Aeschylus

Libation Bearers    —    Χοηφόροι

Ὀρέστης

1Ἑρμῆ χθόνιε, πατρῷ̓ εποπτεύων κράτη,
2σωτὴρ γενοῦ μοι ξύμμαχός τ̓ αιτουμένῳ

3ἥκω γὰρ ες γῆν τήνδε καὶ κατέρχομαι

4τύμβου δ̓ επ̓ όχθῳ τῷδε κηρύσσω πατρὶ
5κλύειν, ακοῦσαι
6πλόκαμον Ινάχῳ θρεπτήριον.

8τὸν δεύτερον δὲ τόνδε πενθητήριον

9ου γὰρ παρὼν ῴμωξα σόν, πάτερ, μόρον
11ου δ̓ εξέτεινα χεῖῤ επ̓ εκφορᾷ νεκροῦ
τί χρῆμα λεύσσω τίς ποθ̓ ήδ̓ ὁμήγυρις
11στείχει γυναικῶν φάρεσιν μελαγχίμοις
12πρέπουσα
ποίᾳ ξυμφορᾷ προσεικάσω
13πότερα δόμοισι πῆμα προσκυρεῖ νέον

14 πατρὶ τὠμῷ τάσδ̓ επεικάσας τύχω
15χοὰς φερούσας νερτέροις μειλίγματα;

16ουδέν ποτ̓ άλλο·
καὶ γὰρ Ηλέκτραν δοκῶ
17στείχειν αδελφὴν τὴν εμὴν πένθει λυγρῷ
18πρέπουσαν.
Ζεῦ, δός με τείσασθαι μόρον
19πατρός, γενοῦ δὲ σύμμαχος θέλων εμοί

20Πυλάδη, σταθῶμεν εκποδών, ὡς ὰν σαφῶς
21μάθω γυναικῶν ἥτις ἥδε προστροπή.

Χορός

22ιαλτὸς εκ δόμων έβαν
23χοὰς προπομπὸς οξύχειρι σὺν κτύπῳ

24πρέπει παρηὶς φοινίοις αμυγμοῖς
25όνυχος άλοκι νεοτόμῳ·

26δἰ αιῶνος δ̓ ιυγμοῖσι βόσκεται κέαρ

27λινοφθόροι δ̓ ὑφασμάτων
28λακίδες έφλαδον υπ̓ άλγεσιν,
29προστέρνῳ στολμῷ
30πέπλων αγελάστοις
31ξυμφοραῖς πεπληγμένων

Χορός

32τορὸς δὲ Φοῖβος ορθόθριξ
33δόμων ονειρόμαντις, εξ ὕπνου κότον
34πνέων, αωρόνυκτον αμβόαμα
35μυχόθεν έλακε περὶ φόβῳ,
36γυναικείοισιν εν δώμασιν βαρὺς πίτνων

37κριταί τε τῶνδ̓ ονειράτων
38θεόθεν έλακον ὑπέγγυοι
39μέμφεσθαι τοὺς γᾶς
40νέρθεν περιθύμως
41τοῖς κτανοῦσί τ̓ εγκοτεῖν

Χορός

42τοιάνδε χάριν αχάριτον απότροπον κακῶν,
43ιὼ γαῖα μαῖα,
44μωμένα μ̓ ιάλλει
46δύσθεος γυνά

47φοβοῦμαι δ̓ έπος τόδ̓ εκβαλεῖν

48τί γὰρ λύτρον πεσόντος αἵματος πέδοι;

49ιὼ πάνοιζυς ἑστία,
50ιὼ κατασκαφαὶ δόμων.

51ανήλιοι βροτοστυγεῖς
52δνόφοι καλύπτουσι δόμους
53δεσποτῶν θανάτοισι

Χορός

54σέβας δ̓ άμαχον αδάματον απόλεμον τὸ πρὶν
56δἰ ώτων φρενός τε
57δαμίας περαῖνον
58νῦν αφίσταται
φοβεῖ-
59ται δέ τις
τὸ δ̓ ευτυχεῖν,
60τόδ̓ εν βροτοῖς θεός τε καὶ θεοῦ πλέον.

61ῥοπὴ δ̓ επισκοπεῖ δίκας
62ταχεῖα τοὺς μὲν εν φάει,
63τὰ δ̓ εν μεταιχμίῳ σκότου
64μένει χρονίζοντας άχη [βρύει],
65τοὺς δ̓ άκραντος έχει νύξ

Χορός

66δἰ αίματ̓ εκποθένθ̓ ὑπὸ χθονὸς τροφοῦ
67τίτας φόνος πέπηγεν ου διαρρύδαν

68διαλγὴς δ̓ άτα διαφέρει
69τὸν αίτιον παναρκέτας νόσου βρύειν

Χορός

71θιγόντι δ̓ ούτι νυμφικῶν ἑδωλίων
72άκος, πόροι τε πάντες εκ μιᾶς ὁδοῦ
73προ βαίνοντες τὸν χερομυσῆ
74φόνον καθαίροντες ίθυσαν μάταν.

Χορός

75εμοὶ δ̓ - ανάγκαν γὰρ αμφίπτολιν
76θεοὶ προσήνεγκαν·
[εκ γὰρ οίκων
77πατρῴων δούλιόν μ̓ εσᾶγον αῖσαν ]-
78δίκαια καὶ μὴ δίκαια αρχὰς πρέπον
79βίᾳ φρενῶν αινέσαι
81πικρὸν στύγος κρατούσῃ.

82δακρύω δ̓ υφ̓ εἱμάτων
83ματαίοισι δεσποτᾶν
84τύχαις, κρυφαίοις πένθεσιν παχνουμένη

Ἠλέκτρα

84δμωαὶ γυναῖκες, δωμάτων ευθήμονες,
85επεὶ πάρεστε τῆσδε προστροπῆς εμοὶ
86πομποί, γένεσθε τῶνδε σύμβουλοι πέρι

87τί φῶ χέουσα τάσδε κηδείους χοάς

88πῶς εύφρον̓ είπω, πῶς κατεύξομαι πατρί

89πότερα λέγουσα παρὰ φίλης φίλῳ φέρειν
90γυναικὸς ανδρί, τῆς εμῆς μητρὸς πάρα;

91τῶνδ̓ ου πάρεστι θάρσος, ου δ̓ έχω τί φῶ,
92χέουσα τόνδε πέλανον εν τύμβῳ πατρός

93 τοῦτο φάσκω τοὔπος, ὡς νόμος βροτοῖς,
94έσθλ̓ αντιδοῦναι τοῖσι πέμπουσιν τάδε
95στέφη, δόσιν γε τῶν κακῶν επαξίαν;

96 σῖγ̓ ατίμως, ὥσπερ οῦν απώλετο
97πατήρ, τάδ̓ εκχέασα, γάποτον χύσιν,
98στείχω καθάρμαθ̓ ὥς τις εκπέμψας πάλιν
99δικοῦσα τεῦχος αστρόφοισιν όμμασιν;

100τῆσδ̓ εστὲ βουλῆς, φίλαι, μεταίτιαι

101κοινὸν γὰρ έχθος εν δόμοις νομίζομεν

102μὴ κεύθετ̓ ένδον καρδίας φόβῳ τινός

103τὸ μόρσιμον γὰρ τόν τ̓ ελεύθερον μένει
104καὶ τὸν πρὸς άλλης δεσποτούμενον χερός

105λέγοις άν, εί τι τῶνδ̓ έχοις ὑπέρτερον

Χορός

106αιδουμένη σοι βωμὸν ὡς τύμβον πατρὸς
107λέξω, κελεύεις γάρ, τὸν εκ φρενὸς λόγον.

108λέγοις άν, ὥσπερ ῃδέσω τάφον πατρός

109φθέγγου χέουσα κεδνὰ τοῖσιν εύφροσιν

110τίνας δὲ τούτους τῶν φίλων προσεννέπω

111πρῶτον μὲν αὑτὴν χὤστις Αίγισθον στυγεῖ.

112εμοί τε καὶ σοί τἄῤ επεύξομαι τάδε

113αυτὴ σὺ ταῦτα μανθάνουσ̓ ήδη φράσαι

114τίν̓ οῦν έτ̓ άλλον τῇδε προστιθῶ στάσει

115μέμνησ̓ Ορέστου, κεἰ θυραῖός εσθ̓ ὅμως

116εῦ τοῦτο, κἀφρένωσας ουχ ἥκιστά με.

117τοῖς αιτίοις νῦν τοῦ φόνου μεμνημένη -

118τί φῶ
δίδασκ̓ άπειρον εξηγουμένη
119ελθεῖν τιν̓ αυτοῖς δαίμον̓ βροτῶν τινα -

120πότερα δικαστὴν δικηφόρον λέγεις

121ἅπλῶς τι φράζουσ̓, ὅστις ανταποκτενεῖ.

