1ὣς ειπὼν πυλέων εξέσσυτο φαίδιμος Ἕκτωρ ,
2τῷ δ̓ άμ̓ Αλέξανδρος κί̓ αδελφεός
εν δ̓ άρα θυμῷ
3αμφότεροι μέμασαν πολεμίζειν ηδὲ μάχεσθαι
4ὡς δὲ θεὸς ναύτῃσιν εελδομένοισιν έδωκεν
5οῦρον , επεί κε κάμωσιν εϋξέστῃς ελάτῃσι
6πόντον ελαύνοντες , καμάτῳ δ̓ ὑπὸ γυῖα λέλυνται ,
7ὣς άρα τὼ Τρώεσσιν εελδομένοισι φανήτην
8ένθ̓ ἑλέτην ὃ μὲν υἱὸν Αρηϊθόοιο άνακτος
9Άρνῃ ναιετάοντα Μενέσθιον , ὃν κορυνήτης
10γείνατ̓ Αρηΐθοος καὶ Φυλομέδουσα βοῶπις ·
11Ἕκτωρ δ̓ Ηϊονῆα βάλ̓ έγχεϊ οξυόεντι
12αυχέν̓ ὑπὸ στεφάνης ευχάλκου , λύντο δὲ γυῖα
13Γλαῦκος δ̓ Ἱππολόχοιο πάϊς Λυκίων αγὸς ανδρῶν
14Ιφίνοον βάλε δουρὶ κατὰ κρατερὴν ὑσμίνην
15Δεξιάδην ἵππων επιάλμενον ωκειάων
16ῶμον ·
ὃ δ̓ εξ ἵππων χαμάδις πέσε , λύντο δὲ γυῖα
17τοὺς δ̓ ὡς οῦν ενόησε θεὰ γλαυκῶπις Αθήνη
18Αργείους ολέκοντας ενὶ κρατερῇ ὑσμίνῃ ,
19βῆ ῥα κατ̓ Ουλύμποιο καρήνων αΐξασα
20Ίλιον εις ἱερήν ·
τῇ δ̓ αντίος όρνυτ̓ Απόλλων
21Περγάμου εκκατιδών , Τρώεσσι δὲ βούλετο νίκην
22αλλήλοισι δὲ τώ γε συναντέσθην παρὰ φηγῷ
23τὴν πρότερος προσέειπεν άναξ Διὸς υἱὸς Απόλλων
24τίπτε σὺ δ̓ αῦ μεμαυῖα Διὸς θύγατερ μεγάλοιο
25ῆλθες απ̓ Ουλύμποιο , μέγας δέ σε θυμὸς ανῆκεν
26ῆ ἵνα δὴ Δαναοῖσι μάχης ἑτεραλκέα νίκην
27δῷς ;
επεὶ ού τι Τρῶας απολλυμένους ελεαίρεις .
28αλλ̓ εί μοί τι πίθοιο τό κεν πολὺ κέρδιον είη
29νῦν μὲν παύσωμεν πόλεμον καὶ δηϊοτῆτα
30σήμερον
ὕστερον αῦτε μαχήσοντ̓ εις ὅ κε τέκμωρ
31Ιλίου εὕρωσιν , επεὶ ὣς φίλον έπλετο θυμῷ
32ὑμῖν αθανάτῃσι , διαπραθέειν τόδε άστυ
33τὸν δ̓ αῦτε προσέειπε θεὰ γλαυκῶπις Αθήνη ·
34ῶδ̓ έστω ἑκάεργε
τὰ γὰρ φρονέουσα καὶ αυτὴ
35ῆλθον απ̓ Ουλύμποιο μετὰ Τρῶας καὶ Αχαιούς
36αλλ̓ άγε πῶς μέμονας πόλεμον καταπαυσέμεν ανδρῶν
37τὴν δ̓ αῦτε προσέειπεν άναξ Διὸς υἱὸς Απόλλων
38Ἕκτορος όρσωμεν κρατερὸν μένος ἱπποδάμοιο ,
39ήν τινά που Δαναῶν προκαλέσσεται οιόθεν οῖος
40αντίβιον μαχέσασθαι εν αινῇ δηϊοτῆτι ,
41οἳ δέ κ̓ αγασσάμενοι χαλκοκνήμιδες Αχαιοὶ
42οῖον επόρσειαν πολεμίζειν Ἕκτορι δίῳ .
43ὣς έφατ̓ , ου δ̓ απίθησε θεὰ γλαυκῶπις Αθήνη .
