1ὣς οἱ μὲν Τρῶες φυλακὰς έχον
αυτὰρ Αχαιοὺς
2θεσπεσίη έχε φύζα φόβου κρυόεντος ἑταίρη ,
3πένθεϊ δ̓ ατλήτῳ βεβολήατο πάντες άριστοι .
4ὡς δ̓ άνεμοι δύο πόντον ορίνετον ιχθυόεντα
5Βορέης καὶ Ζέφυρος , τώ τε Θρῄκηθεν άητον
6ελθόντ̓ εξαπίνης ·
άμυδις δέ τε κῦμα κελαινὸν
7κορθύεται , πολλὸν δὲ παρὲξ ἅλα φῦκος έχευεν ·
8ὣς εδαΐζετο θυμὸς ενὶ στήθεσσιν Αχαιῶν
9Ατρεΐδης δ̓ άχεϊ μεγάλῳ βεβολημένος ῆτορ
10φοίτα κηρύκεσσι λιγυφθόγγοισι κελεύων
11κλήδην εις αγορὴν κικλήσκειν άνδρα ἕκαστον ,
12μὴ δὲ βοᾶν
αυτὸς δὲ μετὰ πρώτοισι πονεῖτο
13ἷζον δ̓ ειν αγορῇ τετιηότες
ὰν δ̓ Αγαμέμνων
14ἵστατο δάκρυ χέων ὥς τε κρήνη μελάνυδρος
15ἥ τε κατ̓ αιγίλιπος πέτρης δνοφερὸν χέει ὕδωρ ·
16ὣς ὃ βαρὺ στενάχων έπἐ Αργείοισι μετηύδα
17ῶ φίλοι Αργείων ἡγήτορες ηδὲ μέδοντες
18Ζεύς με μέγα Κρονίδης άτῃ ενέδησε βαρείῃ
19σχέτλιος , ὃς τότε μέν μοι ὑπέσχετο καὶ κατένευσεν
20Ίλιον εκπέρσαντ̓ ευτείχεον απονέεσθαι ,
21νῦν δὲ κακὴν απάτην βουλεύσατο , καί με κελεύει
22δυσκλέα Άργος ἱκέσθαι , επεὶ πολὺν ώλεσα λαόν .
23οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εῖναι ,
24ὃς δὴ πολλάων πολίων κατέλυσε κάρηνα
25ηδ̓ έτι καὶ λύσει
τοῦ γὰρ κράτος εστὶ μέγιστον
26αλλ̓ άγεθ̓ ὡς ὰν εγὼ είπω πειθώμεθα πάντες
27φεύγωμεν σὺν νηυσὶ φίλην ες πατρίδα γαῖαν
28ου γὰρ έτι Τροίην αἱρήσομεν ευρυάγυιαν
29ὣς έφαθ̓ , οἳ δ̓ άρα πάντες ακὴν εγένοντο σιωπῇ
30δὴν δ̓ άνεῳ ῆσαν τετιηότες υἷες Αχαιῶν
31οψὲ δὲ δὴ μετέειπε βοὴν αγαθὸς Διομήδης
32Ατρεΐδη σοὶ πρῶτα μαχήσομαι αφραδέοντι ,
33ἣ θέμις εστὶν άναξ αγορῇ
σὺ δὲ μή τι χολωθῇς
34αλκὴν μέν μοι πρῶτον ονείδισας εν Δαναοῖσι
35φὰς έμεν απτόλεμον καὶ ανάλκιδα
ταῦτα δὲ πάντα
36ίσασ̓ Αργείων ημὲν νέοι ηδὲ γέροντες
37σοὶ δὲ διάνδιχα δῶκε Κρόνου πάϊς αγκυλομήτεω
38σκήπτρῳ μέν τοι δῶκε τετιμῆσθαι περὶ πάντων ,
39αλκὴν δ̓ ού τοι δῶκεν , ὅ τε κράτος εστὶ μέγιστον
40δαιμόνἰ οὕτω που μάλα έλπεαι υἷας Αχαιῶν
41απτολέμους τ̓ έμεναι καὶ ανάλκιδας ὡς αγορεύεις
42ει δέ τοι αυτῷ θυμὸς επέσσυται ὥς τε νέεσθαι
43έρχεο
πάρ τοι ὁδός , νῆες δέ τοι άγχι θαλάσσης
44εστᾶσ̓ , αἵ τοι ἕποντο Μυκήνηθεν μάλα πολλαί .
45αλλ̓ άλλοι μενέουσι κάρη κομόωντες Αχαιοὶ
46εις ὅ κέ περ Τροίην διαπέρσομεν .
ει δὲ καὶ αυτοὶ
47φευγόντων σὺν νηυσὶ φίλην ες πατρίδα γαῖαν
48νῶϊ δ̓ εγὼ Σθένελός τε μαχησόμεθ̓ εις ὅ κε τέκμωρ
49Ιλίου εὕρωμεν ·
σὺν γὰρ θεῷ ειλήλουθμεν
50ὣς έφαθ̓ , οἳ δ̓ άρα πάντες επίαχον υἷες Αχαιῶν
51μῦθον αγασσάμενοι Διομήδεος ἱπποδάμοιο .
52τοῖσι δ̓ ανιστάμενος μετεφώνεεν ἱππότα Νέστωρ
53Τυδεΐδη περὶ μὲν πολέμῳ ένι καρτερός εσσι ,
54καὶ βουλῇ μετὰ πάντας ὁμήλικας έπλευ άριστος
55ού τίς τοι τὸν μῦθον ονόσσεται ὅσσοι Αχαιοί ,
56ου δὲ πάλιν ερέει ·
ατὰρ ου τέλος ἵκεο μύθων
57ῆ μὲν καὶ νέος εσσί , εμὸς δέ κε καὶ πάϊς είης
58ὁπλότατος γενεῆφιν
ατὰρ πεπνυμένα βάζεις
59Αργείων βασιλῆας , επεὶ κατὰ μοῖραν έειπες
60αλλ̓ άγ̓ εγών , ὃς σεῖο γεραίτερος εύχομαι εῖναι ,
61εξείπω καὶ πάντα διίξομαι
ου δέ κέ τίς μοι
62μῦθον ατιμήσεἰ , ου δὲ κρείων Αγαμέμνων
63αφρήτωρ αθέμιστος ανέστιός εστιν εκεῖνος
64ὃς πολέμου έραται επιδημίου οκρυόεντος .
65αλλ̓ ήτοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ
66δόρπά τ̓ εφοπλισόμεσθα
φυλακτῆρες δὲ ἕκαστοι
67λεξάσθων παρὰ τάφρον ορυκτὴν τείχεος εκτός
68κούροισιν μὲν ταῦτ̓ επιτέλλομαι
αυτὰρ έπειτα
69Ατρεΐδη σὺ μὲν άρχε
σὺ γὰρ βασιλεύτατός εσσι
70δαίνυ δαῖτα γέρουσιν
έοικέ τοι , ού τοι αεικές .
71πλεῖαί τοι οίνου κλισίαι , τὸν νῆες Αχαιῶν
72ημάτιαι Θρῄκηθεν επ̓ ευρέα πόντον άγουσι ·
73πᾶσά τοί εσθ̓ ὑποδεξίη , πολέεσσι δ̓ ανάσσεις
74πολλῶν δ̓ αγρομένων τῷ πείσεαι ὅς κεν αρίστην
75βουλὴν βουλεύσῃ
μάλα δὲ χρεὼ πάντας Αχαιοὺς
76εσθλῆς καὶ πυκινῆς , ὅτι δήϊοι εγγύθι νηῶν
77καίουσιν πυρὰ πολλά ·
τίς ὰν τάδε γηθήσειε
78νὺξ δ̓ ῆδ̓ ηὲ διαρραίσει στρατὸν ηὲ σαώσει
79ὣς έφαθ̓ , οἳ δ̓ άρα τοῦ μάλα μὲν κλύον ηδὲ πίθοντο
80εκ δὲ φυλακτῆρες σὺν τεύχεσιν εσσεύοντο
81αμφί τε Νεστορίδην Θρασυμήδεα ποιμένα λαῶν ,
82ηδ̓ αμφ̓ Ασκάλαφον καὶ Ιάλμενον υἷας Άρηος
83αμφί τε Μηριόνην Αφαρῆά τε Δηΐπυρόν τε ,
84ηδ̓ αμφὶ Κρείοντος υἱὸν Λυκομήδεα δῖον .
85έπτ̓ έσαν ἡγεμόνες φυλάκων , ἑκατὸν δὲ ἑκάστῳ
86κοῦροι ἅμα στεῖχον δολίχ̓ έγχεα χερσὶν έχοντες
87κὰδ δὲ μέσον τάφρου καὶ τείχεος ἷζον ιόντες
88ένθα δὲ πῦρ κήαντο , τίθεντο δὲ δόρπα ἕκαστος
89Ατρεΐδης δὲ γέροντας αολλέας ῆγεν Αχαιῶν
90ες κλισίην , παρὰ δέ σφι τίθει μενοεικέα δαῖτα
91οἳ δ̓ επ̓ ονείαθ̓ ἑτοῖμα προκείμενα χεῖρας ίαλλον
92αυτὰρ επεὶ πόσιος καὶ εδητύος εξ έρον ἕντο ,
93τοῖς ὁ γέρων πάμπρωτος ὑφαίνειν ήρχετο μῆτιν
94Νέστωρ , οὗ καὶ πρόσθεν αρίστη φαίνετο βουλή ·
95ὅ σφιν εϋφρονέων αγορήσατο καὶ μετέειπεν
96Ατρεΐδη κύδιστε άναξ ανδρῶν Αγάμεμνον
97εν σοὶ μὲν λήξω , σέο δ̓ άρξομαι , οὕνεκα πολλῶν
98λαῶν εσσι άναξ καί τοι Ζεὺς εγγυάλιξε
99σκῆπτρόν τ̓ ηδὲ θέμιστας , ἵνά σφισι βουλεύῃσθα .