122καὶ ταῦτά μοὐστὶν ευσεβῆ θεῶν πάρα

123πῶς δ̓ ου τὸν εχθρὸν ανταμείβεσθαι κακοῖς;

124κῆρυξ μέγιστε τῶν άνω τε καὶ κάτω,
125άρηξον, Ἑρμῆ χθόνιε, κηρύξας εμοὶ
125τοὺς γῆς ένερθε δαίμονας κλύειν εμὰς
126ευχάς, πατρῴων δωμάτων επισκόπους,
127καὶ Γαῖαν αυτήν, τὰ πάντα τίκτεται,
128θρέψασά τ̓ αῦθις τῶνδε κῦμα λαμβάνει

129κἀγὼ χέουσα τάσδε χέρνιβας βροτοῖς
130λέγω καλοῦσα πατέῤ, εποίκτιρόν τ̓ εμὲ
131φίλον τ̓ Ορέστην
πῶς ανάξομεν δόμοις
132πεπραμένοι γὰρ νῦν γέ πως αλώμεθα
133πρὸς τῆς τεκούσης, άνδρα δ̓ αντηλλάξατο
134Αίγισθον, ὅσπερ σοῦ φόνου μεταίτιος.

135κἀγὼ μὲν αντίδουλος·
εκ δὲ χρημάτων
136φεύγων Ορέστης εστίν, οἱ δ̓ ὑπερκόπως
137εν τοῖσι σοῖς πόνοισι χλίουσιν μέγα

138ελθεῖν δ̓ Ορέστην δεῦρο σὺν τύχῃ τινὶ
139κατεύχομαί σοι, καὶ σὺ κλῦθί μου, πάτερ

140αυτῇ τέ μοι δὸς σωφρονεστέραν πολὺ
141μητρὸς γενέσθαι χεῖρά τ̓ ευσεβεστέραν

142ἡμῖν μὲν ευχὰς τάσδε, τοῖς δ̓ εναντίοις
143λέγω φανῆναί σου, πάτερ, τιμάορον,
144καὶ τοὺς κτανόντας αντικατθανεῖν δίκῃ.

145ταῦτ̓ εν μέσῳ τίθημι τῆς καλῆς αρᾶς,
146κείνοις λέγουσα τήνδε τὴν κακὴν αράν

147ἡμῖν δὲ πομπὸς ίσθι τῶν εσθλῶν άνω,
148σὺν θεοῖσι καὶ γῇ καὶ δίκῃ νικηφόρῳ

149τοιαῖσδ̓ επ̓ ευχαῖς τάσδ̓ επισπένδω χοάς

150ὑμᾶς δὲ κωκυτοῖς επανθίζειν νόμος,
151παιᾶνα τοῦ θανόντος εξαυδωμένας.

Χορός

152ἵετε δάκρυ καναχὲς ολόμενον
153ολομένῳ δεσπότᾳ
154πρὸς έρυμα τόδε κακῶν, κεδνῶν τ̓
155απότροπον άγος απεύχετον
156κεχυμένων χοᾶν
κλύε δέ μοι, κλύε, σέ -
157βας δέσποτ̓, εξ αμαυρᾶς φρενός.

158οτοτοτοτοτοτοτοῖ,
159ίτω τις δορυ -
160σθενὴς ανήρ, αναλυτὴρ δόμων,
161Σκυθικά τ̓ εν χεροῖν παλίντον̓
162εν έργῳ βέλη πιπάλλων Άρης
163σχέδιά τ̓ αυτόκωπα νωμῶν ξίφη

Ἠλέκτρα

164έχει μὲν ήδη γαπότους χοὰς πατήρ
165νέου δὲ μύθου τοῦδε κοινωνήσατε

166λέγοις άν
ορχεῖται δὲ καρδία φόβῳ
167ὁρῶ τομαῖον τόνδε βόστρυχον τάφῳ

168τίνος ποτ̓ ανδρός, βαθυζώνου κόρης;

169ευξύμβολον τόδ̓ εστὶ παντὶ δοξάσαι

171πῶς οῦν;
παλαιὰ παρὰ νεωτέρας μάθω
172ουκ έστιν ὅστις πλὴν εμοῦ κείραιτό νιν

173εχθροὶ γὰρ οἷς προσῆκε πενθῆσαι τριχί.

174καὶ μὴν όδ̓ εστὶ κάρτ̓ ιδεῖν ὁμόπτερος

175ποίαις εθείραις;
τοῦτο γὰρ θέλω μαθεῖν
176αυτοῖσιν ἡμῖν κάρτα προσφερὴς ιδεῖν.

177μῶν οῦν Ορέστου κρύβδα δῶρον ῆν τόδε

178μάλιστ̓ εκείνου βοστρύχοις προσείδεται

179καὶ πῶς εκεῖνος δεῦῤ ετόλμησεν μολεῖν

180έπεμψε χαίτην κουρίμην χάριν πατρός

181ουχ ἧσσον ευδάκρυτά μοι λέγεις τάδε,
182ει τῆσδε χώρας μήποτε ψαύσει ποδί

183κἀμοὶ προσέστη καρδίας κλυδώνιον
184χολῆς, επαίσθην δ̓ ὡς διανταίῳ βέλει·

185εξ ομμάτων δὲ δίψιοι πίπτουσί μοι
186σταγόνες άφρακτοι δυσχίμου πλημμυρίδος,
187πλόκαμον ιδούσῃ τόνδε
πῶς γὰρ ελπίσω
188αστῶν τιν̓ άλλον τῆσδε δεσπόζειν φόβης

189αλλ̓ ου δὲ μήν νιν κτανοῦσ̓ εκείρατο,
190εμὴ δὲ μήτηρ, ουδαμῶς επώνυμον
191φρόνημα παισὶ δύσθεον πεπαμένη

192εγὼ δ̓ ὅπως μὲν άντικρυς τάδ̓ αινέσω,
193εῖναι τόδ̓ αγλάισμά μοι τοῦ φιλτάτου
194βροτῶν Ορέστου - σαίνομαι δ̓ υπ̓ ελπίδος.
φεῦ .

Ἠλέκτρα

195είθ̓ εῖχε φωνὴν εύφρον̓ αγγέλου δίκην,
196ὅπως δίφροντις οῦσα μὴ κινυσσόμην, αλλ̓ εῦ σαφήνει
197τόνδ̓ αποπτύσαι πλόκον,
198είπερ γ̓ απ̓ εχθροῦ κρατὸς ῆν τετμημένος,
199 ξυγγενὴς ὼν εῖχε συμπενθεῖν εμοὶ
200άγαλμα τύμβου τοῦδε καὶ τιμὴν πατρός

201αλλ̓ ειδότας μὲν τοὺς θεοὺς καλούμεθα,
202οἵοισιν εν χειμῶσι ναυτίλων δίκην
203στροβούμεθ̓
ει δὲ χρὴ τυχεῖν σωτηρίας,
204σμικροῦ γένοιτ̓ ὰν σπέρματος μέγας πυθμήν

205καὶ μὴν στίβοι γε, δεύτερον τεκμήριον,
206ποδῶν ὅμοιοι τοῖς τ̓ εμοῖσιν εμφερεῖς -
207καὶ γὰρ δύ̓ εστὸν τώδε περιγραφὰ ποδοῖν,
208αυτοῦ τ̓ εκείνου καὶ συνεμπόρου τινός.

209πτέρναι τενόντων θ̓ ὑπογραφαὶ μετρούμεναι
210εις ταὐτὸ συμβαίνουσι τοῖς εμοῖς στίβοις

211πάρεστι δ̓ ωδὶς καὶ φρενῶν καταφθορά

212εύχου τὰ λοιπά, τοῖς θεοῖς τελεσφόρους
213ευχὰς επαγγέλλουσα, τυγχάνειν καλῶς

214επεὶ τί νῦν ἕκατι δαιμόνων κυρῶ;

215εις όψιν ἥκεις ὧνπερ εξηύχου πάλαι

216καὶ τίνα σύνοισθά μοι καλουμένῃ βροτῶν

217σύνοιδ̓ Ορέστην πολλά σ̓ εκπαγλουμένην

218καὶ πρὸς τί δῆτα τυγχάνω κατευγμάτων

219όδ̓ ειμί
μὴ μάτεὐ εμοῦ μᾶλλον φίλον
220αλλ̓ δόλον τιν̓, ξέν̓, αμφί μοι πλέκεις

221αυτὸς καθ̓ αὑτοῦ τἄρα μηχανορραφῶ

222αλλ̓ εν κακοῖσι τοῖς εμοῖς γελᾶν θέλεις

223κἀν τοῖς εμοῖς άῤ, είπερ έν γε τοῖσι σοῖς

224ὡς όντ̓ Ορέστην τάδε σ̓ εγὼ προσεννέπω;

Ὀρέστης

225αυτὸν μὲν οῦν ὁρῶσα δυσμαθεῖς εμέ
226κουρὰν δ̓ ιδοῦσα τήνδε κηδείου τριχὸς
227ιχνοσκοποῦσά τ̓ εν στίβοισι τοῖς εμοῖς ανεπτερώθης κἀδόκεις ὁρᾶν εμέ.