44τῶν δ̓ Ἕλενος Πριάμοιο φίλος παῖς σύνθετο θυμῷ
45βουλήν , ἥ ῥα θεοῖσιν εφήνδανε μητιόωσι ·
46στῆ δὲ παῤ Έκτοῤ ιὼν καί μιν πρὸς μῦθον έειπεν
47Ἕκτορ υἱὲ Πριάμοιο Διὶ μῆτιν ατάλαντε
48ῆ ῥά νύ μοί τι πίθοιο , κασίγνητος δέ τοί ειμι ·
49άλλους μὲν κάθισον Τρῶας καὶ πάντας Αχαιούς ,
50αυτὸς δὲ προκάλεσσαι Αχαιῶν ὅς τις άριστος
51αντίβιον μαχέσασθαι εν αινῇ δηϊοτῆτι ·
52ου γάρ πώ τοι μοῖρα θανεῖν καὶ πότμον επισπεῖν ·
53ὣς γὰρ εγὼ όπ̓ άκουσα θεῶν αιειγενετάων
54ὣς έφαθ̓ , Ἕκτωρ δ̓ αῦτε χάρη μέγα μῦθον ακούσας ,
55καί ῥ̓ ες μέσσον ιὼν Τρώων ανέεργε φάλαγγας ,
56μέσσου δουρὸς ἑλών
οἳ δ̓ ἱδρύνθησαν ἅπαντες
57κὰδ δ̓ Αγαμέμνων εἷσεν εϋκνήμιδας Αχαιούς
58κὰδ δ̓ άῤ Αθηναίη τε καὶ αργυρότοξος Απόλλων
59ἑζέσθην όρνισιν εοικότες αιγυπιοῖσι
60φηγῷ εφ̓ ὑψηλῇ πατρὸς Διὸς αιγιόχοιο
61ανδράσι τερπόμενοι
τῶν δὲ στίχες εἵατο πυκναὶ
62ασπίσι καὶ κορύθεσσι καὶ έγχεσι πεφρικυῖαι
63οἵη δὲ Ζεφύροιο εχεύατο πόντον έπι φρὶξ
64ορνυμένοιο νέον , μελάνει δέ τε πόντος υπ̓ αυτῆς ,
65τοῖαι άρα στίχες είατ̓ Αχαιῶν τε Τρώων τε
66εν πεδίῳ
Ἕκτωρ δὲ μετ̓ αμφοτέροισιν έειπε
67κέκλυτέ μευ Τρῶες καὶ εϋκνήμιδες Αχαιοὶ
68όφῤ είπω τά με θυμὸς ενὶ στήθεσσι κελεύει .
69ὅρκια μὲν Κρονίδης ὑψίζυγος ουκ ετέλεσσεν ,
70αλλὰ κακὰ φρονέων τεκμαίρεται αμφοτέροισιν
71εις ὅ κεν ὴ ὑμεῖς Τροίην εύπυργον ἕλητε
72ὴ αυτοὶ παρὰ νηυσὶ δαμείετε ποντοπόροισιν
73ὑμῖν δ̓ εν γὰρ έασιν αριστῆες Παναχαιῶν
74τῶν νῦν ὅν τινα θυμὸς εμοὶ μαχέσασθαι ανώγει
75δεῦῤ ίτω εκ πάντων πρόμος έμμεναι Ἕκτορι δίῳ
76ὧδε δὲ μυθέομαι , Ζεὺς δ̓ άμμ̓ επιμάρτυρος έστω
77ει μέν κεν εμὲ κεῖνος ἕλῃ ταναήκεϊ χαλκῷ ,
78τεύχεα συλήσας φερέτω κοίλας επὶ νῆας ,
79σῶμα δὲ οίκαδ̓ εμὸν δόμεναι πάλιν , όφρα πυρός με
80Τρῶες καὶ Τρώων άλοχοι λελάχωσι θανόντα
81ει δέ κ̓ εγὼ τὸν ἕλω , δώῃ δέ μοι εῦχος Απόλλων ,
82τεύχεα σύλησας οίσω προτὶ Ίλιον ἱρήν ,
83καὶ κρεμόω προτὶ νηὸν Απόλλωνος ἑκάτοιο ,
84τὸν δὲ νέκυν επὶ νῆας εϋσσέλμους αποδώσω ,
85όφρά ἑ ταρχύσωσι κάρη κομόωντες Αχαιοί ,
86σῆμά τέ οἱ χεύωσιν επὶ πλατεῖ Ἑλλησπόντῳ
87καί ποτέ τις είπῃσι καὶ οψιγόνων ανθρώπων
88νηῒ πολυκλήϊδι πλέων επὶ οίνοπα πόντον
89ανδρὸς μὲν τόδε σῆμα πάλαι κατατεθνηῶτος ,
90ὅν ποτ̓ αριστεύοντα κατέκτανε φαίδιμος Ἕκτωρ .
