουσιν,
248τόσσοι μητέῤ εμὴν μνῶνται, τρύχουσι δὲ οῖκον

249 δ̓ ούτ̓ αρνεῖται στυγερὸν γάμον ούτε τελευτὴν
250ποιῆσαι δύναται
τοὶ δὲ φθινύθουσιν έδοντες
251οῖκον εμόν
τάχα δή με διαρραίσουσι καὶ αυτόν.
252τὸν δ̓ επαλαστήσασα προσηύδα Παλλὰς Αθήνη

253 πόποι, δὴ πολλὸν αποιχομένου Οδυσῆος
254δεύῃ, κε μνηστῆρσιν αναιδέσι χεῖρας εφείη

255ει γὰρ νῦν ελθὼν δόμου εν πρώτῃσι θύρῃσι
256σταίη, έχων πήληκα καὶ ασπίδα καὶ δύο δοῦρε,
257τοῖος εὼν οἷόν μιν εγὼ τὰ πρῶτ̓ ενόησα
258οίκῳ εν ἡμετέρῳ πίνοντά τε τερπόμενόν τε,
259εξ Εφύρης ανιόντα παῤ Ίλου Μερμερίδαο -
261ῴχετο γὰρ καὶ κεῖσε θοῆς επὶ νηὸς Οδυσσεὺς
262φάρμακον ανδροφόνον διζήμενος, όφρα οἱ είη
263ιοὺς χρίεσθαι χαλκήρεας
αλλ̓ μὲν ού οἱ
264δῶκεν, επεί ῥα θεοὺς νεμεσίζετο αιὲν εόντας,
265αλλὰ πατήρ οἱ δῶκεν εμός
φιλέεσκε γὰρ αινῶς -
266τοῖος εὼν μνηστῆρσιν ὁμιλήσειεν Οδυσσεύς

267πάντες κ̓ ωκύμοροί τε γενοίατο πικρόγαμοί τε

268αλλ̓ τοι μὲν ταῦτα θεῶν εν γούνασι κεῖται,
269ή κεν νοστήσας αποτίσεται, ῆε καὶ ουκί,
270οἷσιν ενὶ μεγάροισι
σὲ δὲ φράζεσθαι άνωγα, ὅππως κε μνηστῆρας απώσεαι εκ μεγάροιο
271ει δ̓ άγε νῦν ξυνίει καὶ εμῶν εμπάζεο μύθων

272αύριον εις αγορὴν καλέσας ἥρωας Αχαιοὺς
273μῦθον πέφραδε πᾶσι, θεοὶ δ̓ επὶ μάρτυροι έστων

274μνηστῆρας μὲν επὶ σφέτερα σκίδνασθαι άνωχθι,
275μητέρα δ̓, εί οἱ θυμὸς εφορμᾶται γαμέεσθαι,
276ὰψ ίτω ες μέγαρον πατρὸς μέγα δυναμένοιο

277οἱ δὲ γάμον τεύξουσι καὶ αρτυνέουσιν έεδνα
278πολλὰ μάλ̓, ὅσσα έοικε φίλης επὶ παιδὸς ἕπεσθαι

279σοὶ δ̓ αυτῷ πυκινῶς ὑποθήσομαι, αί κε πίθηαι

280νῆ̓ άρσας ερέτῃσιν εείκοσιν, τις αρίστη,
281έρχεο πευσόμενος πατρὸς δὴν οιχομένοιο,
282ήν τίς τοι είπῃσι βροτῶν, όσσαν ακούσῃς
283εκ Διός, τε μάλιστα φέρει κλέος ανθρώποισι.