228σκέψαι τομῇ προσθεῖσα βόστρυχον τριχὸς σαυτῆς αδελφοῦ σύμμετρον τὠμῷ κάρᾳ

230ιδοῦ δ̓ ὕφασμα τοῦτο, σῆς έργον χερός,
232σπάθης τε πληγὰς ηδὲ θήρειον γραφήν

233ένδον γενοῦ, χαρᾷ δὲ μὴ κπλαγῇς φρένας

234τοὺς φιλτάτους γὰρ οῖδα νῷν όντας πικρούς

235 φίλτατον μέλημα δώμασιν πατρός,
236δακρυτὸς ελπὶς σπέρματος σωτηρίου,
237αλκῇ πεποιθὼς δῶμ̓ ανακτήσῃ πατρός

238 τερπνὸν όμμα τέσσαρας μοίρας έχον
239εμοί·
προσαυδᾶν δ̓ εστ̓ αναγκαίως έχον
240πατέρα τε, καὶ τὸ μητρὸς ες σέ μοι ῥέπει
241στέργηθρον
δὲ πανδίκως εχθαίρεται
242καὶ τῆς τυθείσης νηλεῶς ὁμοσπόρου·

243πιστὸς δ̓ αδελφὸς ῆσθ̓, εμοὶ σέβας φέρων
244μόνος
Κράτος τε καὶ Δίκη σὺν τῷ τρίτῳ
245πάντων μεγίστῳ Ζηνὶ συγγένοιτό σοι

246Ζεῦ Ζεῦ, θεωρὸς τῶνδε πραγμάτων γενοῦ

247ιδοῦ δὲ γένναν εῦνιν αιετοῦ πατρός,
248θανόντος εν πλεκταῖσι καὶ σπειράμασιν
249δεινῆς εχίδνης
τοὺς δ̓ απωρφανισμένους
250νῆστις πιέζει λιμός
ου γὰρ εντελεῖς
251θήραν πατρῴαν προσφέρειν σκηνήμασιν.

252οὕτω δὲ κἀμὲ τήνδε τ̓, Ηλέκτραν λέγω,
253ιδεῖν πάρεστί σοι, πατροστερῆ γόνον,
254άμφω φυγὴν έχοντε τὴν αυτὴν δόμων

255καὶ τοῦ θυτῆρος καί σε τιμῶντος μέγα
256πατρὸς νεοσσοὺς τούσδ̓ αποφθείρας πόθεν
257ἕξεις ὁμοίας χειρὸς εύθοινον γέρας

258ού τ̓ αιετοῦ γένεθλ̓ αποφθείρας, πάλιν
259πέμπειν έχοις ὰν σήματ̓ ευπιθῆ βροτοῖς

260ού τ̓ αρχικός σοι πᾶς όδ̓ αυανθεὶς πυθμὴν
261βωμοῖς αρήξει βουθύτοις εν ήμασιν

262κόμιζ̓, απὸ σμικροῦ δ̓ ὰν άρειας μέγαν
263δόμον, δοκοῦντα κάρτα νῦν πεπτωκέναι

Χορός

264 παῖδες, σωτῆρες ἑστίας πατρός,
265σιγᾶθ̓, ὅπως μὴ πεύσεταί τις, τέκνα,
266γλώσσης χάριν δὲ πάντ̓ απαγγείλῃ τάδε
267πρὸς τοὺς κρατοῦντας
οὓς ίδοιμ̓ εγώ ποτε
268θανόντας εν κηκῖδι πισσήρει φλογός

269ούτοι προδώσει Λοξίου μεγασθενὴς
270χρησμὸς κελεύων τόνδε κίνδυνον περᾶν,
271κἀξορθιάζων πολλὰ καὶ δυσχειμέρους
272άτας υφ̓ ἧπαρ θερμὸν εξαυδώμενος,
273ει μὴ μέτειμι τοῦ πατρὸς τοὺς αιτίους

274τρόπον τὸν αυτὸν ανταποκτεῖναι λέγων,
275αποχρημάτοισι ζημίαις ταυρούμενον·

276αυτὸν δ̓ έφασκε τῇ φίλῃ ψυχῇ τάδε
277τείσειν μ̓ έχοντα πολλὰ δυστερπῆ κακά

278τὰ μὲν γὰρ εκ γῆς δυσφρόνων μηνίματα
279βροτοῖς πιφαύσκων εῖπε, τὰς δ̓ αινῶν νόσους,
280σαρκῶν επαμβατῆρας αγρίαις γνάθοις
281λειχῆνας εξέσθοντας αρχαίαν φύσιν

282λευκὰς δὲ κόρσας τῇδ̓ επαντέλλειν νόσῳ·

283άλλας τ̓ εφώνει προσβολάς Ερινύων
284εκ τῶν πατρῴων αἱμάτων τελουμένας

285τὸ γὰρ σκοτεινὸν τῶν ενερτέρων βέλος
286εκ προστροπαίων εν γένει πεπτωκότων,
287καὶ λύσσα καὶ μάταιος εκ νυκτῶν φόβος
288ὁρῶντα λαμπρὸν εν σκότῳ νωμῶντ̓ οφρὺν
289κινεῖ, ταράσσει, καὶ διώκεσθαι πόλεως
290χαλκηλάτῳ πλάστιγγι λυμανθὲν δέμας

291καὶ τοῖς τοιούτοις ού τε κρατῆρος μέρος
292εῖναι μετασχεῖν, ου φιλοσπόνδου λιβός,
293βωμῶν τ̓ απείργειν ουχ ὁρωμένην πατρὸς
294μῆνιν·
δέχεσθαι δ̓ ού τε συλλύειν τινά.
295πάντων δ̓ άτιμον κἄφιλον θνῄσκειν χρόνῳ
296κακῶς ταριχευθέντα παμφθάρτῳ μόρῳ.

297τοιοῖσδε χρησμοῖς ᾶρα χρὴ πεποιθέναι

298κεἰ μὴ πέποιθα, τοὔργον έστ̓ εργαστέον

299πολλοὶ γὰρ εις ἓν συμπίτνουσιν ἵμεροι,
300θεοῦ τ̓ εφετμαὶ καὶ πατρὸς πένθος μέγα,
301καὶ πρὸς πιέζει χρημάτων αχηνία,
302τὸ μὴ πολίτας ευκλεεστάτους βροτῶν,
303Τροίας αναστατῆρας ευδόξῳ φρενί,
304δυοῖν γυναικοῖν ῶδ̓ ὑπηκόους πέλειν

305θήλεια γὰρ φρήν·
ει δὲ μή, τάχ̓ είσεται.

Χορός

306αλλ̓ μεγάλαι Μοῖραι, Διόθεν
307τῇδε τελευτᾶν
308 τὸ δίκαιον μεταβαίνει

309αντὶ μὲν εχθρᾶς γλώσσης εχθρὰ
310γλῶσσα τελείσθω
τοὐφειλόμενον
311πράσσουσα Δίκη μέγ̓ αυτεῖ

312αντὶ δὲ πληγῆς φονίας φονίαν
313πληγὴν τινέτω
δράσαντι παθεῖν,
314τριγέρων μῦθος τάδε φωνεῖ.

Ὀρέστης

315 πάτερ αινόπατερ, τί σοι
316φάμενος τί ῥέξας
317τύχοιμ̓ ὰν ἕκαθεν ουρίσας,
318ένθα σ̓ έχουσιν ευναί,
319σκότῳ φάος αντίμοι -
320ρον
χάριτες δ̓ ὁμοίως
321κέκληνται γόος ευκλεὴς
322προσθοδόμοις Ατρείδαις

Χορός

323τέκνον, φρόνημα τοῦ
324θανόντος ου δαμάζει
325πυρὸς [ἡ] μαλερὰ γνάθος,
326φαίνει δ̓ ὕστερον οργάς

327οτοτύζεται δ̓ θνῄσκων,
328αναφαίνεται δ̓ βλάπτων

329πατέρων τε καὶ τεκόντων
330γόος ένδικος ματεύει
331τὸ πᾶν αμφιλαφής ταραχθείς

Ἠλέκτρα

332κλῦθὶ νυν, πάτερ, εν μέρει
333πολυδάκρυτα πένθη

334δίπαις τοί σ̓ επιτύμβιος
335θρῆνος αναστενάζει

336τάφος δ̓ ἱκέτας δέδεκται
337φυγάδας θ̓ ὁμοίως

338τί τῶνδ̓ εῦ, τί δ̓ άτερ κακῶν;

339ουκ ατρίακτος άτα;

Χορός

340αλλ̓ έτ̓ ὰν εκ τῶνδε θεὸς χρῄζων
341θείη κελάδους ευφθογγοτέρους

342αντὶ δὲ θρήνων επιτυμβιδίων
343παιὰν μελάθροις εν βασιλείοις
344νεοκρᾶτα φίλον κομίσειεν