91ὥς ποτέ τις ερέει
τὸ δ̓ εμὸν κλέος ού ποτ̓ ολεῖται
92ὣς έφαθ̓ , οἱ δ̓ άρα πάντες ακὴν εγένοντο σιωπῇ
93αίδεσθεν μὲν ανήνασθαι , δεῖσαν δ̓ ὑποδέχθαι
94οψὲ δὲ δὴ Μενέλαος ανίστατο καὶ μετέειπε
95νείκει ονειδίζων , μέγα δὲ στεναχίζετο θυμῷ
96ώ μοι απειλητῆρες Αχαιΐδες ουκέτ̓ Αχαιοί ·
97ῆ μὲν δὴ λώβη τάδε γ̓ έσσεται αινόθεν αινῶς
98ει μή τις Δαναῶν νῦν Ἕκτορος αντίος εῖσιν
99αλλ̓ ὑμεῖς μὲν πάντες ὕδωρ καὶ γαῖα γένοισθε
100ἥμενοι αῦθι ἕκαστοι ακήριοι ακλεὲς αύτως
101τῷδε δ̓ εγὼν αυτὸς θωρήξομαι
αυτὰρ ὕπερθε
102νίκης πείρατ̓ έχονται εν αθανάτοισι θεοῖσιν
103ὣς άρα φωνήσας κατεδύσετο τεύχεα καλά
104ένθά κέ τοι Μενέλαε φάνη βιότοιο τελευτὴ
105Ἕκτορος εν παλάμῃσιν , επεὶ πολὺ φέρτερος ῆεν ,
106ει μὴ αναΐξαντες ἕλον βασιλῆες Αχαιῶν ,
107αυτός τ̓ Ατρεΐδης ευρὺ κρείων Αγαμέμνων
108δεξιτερῆς ἕλε χειρὸς έπος τ̓ έφατ̓ έκ τ̓ ονόμαζεν
109αφραίνεις Μενέλαε διοτρεφές , ου δέ τί σε χρὴ
110ταύτης αφροσύνης
ανὰ δὲ σχέο κηδόμενός περ ,
111μη δ̓ έθελ̓ εξ έριδος σεῦ αμείνονι φωτὶ μάχεσθαι
112Ἕκτορι Πριαμίδῃ , τόν τε στυγέουσι καὶ άλλοι .
113καὶ δ̓ Αχιλεὺς τούτῳ γε μάχῃ ένι κυδιανείρῃ
114έρριγ̓ αντιβολῆσαι , ὅ περ σέο πολλὸν αμείνων .
115αλλὰ σὺ μὲν νῦν ἵζευ ιὼν μετὰ έθνος ἑταίρων ,
116τούτῳ δὲ πρόμον άλλον αναστήσουσιν Αχαιοί
117εί περ αδειής τ̓ εστὶ καὶ ει μόθου έστ̓ ακόρητος ,
118φημί μιν ασπασίως γόνυ κάμψειν , αί κε φύγῃσι
119δηΐου εκ πολέμοιο καὶ αινῆς δηϊοτῆτος
120ὣς ειπὼν παρέπεισεν αδελφειοῦ φρένας ἥρως
121αίσιμα παρειπών , ὃ δ̓ επείθετο
τοῦ μὲν έπειτα
122γηθόσυνοι θεράποντες απ̓ ώμων τεύχἐ ἕλοντο
123Νέστωρ δ̓ Αργείοισιν ανίστατο καὶ μετέειπεν
124ὼ πόποι ῆ μέγα πένθος Αχαιΐδα γαῖαν ἱκάνει
125ῆ κε μέγ̓ οιμώξειε γέρων ἱππηλάτα Πηλεὺς
126εσθλὸς Μυρμιδόνων βουληφόρος ηδ̓ αγορητής ,
127ὅς ποτέ μ̓ ειρόμενος μέγ̓ εγήθεεν ᾧ ενὶ οίκῳ
128πάντων Αργείων ερέων γενεήν τε τόκον τε .
129τοὺς νῦν ει πτώσσοντας υφ̓ Ἕκτορι πάντας ακούσαι ,
130πολλά κεν αθανάτοισι φίλας ανὰ χεῖρας αείραι
131θυμὸν απὸ μελέων δῦναι δόμον Άϊδος είσω
132αὶ γὰρ Ζεῦ τε πάτερ καὶ Αθηναίη καὶ Άπολλον
133ηβῷμ̓ ὡς ότ̓ επ̓ ωκυρόῳ Κελάδοντι μάχοντο
134αγρόμενοι Πύλιοί τε καὶ Αρκάδες εγχεσίμωροι
135Φειᾶς πὰρ τείχεσσιν Ιαρδάνου αμφὶ ῥέεθρα .
136τοῖσι δ̓ Ερευθαλίων πρόμος ἵστατο ισόθεος φὼς
137τεύχἐ έχων ώμοισιν Αρηϊθόοιο άνακτος
138δίου Αρηϊθόου , τὸν επίκλησιν κορυνήτην
139άνδρες κίκλησκον καλλίζωνοί τε γυναῖκες
140ούνεκ̓ άῤ ου τόξοισι μαχέσκετο δουρί τε μακρῷ ,
141αλλὰ σιδηρείῃ κορύνῃ ῥήγνυσκε φάλαγγας .