284πρῶτα μὲν ες Πύλον ελθὲ καὶ είρεο Νέστορα δῖον,
285κεῖθεν δὲ Σπάρτηνδε παρὰ ξανθὸν Μενέλαον·

286ὃς γὰρ δεύτατος ῆλθεν Αχαιῶν χαλκοχιτώνων

287ει μέν κεν πατρὸς βίοτον καὶ νόστον ακούσῃς,
288 τ̓ ὰν τρυχόμενός περ έτι τλαίης ενιαυτόν

289ει δέ κε τεθνηῶτος ακούσῃς μηδ̓ έτ̓ εόντος,
290νοστήσας δὴ έπειτα φίλην ες πατρίδα γαῖαν
291σῆμά τέ οἱ χεῦαι καὶ επὶ κτέρεα κτερεΐξαι
292πολλὰ μάλ̓, ὅσσα έοικε, καὶ ανέρι μητέρα δοῦναι.

293αυτὰρ επὴν δὴ ταῦτα τελευτήσῃς τε καὶ έρξῃς,
294φράζεσθαι δὴ έπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν
295ὅππως κε μνηστῆρας ενὶ μεγάροισι τεοῖσι
296κτείνῃς ηὲ δόλῳ αμφαδόν
ου δέ τί σε χρὴ
297νηπιάας οχέειν, επεὶ ουκέτι τηλίκος εσσι

298 ουκ αίεις οἷον κλέος έλλαβε δῖος Ορέστης
299πάντας επ̓ ανθρώπους, επεὶ έκτανε πατροφονῆα,
300Αίγισθον δολόμητιν, οἱ πατέρα κλυτὸν έκτα

301καὶ σύ, φίλος, μάλα γάρ σ̓ ὁρόω καλόν τε μέγαν τε,
302άλκιμος έσσ̓, ἵνα τίς σε καὶ οψιγόνων εὺ είπῃ.

303αυτὰρ εγὼν επὶ νῆα θοὴν κατελεύσομαι ήδη
304ηδ̓ ἑτάρους, οἵ πού με μάλ̓ ασχαλόωσι μένοντες

305σοὶ δ̓ αυτῷ μελέτω, καὶ εμῶν εμπάζεο μύθων.

306τὴν δ̓ αῦ Τηλέμαχος πεπνυμένος αντίον ηύδα

307ξεῖν̓, τοι μὲν ταῦτα φίλα φρονέων αγορεύεις,
308ὥς τε πατὴρ παιδί, καὶ ού ποτε λήσομαι αυτῶν.

309αλλ̓ άγε νῦν επίμεινον, επειγόμενός περ ὁδοῖο,
310όφρα λοεσσάμενός τε τεταρπόμενός τε φίλον κῆρ,
311δῶρον έχων επὶ νῆα κίῃς, χαίρων ενὶ θυμῷ,
312τιμῆεν, μάλα καλόν, τοι κειμήλιον έσται
313εξ εμεῦ, οἷα φίλοι ξεῖνοι ξείνοισι διδοῦσι.

314τὸν δ̓ ημείβετ̓ έπειτα θεά, γλαυκῶπις Αθήνη

315μή μ̓ έτι νῦν κατέρυκε, λιλαιόμενόν περ ὁδοῖο

316δῶρον δ̓ ὅττι κέ μοι δοῦναι φίλον ῆτορ ανώγῃ,
317αῦτις ανερχομένῳ δόμεναι οῖκόνδε φέρεσθαι,
318καὶ μάλα καλὸν ἑλών
σοὶ δ̓ άξιον έσται αμοιβῆς.
319 μὲν άῤ ὣς ειποῦσ̓ απέβη γλαυκῶπις Αθήνη,
320όρνις δ̓ ὣς ανόπαια διέπτατο·
τῷ δ̓ ενὶ θυμῷ
321θῆκε μένος καὶ θάρσος, ὑπέμνησέν τέ πατρὸς
322μᾶλλον έτ̓ τὸ πάροιθεν
δὲ φρεσὶν ᾗσι νοήσας
323θάμβησεν κατὰ θυμόν
οίσατο γὰρ θεὸν εῖναι
324αυτίκα δὲ μνηστῆρας επῴχετο ισόθεος φώς

325τοῖσι δ̓ αοιδὸς άειδε περικλυτός, οἱ δὲ σιωπῇ
326ήατ̓ ακούοντες
δ̓ Αχαιῶν νόστον άειδε
327λυγρόν, ὃν εκ Τροίης επετείλατο Παλλὰς Αθήνη

328τοῦ δ̓ ὑπερωιόθεν φρεσὶ σύνθετο θέσπιν αοιδὴν
329κούρη Ικαρίοιο, περίφρων Πηνελόπεια

330κλίμακα δ̓ ὑψηλὴν κατεβήσετο οἷο δόμοιο,
331ουκ οίη, ἅμα τῇ γε καὶ αμφίπολοι δύ̓ ἕποντο.