100τώ σε χρὴ περὶ μὲν φάσθαι έπος ηδ̓ επακοῦσαι ,
101κρηῆναι δὲ καὶ άλλῳ , ότ̓ άν τινα θυμὸς ανώγῃ
102ειπεῖν εις αγαθόν
σέο δ̓ ἕξεται ὅττί κεν άρχῃ
103αυτὰρ εγὼν ερέω ὥς μοι δοκεῖ εῖναι άριστα
104ου γάρ τις νόον άλλος αμείνονα τοῦδε νοήσει
105οἷον εγὼ νοέω ημὲν πάλαι ηδ̓ έτι καὶ νῦν
106εξ έτι τοῦ ὅτε διογενὲς Βρισηΐδα κούρην
107χωομένου Αχιλῆος έβης κλισίηθεν απούρας
108ού τι καθ̓ ἡμέτερόν γε νόον
μάλα γάρ τοι έγωγε
109πόλλ̓ απεμυθεόμην
σὺ δὲ σῷ μεγαλήτορι θυμῷ
110είξας άνδρα φέριστον , ὃν αθάνατοί περ έτισαν ,
111ητίμησας , ἑλὼν γὰρ έχεις γέρας
αλλ̓ έτι καὶ νῦν
112φραζώμεσθ̓ ὥς κέν μιν αρεσσάμενοι πεπίθωμεν
113δώροισίν τ̓ αγανοῖσιν έπεσσί τε μειλιχίοισι
114τὸν δ̓ αῦτε προσέειπεν άναξ ανδρῶν Αγαμέμνων
115ῶ γέρον ού τι ψεῦδος εμὰς άτας κατέλεξας
116αασάμην , ου δ̓ αυτὸς αναίνομαι
αντί νυ πολλῶν
117λαῶν εστὶν ανὴρ ὅν τε Ζεὺς κῆρι φιλήσῃ ,
118ὡς νῦν τοῦτον έτισε , δάμασσε δὲ λαὸν Αχαιῶν
119αλλ̓ επεὶ αασάμην φρεσὶ λευγαλέῃσι πιθήσας ,
120ὰψ εθέλω αρέσαι δόμεναί τ̓ απερείσἰ άποινα
121ὑμῖν δ̓ εν πάντεσσι περικλυτὰ δῶῤ ονομήνω
122έπτ̓ απύρους τρίποδας , δέκα δὲ χρυσοῖο τάλαντα ,
123αίθωνας δὲ λέβητας εείκοσι , δώδεκα δ̓ ἵππους
124πηγοὺς αθλοφόρους , οἳ αέθλια ποσσὶν άροντο .
125ού κεν αλήϊος είη ανὴρ ᾧ τόσσα γένοιτο ,
126ου δέ κεν ακτήμων εριτίμοιο χρυσοῖο ,
127ὅσσά μοι ηνείκαντο αέθλια μώνυχες ἵπποι .
128δώσω δ̓ ἑπτὰ γυναῖκας αμύμονα έργα ιδυίας
129Λεσβίδας , ἃς ὅτε Λέσβον εϋκτιμένην ἕλεν αυτὸς
130εξελόμην , αἳ κάλλει ενίκων φῦλα γυναικῶν .
131τὰς μέν οἱ δώσω , μετὰ δ̓ έσσεται ἣν τότ̓ απηύρων
132κούρη Βρισῆος ·
επὶ δὲ μέγαν ὅρκον ομοῦμαι
133μή ποτε τῆς ευνῆς επιβήμεναι ηδὲ μιγῆναι ,
134ἣ θέμις ανθρώπων πέλει ανδρῶν ηδὲ γυναικῶν .
135ταῦτα μὲν αυτίκα πάντα παρέσσεται
ει δέ κεν αῦτε
136άστυ μέγα Πριάμοιο θεοὶ δώωσ̓ αλαπάξαι ,
137νῆα ἅλις χρυσοῦ καὶ χαλκοῦ νηησάσθω
138εισελθών , ὅτε κεν δατεώμεθα ληΐδ̓ Αχαιοί ,
139Τρωϊάδας δὲ γυναῖκας εείκοσιν αυτὸς ἑλέσθω ,
140αί κε μετ̓ Αργείην Ἑλένην κάλλισται έωσιν
141ει δέ κεν Άργος ικοίμεθ̓ Αχαιϊκὸν οῦθαρ αρούρης
142γαμβρός κέν μοι έοι ·
τίσω δέ μιν ῖσον Ορέστῃ ,
143ὅς μοι τηλύγετος τρέφεται θαλίῃ ένι πολλῇ
144τρεῖς δέ μοί εισι θύγατρες ενὶ μεγάρῳ ευπήκτῳ
145Χρυσόθεμις καὶ Λαοδίκη καὶ Ιφιάνασσα ,
146τάων ἥν κ̓ εθέλῃσι φίλην ανάεδνον αγέσθω
147πρὸς οῖκον Πηλῆος ·
εγὼ δ̓ επὶ μείλια δώσω
148πολλὰ μάλ̓ , όσσ̓ ού πώ τις ἑῇ επέδωκε θυγατρί
149ἑπτὰ δέ οἱ δώσω εῦ ναιόμενα πτολίεθρα
150Καρδαμύλην Ενόπην τε καὶ Ἱρὴν ποιήεσσαν
151Φηράς τε ζαθέας ηδ̓ Άνθειαν βαθύλειμον
152καλήν τ̓ Αίπειαν καὶ Πήδασον αμπελόεσσαν .
153πᾶσαι δ̓ εγγὺς ἁλός , νέαται Πύλου ημαθόεντος ·
154εν δ̓ άνδρες ναίουσι πολύρρηνες πολυβοῦται ,
155οἵ κέ ἑ δωτίνῃσι θεὸν ὣς τιμήσουσι
156καί οἱ ὑπὸ σκήπτρῳ λιπαρὰς τελέουσι θέμιστας .
157ταῦτά κέ οἱ τελέσαιμι μεταλήξαντι χόλοιο
158δμηθήτω
Αΐδης τοι αμείλιχος ηδ̓ αδάμαστος ,
159τοὔνεκα καί τε βροτοῖσι θεῶν έχθιστος ἁπάντων ·
160καί μοι ὑποστήτω ὅσσον βασιλεύτερός ειμι
161ηδ̓ ὅσσον γενεῇ προγενέστερος εύχομαι εῖναι
162τὸν δ̓ ημείβετ̓ έπειτα Γερήνιος ἱππότα Νέστωρ
163Ατρεΐδη κύδιστε άναξ ανδρῶν Αγάμεμνον
164δῶρα μὲν ουκέτ̓ ονοστὰ διδοῖς Αχιλῆϊ άνακτι ·
165αλλ̓ άγετε κλητοὺς οτρύνομεν , οἵ κε τάχιστα
166έλθωσ̓ ες κλισίην Πηληϊάδεω Αχιλῆος
167ει δ̓ άγε τοὺς ὰν εγὼ επιόψομαι οἳ δὲ πιθέσθων
168Φοῖνιξ μὲν πρώτιστα Διῒ φίλος ἡγησάσθω ,
169αυτὰρ έπειτ̓ Αίας τε μέγας καὶ δῖος Οδυσσεύς ·
170κηρύκων δ̓ Οδίος τε καὶ Ευρυβάτης άμ̓ ἑπέσθων
171φέρτε δὲ χερσὶν ὕδωρ , ευφημῆσαί τε κέλεσθε ,
172όφρα Διὶ Κρονίδῃ αρησόμεθ̓ , αί κ̓ ελεήσῃ
173ὣς φάτο , τοῖσι δὲ πᾶσιν ἑαδότα μῦθον έειπεν
174αυτίκα κήρυκες μὲν ὕδωρ επὶ χεῖρας έχευαν ,
175κοῦροι δὲ κρητῆρας επεστέψαντο ποτοῖο ,
176νώμησαν δ̓ άρα πᾶσιν επαρξάμενοι δεπάεσσιν
177αυτὰρ επεὶ σπεῖσάν τ̓ έπιόν θ̓ ὅσον ήθελε θυμός ,
178ορμῶντ̓ εκ κλισίης Αγαμέμνονος Ατρεΐδαο
179τοῖσι δὲ πόλλ̓ επέτελλε Γερήνιος ἱππότα Νέστωρ
180δενδίλλων ες ἕκαστον , Οδυσσῆϊ δὲ μάλιστα ,
181πειρᾶν ὡς πεπίθοιεν αμύμονα Πηλεΐωνα
182τὼ δὲ βάτην παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης
183πολλὰ μάλ̓ ευχομένω γαιηόχῳ εννοσιγαίῳ
184ῥηϊδίως πεπιθεῖν μεγάλας φρένας Αιακίδαο
185Μυρμιδόνων δ̓ επί τε κλισίας καὶ νῆας ἱκέσθην ,
186τὸν δ̓ εὗρον φρένα τερπόμενον φόρμιγγι λιγείῃ
187καλῇ δαιδαλέῃ , επὶ δ̓ αργύρεον ζυγὸν ῆεν ,
188τὴν άρετ̓ εξ ενάρων πόλιν Ηετίωνος ολέσσας ·
189τῇ ὅ γε θυμὸν έτερπεν , άειδε δ̓ άρα κλέα ανδρῶν
190Πάτροκλος δέ οἱ οῖος εναντίος ἧστο σιωπῇ ,
191δέγμενος Αιακίδην ὁπότε λήξειεν αείδων ,
192τὼ δὲ βάτην προτέρω , ἡγεῖτο δὲ δῖος Οδυσσεύς ,
193στὰν δὲ πρόσθ̓ αυτοῖο
ταφὼν δ̓ ανόρουσεν Αχιλλεὺς
194αυτῇ σὺν φόρμιγγι λιπὼν ἕδος ένθα θάασσεν
195ὣς δ̓ αύτως Πάτροκλος , επεὶ ίδε φῶτας , ανέστη
196τὼ καὶ δεικνύμενος προσέφη πόδας ωκὺς Αχιλλεύς
197χαίρετον
ῆ φίλοι άνδρες ἱκάνετον ῆ τι μάλα χρεώ ,
198οἵ μοι σκυζομένῳ περ Αχαιῶν φίλτατοί εστον .