142τὸν Λυκόοργος έπεφνε δόλῳ , ού τι κράτεΐ γε ,
143στεινωπῷ εν ὁδῷ όθ̓ άῤ ου κορύνη οἱ όλεθρον
144χραῖσμε σιδηρείη
πρὶν γὰρ Λυκόοργος ὑποφθὰς
145δουρὶ μέσον περόνησεν , ὃ δ̓ ὕπτιος ούδει ερείσθη
146τεύχεα δ̓ εξενάριξε , τά οἱ πόρε χάλκεος Άρης
147καὶ τὰ μὲν αυτὸς έπειτα φόρει μετὰ μῶλον Άρηος
148αυτὰρ επεὶ Λυκόοργος ενὶ μεγάροισιν εγήρα ,
149δῶκε δ̓ Ερευθαλίωνι φίλῳ θεράποντι φορῆναι ·
150τοῦ ὅ γε τεύχἐ έχων προκαλίζετο πάντας αρίστους
151οἳ δὲ μάλ̓ ετρόμεον καὶ εδείδισαν , ου δέ τις έτλη
152αλλ̓ εμὲ θυμὸς ανῆκε πολυτλήμων πολεμίζειν
153θάρσεϊ ᾧ
γενεῇ δὲ νεώτατος έσκον ἁπάντων
154καὶ μαχόμην οἱ εγώ , δῶκεν δέ μοι εῦχος Αθήνη
155τὸν δὴ μήκιστον καὶ κάρτιστον κτάνον άνδρα
156πολλὸς γάρ τις έκειτο παρήορος ένθα καὶ ένθα
157είθ̓ ὣς ἡβώοιμι , βίη δέ μοι έμπεδος είη
158τώ κε τάχ̓ αντήσειε μάχης κορυθαίολος Ἕκτωρ
159ὑμέων δ̓ οἵ περ έασιν αριστῆες Παναχαιῶν
160ου δ̓ οἳ προφρονέως μέμαθ̓ Ἕκτορος αντίον ελθεῖν
161ὣς νείκεσσ̓ ὃ γέρων , οἳ δ̓ εννέα πάντες ανέσταν
162ῶρτο πολὺ πρῶτος μὲν άναξ ανδρῶν Αγαμέμνων ,
163τῷ δ̓ επὶ Τυδεΐδης ῶρτο κρατερὸς Διομήδης ,
164τοῖσι δ̓ επ̓ Αίαντες θοῦριν επιειμένοι αλκήν ,
165τοῖσι δ̓ επ̓ Ιδομενεὺς καὶ οπάων Ιδομενῆος
166Μηριόνης ατάλαντος Ενυαλίῳ ανδρειφόντῃ ,
167τοῖσι δ̓ επ̓ Ευρύπυλος Ευαίμονος αγλαὸς υἱός ,
168ὰν δὲ Θόας Ανδραιμονίδης καὶ δῖος Οδυσσεύς ·
169πάντες άῤ οἵ γ̓ έθελον πολεμίζειν Ἕκτορι δίῳ
170τοῖς δ̓ αῦτις μετέειπε Γερήνιος ἱππότα Νέστωρ
171κλήρῳ νῦν πεπάλασθε διαμπερὲς ὅς κε λάχῃσιν ·
172οὗτος γὰρ δὴ ονήσει εϋκνήμιδας Αχαιούς ,
173καὶ δ̓ αυτὸς ὃν θυμὸν ονήσεται αί κε φύγῃσι
174δηΐου εκ πολέμοιο καὶ αινῆς δηϊοτῆτος
175ὣς έφαθ̓ , οἳ δὲ κλῆρον εσημήναντο ἕκαστος ,
176εν δ̓ έβαλον κυνέῃ Αγαμέμνονος Ατρεΐδαο
177λαοὶ δ̓ ηρήσαντο , θεοῖσι δὲ χεῖρας ανέσχον
178ὧδε δέ τις είπεσκεν ιδὼν εις ουρανὸν ευρύν
179Ζεῦ πάτερ ὴ Αίαντα λαχεῖν , ὴ Τυδέος υἱόν ,
180ὴ αυτὸν βασιλῆα πολυχρύσοιο Μυκήνης
181ὣς άῤ έφαν , πάλλεν δὲ Γερήνιος ἱππότα Νέστωρ ,
182εκ δ̓ έθορε κλῆρος κυνέης ὃν άῤ ήθελον αυτοὶ
183Αίαντος ·
κῆρυξ δὲ φέρων αν̓ ὅμιλον ἁπάντῃ
184δεῖξ̓ ενδέξια πᾶσιν αριστήεσσιν Αχαιῶν
185οἳ δ̓ ου γιγνώσκοντες απηνήναντο ἕκαστος
186αλλ̓ ὅτε δὴ τὸν ἵκανε φέρων αν̓ ὅμιλον ἁπάντῃ
187ὅς μιν επιγράψας κυνέῃ βάλε φαίδιμος Αίας ,
188ήτοι ὑπέσχεθε χεῖῤ , ὃ δ̓ άῤ έμβαλεν άγχι παραστάς ,
189γνῶ δὲ κλήρου σῆμα ιδών , γήθησε δὲ θυμῷ .