Ὀρέστης

345ει γὰρ υπ̓ Ιλίῳ
346πρός τινος Λυκίων, πάτερ,
347δορίτμητος κατηναρίσθης

348λιπὼν ὰν εύκλειαν εν δόμοισι
349τέκνων τ̓ εν κελεύθοις
350επιστρεπτὸν αιῶ
351κτίσας πολύχωστον ὰν εῖχες
352τάφον διαποντίου γᾶς
353δώμασιν ευφόρητον

Χορός

354φίλος φίλοισι τοῖς
355εκεῖ καλῶς θανοῦσιν
356κατὰ χθονὸς εμπρέπων
357σεμνότιμος ανάκτωρ,
358πρόπολός τε τῶν μεγίστων
359χθονίων εκεῖ τυράννων·

360βασιλεὺς γὰρ ῆσθ̓, όφῤ έζης,
361μόριμον λάχος πιπλάντων
362χεροῖν πεισίβροτόν τε βάκτρον

Ἠλέκτρα

363μη δ̓ ὑπὸ Τρωίας
364τείχεσι φθίμενος, πάτερ,
365μετ̓ άλλῳ δουρικμῆτι λαῷ
366παρὰ Σκαμάνδρου πόρον τεθάφθαι

367πάρος δ̓ οἱ κτανόντες
368νιν οὕτως δαμῆναι
369φίλοις, θανατηφόρον αῖσαν
370πρόσω τινὰ πυνθάνεσθαι
371τῶνδε πόνων άπειρον

Χορός

372ταῦτα μέν, παῖ, κρείσσονα χρυσοῦ,
373μεγάλης δὲ τύχης καὶ ὑπερβορέου
374μείζονα φωνεῖς·
δύνασαι γάρ
375αλλὰ διπλῆς γὰρ τῆσδε μαράγνης
376δοῦπος ἱκνεῖται
τῶν μὲν αρωγοὶ
377κατὰ γῆς ήδη, τῶν δὲ κρατούντων
378χέρες ουχ ὅσιαι στυγερῶν τούτων·

379παισὶ δὲ μᾶλλον γεγένηται

Ὀρέστης

380τοῦτο διαμπερὲς οῦς
381ίκεθ̓ ἅπερ τι βέλος.

382Ζεῦ Ζεῦ, κάτωθεν αμπέμπων
383ὑστερόποινον άταν
384βροτῶν τλάμονι καὶ πανούργῳ
385χειρὶ - τοκεῦσι δ̓ ὅμως τελεῖται.

Χορός

386εφυμνῆσαι γένοιτό μοι πυκά -
387εντ̓ ολολυγμὸν ανδρὸς
388θεινομένου, γυναικός τ̓
389ολλυμένας
τί γὰρ κεύθω φρενὸς οἷον έμπας
390ποτᾶται
πάροιθεν δὲ πρῴρας
391δριμὺς άηται κραδίας
392θυμὸς έγκοτον στύγος.

393καί πότ̓ ὰν αμφιθαλὴς
394Ζεὺς επὶ χεῖρα βάλοι,
396φεῦ φεῦ, κάρανα δαΐξας

397πιστὰ γένοιτο χώρᾳ

398δίκαν δ̓ εξ αδίκων απαιτῶ

399κλῦτε δὲ Γᾶ χθονίων τε τιμαί

Χορός

400αλλὰ νόμος μὲν φονίας σταγόνας
401χυμένας ες πέδον άλλο προσαιτεῖν
402αἷμα.
βοᾷ γὰρ λοιγὸς Ερινὺν
403παρὰ τῶν πρότερον φθιμένων άτην
404ἑτέραν επάγουσαν επ̓ άτῃ

Ὀρέστης

405πόποι δὴ νερτέρων τυραννίδες,
406ίδετε πολυκρατεῖς Αραὶ φθινομένων,
407ίδεσθ̓ Ατρειδᾶν τὰ λοίπ̓ αμηχάνως
408έχοντα καὶ δωμάτων
409άτιμα
πᾷ τις τράποιτ̓ άν, Ζεῦ

Χορός

410πέπαλται δαὖτὲ μοι φίλον κέαρ
411τόνδε κλύουσαν οῖκτον
412καὶ τότε μὲν δύσελπις,
413σπλάγχνα δέ μοι κελαινοῦ -
414ται πρὸς έπος κλυούσᾳ.

415ὅταν δ̓ αῦτ̓ επ̓ αλκῆς επάρῃ μ̓
416ελπὶς, απέστασεν άχος
417προσφανεῖσά μοι καλῶς

Ἠλέκτρα

418τί δ̓ ὰν φάντες τύχοιμεν τά περ
419πάθομεν άχεα πρός γε τῶν τεκομένων;

420πάρεστι σαίνειν, τὰ δ̓ ούτι θέλγεται

421λύκος γὰρ ώστ̓ ωμόφρων
422άσαντος εκ ματρός εστι θυμός.

Χορός

423έκοψα κομμὸν Άριον έν τε Κισσίας
424νόμοις ιηλεμιστρίας,
425απριγδόπληκτα πολυπλάνητα δ̓ ῆν ιδεῖν
426επασσυτεροτριβῆ τὰ χερὸς ορέγματα
427άνωθεν ανέκαθεν, κτύπῳ δ̓ επερρόθει
428κροτητὸν αμὸν καὶ πανάθλιον κάρα.

Ἠλέκτρα

429ιὼ [ἰὼ] δαΐα
430πάντολμε μᾶτερ, δαΐαις εν εκφοραῖς
431άνευ πολιτᾶν άνακτ̓,
432άνευ δὲ πενθημάτων
433έτλας ανοίμωκτον άνδρα θάψαι.

Ὀρέστης

434τὸ πᾶν ατίμως έλεξας, οίμοι
435πατρὸς δ̓ ατίμωσιν ᾶρα τείσει
436ἕκατι μὲν δαιμόνων,
437ἕκατι δ̓ αμᾶν χερῶν

438έπειτ̓ εγὼ νοσφίσας ολοίμαν

Χορός

439εμασχαλίσθη δέ γ̓, ὡς τόδ̓ ειδῇς
440έπρασσε δ̓, ᾇπέρ νιν ὧδε θάπτει,
441μόρον κτίσαι μωμένα
442άφερτον αιῶνι σῷ

443κλύεις πατρῴους δύας ατίμους

Ἠλέκτρα

444λέγεις πατρῷον μόρον εγὼ δ̓ απεστάτουν
446άτιμος, ουδὲν αξία

447μυχῷ δ̓ άφερκτος πολυσινοῦς κυνὸς δίκαν
448ἑτοιμότερα γέλωτος ανέφερον λίβη,
449χέουσα πολύδακρυν γόον κεκρυμμένα

450τοιαῦτ̓ ακούων εν φρεσὶν γράφου ̆ ¯

Χορός

451δἰ ώτων δὲ συν -
452τέτραινε μῦθον ἡσύχῳ φρενῶν βάσει

453τὰ μὲν γὰρ οὕτως έχει,
454τὰ δ̓ αυτὸς όργα μαθεῖν

455πρέπει δ̓ ακάμπτῳ μένει καθήκειν

Ὀρέστης

456σὲ τοι λέγω, ξυγγενοῦ, πάτερ, φίλοις
457εγὼ δ̓ επιφθέγγομαι κεκλαυμένα

458στάσις δὲ πάγκοινος άδ̓ επιρροθεῖ

459άκουσον ες φάος μολών,
460ξὺν δὲ γενοῦ πρὸς εχθρούς

Ὀρέστης

461Άρης Άρει ξυμβαλεῖ, Δίκᾳ Δίκα.
462ιὼ θεοί, κραίνετ̓ ενδίκως δίκας

463τρόμος μ̓ ὑφέρπει κλύουσαν ευγμάτων

464τὸ μόρσιμον μένει πάλαι,
465ευχομένοις δ̓ ὰν έλθοι

Χορός

466 πόνος εγγενὴς
467καὶ παράμουσος Άτας
468αἱματόεσσα πλαγά.

469ιὼ δύστον̓ άφερτα κήδη·

470ιὼ δυσκατάπαυστον άλγος.

Χορός

471δώμασιν έμμοτον
472τῶνδ̓ άκος, ου δ̓ απ̓ άλλων
473έκτοθεν, αλλ̓ απ̓ αυτῶν,
474δἰ ωμὰν έριν αἱματηράν.

475θεῶν τῶν κατὰ γᾶς όδ̓ ὕμνος.

Χορός

476αλλὰ κλύοντες, μάκαρες χθόνιοι,
477τῆσδε κατευχῆς πέμπετ̓ αρωγὴν
478παισὶν προφρόνως επὶ νίκῃ

Ὀρέστης

479πάτερ, τρόποισιν ου τυραννικοῖς θανών,
480αιτουμένῳ μοι δὸς κράτος τῶν σῶν δόμων

481κἀγώ, πάτερ, τοιάνδε σου χρείαν έχω,
482φυγεῖν μέγαν προσθεῖσαν Αιγίσθῳ φθόρον

483οὕτω γὰρ άν σοι δαῖτες έννομοι βροτῶν
484κτιζοίατ̓
ει δὲ μή, παῤ ευδείπνοις έσῃ
485άτιμος εμπύροισι κνισωτοῖς χθονός.