199ὣς άρα φωνήσας προτέρω άγε δῖος Αχιλλεύς ,
200εἷσεν δ̓ εν κλισμοῖσι τάπησί τε πορφυρέοισιν
201αῖψα δὲ Πάτροκλον προσεφώνεεν εγγὺς εόντα
202μείζονα δὴ κρητῆρα Μενοιτίου υἱὲ καθίστα ,
203ζωρότερον δὲ κέραιε , δέπας δ̓ έντυνον ἑκάστῳ
204οἳ γὰρ φίλτατοι άνδρες εμῷ ὑπέασι μελάθρῳ
205ὣς φάτο , Πάτροκλος δὲ φίλῳ επεπείθεθ̓ ἑταίρῳ
206αυτὰρ ὅ γε κρεῖον μέγα κάββαλεν εν πυρὸς αυγῇ ,
207εν δ̓ άρα νῶτον έθηκ̓ όϊος καὶ πίονος αιγός ,
208εν δὲ συὸς σιάλοιο ῥάχιν τεθαλυῖαν αλοιφῇ .
209τῷ δ̓ έχεν Αυτομέδων , τάμνεν δ̓ άρα δῖος Αχιλλεύς
210καὶ τὰ μὲν εῦ μίστυλλε καὶ αμφ̓ οβελοῖσιν έπειρε ,
211πῦρ δὲ Μενοιτιάδης δαῖεν μέγα ισόθεος φώς .
212αυτὰρ επεὶ κατὰ πῦρ εκάη καὶ φλὸξ εμαράνθη ,
213ανθρακιὴν στορέσας οβελοὺς εφύπερθε τάνυσσε ,
214πάσσε δ̓ ἁλὸς θείοιο κρατευτάων επαείρας
215αυτὰρ επεί ῥ̓ ώπτησε καὶ ειν ελεοῖσιν έχευε ,
216Πάτροκλος μὲν σῖτον ἑλὼν επένειμε τραπέζῃ
217καλοῖς εν κανέοισιν , ατὰρ κρέα νεῖμεν Αχιλλεύς
218αυτὸς δ̓ αντίον ἷζεν Οδυσσῆος θείοιο
219τοίχου τοῦ ἑτέροιο , θεοῖσι δὲ θῦσαι ανώγει
220Πάτροκλον ὃν ἑταῖρον ·
ὃ δ̓ εν πυρὶ βάλλε θυηλάς
221οἳ δ̓ επ̓ ονείαθ̓ ἑτοῖμα προκείμενα χεῖρας ίαλλον
222αυτὰρ επεὶ πόσιος καὶ εδητύος εξ έρον ἕντο ,
223νεῦσ̓ Αίας Φοίνικι
νόησε δὲ δῖος Οδυσσεύς ,
224πλησάμενος δ̓ οίνοιο δέπας δείδεκτ̓ Αχιλῆα
225χαῖῤ Αχιλεῦ
δαιτὸς μὲν εΐσης ουκ επιδευεῖς
226ημὲν ενὶ κλισίῃ Αγαμέμνονος Ατρεΐδαο
227ηδὲ καὶ ενθάδε νῦν , πάρα γὰρ μενοεικέα πολλὰ
228δαίνυσθ̓ ·
αλλ̓ ου δαιτὸς επηράτου έργα μέμηλεν ,
229αλλὰ λίην μέγα πῆμα διοτρεφὲς εισορόωντες
230δείδιμεν
εν δοιῇ δὲ σαωσέμεν ὴ απολέσθαι
231νῆας εϋσσέλμους , ει μὴ σύ γε δύσεαι αλκήν .
232εγγὺς γὰρ νηῶν καὶ τείχεος αῦλιν έθεντο
233Τρῶες ὑπέρθυμοι τηλεκλειτοί τ̓ επίκουροι
234κηάμενοι πυρὰ πολλὰ κατὰ στρατόν , ου δ̓ έτι φασὶ
235σχήσεσθ̓ , αλλ̓ εν νηυσὶ μελαίνῃσιν πεσέεσθαι
236Ζεὺς δέ σφι Κρονίδης ενδέξια σήματα φαίνων
237αστράπτει
Ἕκτωρ δὲ μέγα σθένεϊ βλεμεαίνων
238μαίνεται εκπάγλως πίσυνος Διί , ου δέ τι τίει
239ανέρας ου δὲ θεούς ·
κρατερὴ δέ ἑ λύσσα δέδυκεν
240αρᾶται δὲ τάχιστα φανήμεναι Ηῶ δῖαν
241στεῦται γὰρ νηῶν αποκόψειν άκρα κόρυμβα
242αυτάς τ̓ εμπρήσειν μαλεροῦ πυρός , αυτὰρ Αχαιοὺς
243δῃώσειν παρὰ τῇσιν ορινομένους ὑπὸ καπνοῦ
244ταῦτ̓ αινῶς δείδοικα κατὰ φρένα , μή οἱ απειλὰς
245εκτελέσωσι θεοί , ἡμῖν δὲ δὴ αίσιμον είη
246φθίσθαι ενὶ Τροίῃ ἑκὰς Άργεος ἱπποβότοιο .
247αλλ̓ άνα ει μέμονάς γε καὶ οψέ περ υἷας Αχαιῶν
248τειρομένους ερύεσθαι ὑπὸ Τρώων ορυμαγδοῦ .
249αυτῷ τοι μετόπισθ̓ άχος έσσεται , ου δέ τι μῆχος
250ῥεχθέντος κακοῦ έστ̓ άκος εὑρεῖν
αλλὰ πολὺ πρὶν
251φράζευ ὅπως Δαναοῖσιν αλεξήσεις κακὸν ῆμαρ
252ῶ πέπον ῆ μὲν σοί γε πατὴρ επετέλλετο Πηλεὺς
253ήματι τῷ ὅτε σ̓ εκ Φθίης Αγαμέμνονι πέμπε
254τέκνον εμὸν κάρτος μὲν Αθηναίη τε καὶ Ἥρη
255δώσουσ̓ αί κ̓ εθέλωσι , σὺ δὲ μεγαλήτορα θυμὸν
256ίσχειν εν στήθεσσι
φιλοφροσύνη γὰρ αμείνων ·
257ληγέμεναι δ̓ έριδος κακομηχάνου , όφρά σε μᾶλλον
258τίωσ̓ Αργείων ημὲν νέοι ηδὲ γέροντες
259ὣς επέτελλ̓ ὃ γέρων , σὺ δὲ λήθεαι
αλλ̓ έτι καὶ νῦν
260παύἐ , έα δὲ χόλον θυμαλγέα
σοὶ δ̓ Αγαμέμνων
261άξια δῶρα δίδωσι μεταλήξαντι χόλοιο
262ει δὲ σὺ μέν μευ άκουσον , εγὼ δέ κέ τοι καταλέξω
263ὅσσά τοι εν κλισίῃσιν ὑπέσχετο δῶῤ Αγαμέμνων
264έπτ̓ απύρους τρίποδας , δέκα δὲ χρυσοῖο τάλαντα ,
265αίθωνας δὲ λέβητας εείκοσι , δώδεκα δ̓ ἵππους
266πηγοὺς αθλοφόρους , οἳ αέθλια ποσσὶν άροντο .
267ού κεν αλήϊος είη ανὴρ ᾧ τόσσα γένοιτο
268ου δέ κεν ακτήμων εριτίμοιο χρυσοῖο ,
269όσσ̓ Αγαμέμνονος ἵπποι αέθλια ποσσὶν άροντο .
270δώσει δ̓ ἑπτὰ γυναῖκας αμύμονα έργα ιδυίας
271Λεσβίδας , ἃς ὅτε Λέσβον εϋκτιμένην ἕλες αυτὸς
272εξέλεθ̓ , αἳ τότε κάλλει ενίκων φῦλα γυναικῶν .
273τὰς μέν τοι δώσει , μετὰ δ̓ έσσεται ἣν τότ̓ απηύρα
274κούρη Βρισῆος ·
επὶ δὲ μέγαν ὅρκον ομεῖται
275μή ποτε τῆς ευνῆς επιβήμεναι ηδὲ μιγῆναι
276ἣ θέμις εστὶν άναξ ήτ̓ ανδρῶν ήτε γυναικῶν .