190τὸν μὲν πὰρ πόδ̓ ἑὸν χαμάδις βάλε φώνησέν τε
191ῶ φίλοι ήτοι κλῆρος εμός , χαίρω δὲ καὶ αυτὸς
192θυμῷ , επεὶ δοκέω νικησέμεν Ἕκτορα δῖον .
193αλλ̓ άγετ̓ όφῤ ὰν εγὼ πολεμήϊα τεύχεα δύω ,
194τόφῤ ὑμεῖς εύχεσθε Διὶ Κρονίωνι άνακτι
195σιγῇ εφ̓ ὑμείων ἵνα μὴ Τρῶές γε πύθωνται ,
196ηὲ καὶ αμφαδίην , επεὶ ού τινα δείδιμεν έμπης ·
197ου γάρ τίς με βίῃ γε ἑκὼν αέκοντα δίηται
198ου δέ τι ιδρείῃ , επεὶ ου δ̓ εμὲ νήϊδά γ̓ οὕτως
199έλπομαι εν Σαλαμῖνι γενέσθαι τε τραφέμεν τε .
200ὣς έφαθ̓ , οἳ δ̓ εύχοντο Διὶ Κρονίωνι άνακτι
201ὧδε δέ τις είπεσκεν ιδὼν εις ουρανὸν ευρύν
202Ζεῦ πάτερ Ίδηθεν μεδέων κύδιστε μέγιστε
203δὸς νίκην Αίαντι καὶ αγλαὸν εῦχος αρέσθαι
204ει δὲ καὶ Ἕκτορά περ φιλέεις καὶ κήδεαι αυτοῦ ,
205ίσην αμφοτέροισι βίην καὶ κῦδος όπασσον
206ὣς άῤ έφαν , Αίας δὲ κορύσσετο νώροπι χαλκῷ
207αυτὰρ επεὶ δὴ πάντα περὶ χροῒ ἕσσατο τεύχεα ,
208σεύατ̓ έπειθ̓ οἷός τε πελώριος έρχεται Άρης ,
209ὅς τ̓ εῖσιν πόλεμον δὲ μετ̓ ανέρας οὕς τε Κρονίων
210θυμοβόρου έριδος μένεϊ ξυνέηκε μάχεσθαι .
211τοῖος άῤ Αίας ῶρτο πελώριος ἕρκος Αχαιῶν
212μειδιόων βλοσυροῖσι προσώπασι ·
νέρθε δὲ ποσσὶν
213ήϊε μακρὰ βιβάς , κραδάων δολιχόσκιον έγχος
214τὸν δὲ καὶ Αργεῖοι μὲν εγήθεον εισορόωντες ,
215Τρῶας δὲ τρόμος αινὸς ὑπήλυθε γυῖα ἕκαστον ,
216Ἕκτορί τ̓ αυτῷ θυμὸς ενὶ στήθεσσι πάτασσεν
217αλλ̓ ού πως έτι εῖχεν ὑποτρέσαι ου δ̓ αναδῦναι
218ὰψ λαῶν ες ὅμιλον , επεὶ προκαλέσσατο χάρμῃ .
219Αίας δ̓ εγγύθεν ῆλθε φέρων σάκος ηΰτε πύργον
220χάλκεον ἑπταβόειον , ὅ οἱ Τυχίος κάμε τεύχων
221σκυτοτόμων όχ̓ άριστος Ὕλῃ ένι οικία ναίων ,
222ὅς οἱ εποίησεν σάκος αιόλον ἑπταβόειον
223ταύρων ζατρεφέων , επὶ δ̓ όγδοον ήλασε χαλκόν .
224τὸ πρόσθε στέρνοιο φέρων Τελαμώνιος Αίας
225στῆ ῥα μάλ̓ Ἕκτορος εγγύς , απειλήσας δὲ προσηύδα
226Ἕκτορ νῦν μὲν δὴ σάφα είσεαι οιόθεν οῖος
227οἷοι καὶ Δαναοῖσιν αριστῆες μετέασι
228καὶ μετ̓ Αχιλλῆα ῥηξήνορα θυμολέοντα .
229αλλ̓ ὃ μὲν εν νήεσσι κορωνίσι ποντοπόροισι
230κεῖτ̓ απομηνίσας Αγαμέμνονι ποιμένι λαῶν ·
231ἡμεῖς δ̓ ειμὲν τοῖοι οἳ ὰν σέθεν αντιάσαιμεν
232καὶ πολέες
αλλ̓ άρχε μάχης ηδὲ πτολέμοιο
233τὸν δ̓ αῦτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ
234Αῖαν διογενὲς Τελαμώνιε κοίρανε λαῶν
235μή τί μευ ηΰτε παιδὸς αφαυροῦ πειρήτιζε
236ηὲ γυναικός , ἣ ουκ οῖδεν πολεμήϊα έργα .