486κἀγὼ χοάς σοι τῆς εμῆς παγκληρίας
487οίσω πατρῴων εκ δόμων γαμηλίους

488πάντων δὲ πρῶτον τόνδε πρεσβεύσω τάφον

489 Γαῖ̓, άνες μοι πατέῤ εποπτεῦσαι μάχην

490 Περσέφασσα, δὸς δ̓ έτ̓ εύμορφον κράτος

491μέμνησο λουτρῶν οἷς ενοσφίσθης, πάτερ

492μέμνησο δ̓ αμφίβληστρον ὡς εκαίνισαν

493πέδαις δ̓ αχαλκεύτοις εθηρεύθης, πάτερ

494αισχρῶς τε βουλευτοῖσιν εν καλύμμασιν.

495ᾶῤ εξεγείρῃ τοῖσδ̓ ονείδεσιν, πάτερ

496ᾶῤ ορθὸν αίρεις φίλτατον τὸ σὸν κάρα

497ήτοι δίκην ίαλλε σύμμαχον φίλοις,
498 τὰς ὁμοίας αντίδος λαβὰς λαβεῖν,
499είπερ κρατηθείς γ̓ αντινικῆσαι θέλεις

500καὶ τῆσδ̓ άκουσον λοισθίου βοῆς, πάτερ,
501ιδὼν νεοσσοὺς τούσδ̓ εφημένους τάφῳ

502οίκτιρε θῆλυν άρσενός θ̓ ὁμοῦ γόνον,
503καὶ μὴ ξαλείψῃς σπέρμα Πελοπιδῶν τόδε
504οὕτω γὰρ ου τέθνηκας ου δὲ περ θανών

505παῖδες γὰρ ανδρὶ κληδόνες σωτήριοι
506θανόντι·
φελλοὶ δ̓ ὣς άγουσι δίκτυον,
507τὸν εκ βυθοῦ κλωστῆρα σῴζοντες λίνου.

508άκοὐ, ὑπὲρ σοῦ τοιάδ̓ έστ̓ οδύρματα

509αυτὸς δὲ σῴζῃ τόνδε τιμήσας λόγον

Χορός

510καὶ μὴν αμεμφῆ τόνδ̓ ετείνατον λόγον,
511τίμημα τύμβου τῆς ανοιμώκτου τύχης

512τὰ δ̓ άλλ̓, επειδὴ δρᾶν κατώρθωσαι φρενί,
513έρδοις ὰν ήδη δαίμονος πειρώμενος

514 έσται
πυθέσθαι δ̓ ουδέν εστ̓ έξω δρόμου,
515πόθεν χοὰς έπεμψεν, εκ τίνος λόγου
516μεθύστερον τιμῶσ̓ ανήκεστον πάθος

517θανόντι δ̓ ου φρονοῦντι δειλαία χάρις
518επέμπετ̓
ουκ έχοιμ̓ ὰν εικάσαι τόδε
519τὰ δῶρα μείω δ̓ εστὶ τῆς ἁμαρτίας

520τὰ πάντα γάρ τις εκχέας ανθ̓ αἵματος
521ἑνός, μάτην μόχθος·
ῶδ̓ έχει λόγος
522θέλοντι δ̓, είπερ οῖσθ̓, εμοὶ φράσον τάδε

523οῖδ̓, τέκνον, παρῆ γάρ
έκ τ̓ ονειράτων
524καὶ νυκτιπλάγκτων δειμάτων πεπαλμένη
525χοὰς έπεμψε τάσδε δύσθεος γυνή

526 καὶ πέπυσθε τοὔναρ, ώστ̓ ορθῶς φράσαι

527τεκεῖν δράκοντ̓ έδοξεν, ὡς αυτὴ λέγει

528καὶ ποῖ τελευτᾷ καὶ καρανοῦται λόγος

529εν σπαργάνοισι παιδὸς ὁρμίσαι δίκην.

530τίνος βορᾶς χρῄζοντα, νεογενὲς δάκος;

531αυτὴ προσέσχε μαζὸν εν τὠνείρατι

532καὶ πῶς άτρωτον οῦθαρ ῆν ὑπὸ στύγους

533ώστ̓ εν γάλακτι θρόμβον αἵματος σπάσαι.

534ούτοι μάταιον·
ανδρὸς όψανον πέλει
535 δ̓ εξ ὕπνου κέκλαγγεν επτοημένη

536πολλοὶ δ̓ ανῇθον, εκτυφλωθέντες σκότῳ,
537λαμπτῆρες εν δόμοισι δεσποίνης χάριν

538πέμπει τ̓ έπειτα τάσδε κηδείους χοάς,
539άκος τομαῖον ελπίσασα πημάτων

Ὀρέστης

540αλλ̓ εύχομαι γῇ τῇδε καὶ πατρὸς τάφῳ
541τοὔνειρον εῖναι τοῦτ̓ εμοὶ τελεσφόρον

542κρίνω δέ τοί νιν ὥστε συγκόλλως έχειν

543ει γὰρ τὸν αυτὸν χῶρον εκλιπὼν εμοὶ
544οὕφις εμοῖσι σπαργάνοις ὡπλίζετο,
545καὶ μαστὸν αμφέχασκ̓ εμὸν θρεπτήριον,
546θρόμβῳ δ̓ έμειξεν αἵματος φίλον γάλα,
547 δ̓ αμφὶ τάρβει τῷδ̓ επῴμωξεν πάθει,
548δεῖ τοί νιν, ὡς έθρεψεν έκπαγλον τέρας,
549θανεῖν βιαίως
εκδρακοντωθεὶς δ̓ εγὼ
550κτείνω νιν, ὡς τοὔνειρον εννέπει τόδε

551τερασκόπον δὴ τῶνδέ σ̓ αἱροῦμαι πέρι

552γένοιτο δ̓ οὕτως
τἄλλα δ̓ εξηγοῦ φίλοις,
553τοὺς μέν τι ποιεῖν, τοὺς δὲ μή τι δρᾶν λέγων

554ἁπλοῦς μῦθος·
τήνδε μὲν στείχειν έσω,
555αινῶ δὲ κρύπτειν τάσδε συνθήκας εμάς,
556ὡς ὰν δόλῳ κτείναντες άνδρα τίμιον
557δόλοισι καὶ ληφθῶσιν εν ταὐτῷ βρόχῳ
558θανόντες, καὶ Λοξίας εφήμισεν,
559άναξ Απόλλων, μάντις αψευδὴς τὸ πρίν.

560ξένῳ γὰρ εικώς, παντελῆ σαγὴν έχων,
561ἥξω σὺν ανδρὶ τῷδ̓ εφ̓ ἑρκείους πύλας
562Πυλάδῃ, ξένος τε καὶ δορύξενος δόμων

563άμφω δὲ φωνὴν ἥσομεν Παρνησσίδα,
564γλώσσης αυτὴν Φωκίδος μιμουμένω

565καὶ δὴ θυρωρῶν ούτις ὰν φαιδρᾷ φρενὶ
566δέξαιτ̓, επειδὴ δαιμονᾷ δόμος κακοῖς

567μενοῦμεν οὕτως ώστ̓ επεικάζειν τινὰ
568δόμους παραστείχοντα καὶ τάδ̓ εννέπειν

569τί δὴ πύλαισι τὸν ἱκέτην απείργεται
570Αίγισθος, είπερ οῖδεν ένδημος παρών

571ει δ̓ οῦν αμείψω βαλὸν ἑρκείων πυλῶν
572κἀκεῖνον εν θρόνοισιν εὑρήσω πατρός,
573 καὶ μολὼν έπειτά μοι κατὰ στόμα
574αρεῖ, σάφ̓ ίσθι, καὶ κατ̓ οφθαλμοὺς βαλεῖ,
575πρὶν αυτὸν ειπεῖν ποδαπὸς ξένος ;" νεκρὸν
576θήσω, ποδώκει περιβαλὼν χαλκεύματι.