332 δ̓ ὅτε δὴ μνηστῆρας αφίκετο δῖα γυναικῶν,
333στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,
334άντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα

335αμφίπολος δ̓ άρα οἱ κεδνὴ ἑκάτερθε παρέστη

336δακρύσασα δ̓ έπειτα προσηύδα θεῖον αοιδόν

337Φήμιε, πολλὰ γὰρ άλλα βροτῶν θελκτήρια οῖδας,
338έργ̓ ανδρῶν τε θεῶν τε, τά τε κλείουσιν αοιδοί

339τῶν ἕν γέ σφιν άειδε παρήμενος, οἱ δὲ σιωπῇ
340οῖνον πινόντων
ταύτης δ̓ αποπαύἐ αοιδῆς
341λυγρῆς, τέ μοι αιεὶ ενὶ στήθεσσι φίλον κῆρ
342τείρει, επεί με μάλιστα καθίκετο πένθος άλαστον

343τοίην γὰρ κεφαλὴν ποθέω μεμνημένη αιεί,
344ανδρός, τοῦ κλέος ευρὺ καθ̓ Ἑλλάδα καὶ μέσον Άργος.

345τὴν δ̓ αῦ Τηλέμαχος πεπνυμένος αντίον ηύδα

346μῆτερ εμή, τί τ̓ άρα φθονέεις ερίηρον αοιδὸν
347τέρπειν ὅππῃ οἱ νόος όρνυται
ού νύ τ̓ αοιδοὶ
348αίτιοι, αλλά ποθι Ζεὺς αίτιος, ὅς τε δίδωσιν
349ανδράσιν αλφηστῇσιν, ὅπως εθέλῃσιν, ἑκάστῳ.

350τούτῳ δ̓ ου νέμεσις Δαναῶν κακὸν οῖτον αείδειν·

351τὴν γὰρ αοιδὴν μᾶλλον επικλείουσ̓ άνθρωποι,
352 τις ακουόντεσσι νεωτάτη αμφιπέληται

353σοί δ̓ επιτολμάτω κραδίη καὶ θυμὸς ακούειν

354ου γὰρ Οδυσσεὺς οῖος απώλεσε νόστιμον ῆμαρ
355εν Τροίῃ, πολλοὶ δὲ καὶ άλλοι φῶτες όλοντο

356αλλ̓ εις οῖκον ιοῦσα τὰ σ̓ αυτῆς έργα κόμιζε,
357ἱστόν τ̓ ηλακάτην τε, καὶ αμφιπόλοισι κέλευε
358έργον εποίχεσθαι
μῦθος δ̓ άνδρεσσι μελήσει
359πᾶσι, μάλιστα δ̓ εμοί
τοῦ γὰρ κράτος έστ̓ ενὶ οίκῳ.
360 μὲν θαμβήσασα πάλιν οῖκόνδε βεβήκει

361παιδὸς γὰρ μῦθον πεπνυμένον ένθετο θυμῷ

362ες δ̓ υπερῷ̓ αναβᾶσα σὺν αμφιπόλοισι γυναιξὶ
363κλαῖεν έπειτ̓ Οδυσῆα φίλον πόσιν, όφρα οἱ ὕπνον
364ἡδὺν επὶ βλεφάροισι βάλε γλαυκῶπις Αθήνη.