237αυτὰρ εγὼν εῦ οῖδα μάχας τ̓ ανδροκτασίας τε
238οῖδ̓ επὶ δεξιά , οῖδ̓ επ̓ αριστερὰ νωμῆσαι βῶν
239αζαλέην , τό μοι έστι ταλαύρινον πολεμίζειν ·
240οῖδα δ̓ επαΐξαι μόθον ἵππων ωκειάων
241οῖδα δ̓ ενὶ σταδίῃ δηΐῳ μέλπεσθαι Άρηϊ
242αλλ̓ ου γάρ σ̓ εθέλω βαλέειν τοιοῦτον εόντα
243λάθρῃ οπιπεύσας , αλλ̓ αμφαδόν , αί κε τύχωμι
244ῆ ῥα , καὶ αμπεπαλὼν προΐει δολιχόσκιον έγχος ,
245καὶ βάλεν Αίαντος δεινὸν σάκος ἑπταβόειον
246ακρότατον κατὰ χαλκόν , ὃς όγδοος ῆεν επ̓ αυτῷ
247ἓξ δὲ διὰ πτύχας ῆλθε δαΐζων χαλκὸς ατειρής ,
248εν τῇ δ̓ ἑβδομάτῃ ῥινῷ σχέτο
δεύτερος αῦτε
249Αίας διογενὴς προΐει δολιχόσκιον έγχος ,
250καὶ βάλε Πριαμίδαο κατ̓ ασπίδα πάντοσ̓ εΐσην
251διὰ μὲν ασπίδος ῆλθε φαεινῆς όβριμον έγχος ,
252καὶ διὰ θώρηκος πολυδαιδάλου ηρήρειστο
253αντικρὺ δὲ παραὶ λαπάρην διάμησε χιτῶνα
254έγχος
ὃ δ̓ εκλίνθη καὶ αλεύατο κῆρα μέλαιναν
255τὼ δ̓ εκσπασσαμένω δολίχ̓ έγχεα χερσὶν άμ̓ άμφω
256σύν ῥ̓ έπεσον λείουσιν εοικότες ωμοφάγοισιν
257ὴ συσὶ κάπροισιν , τῶν τε σθένος ουκ αλαπαδνόν .
258Πριαμίδης μὲν έπειτα μέσον σάκος ούτασε δουρί ,
259ου δ̓ έρρηξεν χαλκός , ανεγνάμφθη δέ οἱ αιχμή
260Αίας δ̓ ασπίδα νύξεν επάλμενος
ἣ δὲ διαπρὸ
261ήλυθεν εγχείη , στυφέλιξε δέ μιν μεμαῶτα ,
262τμήδην δ̓ αυχέν̓ επῆλθε , μέλαν δ̓ ανεκήκιεν αἷμα ,
263αλλ̓ ου δ̓ ὧς απέληγε μάχης κορυθαίολος Ἕκτωρ ,
264αλλ̓ αναχασσάμενος λίθον εἵλετο χειρὶ παχείῃ
265κείμενον εν πεδίῳ μέλανα τρηχύν τε μέγαν τε
266τῷ βάλεν Αίαντος δεινὸν σάκος ἑπταβόειον
267μέσσον επομφάλιον ·
περιήχησεν δ̓ άρα χαλκός
268δεύτερος αῦτ̓ Αίας πολὺ μείζονα λᾶαν αείρας
269ῆκ̓ επιδινήσας , επέρεισε δὲ ῖν̓ απέλεθρον ,
270είσω δ̓ ασπίδ̓ έαξε βαλὼν μυλοειδέϊ πέτρῳ ,
271βλάψε δέ οἱ φίλα γούναθ̓
ὃ δ̓ ὕπτιος εξετανύσθη
272ασπίδι εγχριμφθείς
τὸν δ̓ αῖψ̓ ώρθωσεν Απόλλων
273καί νύ κε δὴ ξιφέεσσ̓ αυτοσχεδὸν ουτάζοντο ,
274ει μὴ κήρυκες Διὸς άγγελοι ηδὲ καὶ ανδρῶν
275ῆλθον , ὃ μὲν Τρώων , ὃ δ̓ Αχαιῶν χαλκοχιτώνων ,
276Ταλθύβιός τε καὶ Ιδαῖος πεπνυμένω άμφω
277μέσσῳ δ̓ αμφοτέρων σκῆπτρα σχέθον , εῖπέ τε μῦθον
278κῆρυξ Ιδαῖος πεπνυμένα μήδεα ειδώς
279μηκέτι παῖδε φίλω πολεμίζετε μη δὲ μάχεσθον
280αμφοτέρω γὰρ σφῶϊ φιλεῖ νεφεληγερέτα Ζεύς ,
281άμφω δ̓ αιχμητά ·
τό γε δὴ καὶ ίδμεν ἅπαντες
282νὺξ δ̓ ήδη τελέθει
αγαθὸν καὶ νυκτὶ πιθέσθαι .