577φόνου δ̓ Ερινὺς ουχ ὑπεσπανισμένη
578άκρατον αἷμα πίεται τρίτην πόσιν

579νῦν οῦν σὺ μὲν φύλασσε τἀν οίκῳ καλῶς,
580ὅπως ὰν αρτίκολλα συμβαίνῃ τάδε

581ὑμῖν δ̓ επαινῶ γλῶσσαν εύφημον φέρειν,
582σιγᾶν θ̓ ὅπου δεῖ καὶ λέγειν τὰ καίρια

583τὰ δ̓ άλλα τούτῳ δεῦῤ εποπτεῦσαι λέγω,
584ξιφηφόρους αγῶνας ορθώσαντί μοι

Χορός

585πολλὰ μὲν γᾶ τρέφει
586δεινὰ [καὶ] δειμάτων άχη,
587πόντιαί τ̓ αγκάλαι κνωδάλων
588ανταίων βρύουσι

589πλάθουσι [βλαστοῦσι] καὶ πεδαίχμιοι
590λαμπάδες πεδάοροι,
591πτανά τε καὶ πεδοβά -
592μονα κἀνεμοέντ̓ ὰν
593αιγίδων φράσαι κότον

Χορός

594αλλ̓ ὑπέρτολμον αν -
595δρὸς φρόνημα τίς λέγοι
596καὶ γυναικῶν φρεσὶν τλαμόνων [καὶ]
597παντόλμους έρωτας
598άταισι συννόμους βροτῶν

599ξυζύγους δ̓ ὁμαυλίας
600θηλυκρατὴς απέρω - τος έρως παρανικᾷ
601κνωδάλων τε καὶ βροτῶν

Χορός

602ίστω δ̓, ὅστις ουχ ὑπόπτερος
603φροντίσιν, δαεὶς
604τὰν παιδολυ -
605μὰς τάλαινα Θεστιὰς μήσατο
606πυρδαῆτιν πρόνοιαν,
607καταίθουσα παιδὸς δαφοινὸν
608δαλὸν ήλικ̓, επεὶ μολὼν
609ματρόθεν κελάδησε,
610ξύμμετρόν τε διαὶ βίου
611μοιρόκραντον ες ᾶμαρ.

Χορός

612άλλαν δεῖ τιν̓ εν λόγοις στυγεῖν
613φοινίαν κόραν,
614άτ̓ εχθρῶν ὑπαὶ
616φῶτ̓ απώλεσεν φίλον Κρητικοῖς
617χρυσοκμήτοισιν ὅρμοις
618πιθήσασα δώροισι Μίνω,
619Νῖσον αθανάτας τριχὸς
620νοσφίσασ̓ απροβούλως
621πνέονθ̓ κυνόφρων ὕπνῳ.

622κιγχάνει δέ μιν Ἑρμῆς

Χορός

623επεὶ δ̓ επεμνασάμαν αμειλίχων
624πόνων, καιρὸς δὲ δυσφιλὲς γαμή -
625λευμ̓ απεύχετον δόμοις
626γυναικοβούλους τε μήτιδας φρενῶν
627επ̓ ανδρὶ τευχεσφόρῳ,
628επ̓ ανδρὶ δᾴοις επεικότως σέβαι.

629τίω δ̓ αθέρμαντον ἑστίαν δόμων
630γυναικείαν τ̓ άτολμον αιχμάν

Χορός

631κακῶν δὲ πρεσβεύεται τὸ Λήμνιον
632λόγῳ
γοᾶται δὲ δὴ πάθος κατά -
633πτυστον
ῄκασεν δέ τις
634τὸ δεινὸν αῦ Λημνίοισι πήμασιν

635θεοστυγήτῳ δ̓ άχει
636βροτῶν ατιμωθὲν οίχεται γένος

637σέβει γὰρ ούτις τὸ δυσφιλὲς θεοῖς

638τί τῶνδ̓ ουκ ενδίκως αγείρω

Χορός

639τὸ δ̓ άγχι πλευμόνων ξίφος
640διανταίαν οξυπευκὲς ουτᾷ
641διαὶ Δίκας
τὸ μὴ θέμις γὰρ οῦν
642λὰξ πέδοι πατούμενον, τὸ πᾶν Διὸς
643σέβας παρεκβάντος ου θεμιστῶς.

Χορός

646Δίκας δ̓ ερείδεται πυθμήν
647προχαλκεύει δ̓ Αῖσα φασγανουργός

648τέκνον δ̓ επεισφέρει δόμοισιν
649αἱμάτων παλαιτέρων τίνειν μύσος
651χρόνῳ κλυτὰ βυσσόφρων Ερινύς

652παῖ παῖ, θύρας άκουσον ἑρκείας κτύπον

Ὀρέστης

653τίς ένδον, παῖ, παῖ, μάλ̓ αῦθις, εν δόμοις;
654τρίτον τόδ̓ εκπέραμα δωμάτων καλῶ,
656είπερ φιλόξεν̓ εστὶν Αιγίσθου διαί

657εῖεν, ακούω
ποδαπὸς ξένος; πόθεν ;
658άγγελλε τοῖσι κυρίοισι δωμάτων,
659πρὸς οὕσπερ ἥκω καὶ φέρω καινοὺς λόγους

660τάχυνε δ̓, ὡς καὶ νυκτὸς άρμ̓ επείγεται
661σκοτεινόν, ὥρα δ̓ εμπόρους καθιέναι
662άγκυραν εν δόμοισι πανδόκοις ξένων.

663εξελθέτω τις δωμάτων τελεσφόρος
664γυνὴ τόπαρχος, άνδρα δ̓ ευπρεπέστερον·

665αιδὼς γὰρ εν λεχθεῖσιν ουκ επαργέμους
666λόγους τίθησιν
εῖπε θαρσήσας ανὴρ
667πρὸς άνδρα κἀσήμηνεν εμφανὲς τέκμαρ.

668ξένοι, λέγοιτ̓ ὰν εί τι δεῖ
πάρεστι γὰρ
669ὁποῖά περ δόμοισι τοῖσδ̓ επεικότα,
670καὶ θερμὰ λουτρὰ καὶ πόνων θελκτηρία
671στρωμνή, δικαίων τ̓ ομμάτων παρουσία.

672ει δ̓ άλλο πρᾶξαι δεῖ τι βουλιώτερον,
673ανδρῶν τόδ̓ εστὶν έργον, οἷς

674ξένος μέν ειμι Δαυλιεὺς εκ Φωκέων

675στείχοντα δ̓ αυτόφορτον οικείᾳ σαγῇ
676εις Άργος, ὥσπερ δεῦῤ απεζύγην πόδα,
677αγνὼς πρὸς αγνῶτ̓ εῖπε συμβαλὼν ανήρ,
678εξιστορήσας καὶ σαφηνίσας ὁδόν,
679Στροφίος Φωκεύς
πεύθομαι γὰρ εν λόγῳ
680επείπερ άλλως, ξέν̓, εις Άργος κίεις,
681πρὸς τοὺς τεκόντας πανδίκως μεμνημένος
682τεθνεῶτ̓ Ορέστην ειπέ, μηδαμῶς λάθῃ

683είτ̓ οῦν κομίζειν δόξα νικήσει φίλων,
684είτ̓ οῦν μέτοικον, εις τὸ πᾶν αεὶ ξένον,
685θάπτειν, εφετμὰς τάσδε πόρθμευσον πάλιν.

686νῦν γὰρ λέβητος χαλκέου πλευρώματα
687σποδὸν κέκευθεν ανδρὸς εῦ κεκλαυμένου

688τοσαῦτ̓ ακούσας εῖπον
ει δὲ τυγχάνω
689τοῖς κυρίοισι καὶ προσήκουσιν λέγων
690ουκ οῖδα, τὸν τεκόντα δ̓ εικὸς ειδέναι.

Κλυταιμνήστρα

691οὶ γώ, κατ̓ άκρας εῖπας ὡς πορθούμεθα
692 δυσπάλαιστε τῶνδε δωμάτων Αρά,
693ὡς πόλλ̓ επωπᾷς, κἀκποδὼν εῦ κείμενα
694τόξοις πρόσωθεν ευσκόποις χειρουμένη,
695φίλων αποψιλοῖς με τὴν παναθλίαν

696καὶ νῦν Ορέστης - ῆν γὰρ ευβούλως έχων,
697έξω κομίζων ολεθρίου πηλοῦ πόδα, -
698νῦν δ̓ ἥπερ εν δόμοισι βακχείας καλῆς
699ιατρὸς ελπὶς ῆν, προδοῦσαν έγγραφε.

700εγὼ μὲν οῦν ξένοισιν ῶδ̓ ευδαίμοσιν
701κεδνῶν ἕκατι πραγμάτων ὰν ήθελον
702γνωστὸς γενέσθαι καὶ ξενωθῆναι
τί γὰρ
703ξένου ξένοισίν εστιν ευμενέστερον

704πρὸς δυσσεβείας δ̓ ῆν εμοὶ τόδ̓ εν φρεσίν,
705τοιόνδε πρᾶγμα μὴ καρανῶσαι φίλοις,
706καταινέσαντα καὶ κατεξενωμένον

707ούτοι κυρήσεις μεῖον αξίως σέθεν,
708ου δ̓ ἧσσον ὰν γένοιο δώμασιν φίλος

709άλλος δ̓ ὁμοίως ῆλθεν ὰν τάδ̓ αγγελῶν

710αλλ̓ έσθ̓ καιρὸς ἡμερεύοντας ξένους
711μακρᾶς κελεύθου τυγχάνειν τὰ πρόσφορα

712άγ̓ αυτὸν εις ανδρῶνας ευξένους δόμων,
713οπισθόπους τε τούσδε καὶ ξυνέμπορον

714κἀκεῖ κυρούντων δώμασιν τὰ πρόσφορα

715αινῶ δὲ πράσσειν ὡς ὑπευθύνῳ τάδε.