277ταῦτα μὲν αυτίκα πάντα παρέσσεται
ει δέ κεν αῦτε
278άστυ μέγα Πριάμοιο θεοὶ δώωσ̓ αλαπάξαι ,
279νῆα ἅλις χρυσοῦ καὶ χαλκοῦ νηήσασθαι
280εισελθών , ὅτε κεν δατεώμεθα ληΐδ̓ Αχαιοί ,
281Τρωϊάδας δὲ γυναῖκας εείκοσιν αυτὸς ἑλέσθαι ,
282αἵ κε μετ̓ Αργείην Ἑλένην κάλλισται έωσιν
283ει δέ κεν Άργος ικοίμεθ̓ Αχαιϊκὸν οῦθαρ αρούρης
284γαμβρός κέν οἱ έοις ·
τίσει δέ σε ῖσον Ορέστῃ ,
285ὅς οἱ τηλύγετος τρέφεται θαλίῃ ένι πολλῇ
286τρεῖς δέ οἵ εισι θύγατρες ενὶ μεγάρῳ ευπήκτῳ
287Χρυσόθεμις καὶ Λαοδίκη καὶ Ιφιάνασσα ,
288τάων ἥν κ̓ εθέλῃσθα φίλην ανάεδνον άγεσθαι
289πρὸς οῖκον Πηλῆος ·
ὃ δ̓ αῦτ̓ επὶ μείλια δώσει
290πολλὰ μάλ̓ , όσσ̓ ού πώ τις ἑῇ επέδωκε θυγατρί
291ἑπτὰ δέ τοι δώσει εῦ ναιόμενα πτολίεθρα
292Καρδαμύλην Ενόπην τε καὶ Ἱρὴν ποιήεσσαν
293Φηράς τε ζαθέας ηδ̓ Άνθειαν βαθύλειμον
294καλήν τ̓ Αίπειαν καὶ Πήδασον αμπελόεσσαν .
295πᾶσαι δ̓ εγγὺς ἁλός , νέαται Πύλου ημαθόεντος ·
296εν δ̓ άνδρες ναίουσι πολύρρηνες πολυβοῦται ,
297οἵ κέ σε δωτίνῃσι θεὸν ὣς τιμήσουσι
298καί τοι ὑπὸ σκήπτρῳ λιπαρὰς τελέουσι θέμιστας .
299ταῦτά κέ τοι τελέσειε μεταλήξαντι χόλοιο
300ει δέ τοι Ατρεΐδης μὲν απήχθετο κηρόθι μᾶλλον
301αυτὸς καὶ τοῦ δῶρα , σὺ δ̓ άλλους περ Παναχαιοὺς
302τειρομένους ελέαιρε κατὰ στρατόν , οἵ σε θεὸν ὣς
303τίσουσ̓ ·
ῆ γάρ κέ σφι μάλα μέγα κῦδος άροιο
304νῦν γάρ χ̓ Έκτοῤ ἕλοις , επεὶ ὰν μάλα τοι σχεδὸν έλθοι
305λύσσαν έχων ολοήν , επεὶ ού τινά φησιν ὁμοῖον
306οἷ έμεναι Δαναῶν οὓς ενθάδε νῆες ένεικαν
307τὸν δ̓ απαμειβόμενος προσέφη πόδας ωκὺς Αχιλλεύς
308διογενὲς Λαερτιάδη πολυμήχαν̓ Οδυσσεῦ
309χρὴ μὲν δὴ τὸν μῦθον απηλεγέως αποειπεῖν ,
310ᾗ περ δὴ φρονέω τε καὶ ὡς τετελεσμένον έσται ,
311ὡς μή μοι τρύζητε παρήμενοι άλλοθεν άλλος .
312εχθρὸς γάρ μοι κεῖνος ὁμῶς Αΐδαο πύλῃσιν
313ὅς χ̓ ἕτερον μὲν κεύθῃ ενὶ φρεσίν , άλλο δὲ είπῃ .
314αυτὰρ εγὼν ερέω ὥς μοι δοκεῖ εῖναι άριστα
315ού τ̓ έμεγ̓ Ατρεΐδην Αγαμέμνονα πεισέμεν οίω
316ού τ̓ άλλους Δαναούς , επεὶ ουκ άρα τις χάρις ῆεν
317μάρνασθαι δηΐοισιν επ̓ ανδράσι νωλεμὲς αιεί .
318ίση μοῖρα μένοντι καὶ ει μάλα τις πολεμίζοι ·
319εν δὲ ιῇ τιμῇ ημὲν κακὸς ηδὲ καὶ εσθλός ·
320κάτθαν̓ ὁμῶς ὅ τ̓ αεργὸς ανὴρ ὅ τε πολλὰ εοργώς
321ου δέ τί μοι περίκειται , επεὶ πάθον άλγεα θυμῷ
322αιεὶ εμὴν ψυχὴν παραβαλλόμενος πολεμίζειν
323ὡς δ̓ όρνις απτῆσι νεοσσοῖσι προφέρῃσι
324μάστακ̓ επεί κε λάβῃσι , κακῶς δ̓ άρα οἱ πέλει αυτῇ ,
325ὣς καὶ εγὼ πολλὰς μὲν αΰπνους νύκτας ίαυον ,
326ήματα δ̓ αἱματόεντα διέπρησσον πολεμίζων
327ανδράσι μαρνάμενος οάρων ἕνεκα σφετεράων
328δώδεκα δὴ σὺν νηυσὶ πόλεις αλάπαξ̓ ανθρώπων ,
329πεζὸς δ̓ ἕνδεκά φημι κατὰ Τροίην ερίβωλον ·
330τάων εκ πασέων κειμήλια πολλὰ καὶ εσθλὰ
331εξελόμην , καὶ πάντα φέρων Αγαμέμνονι δόσκον
332Ατρεΐδῃ
ὃ δ̓ όπισθε μένων παρὰ νηυσὶ θοῇσι
333δεξάμενος διὰ παῦρα δασάσκετο , πολλὰ δ̓ έχεσκεν
334άλλα δ̓ αριστήεσσι δίδου γέρα καὶ βασιλεῦσι
335τοῖσι μὲν έμπεδα κεῖται , εμεῦ δ̓ απὸ μούνου Αχαιῶν
336είλετ̓ , έχει δ̓ άλοχον θυμαρέα
τῇ παριαύων
337τερπέσθω
τί δὲ δεῖ πολεμιζέμεναι Τρώεσσιν
338Αργείους
τί δὲ λαὸν ανήγαγεν ενθάδ̓ αγείρας
339Ατρεΐδης
ῆ ουχ Ἑλένης ένεκ̓ ηϋκόμοιο ;
340ῆ μοῦνοι φιλέουσ̓ αλόχους μερόπων ανθρώπων
341Ατρεΐδαι
επεὶ ὅς τις ανὴρ αγαθὸς καὶ εχέφρων
342τὴν αυτοῦ φιλέει καὶ κήδεται , ὡς καὶ εγὼ τὴν
343εκ θυμοῦ φίλεον δουρικτητήν περ εοῦσαν .
344νῦν δ̓ επεὶ εκ χειρῶν γέρας εἵλετο καί μ̓ απάτησε
345μή μευ πειράτω εῦ ειδότος
ου δέ με πείσει
346αλλ̓ Οδυσεῦ σὺν σοί τε καὶ άλλοισιν βασιλεῦσι
347φραζέσθω νήεσσιν αλεξέμεναι δήϊον πῦρ
348ῆ μὲν δὴ μάλα πολλὰ πονήσατο νόσφιν εμεῖο ,
349καὶ δὴ τεῖχος έδειμε , καὶ ήλασε τάφρον επ̓ αυτῷ
350ευρεῖαν μεγάλην , εν δὲ σκόλοπας κατέπηξεν ·
351αλλ̓ ου δ̓ ὧς δύναται σθένος Ἕκτορος ανδροφόνοιο
352ίσχειν
όφρα δ̓ εγὼ μετ̓ Αχαιοῖσιν πολέμιζον
353ουκ εθέλεσκε μάχην απὸ τείχεος ορνύμεν Ἕκτωρ ,
354αλλ̓ ὅσον ες Σκαιάς τε πύλας καὶ φηγὸν ἵκανεν
355ένθά ποτ̓ οῖον έμιμνε , μόγις δέ μευ έκφυγεν ὁρμήν
356νῦν δ̓ επεὶ ουκ εθέλω πολεμιζέμεν Ἕκτορι δίῳ
357αύριον ἱρὰ Διὶ ῥέξας καὶ πᾶσι θεοῖσι
358νηήσας εῦ νῆας , επὴν ἅλα δὲ προερύσσω ,
359όψεαι , αί κ̓ εθέλῃσθα καὶ αί κέν τοι τὰ μεμήλῃ ,
360ῆρι μάλ̓ Ἑλλήσποντον επ̓ ιχθυόεντα πλεούσας
361νῆας εμάς , εν δ̓ άνδρας ερεσσέμεναι μεμαῶτας ·
362ει δέ κεν ευπλοίην δώῃ κλυτὸς εννοσίγαιος
363ήματί κε τριτάτῳ Φθίην ερίβωλον ἱκοίμην
364έστι δέ μοι μάλα πολλά , τὰ κάλλιπον ενθάδε έρρων
365άλλον δ̓ ενθένδε χρυσὸν καὶ χαλκὸν ερυθρὸν
366ηδὲ γυναῖκας εϋζώνους πολιόν τε σίδηρον
367άξομαι , άσσ̓ έλαχόν γε ·
γέρας δέ μοι , ὅς περ έδωκεν ,
368αῦτις εφυβρίζων ἕλετο κρείων Αγαμέμνων
369Ατρεΐδης
τῷ πάντ̓ αγορευέμεν ὡς επιτέλλω
370αμφαδόν , όφρα καὶ άλλοι επισκύζωνται Αχαιοὶ
371εί τινά που Δαναῶν έτι έλπεται εξαπατήσειν
372αιὲν αναιδείην επιειμένος
ου δ̓ ὰν έμοιγε
373τετλαίη κύνεός περ εὼν εις ῶπα ιδέσθαι
374ου δέ τί οἱ βουλὰς συμφράσσομαι , ου δὲ μὲν έργον ·
375εκ γὰρ δή μ̓ απάτησε καὶ ήλιτεν
ου δ̓ ὰν έτ̓ αῦτις
376εξαπάφοιτ̓ επέεσσιν
ἅλις δέ οἱ ·
αλλὰ ἕκηλος
377ερρέτω
εκ γάρ εὑ φρένας εἵλετο μητίετα Ζεύς
378εχθρὰ δέ μοι τοῦ δῶρα , τίω δέ μιν εν καρὸς αίσῃ .