365μνηστῆρες δ̓ ὁμάδησαν ανὰ μέγαρα σκιόεντα,
366πάντες δ̓ ηρήσαντο παραὶ λεχέεσσι κλιθῆναι

367τοῖσι δὲ Τηλέμαχος πεπνυμένος ήρχετο μύθων

368μητρὸς εμῆς μνηστῆρες ὑπέρβιον ὕβριν έχοντες,
369νῦν μὲν δαινύμενοι τερπώμεθα, μη δὲ βοητὺς
370έστω, επεὶ τόδε καλὸν ακουέμεν εστὶν αοιδοῦ
371τοιοῦδ̓ οἷος όδ̓ εστί, θεοῖς εναλίγκιος αυδήν

372ηῶθεν δ̓ αγορήνδε καθεζώμεσθα κιόντες
373πάντες, ίν̓ ὕμιν μῦθον απηλεγέως αποείπω,
374εξιέναι μεγάρων
άλλας δ̓ αλεγύνετε δαῖτας,
375ὑμὰ κτήματ̓ έδοντες, αμειβόμενοι κατὰ οίκους

376ει δ̓ ὕμιν δοκέει τόδε λωίτερον καὶ άμεινον
377έμμεναι, ανδρὸς ἑνὸς βίοτον νήποινον ολέσθαι,
378κείρετ̓
εγὼ δὲ θεοὺς επιβώσομαι αιὲν εόντας,
379αί κέ ποθι Ζεὺς δῷσι παλίντιτα έργα γενέσθαι

380νήποινοί κεν έπειτα δόμων έντοσθεν όλοισθε.

381ὣς έφαθ̓, οἱ δ̓ άρα πάντες οδὰξ εν χείλεσι φύντες
382Τηλέμαχον θαύμαζον, θαρσαλέως αγόρευεν

383τὸν δ̓ αῦτ̓ Αντίνοος προσέφη, Ευπείθεος υἱός

384Τηλέμαχ̓, μάλα δή σε διδάσκουσιν θεοὶ αυτοὶ
385ὑψαγόρην τ̓ έμεναι καὶ θαρσαλέως αγορεύειν

386μὴ σέ γ̓ εν αμφιάλῳ Ιθάκῃ βασιλῆα Κρονίων
387ποιήσειεν, τοι γενεῇ πατρώιόν εστιν.

388τὸν δ̓ αῦ Τηλέμαχος πεπνυμένος αντίον ηύδα

389Αντίνὀ, καί μοι νεμεσήσεαι ὅττι κεν είπω

390καὶ κεν τοῦτ̓ εθέλοιμι Διός γε διδόντος αρέσθαι

391 φῂς τοῦτο κάκιστον εν ανθρώποισι τετύχθαι

392ου μὲν γάρ τι κακὸν βασιλευέμεν·
αῖψά τέ οἱ δῶ
393αφνειὸν πέλεται καὶ τιμηέστερος αυτός.

394αλλ̓ τοι βασιλῆες Αχαιῶν εισὶ καὶ άλλοι
395πολλοὶ εν αμφιάλῳ Ιθάκῃ, νέοι ηδὲ παλαιοί,
396τῶν κέν τις τόδ̓ έχῃσιν, επεὶ θάνε δῖος Οδυσσεύς

397αυτὰρ εγὼν οίκοιο άναξ έσομ̓ ἡμετέροιο
398καὶ δμώων, οὕς μοι ληίσσατο δῖος Οδυσσεύς.

399τὸν δ̓ αῦτ̓ Ευρύμαχος Πολύβου πάϊς αντίον ηύδα·

400Τηλέμαχ̓, τοι ταῦτα θεῶν εν γούνασι κεῖται,
401ὅς τις εν αμφιάλῳ Ιθάκῃ βασιλεύσει Αχαιῶν

402κτήματα δ̓ αυτὸς έχοις καὶ δώμασιν οἷσιν ανάσσοις

403μὴ γὰρ γ̓ έλθοι ανὴρ ὅς τίς σ̓ αέκοντα βίηφιν
404κτήματ̓ απορραίσει, Ιθάκης έτι ναιετοώσης

405αλλ̓ εθέλω σε, φέριστε, περὶ ξείνοιο ερέσθαι,
406ὁππόθεν οὗτος ανήρ, ποίης δ̓ εξ εύχεται εῖναι
407γαίης, ποῦ δέ νύ οἱ γενεὴ καὶ πατρὶς άρουρα.