716ἡμεῖς δὲ ταῦτα τοῖς κρατοῦσι δωμάτων
717κοινώσομέν τε κοὐ σπανίζοντες φίλων
718βουλευσόμεσθα τῆσδε συμφορᾶς πέρι

Χορός

719εῖεν, φίλιαι δμωίδες οίκων,
720πότε δὴ στομάτων
721δείξομεν ισχὺν επ̓ Ορέστῃ

722 πότνια χθὼν καὶ πότνἰ ακτὴ
723χώματος, νῦν επὶ ναυάρχῳ
724σώματι κεῖσαι τῷ βασιλείῳ,
725νῦν επάκουσον, νῦν επάρηξον

726νῦν γὰρ ακμάζει Πειθὼ δολίαν
727ξυγκαταβῆναι, χθόνιον δ̓ Ἑρμῆν
728καὶ τὸν νύχιον τοῖσδ̓ εφοδεῦσαι
729ξιφοδηλήτοισιν αγῶσιν

Χορός

730έοικεν ἁνὴρ ξένος τεύχειν κακόν
731τροφὸν δ̓ Ορέστου τήνδ̓ ὁρῶ κεκλαυμένην

732ποῖ δὴ πατεῖς, Κίλισσα, δωμάτων πύλας

733λύπη δ̓ άμισθός εστί σοι ξυνέμπορος

734Αίγισθον κρατοῦσα τοῖς ξένοις καλεῖν
735ὅπως τάχιστ̓ άνωγεν, ὡς σαφέστερον
736ανὴρ απ̓ ανδρὸς τὴν νεάγγελτον φάτιν
737ελθὼν πύθηται τήνδε, πρὸς μὲν οικέτας
738θετοσκυθρωπῶν εντὸς ομμάτων γέλων
739κεύθουσ̓ επ̓ έργοις διαπεπραγμένοις καλῶς
740κείνῃ, δόμοις δὲ τοῖσδε παγκάκως έχειν,
741φήμης ύφ̓ ἧς ήγγειλαν οἱ ξένοι τορῶς

742 δὴ κλύων εκεῖνος ευφρανεῖ νόον,
743εῦτ̓ ὰν πύθηται μῦθον
τάλαιν̓ εγώ·
744ὥς μοι τὰ μὲν παλαιὰ συγκεκραμένα
745άλγη δύσοιστα τοῖσδ̓ εν Ατρέως δόμοις
746τυχόντ̓ εμὴν ήλγυνεν εν στέρνοις φρένα

747αλλ̓ ούτι πω τοιόνδε πῆμ̓ ανεσχόμην

748τὰ μὲν γὰρ άλλα τλημόνως ήντλουν κακά

749φίλον δ̓ Ορέστην, τῆς εμῆς ψυχῆς τριβήν,
750ὃν εξέθρεψα μητρόθεν δεδεγμένη, -
751κἀκ̓ νυκτιπλάγκτων ορθίων κελευμάτων
752καὶ πολλὰ καὶ μοχθήῤ ανωφέλητ̓ εμοὶ
753τλάσῃ·
- τὸ μὴ φρονοῦν γὰρ ὡσπερεὶ βοτὸν
754τρέφειν ανάγκη, πῶς γὰρ ού; τρόπῳ φρενός·

755ου γάρ τι φωνεῖ παῖς έτ̓ ὼν εν σπαργάνοις,
756ει λιμός, δίψη τις, λιψουρία
757έχει
νέα δὲ νηδὺς αυτάρκης τέκνων.
758τούτων πρόμαντις οῦσα, πολλὰ δ̓, οίομαι,
759ψευσθεῖσα παιδὸς σπαργάνων φαιδρύντρια,
760γναφεὺς τροφεύς τε ταὐτὸν ειχέτην τέλος.

761εγὼ διπλᾶς δὲ τάσδε χειρωναξίας
762έχουσ̓ Ορέστην εξεδεξάμην πατρί

763τεθνηκότος δὲ νῦν τάλαινα πεύθομαι

764στείχω δ̓ επ̓ άνδρα τῶνδε λυμαντήριον
765οίκων, θέλων δὲ τόνδε πεύσεται λόγον

Χορός

766πῶς οῦν κελεύει νιν μολεῖν εσταλμένον
767 πῶς;
λέγ̓ αῦθις, ὡς μάθω σαφέστερον
768ει ξὺν λοχίταις είτε καὶ μονοστιβῆ.

769άγειν κελεύει δορυφόρους οπάονας

770μή νυν σὺ ταῦτ̓ άγγελλε δεσπότου στύγει

771αλλ̓ αυτὸν ελθεῖν, ὡς αδειμάντως κλύῃ,
772άνωχθ̓ ὅσον τάχιστα γηθούσῃ φρενί

773εν αγγέλῳ γὰρ κυπτὸς ορθοῦται λόγος

774αλλ̓ φρονεῖς εῦ τοῖσι νῦν ηγγελμένοις

775αλλ̓ ει τροπαίαν Ζεὺς κακῶν θήσει ποτέ.

776καὶ πῶς;
Ορέστης ελπὶς οίχεται δόμων.
777 ούπω ·
κακός γε μάντις ὰν γνοίη τάδε
778τί φής
έχεις τι τῶν λελεγμένων δίχα
779άγγελλ̓ ιοῦσα, πρᾶσσε τἀπεσταλμένα

780μέλει θεοῖσιν ὧνπερ ὰν μέλῃ πέρι

781αλλ̓ εῖμι καὶ σοῖς ταῦτα πείσομαι λόγοις

782γένοιτο δ̓ ὡς άριστα σὺν θεῶν δόσει

Χορός

783νῦν παραιτουμένᾳ μοι, πάτερ
784Ζεῦ θεῶν Ολυμπίων,
785δὸς τύχας τυχεῖν δόμου κυρίως
786τὰ σώφρον̓ εῦ μαιομένοις ιδεῖν

787διὰ δίκας πᾶν έπος
788έλακον
Ζεῦ, σύ νιν φυλάσσοις

Χορός

789 , πρὸ δὲ δὴ χθρῶν
790τὸν έσωθεν μελάθρων, Ζεῦ,
791θές, επεί νιν μέγαν άρας,
792δίδυμα καὶ τριπλᾶ
793παλίμποινα θέλων αμείψει

Χορός

794ίσθι δ̓ ανδρὸς φίλου πῶλον εῦ -
795νιν ζυγέντ̓ εν ἅρμασιν
796πημάτων
σὺ δ̓ εν δρόμῳ προστιθεὶς
797μέτρον κτίσον σῳζόμενον ῥυθμὸν
798τοῦτ̓ ιδεῖν διὰ πέδον
799ανομένων βημάτων όρεγμα

Χορός

800οἵ τ̓ έσω δωμάτων
801πλουτογαθῆ μυχὸν νομίζετε,
802κλῦτε, σύμφρονες θεοί

803[ἄγετε] τῶν πάλαι πεπραγμένων
804λύσασθ̓ αἷμα προσφάτοις δίκαις

805γέρων φόνος μηκέτ̓ εν δόμοις τέκοι

Χορός

806τὸ δὲ καλῶς κτίμενον μέγα ναίων
807στόμιον, εῦ δὸς ανιδεῖν δόμον ανδρός,
808καί νιν ελευθερίας φῶς
809λαμπρὸν ιδεῖν φιλίοις
810όμμασιν εκ δνοφερᾶς καλύπτρας

Χορός

811ξυλλάβοι δ̓ ενδίκως
812παῖς Μαίας, επεὶ φορώτατος
813πρᾶξιν ουρίαν θέλων·

814[πολλὰ δ̓ άλλα φανεῖ χρηίζων κρυπτά]

816άσκοπον δ̓ έπος λέγων
817νύκτα πρό τ̓ ομμάτων σκότον φέρει,
818καθ̓ ἡμέραν δ̓ ουδὲν εμφανέστερος.

Χορός

819καὶ τότ̓ ήδη κλυτὸν
820δωμάτων λυτήριον,
821θῆλυν ουριοστάταν ου δ̓
822οξύκρεκτον γοα -
823τᾶν νόμον θήσομεν·
πλεῖ τάδ̓ εῦ
824εμὸν εμὸν κέρδος αύξεται τόδ̓

826άτα δ̓ αποστατεῖ φίλων.