379ου δ̓ εί μοι δεκάκις τε καὶ εικοσάκις τόσα δοίη
380ὅσσά τέ οἱ νῦν έστι , καὶ εί ποθεν άλλα γένοιτο ,
381ου δ̓ όσ̓ ες Ορχομενὸν ποτινίσεται , ου δ̓ ὅσα Θήβας
382Αιγυπτίας , ὅθι πλεῖστα δόμοις εν κτήματα κεῖται ,
383αἵ θ̓ ἑκατόμπυλοί εισι , διηκόσιοι δ̓ αν̓ ἑκάστας
384ανέρες εξοιχνεῦσι σὺν ἵπποισιν καὶ όχεσφιν ·
385ου δ̓ εί μοι τόσα δοίη ὅσα ψάμαθός τε κόνις τε ,
386ου δέ κεν ὧς έτι θυμὸν εμὸν πείσεἰ Αγαμέμνων
387πρίν γ̓ απὸ πᾶσαν εμοὶ δόμεναι θυμαλγέα λώβην .
388κούρην δ̓ ου γαμέω Αγαμέμνονος Ατρεΐδαο ,
389ου δ̓ ει χρυσείῃ Αφροδίτῃ κάλλος ερίζοι ,
390έργα δ̓ Αθηναίῃ γλαυκώπιδι ισοφαρίζοι
391ου δέ μιν ὧς γαμέω
ὃ δ̓ Αχαιῶν άλλον ἑλέσθω ,
392ὅς τις οἷ τ̓ επέοικε καὶ ὃς βασιλεύτερός εστιν
393ὴν γὰρ δή με σαῶσι θεοὶ καὶ οίκαδ̓ ἵκωμαι ,
394Πηλεύς θήν μοι έπειτα γυναῖκά γε μάσσεται αυτός
395πολλαὶ Αχαιΐδες εισὶν αν̓ Ἑλλάδα τε Φθίην τε
396κοῦραι αριστήων , οἵ τε πτολίεθρα ῥύονται ,
397τάων ἥν κ̓ εθέλωμι φίλην ποιήσομ̓ άκοιτιν .
398ένθα δέ μοι μάλα πολλὸν επέσσυτο θυμὸς αγήνωρ
399γήμαντα μνηστὴν άλοχον εϊκυῖαν άκοιτιν
400κτήμασι τέρπεσθαι τὰ γέρων εκτήσατο Πηλεύς ·
401ου γὰρ εμοὶ ψυχῆς αντάξιον ου δ̓ ὅσα φασὶν
402Ίλιον εκτῆσθαι εῦ ναιόμενον πτολίεθρον
403τὸ πρὶν επ̓ ειρήνης , πρὶν ελθεῖν υἷας Αχαιῶν ,
404ου δ̓ ὅσα λάϊνος ουδὸς αφήτορος εντὸς εέργει
405Φοίβου Απόλλωνος Πυθοῖ ένι πετρηέσσῃ .
406ληϊστοὶ μὲν γάρ τε βόες καὶ ίφια μῆλα ,
407κτητοὶ δὲ τρίποδές τε καὶ ἵππων ξανθὰ κάρηνα ,
408ανδρὸς δὲ ψυχὴ πάλιν ελθεῖν ού τε λεϊστὴ
409ούθ̓ ἑλετή , επεὶ άρ κεν αμείψεται ἕρκος οδόντων .
410μήτηρ γάρ τέ μέ φησι θεὰ Θέτις αργυρόπεζα
411διχθαδίας κῆρας φερέμεν θανάτοιο τέλος δέ .
412ει μέν κ̓ αῦθι μένων Τρώων πόλιν αμφιμάχωμαι ,
413ώλετο μέν μοι νόστος , ατὰρ κλέος άφθιτον έσται
414ει δέ κεν οίκαδ̓ ἵκωμι φίλην ες πατρίδα γαῖαν ,
415ώλετό μοι κλέος εσθλόν , επὶ δηρὸν δέ μοι αιὼν
416έσσεται , ου δέ κέ μ̓ ῶκα τέλος θανάτοιο κιχείη
417καὶ δ̓ ὰν τοῖς άλλοισιν εγὼ παραμυθησαίμην
418οίκαδ̓ αποπλείειν , επεὶ ουκέτι δήετε τέκμωρ
419Ιλίου αιπεινῆς
μάλα γάρ ἑθεν ευρύοπα Ζεὺς
420χεῖρα ἑὴν ὑπερέσχε , τεθαρσήκασι δὲ λαοί
421αλλ̓ ὑμεῖς μὲν ιόντες αριστήεσσιν Αχαιῶν
422αγγελίην απόφασθε
τὸ γὰρ γέρας εστὶ γερόντων ·
423όφῤ άλλην φράζωνται ενὶ φρεσὶ μῆτιν αμείνω ,
424ἥ κέ σφιν νῆάς τε σαῷ καὶ λαὸν Αχαιῶν
425νηυσὶν έπι γλαφυρῇς , επεὶ ού σφισιν ἥδέ γ̓ ἑτοίμη
426ἣν νῦν εφράσσαντο εμεῦ απομηνίσαντος ·
427Φοῖνιξ δ̓ αῦθι παῤ άμμι μένων κατακοιμηθήτω ,
428όφρά μοι εν νήεσσι φίλην ες πατρίδ̓ ἕπηται
429αύριον ὴν εθέλῃσιν
ανάγκῃ δ̓ ού τί μιν άξω
430ὣς έφαθ̓ , οἳ δ̓ άρα πάντες ακὴν εγένοντο σιωπῇ
431μῦθον αγασσάμενοι
μάλα γὰρ κρατερῶς απέειπεν
432οψὲ δὲ δὴ μετέειπε γέρων ἱππηλάτα Φοῖνιξ
433δάκρὐ αναπρήσας ·
περὶ γὰρ δίε νηυσὶν Αχαιῶν
434ει μὲν δὴ νόστόν γε μετὰ φρεσὶ φαίδιμ̓ Αχιλλεῦ
435βάλλεαι , ου δέ τι πάμπαν αμύνειν νηυσὶ θοῇσι
436πῦρ εθέλεις αΐδηλον , επεὶ χόλος έμπεσε θυμῷ ,
437πῶς ὰν έπειτ̓ απὸ σεῖο φίλον τέκος αῦθι λιποίμην
438οῖος
σοὶ δέ μ̓ έπεμπε γέρων ἱππηλάτα Πηλεὺς
439ήματι τῷ ὅτε σ̓ εκ Φθίης Αγαμέμνονι πέμπε
440νήπιον ού πω ειδόθ̓ ὁμοιΐου πολέμοιο
441ου δ̓ αγορέων , ἵνα τ̓ άνδρες αριπρεπέες τελέθουσι .
442τοὔνεκά με προέηκε διδασκέμεναι τάδε πάντα ,
443μύθων τε ῥητῆῤ έμεναι πρηκτῆρά τε έργων
444ὡς ὰν έπειτ̓ απὸ σεῖο φίλον τέκος ουκ εθέλοιμι
445λείπεσθ̓ , ου δ̓ εί κέν μοι ὑποσταίη θεὸς αυτὸς
446γῆρας αποξύσας θήσειν νέον ἡβώοντα ,
447οἷον ὅτε πρῶτον λίπον Ἑλλάδα καλλιγύναικα
448φεύγων νείκεα πατρὸς Αμύντορος Ορμενίδαο ,
449ὅς μοι παλλακίδος περιχώσατο καλλικόμοιο ,
450τὴν αυτὸς φιλέεσκεν , ατιμάζεσκε δ̓ άκοιτιν
451μητέῤ εμήν ·
ἣ δ̓ αιὲν εμὲ λισσέσκετο γούνων
452παλλακίδι προμιγῆναι , ίν̓ εχθήρειε γέροντα
453τῇ πιθόμην καὶ έρεξα
πατὴρ δ̓ εμὸς αυτίκ̓ οϊσθεὶς
454πολλὰ κατηρᾶτο , στυγερὰς δ̓ επεκέκλετ̓ Ερινῦς ,
455μή ποτε γούνασιν οἷσιν εφέσσεσθαι φίλον υἱὸν
456εξ εμέθεν γεγαῶτα
θεοὶ δ̓ ετέλειον επαρὰς
457Ζεύς τε καταχθόνιος καὶ επαινὴ Περσεφόνεια .