408ηέ τιν̓ αγγελίην πατρὸς φέρει ερχομένοιο,
409 ἑὸν αυτοῦ χρεῖος εελδόμενος τόδ̓ ἱκάνει

410οἷον αναΐξας άφαρ οίχεται, ουδ̓ ὑπέμεινε
411γνώμεναι
ου μὲν γάρ τι κακῷ εις ῶπα εῴκει.
412τὸν δ̓ αῦ Τηλέμαχος πεπνυμένος αντίον ηύδα

413Ευρύμαχ̓, τοι νόστος απώλετο πατρὸς εμοῖο

414ούτ̓ οῦν αγγελίῃ έτι πείθομαι, εί ποθεν έλθοι,
415ούτε θεοπροπίης εμπάζομαι, ἥν τινα μήτηρ
416ες μέγαρον καλέσασα θεοπρόπον εξερέηται

417ξεῖνος δ̓ οὗτος εμὸς πατρώιος εκ Τάφου εστίν,
418Μέντης δ̓ Αγχιάλοιο δαΐφρονος εύχεται εῖναι
419υἱός, ατὰρ Ταφίοισι φιληρέτμοισιν ανάσσει.

420ὣς φάτο Τηλέμαχος, φρεσὶ δ̓ αθανάτην θεὸν έγνω

421οἱ δ̓ εις ορχηστύν τε καὶ ἱμερόεσσαν αοιδὴν
422τρεψάμενοι τέρποντο, μένον δ̓ επὶ ἕσπερον ελθεῖν

423τοῖσι δὲ τερπομένοισι μέλας επὶ ἕσπερος ῆλθε

424δὴ τότε κακκείοντες έβαν οῖκόνδε ἕκαστος

425Τηλέμαχος δ̓, ὅθι οἱ θάλαμος περικαλλέος αυλῆς
426ὑψηλὸς δέδμητο περισκέπτῳ ενὶ χώρῳ,
427ένθ̓ έβη εις ευνὴν πολλὰ φρεσὶ μερμηρίζων

428τῷ δ̓ άῤ άμ̓ αιθομένας δαΐδας φέρε κεδνὰ ιδυῖα
429Ευρύκλεἰ, Ω͂πος θυγάτηρ Πεισηνορίδαο,
430τήν ποτε Λαέρτης πρίατο κτεάτεσσιν ἑοῖσιν
431πρωθήβην έτ̓ εοῦσαν, εεικοσάβοια δ̓ έδωκεν,
432ῖσα δέ μιν κεδνῇ αλόχῳ τίεν εν μεγάροισιν,
433ευνῇ δ̓ ού ποτ̓ έμικτο, χόλον δ̓ αλέεινε γυναικός

434 οἱ άμ̓ αιθομένας δαΐδας φέρε, καί μάλιστα
435δμῳάων φιλέεσκε, καὶ έτρεφε τυτθὸν εόντα.

436ώιξεν δὲ θύρας θαλάμου πύκα ποιητοῖο,
437ἕζετο δ̓ εν λέκτρῳ, μαλακὸν δ̓ έκδυνε χιτῶνα

438καὶ τὸν μὲν γραίης πυκιμηδέος έμβαλε χερσίν

439 μὲν τὸν πτύξασα καὶ ασκήσασα χιτῶνα,
440πασσάλῳ αγκρεμάσασα παρὰ τρητοῖσι λέχεσσι
441βῆ ῥ̓ ίμεν εκ θαλάμοιο, θύρην δ̓ επέρυσσε κορώνῃ
442αργυρέῃ, επὶ δὲ κληῖδ̓ ετάνυσσεν ἱμάντι

443ένθ̓ γε παννύχιος, κεκαλυμμένος οιὸς