283τὸν δ̓ απαμειβόμενος προσέφη Τελαμώνιος Αίας
284Ιδαῖ̓ Ἕκτορα ταῦτα κελεύετε μυθήσασθαι
285αυτὸς γὰρ χάρμῃ προκαλέσσατο πάντας αρίστους
286αρχέτω
αυτὰρ εγὼ μάλα πείσομαι ᾗ περ ὰν οὗτος .
287τὸν δ̓ αῦτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ
288Αῖαν επεί τοι δῶκε θεὸς μέγεθός τε βίην τε
289καὶ πινυτήν , περὶ δ̓ έγχει Αχαιῶν φέρτατός εσσι ,
290νῦν μὲν παυσώμεσθα μάχης καὶ δηϊοτῆτος
291σήμερον
ὕστερον αῦτε μαχησόμεθ̓ εις ὅ κε δαίμων
292άμμε διακρίνῃ , δώῃ δ̓ ἑτέροισί γε νίκην
293νὺξ δ̓ ήδη τελέθει
αγαθὸν καὶ νυκτὶ πιθέσθαι ,
294ὡς σύ τ̓ εϋφρήνῃς πάντας παρὰ νηυσὶν Αχαιούς ,
295σούς τε μάλιστα έτας καὶ ἑταίρους , οἵ τοι έασιν ·
296αυτὰρ εγὼ κατὰ άστυ μέγα Πριάμοιο άνακτος
297Τρῶας εϋφρανέω καὶ Τρῳάδας ἑλκεσιπέπλους ,
298αἵ τέ μοι ευχόμεναι θεῖον δύσονται αγῶνα
299δῶρα δ̓ άγ̓ αλλήλοισι περικλυτὰ δώομεν άμφω ,
300όφρά τις ῶδ̓ είπῃσιν Αχαιῶν τε Τρώων τε
301ημὲν εμαρνάσθην έριδος πέρι θυμοβόροιο ,
302ηδ̓ αῦτ̓ εν φιλότητι διέτμαγεν αρθμήσαντε
303ὣς άρα φωνήσας δῶκε ξίφος αργυρόηλον
304σὺν κολεῷ τε φέρων καὶ εϋτμήτῳ τελαμῶνι
305Αίας δὲ ζωστῆρα δίδου φοίνικι φαεινόν
306τὼ δὲ διακρινθέντε ὃ μὲν μετὰ λαὸν Αχαιῶν
307ήϊ̓ , ὃ δ̓ ες Τρώων ὅμαδον κίε
τοὶ δὲ χάρησαν ,
308ὡς εῖδον ζωόν τε καὶ αρτεμέα προσιόντα ,
309Αίαντος προφυγόντα μένος καὶ χεῖρας αάπτους
310καί ῥ̓ ῆγον προτὶ άστυ αελπτέοντες σόον εῖναι
311Αίαντ̓ αῦθ̓ ἑτέρωθεν εϋκνήμιδες Αχαιοὶ
312εις Αγαμέμνονα δῖον άγον κεχαρηότα νίκῃ
313οἳ δ̓ ὅτε δὴ κλισίῃσιν εν Ατρεΐδαο γένοντο ,
314τοῖσι δὲ βοῦν ἱέρευσεν άναξ ανδρῶν Αγαμέμνων
315άρσενα πενταέτηρον ὑπερμενέϊ Κρονίωνι .