458ένθ̓ εμοὶ ουκέτι πάμπαν ερητύετ̓ εν φρεσὶ θυμὸς
463πατρὸς χωομένοιο κατὰ μέγαρα στρωφᾶσθαι
464ῆ μὲν πολλὰ έται καὶ ανεψιοὶ αμφὶς εόντες
465αυτοῦ λισσόμενοι κατερήτυον εν μεγάροισι ,
466πολλὰ δὲ ίφια μῆλα καὶ ειλίποδας ἕλικας βοῦς
467έσφαζον , πολλοὶ δὲ σύες θαλέθοντες αλοιφῇ
468εὑόμενοι τανύοντο διὰ φλογὸς Ἡφαίστοιο ,
469πολλὸν δ̓ εκ κεράμων μέθυ πίνετο τοῖο γέροντος
470εινάνυχες δέ μοι αμφ̓ αυτῷ παρὰ νύκτας ίαυον
471οἳ μὲν αμειβόμενοι φυλακὰς έχον , ου δέ ποτ̓ έσβη
472πῦρ , ἕτερον μὲν υπ̓ αιθούσῃ ευερκέος αυλῆς ,
473άλλο δ̓ ενὶ προδόμῳ , πρόσθεν θαλάμοιο θυράων
474αλλ̓ ὅτε δὴ δεκάτη μοι επήλυθε νὺξ ερεβεννή ,
475καὶ τότ̓ εγὼ θαλάμοιο θύρας πυκινῶς αραρυίας
476ῥήξας εξῆλθον , καὶ ὑπέρθορον ἑρκίον αυλῆς
477ῥεῖα , λαθὼν φύλακάς τ̓ άνδρας δμῳάς τε γυναῖκας
478φεῦγον έπειτ̓ απάνευθε δἰ Ἑλλάδος ευρυχόροιο ,
479Φθίην δ̓ εξικόμην εριβώλακα μητέρα μήλων
480ες Πηλῆα άναχθ̓
ὃ δέ με πρόφρων ὑπέδεκτο ,
481καί μ̓ εφίλησ̓ ὡς εί τε πατὴρ ὃν παῖδα φιλήσῃ
482μοῦνον τηλύγετον πολλοῖσιν επὶ κτεάτεσσι ,
483καί μ̓ αφνειὸν έθηκε , πολὺν δέ μοι ώπασε λαόν ·
484ναῖον δ̓ εσχατιὴν Φθίης Δολόπεσσιν ανάσσων
485καί σε τοσοῦτον έθηκα θεοῖς επιείκελ̓ Αχιλλεῦ ,
486εκ θυμοῦ φιλέων , επεὶ ουκ εθέλεσκες άμ̓ άλλῳ
487ού τ̓ ες δαῖτ̓ ιέναι ού τ̓ εν μεγάροισι πάσασθαι ,
488πρίν γ̓ ὅτε δή σ̓ επ̓ εμοῖσιν εγὼ γούνεσσι καθίσσας
489όψου τ̓ άσαιμι προταμὼν καὶ οῖνον επισχών .
490πολλάκι μοι κατέδευσας επὶ στήθεσσι χιτῶνα
491οίνου αποβλύζων εν νηπιέῃ αλεγεινῇ
492ὣς επὶ σοὶ μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα ,
493τὰ φρονέων ὅ μοι ού τι θεοὶ γόνον εξετέλειον
494εξ εμεῦ ·
αλλὰ σὲ παῖδα θεοῖς επιείκελ̓ Αχιλλεῦ
495ποιεύμην , ἵνα μοί ποτ̓ αεικέα λοιγὸν αμύνῃς
496αλλ̓ Αχιλεῦ δάμασον θυμὸν μέγαν
ου δέ τί σε χρὴ
497νηλεὲς ῆτορ έχειν
στρεπτοὶ δέ τε καὶ θεοὶ αυτοί ,
498τῶν περ καὶ μείζων αρετὴ τιμή τε βίη τε .
499καὶ μὲν τοὺς θυέεσσι καὶ ευχωλῇς αγανῇσι
500λοιβῇ τε κνίσῃ τε παρατρωπῶσ̓ άνθρωποι
501λισσόμενοι , ὅτε κέν τις ὑπερβήῃ καὶ ἁμάρτῃ
502καὶ γάρ τε λιταί εισι Διὸς κοῦραι μεγάλοιο
503χωλαί τε ῥυσαί τε παραβλῶπές τ̓ οφθαλμώ ,
504αἵ ῥά τε καὶ μετόπισθ̓ άτης αλέγουσι κιοῦσαι .
505ἣ δ̓ άτη σθεναρή τε καὶ αρτίπος , οὕνεκα πάσας
506πολλὸν ὑπεκπροθέει , φθάνει δέ τε πᾶσαν επ̓ αῖαν
507βλάπτουσ̓ ανθρώπους ·
αἳ δ̓ εξακέονται οπίσσω
508ὃς μέν τ̓ αιδέσεται κούρας Διὸς ᾶσσον ιούσας ,
509τὸν δὲ μέγ̓ ώνησαν καί τ̓ έκλυον ευχομένοιο
510ὃς δέ κ̓ ανήνηται καί τε στερεῶς αποείπῃ ,
511λίσσονται δ̓ άρα ταί γε Δία Κρονίωνα κιοῦσαι
512τῷ άτην άμ̓ ἕπεσθαι , ἵνα βλαφθεὶς αποτίσῃ
513αλλ̓ Αχιλεῦ πόρε καὶ σὺ Διὸς κούρῃσιν ἕπεσθαι
514τιμήν , ἥ τ̓ άλλων περ επιγνάμπτει νόον εσθλῶν
515ει μὲν γὰρ μὴ δῶρα φέροι τὰ δ̓ όπισθ̓ ονομάζοι
516Ατρεΐδης , αλλ̓ αιὲν επιζαφελῶς χαλεπαίνοι ,
517ουκ ὰν έγωγέ σε μῆνιν απορρίψαντα κελοίμην
518Αργείοισιν αμυνέμεναι χατέουσί περ έμπης
519νῦν δ̓ ἅμα τ̓ αυτίκα πολλὰ διδοῖ τὰ δ̓ όπισθεν ὑπέστη ,
520άνδρας δὲ λίσσεσθαι επιπροέηκεν αρίστους
521κρινάμενος κατὰ λαὸν Αχαιϊκόν , οἵ τε σοὶ αυτῷ
522φίλτατοι Αργείων ·
τῶν μὴ σύ γε μῦθον ελέγξῃς
523μη δὲ πόδας ·
πρὶν δ̓ ού τι νεμεσσητὸν κεχολῶσθαι .
524οὕτω καὶ τῶν πρόσθεν επευθόμεθα κλέα ανδρῶν
525ἡρώων , ὅτε κέν τιν̓ επιζάφελος χόλος ἵκοι
526δωρητοί τε πέλοντο παράρρητοί τ̓ επέεσσι
527μέμνημαι τόδε έργον εγὼ πάλαι ού τι νέον γε
528ὡς ῆν ·
εν δ̓ ὑμῖν ερέω πάντεσσι φίλοισι .
529Κουρῆτές τ̓ εμάχοντο καὶ Αιτωλοὶ μενεχάρμαι
530αμφὶ πόλιν Καλυδῶνα καὶ αλλήλους ενάριζον ,
531Αιτωλοὶ μὲν αμυνόμενοι Καλυδῶνος εραννῆς ,
532Κουρῆτες δὲ διαπραθέειν μεμαῶτες Άρηϊ
533καὶ γὰρ τοῖσι κακὸν χρυσόθρονος Άρτεμις ῶρσε
534χωσαμένη ὅ οἱ ού τι θαλύσια γουνῷ αλωῆς
535Οινεὺς ῥέξ̓
άλλοι δὲ θεοὶ δαίνυνθ̓ ἑκατόμβας ,
536οίῃ δ̓ ουκ έρρεξε Διὸς κούρῃ μεγάλοιο
537ὴ λάθετ̓ ὴ ουκ ενόησεν
αάσατο δὲ μέγα θυμῷ
538ἣ δὲ χολωσαμένη δῖον γένος ιοχέαιρα
539ῶρσεν έπι χλούνην σῦν άγριον αργιόδοντα ,
540ὃς κακὰ πόλλ̓ ἕρδεσκεν έθων Οινῆος αλωήν ·
541πολλὰ δ̓ ὅ γε προθέλυμνα χαμαὶ βάλε δένδρεα μακρὰ
542αυτῇσιν ῥίζῃσι καὶ αυτοῖς άνθεσι μήλων
543τὸν δ̓ υἱὸς Οινῆος απέκτεινεν Μελέαγρος
544πολλέων εκ πολίων θηρήτορας άνδρας αγείρας
545καὶ κύνας ·
ου μὲν γάρ κε δάμη παύροισι βροτοῖσι
546τόσσος έην , πολλοὺς δὲ πυρῆς επέβησ̓ αλεγεινῆς
547ἣ δ̓ αμφ̓ αυτῷ θῆκε πολὺν κέλαδον καὶ αϋτὴν
548αμφὶ συὸς κεφαλῇ καὶ δέρματι λαχνήεντι ,
549Κουρήτων τε μεσηγὺ καὶ Αιτωλῶν μεγαθύμων
550όφρα μὲν οῦν Μελέαγρος άρηι φίλος πολέμιζε ,
551τόφρα δὲ Κουρήτεσσι κακῶς ῆν , ου δὲ δύναντο
552τείχεος έκτοσθεν μίμνειν πολέες περ εόντες
553αλλ̓ ὅτε δὴ Μελέαγρον έδυ χόλος , ὅς τε καὶ άλλων
554οιδάνει εν στήθεσσι νόον πύκα περ φρονεόντων ,
555ήτοι ὃ μητρὶ φίλῃ Αλθαίῃ χωόμενος κῆρ
556κεῖτο παρὰ μνηστῇ αλόχῳ καλῇ Κλεοπάτρῃ
557κούρῃ Μαρπήσσης καλλισφύρου Ευηνίνης
558Ίδεώ θ̓ , ὃς κάρτιστος επιχθονίων γένετ̓ ανδρῶν
559τῶν τότε ·
καί ῥα άνακτος εναντίον εἵλετο τόξον
560Φοίβου Απόλλωνος καλλισφύρου εἵνεκα νύμφης ,
561τὴν δὲ τότ̓ εν μεγάροισι πατὴρ καὶ πότνια μήτηρ
562Αλκυόνην καλέεσκον επώνυμον , ούνεκ̓ άῤ αυτῆς
563μήτηρ αλκυόνος πολυπενθέος οῖτον έχουσα
564κλαῖεν ὅ μιν ἑκάεργος ανήρπασε Φοῖβος Απόλλων ·
565τῇ ὅ γε παρκατέλεκτο χόλον θυμαλγέα πέσσων
566εξ αρέων μητρὸς κεχολωμένος , ἥ ῥα θεοῖσι
567πόλλ̓ αχέουσ̓ ηρᾶτο κασιγνήτοιο φόνοιο ,
568πολλὰ δὲ καὶ γαῖαν πολυφόρβην χερσὶν αλοία
569κικλήσκουσ̓ Αΐδην καὶ επαινὴν Περσεφόνειαν
570πρόχνυ καθεζομένη , δεύοντο δὲ δάκρυσι κόλποι ,
571παιδὶ δόμεν θάνατον
τῆς δ̓ ηεροφοῖτις Ερινὺς
572έκλυεν εξ Ερέβεσφιν αμείλιχον ῆτορ έχουσα
573τῶν δὲ τάχ̓ αμφὶ πύλας ὅμαδος καὶ δοῦπος ορώρει
574πύργων βαλλομένων
τὸν δὲ λίσσοντο γέροντες
575Αιτωλῶν , πέμπον δὲ θεῶν ἱερῆας αρίστους ,
576εξελθεῖν καὶ αμῦναι ὑποσχόμενοι μέγα δῶρον
577ὁππόθι πιότατον πεδίον Καλυδῶνος εραννῆς ,
578ένθά μιν ήνωγον τέμενος περικαλλὲς ἑλέσθαι
579πεντηκοντόγυον , τὸ μὲν ἥμισυ οινοπέδοιο ,
580ἥμισυ δὲ ψιλὴν άροσιν πεδίοιο ταμέσθαι .