Χορός

827σὺ δὲ θαρσῶν, ὅταν ἥκῃ μέρος έργων,
828επαΰσας πατρὸς αυδὰν
829θροούσᾳ [πρὸς σὲ] τέκνον [πατρὸς αυδὰν] [καὶ]
830πέραιν̓ ανεπίμομφον άταν

Χορός

831Περσέως τ̓ εν φρεσὶν
832καρδίαν ανασχεθών,
833τοῖς θ̓ ὑπὸ χθονὸς φίλοισιν,
834τοῖς τ̓ άνωθεν πρόπρας -
835σε χάριν οργᾶς λυγρᾶς, ένδοθεν
836φόνιον άταν τιθείς, τὸν αίτιον δ̓
837εξαπολλύων μόρου

Αἴγισθος

838ἥκω μὲν ουκ άκλητος, αλλ̓ ὑπάγγελος
839νέαν φάτιν δὲ πεύθομαι λέγειν τινὰς
840ξένους μολόντας ουδαμῶς εφίμερον,
841μόρον δ̓ Ορέστου
καὶ τόδ̓ αμφέρειν δόμοις
842γένοιτ̓ ὰν άχθος δειματοσταγὲς φόνῳ
843τῷ πρόσθεν ἑλκαίνουσι καὶ δεδηγμένοις

844πῶς ταῦτ̓ αληθῆ καὶ βλέποντα δοξάσω

845 πρὸς γυναικῶν δειματούμενοι λόγοι
846πεδάρσιοι θρῴσκουσι, θνῄσκοντες μάτην

847τί τῶνδ̓ ὰν είποις ὥστε δηλῶσαι φρενί

848ηκούσαμεν μέν, πυνθάνου δὲ τῶν ξένων
849έσω παρελθών
ουδὲν αγγέλων σθένος
850ὡς αυτὸν αυτῶν άνδρα πεύθεσθαι πάρα.

851ιδεῖν ελέγξαι τ̓ αῦ θέλω τὸν άγγελον,
852είτ̓ αυτὸς ῆν θνῄσκοντος εγγύθεν παρών,
853είτ̓ εξ αμαυρᾶς κληδόνος λέγει μαθών

854ούτοι φρέν̓ ὰν κλέψειεν ωμματωμένην

Χορός

855Ζεῦ Ζεῦ, τί λέγω, πόθεν άρξωμαι
856τάδ̓ επευχομένη κἀπιθεάζουσ̓,
857ὑπὸ δ̓ ευνοίας
858πῶς ίσον ειποῦσ̓ ανύσωμαι;

859νῦν γὰρ μέλλουσι μιανθεῖσαι
860πειραὶ κοπάνων ανδροδαΐκτων
861 πάνυ θήσειν Αγαμεμνονίων
862οίκων όλεθρον διὰ παντός,
863 πῦρ καὶ φῶς επ̓ ελευθερίᾳ
864δαίων αρχάς τε πολισσονόμους
865πατέρων θ̓ ἕξει μέγαν όλβον

866τοιάνδε πάλην μόνος ὼν έφεδρος
867δισσοῖς μέλλει θεῖος Ορέστης
868ἅψειν
είη δ̓ επὶ νίκῃ

Αἴγισθος

869 έ, οτοτοτοῖ.
870έα έα μάλα·

871πῶς έχει
πῶς κέκρανται δόμοις
872αποσταθῶμεν πράγματος τελουμένου,
873ὅπως δοκῶμεν τῶνδ̓ αναίτιαι κακῶν
874εῖναι
μάχης γὰρ δὴ κεκύρωται τέλος

Οἰκέτης

875οίμοι, πανοίμοι δεσπότου πεπληγμένου·
876οίμοι μάλ̓ αῦθις εν τρίτοις προσφθέγμασιν.

877Αίγισθος ουκέτ̓ έστιν
αλλ̓ ανοίξατε
878ὅπως τάχιστα, καὶ γυναικείους πύλας
879μοχλοῖς χαλᾶτε
καὶ μάλ̓ ἡβῶντος δὲ δεῖ,
880ουχ ὡς δ̓ αρῆξαι διαπεπραγμένῳ
τί γάρ;
881ιοὺ ιού.

882κωφοῖς αυτῶ καὶ καθεύδουσιν μάτην
883άκραντα βάζω
ποῖ Κλυταιμήστρα; τί δρᾷ
884έοικε νῦν αυτῆς επὶ ξυροῦ πέλας
885αυχὴν πεσεῖσθαι πρὸς δίκην πεπληγμένος
τί δ̓ εστὶ χρῆμα τίνα βοὴν ἵστης δόμοις
886τὸν ζῶντα καίνειν τοὺς τεθνηκότας λέγω

887οὶ γώ.
ξυνῆκα τοὔπος εξ αινιγμάτων
888δόλοις ολούμεθ̓, ὥσπερ οῦν εκτείναμεν

889δοίη τις ανδροκμῆτα πέλεκυν ὡς τάχος

890ειδῶμεν ει νικῶμεν, νικώμεθα

891ενταῦθα γὰρ δὴ τοῦδ̓ αφικόμην κακοῦ

892σὲ καὶ ματεύω
τῷδε δ̓ αρκούντως έχει
893οὶ γώ.
τέθνηκας, φίλτατ̓ Αιγίσθου βία
894φιλεῖς τὸν άνδρα
τοιγὰρ εν ταὐτῷ τάφῳ
895κείσῃ
θανόντα δ̓ ούτι μὴ προδῷς ποτε
896επίσχες, παῖ, τόνδε δ̓ αίδεσαι, τέκνον,
897μαστόν, πρὸς σὺ πολλὰ δὴ βρίζων ἅμα
898ούλοισιν εξήμελξας ευτραφὲς γάλα

899Πυλάδη τί δράσω
μητέῤ αιδεσθῶ κτανεῖν

Πυλάδης

900ποῦ δὴ τὰ λοιπὰ Λοξίου μαντεύματα
901τὰ πυθόχρηστα, πιστὰ δ̓ ευορκώματα;

902ἅπαντας εχθροὺς τῶν θεῶν ἡγοῦ πλέον

903κρίνω σὲ νικᾶν, καὶ παραινεῖς μοι καλῶς

904ἕπου, πρὸς αυτὸν τόνδε σὲ σφάξαι θέλω

905καὶ ζῶντα γάρ νιν κρείσσον̓ ἡγήσω πατρός

906τούτῳ θανοῦσα ξυγκάθευδ̓, επεὶ φιλεῖς
907τὸν άνδρα τοῦτον, ὃν δ̓ εχρῆν φιλεῖν στυγεῖς

908εγώ σ̓ έθρεψα, σὺν δὲ γηράναι θέλω

909πατροκτονοῦσα γὰρ ξυνοικήσεις εμοί

910 Μοῖρα τούτων, τέκνον, παραιτία.

911καὶ τόνδε τοίνυν Μοῖῤ επόρσυνεν μόρον

912ουδὲν σεβίζῃ γενεθλίους αράς, τέκνον

913τεκοῦσα γάρ μ̓ έρριψας ες τὸ δυστυχές

914ούτοι σ̓ απέρριψ̓ εις δόμους δορυξένους

915αικῶς επράθην ὼν ελευθέρου πατρός

916ποῦ δῆθ̓ τῖμος, όντιν̓ αντεδεξάμην;

917αισχύνομαί σοι τοῦτ̓ ονειδίσαι σαφῶς

918μὴ αλλ̓ είφ̓ ὁμοίως καὶ πατρὸς τοῦ σοῦ μάτας

919μὴ λεγχε τὸν πονοῦντ̓ έσω καθημένη

920άλγος γυναιξὶν ανδρὸς είργεσθαι, τέκνον.

921τρέφει δέ γ̓ ανδρὸς μόχθος ἡμένας έσω

922κτενεῖν έοικας, τέκνον, τὴν μητέρα

923σύ τοι σεαυτήν, ουκ εγώ, κατακτενεῖς

924ὅρα, φύλαξαι μητρὸς εγκότους κύνας

925τὰς τοῦ πατρὸς δὲ πῶς φύγω, παρεὶς τάδε

926έοικα θρηνεῖν ζῶσα πρὸς τύμβον μάτην

927πατρὸς γὰρ αῖσα τόνδε σοὐρίζει μόρον

928οὶ γὼ τεκοῦσα τόνδ̓ όφιν εθρεψάμην

929 κάρτα μάντις οὑξ ονειράτων φόβος.

930έκανες ὃν ου χρῆν, καὶ τὸ μὴ χρεὼν πάθε.

931στένω μὲν οῦν καὶ τῶνδε συμφορὰν διπλῆν

932επεὶ δὲ πολλῶν αἱμάτων επήκρισε
933τλήμων Ορέστης, τοῦθ̓ ὅμως αἱρούμεθα,
934οφθαλμὸν οίκων μὴ πανώλεθρον πεσεῖν

Χορός

935έμολε μὲν δίκα Πριαμίδαις χρόνῳ,
936βαρύδικος ποινά

937έμολε δ̓ ες δόμον τὸν Αγαμέμνονος
938διπλοῦς λέων, διπλοῦς Άρης

939έλασε δ̓ ες τὸ πᾶν
940 πυθόχρηστος φυγὰς
941θεόθεν εῦ φραδαῖσιν ὡρμημένος

Χορός

942επολολύξατ̓ δεσποσύνων δόμων
943αναφυγᾶς κακῶν καὶ κτεάνων τριβᾶς
944ὑπαὶ δυοῖν μιαστόροιν,
945δυσοίμου τύχας