581πολλὰ δέ μιν λιτάνευε γέρων ἱππηλάτα Οινεὺς
582ουδοῦ επεμβεβαὼς ὑψηρεφέος θαλάμοιο
583σείων κολλητὰς σανίδας γουνούμενος υἱόν ·
584πολλὰ δὲ τόν γε κασίγνηται καὶ πότνια μήτηρ
585ελλίσσονθ̓
ὃ δὲ μᾶλλον αναίνετο
πολλὰ δ̓ ἑταῖροι ,
586οἵ οἱ κεδνότατοι καὶ φίλτατοι ῆσαν ἁπάντων ·
587αλλ̓ ου δ̓ ὧς τοῦ θυμὸν ενὶ στήθεσσιν έπειθον ,
588πρίν γ̓ ὅτε δὴ θάλαμος πύκ̓ εβάλλετο , τοὶ δ̓ επὶ πύργων
589βαῖνον Κουρῆτες καὶ ενέπρηθον μέγα άστυ .
590καὶ τότε δὴ Μελέαγρον εΰζωνος παράκοιτις
591λίσσετ̓ οδυρομένη , καί οἱ κατέλεξεν ἅπαντα
592κήδἐ , όσ̓ ανθρώποισι πέλει τῶν άστυ ἁλώῃ
593άνδρας μὲν κτείνουσι , πόλιν δέ τε πῦρ αμαθύνει ,
594τέκνα δέ τ̓ άλλοι άγουσι βαθυζώνους τε γυναῖκας
595τοῦ δ̓ ωρίνετο θυμὸς ακούοντος κακὰ έργα ,
596βῆ δ̓ ιέναι , χροῒ δ̓ έντἐ εδύσετο παμφανόωντα
597ὣς ὃ μὲν Αιτωλοῖσιν απήμυνεν κακὸν ῆμαρ
598είξας ᾧ θυμῷ
τῷ δ̓ ουκέτι δῶρα τέλεσσαν
599πολλά τε καὶ χαρίεντα , κακὸν δ̓ ήμυνε καὶ αύτως
600αλλὰ σὺ μή μοι ταῦτα νόει φρεσί , μὴ δέ σε δαίμων
601ενταῦθα τρέψειε φίλος
κάκιον δέ κεν είη
602νηυσὶν καιομένῃσιν αμυνέμεν
αλλ̓ επὶ δώρων
603έρχεο
ῖσον γάρ σε θεῷ τίσουσιν Αχαιοί
604ει δέ κ̓ άτερ δώρων πόλεμον φθισήνορα δύῃς
605ουκέθ̓ ὁμῶς τιμῆς έσεαι πόλεμόν περ αλαλκών ,
606τὸν δ̓ απαμειβόμενος προσέφη πόδας ωκὺς Αχιλλεύς
607Φοῖνιξ άττα γεραιὲ διοτρεφὲς ού τί με ταύτης
608χρεὼ τιμῆς ·
φρονέω δὲ τετιμῆσθαι Διὸς αίσῃ ,
609ἥ μ̓ ἕξει παρὰ νηυσὶ κορωνίσιν εις ὅ κ̓ αϋτμὴ
610εν στήθεσσι μένῃ καί μοι φίλα γούνατ̓ ορώρῃ
611άλλο δέ τοι ερέω , σὺ δ̓ ενὶ φρεσὶ βάλλεο σῇσι
612μή μοι σύγχει θυμὸν οδυρόμενος καὶ αχεύων
613Ατρεΐδῃ ἥρωϊ φέρων χάριν
ου δέ τί σε χρὴ
614τὸν φιλέειν , ἵνα μή μοι απέχθηαι φιλέοντι
615καλόν τοι σὺν εμοὶ τὸν κήδειν ὅς κ̓ εμὲ κήδῃ ·
616ῖσον εμοὶ βασίλευε καὶ ἥμισυ μείρεο τιμῆς
617οὗτοι δ̓ αγγελέουσι , σὺ δ̓ αυτόθι λέξεο μίμνων
618ευνῇ ένι μαλακῇ
ἅμα δ̓ ηοῖ φαινομένηφι
619φρασσόμεθ̓ ή κε νεώμεθ̓ εφ̓ ημέτεῤ ῆ κε μένωμεν
620ῆ καὶ Πατρόκλῳ ὅ γ̓ επ̓ οφρύσι νεῦσε σιωπῇ
621Φοίνικι στορέσαι πυκινὸν λέχος , όφρα τάχιστα
622εκ κλισίης νόστοιο μεδοίατο
τοῖσι δ̓ άῤ Αίας
623αντίθεος Τελαμωνιάδης μετὰ μῦθον έειπε
624διογενὲς Λαερτιάδη πολυμήχαν̓ Οδυσσεῦ
625ίομεν ·
ου γάρ μοι δοκέει μύθοιο τελευτὴ
626τῇδέ γ̓ ὁδῷ κρανέεσθαι
απαγγεῖλαι δὲ τάχιστα
627χρὴ μῦθον Δαναοῖσι καὶ ουκ αγαθόν περ εόντα
628οἵ που νῦν ἕαται ποτιδέγμενοι
αυτάρ Αχιλλεὺς
629άγριον εν στήθεσσι θέτο μεγαλήτορα θυμὸν
630σχέτλιος , ου δὲ μετατρέπεται φιλότητος ἑταίρων
631τῆς ᾗ μιν παρὰ νηυσὶν ετίομεν έξοχον άλλων
632νηλής
καὶ μέν τίς τε κασιγνήτοιο φονῆος
633ποινὴν ὴ οὗ παιδὸς εδέξατο τεθνηῶτος
634καί ῥ̓ ὃ μὲν εν δήμῳ μένει αυτοῦ πόλλ̓ αποτίσας ,
635τοῦ δέ τ̓ ερητύεται κραδίη καὶ θυμὸς αγήνωρ
636ποινὴν δεξαμένῳ
σοὶ δ̓ άληκτόν τε κακόν τε
637θυμὸν ενὶ στήθεσσι θεοὶ θέσαν εἵνεκα κούρης
638οίης
νῦν δέ τοι ἑπτὰ παρίσχομεν έξοχ̓ αρίστας ,
639άλλά τε πόλλ̓ επὶ τῇσι
σὺ δ̓ ἵλαον ένθεο θυμόν ,
640αίδεσσαι δὲ μέλαθρον
ὑπωρόφιοι δέ τοί ειμεν
641πληθύος εκ Δαναῶν , μέμαμεν δέ τοι έξοχον άλλων
642κήδιστοί τ̓ έμεναι καὶ φίλτατοι ὅσσοι Αχαιοί .
643τὸν δ̓ απαμειβόμενος προσέφη πόδας ωκὺς Αχιλλεύς
644Αῖαν διογενὲς Τελαμώνιε κοίρανε λαῶν
645πάντά τί μοι κατὰ θυμὸν εείσαο μυθήσασθαι ·
646αλλά μοι οιδάνεται κραδίη χόλῳ ὁππότε κείνων
647μνήσομαι ὥς μ̓ ασύφηλον εν Αργείοισιν έρεξεν
648Ατρεΐδης ὡς εί τιν̓ ατίμητον μετανάστην .
649αλλ̓ ὑμεῖς έρχεσθε καὶ αγγελίην απόφασθε
650ου γὰρ πρὶν πολέμοιο μεδήσομαι αἱματόεντος
651πρίν γ̓ υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖον
652Μυρμιδόνων επί τε κλισίας καὶ νῆας ἱκέσθαι
653κτείνοντ̓ Αργείους , κατά τε σμῦξαι πυρὶ νῆας .
654αμφὶ δέ τοι τῇ εμῇ κλισίῃ καὶ νηῒ μελαίνῃ
655Ἕκτορα καὶ μεμαῶτα μάχης σχήσεσθαι οΐω
656ὣς έφαθ̓ , οἳ δὲ ἕκαστος ἑλὼν δέπας αμφικύπελλον
657σπείσαντες παρὰ νῆας ίσαν πάλιν
ῆρχε δ̓ Οδυσσεύς
658Πάτροκλος δ̓ ἑτάροισιν ιδὲ δμωῇσι κέλευσε
659Φοίνικι στορέσαι πυκινὸν λέχος ὅττι τάχιστα
660αἳ δ̓ επιπειθόμεναι στόρεσαν λέχος ὡς εκέλευσε
661κώεά τε ῥῆγός τε λίνοιό τε λεπτὸν άωτον .
662ένθ̓ ὃ γέρων κατέλεκτο καὶ ηῶ δῖαν έμιμνεν
663αυτὰρ Αχιλλεὺς εὗδε μυχῷ κλισίης ευπήκτου
664τῷ δ̓ άρα παρκατέλεκτο γυνή , τὴν Λεσβόθεν ῆγε ,
665Φόρβαντος θυγάτηρ Διομήδη καλλιπάρῃος
666Πάτροκλος δ̓ ἑτέρωθεν ελέξατο
πὰρ δ̓ άρα καὶ τῷ
667Ι͂φις εΰζωνος , τήν οἱ πόρε δῖος Αχιλλεὺς
668Σκῦρον ἑλὼν αιπεῖαν Ενυῆος πτολίεθρον .
669οἳ δ̓ ὅτε δὴ κλισίῃσιν εν Ατρεΐδαο γένοντο .
670τοὺς μὲν άρα χρυσέοισι κυπέλλοις υἷες Αχαιῶν
671δειδέχατ̓ άλλοθεν άλλος ανασταδόν , έκ τ̓ ερέοντο
672πρῶτος δ̓ εξερέεινεν άναξ ανδρῶν Αγαμέμνων
673είπ̓ άγε μ̓ ῶ πολύαιν̓ Οδυσεῦ μέγα κῦδος Αχαιῶν
674ή ῥ̓ εθέλει νήεσσιν αλεξέμεναι δήϊον πῦρ ,
675ῆ απέειπε , χόλος δ̓ έτ̓ έχει μεγαλήτορα θυμόν ;
676τὸν δ̓ αῦτε προσέειπε πολύτλας δῖος Οδυσσεύς
677Ατρεΐδη κύδιστε άναξ ανδρῶν Αγάμεμνον
678κεῖνός γ̓ ουκ εθέλει σβέσσαι χόλον , αλλ̓ έτι μᾶλλον
679πιμπλάνεται μένεος , σὲ δ̓ αναίνεται ηδὲ σὰ δῶρα .
680αυτόν σε φράζεσθαι εν Αργείοισιν άνωγεν
681ὅππως κεν νῆάς τε σαῷς καὶ λαὸν Αχαιῶν
682αυτὸς δ̓ ηπείλησεν άμ̓ ηοῖ φαινομένηφι
683νῆας εϋσσέλμους άλαδ̓ ἑλκέμεν αμφιελίσσας
684καὶ δ̓ ὰν τοῖς άλλοισιν έφη παραμυθήσασθαι
685οίκαδ̓ αποπλείειν , επεὶ ουκέτι δήετε τέκμωρ
686Ιλίου αιπεινῆς
μάλα γάρ ἑθεν ευρύοπα Ζεὺς
687χεῖρα ἑὴν ὑπερέσχε , τεθαρσήκασι δὲ λαοί
688ὣς έφατ̓
εισὶ καὶ οἵδε τάδ̓ ειπέμεν , οἵ μοι ἕποντο ,
689Αίας καὶ κήρυκε δύω πεπνυμένω άμφω
690Φοῖνιξ δ̓ αῦθ̓ ὃ γέρων κατελέξατο , ὡς γὰρ ανώγει ,
691όφρά οἱ εν νήεσσι φίλην ες πατρίδ̓ ἕπηται
692αύριον , ὴν εθέλῃσιν ·
ανάγκῃ δ̓ ού τί μιν άξει
693ὣς έφαθ̓ , οἳ δ̓ άρα πάντες ακὴν εγένοντο σιωπῇ
694μῦθον αγασσάμενοι
μάλα γὰρ κρατερῶς αγόρευσε
695δὴν δ̓ άνεῳ ῆσαν τετιηότες υἷες Αχαιῶν
696οψὲ δὲ δὴ μετέειπε βοὴν αγαθὸς Διομήδης
697Ατρεΐδη κύδιστε άναξ ανδρῶν Αγάμεμνον
698μὴ όφελες λίσσεσθαι αμύμονα Πηλεΐωνα
699μυρία δῶρα διδούς ·
ὃ δ̓ αγήνωρ εστὶ καὶ άλλως
700νῦν αῦ μιν πολὺ μᾶλλον αγηνορίῃσιν ενῆκας
701αλλ̓ ήτοι κεῖνον μὲν εάσομεν ή κεν ίῃσιν
702ῆ κε μένῃ
τότε δ̓ αῦτε μαχήσεται ὁππότε κέν μιν
703θυμὸς ενὶ στήθεσσιν ανώγῃ καὶ θεὸς όρσῃ
704αλλ̓ άγεθ̓ ὡς ὰν εγὼ είπω πειθώμεθα πάντες
705νῦν μὲν κοιμήσασθε τεταρπόμενοι φίλον ῆτορ
706σίτου καὶ οίνοιο
τὸ γὰρ μένος εστὶ καὶ αλκή
707αυτὰρ επεί κε φανῇ καλὴ ῥοδοδάκτυλος Ηώς ,
708καρπαλίμως πρὸ νεῶν εχέμεν λαόν τε καὶ ἵππους
709οτρύνων , καὶ δ̓ αυτὸς ενὶ πρώτοισι μάχεσθαι
710ὣς έφαθ̓ , οἳ δ̓ άρα πάντες επῄνησαν βασιλῆες
711μῦθον αγασσάμενοι Διομήδεος ἱπποδάμοιο .
712καὶ τότε δὴ σπείσαντες έβαν κλισίην δὲ ἕκαστος ,
713ένθα δὲ κοιμήσαντο καὶ ὕπνου δῶρον ἕλοντο
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52
53
54
55
56
57
58
59
60
61
62
63
64
65
66
67
68
69
70
71
72
73
74
75
76
77
78
79
80
81
82
83
84
85
86
87
88
89
90
91
92
93
94
95
96
97
98
99
100
101
102
103
104
105
106
107
108
109
110
111
112
113
114
115
116
117
118
119
120
121
122
123
124
125
126
127
128
129
130
131
132
133
134
135
136
137
138
139
140
141
142
143
144
145
146
147
148
149
150
151
152
153
154
155
156
157
158
159
160
161
162
163
164
165
166
167
168
169
170
171
172
173
174
175
176
177
178
179
180
181
182
183
184
185
186
187
188
189
190
191
192
193
194
195
196
197
198
199
200
201
202
203
204
205
206
207
208
209
210
211
212
213
214
215
216
217
218
219
220
221
222
223
224
225
226
227
228
229
230
231
232
233
234
235
236
237
238
239
240
241
242
243
244
245
246
247
248
249
250
251
252
253
254
255
256
257
258
259
260
261
262
263
264
265
266
267
268
269
270
271
272
273
274
275
276
277
278
279
280
281
282
283
284
285
286
287
288
289
290
291
292
293
294
295
296
297
298
299
300
301
302
303
304
305
306
307
308
309
310
311
312
313
314
315
316
317
318
319
320
321
322
323
324
325
326
327
328
329
330
331
332
333
334
335
336
337
338
339
340
341
342
343
344
345
346
347
348
349
350
351
352
353
354
355
356
357
358
359
360
361
362
363
364
365
366
367
368
369
370
371
372
373
374
375
376
377
378
379
380
381
382
383
384
385
386
387
388
389
390
391
392
393
394
395
396
397
398
399
400
401
402
403
404
405
406
407
408
409
410
411
412
413
414
415
416
417
418
419
420
421
422
423
424
425
426
427
428
429
430
431
432
433
434
435
436
437
438
439
440
441
442
443
444
445
446
447
448
449
450
451
452
453
454
455
456
457
458
463
464
465
466
467
468
469
470
471
472
473
474
475
476
477
478
479
480
481
482
483
484
485
486
487
488
489
490
491
492
493
494
495
496
497
498
499
500
501
502
503
504
505
506
507
508
509
510
511
512
513
514
515
516
517
518
519
520
521
522
523
524
525
526
527
528
529
530
531
532
533
534
535
536
537
538
539
540
541
542
543
544
545
546
547
548
549
550
551
552
553
554
555
556
557
558
559
560
561
562
563
564
565
566
567
568
569
570
571
572
573
574
575
576
577
578
579
580
581
582
583
584
585
586
587
588
589
590
591
592
593
594
595
596
597
598
599
600
601
602
603
604
605
606
607
608
609
610
611
612
613
614
615
616
617
618
619
620
621
622
623
624
625
626
627
628
629
630
631
632
633
634
635
636
637
638
639
640
641
642
643
644
645
646
647
648
649
650
651
652
653
654
655
656
657
658
659
660
661
662
663
664
665
666
667
668
669
670
671
672
673
674
675
676
677
678
679
680
681
682
683
684
685
686
687
688
689
690
691
692
693
694
695
696
697
698
699
700
701
702
703
704
705
706
707
708
709
710
711
712
713