316τὸν δέρον αμφί θ̓ ἕπον , καί μιν διέχευαν ἅπαντα ,
317μίστυλλόν τ̓ άῤ επισταμένως πεῖράν τ̓ οβελοῖσιν ,
318όπτησάν τε περιφραδέως , ερύσαντό τε πάντα
319αυτὰρ επεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα ,
320δαίνυντ̓ , ου δέ τι θυμὸς εδεύετο δαιτὸς εΐσης
321νώτοισιν δ̓ Αίαντα διηνεκέεσσι γέραιρεν
322ἥρως Ατρεΐδης ευρὺ κρείων Αγαμέμνων
323αυτὰρ επεὶ πόσιος καὶ εδητύος εξ έρον ἕντο ,
324τοῖς ὁ γέρων πάμπρωτος ὑφαίνειν ήρχετο μῆτιν
325Νέστωρ , οὗ καὶ πρόσθεν αρίστη φαίνετο βουλή ·
326ὅ σφιν εϋφρονέων αγορήσατο καὶ μετέειπεν
327Ατρεΐδη τε καὶ άλλοι αριστῆες Παναχαιῶν ,
328πολλοὶ γὰρ τεθνᾶσι κάρη κομόωντες Αχαιοί ,
329τῶν νῦν αἷμα κελαινὸν εΰρροον αμφὶ Σκάμανδρον
330εσκέδασ̓ οξὺς Άρης , ψυχαὶ δ̓ Άϊδος δὲ κατῆλθον
331τώ σε χρὴ πόλεμον μὲν άμ̓ ηοῖ παῦσαι Αχαιῶν ,
332αυτοὶ δ̓ αγρόμενοι κυκλήσομεν ενθάδε νεκροὺς
333βουσὶ καὶ ἡμιόνοισιν
ατὰρ κατακήομεν αυτοὺς
334τυτθὸν απὸ πρὸ νεῶν , ὥς κ̓ οστέα παισὶν ἕκαστος
335οίκαδ̓ άγῃ ότ̓ ὰν αῦτε νεώμεθα πατρίδα γαῖαν
336τύμβον δ̓ αμφὶ πυρὴν ἕνα χεύομεν εξαγαγόντες
337άκριτον εκ πεδίου
ποτὶ δ̓ αυτὸν δείμομεν ῶκα
338πύργους ὑψηλοὺς εῖλαρ νηῶν τε καὶ αυτῶν
339εν δ̓ αυτοῖσι πύλας ποιήσομεν εῦ αραρυίας ,
340όφρα δἰ αυτάων ἱππηλασίη ὁδὸς είη
341έκτοσθεν δὲ βαθεῖαν ορύξομεν εγγύθι τάφρον ,
342ἥ χ̓ ἵππον καὶ λαὸν ερυκάκοι αμφὶς εοῦσα ,
343μή ποτ̓ επιβρίσῃ πόλεμος Τρώων αγερώχων
344ὣς έφαθ̓ , οἳ δ̓ άρα πάντες επῄνησαν βασιλῆες
345Τρώων αῦτ̓ αγορὴ γένετ̓ Ιλίου εν πόλει άκρῃ
346δεινὴ τετρηχυῖα , παρὰ Πριάμοιο θύρῃσι ·
347τοῖσιν δ̓ Αντήνωρ πεπνυμένος ῆρχ̓ αγορεύειν
348κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ηδ̓ επίκουροι ,
349όφῤ είπω τά με θυμὸς ενὶ στήθεσσι κελεύει .
350δεῦτ̓ άγετ̓ Αργείην Ἑλένην καὶ κτήμαθ̓ άμ̓ αυτῇ
351δώομεν Ατρεΐδῃσιν άγειν
νῦν δ̓ ὅρκια πιστὰ
352ψευσάμενοι μαχόμεσθα
τὼ ού νύ τι κέρδιον ἡμῖν
353έλπομαι εκτελέεσθαι , ἵνα μὴ ῥέξομεν ὧδε
354ήτοι ὅ γ̓ ὣς ειπὼν κατ̓ άῤ ἕζετο
τοῖσι δ̓ ανέστη
355δῖος Αλέξανδρος Ἑλένης πόσις ηϋκόμοιο ,
356ὅς μιν αμειβόμενος έπεα πτερόεντα προσηύδα ·
357Αντῆνορ σὺ μὲν ουκέτ̓ εμοὶ φίλα ταῦτ̓ αγορεύεις
358οῖσθα καὶ άλλον μῦθον αμείνονα τοῦδε νοῆσαι
359ει δ̓ ετεὸν δὴ τοῦτον απὸ σπουδῆς αγορεύεις ,
360εξ άρα δή τοι έπειτα θεοὶ φρένας ώλεσαν αυτοί
361αυτὰρ εγὼ Τρώεσσι μεθ̓ ἱπποδάμοις αγορεύσω
362αντικρὺ δ̓ απόφημι γυναῖκα μὲν ουκ αποδώσω
363κτήματα δ̓ όσσ̓ αγόμην εξ Άργεος ἡμέτερον δῶ
364πάντ̓ εθέλω δόμεναι καὶ οίκοθεν άλλ̓ επιθεῖναι .
365ήτοι ὅ γ̓ ὣς ειπὼν κατ̓ άῤ ἕζετο
τοῖσι δ̓ ανέστη
366Δαρδανίδης Πρίαμος , θεόφιν μήστωρ ατάλαντος ,
367ὅ σφιν εϋφρονέων αγορήσατο καὶ μετέειπε
368κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ηδ̓ επίκουροι ,
369όφῤ είπω τά με θυμὸς ενὶ στήθεσσι κελεύει .
370νῦν μὲν δόρπον ἕλεσθε κατὰ πτόλιν ὡς τὸ πάρος περ ,
371καὶ φυλακῆς μνήσασθε καὶ εγρήγορθε ἕκαστος ·
372ηῶθεν δ̓ Ιδαῖος ίτω κοίλας επὶ νῆας
373ειπέμεν Ατρεΐδῃς Αγαμέμνονι καὶ Μενελάῳ
374μῦθον Αλεξάνδροιο , τοῦ εἵνεκα νεῖκος όρωρε
375καὶ δὲ τόδ̓ ειπέμεναι πυκινὸν έπος , αί κ̓ εθέλωσι
376παύσασθαι πολέμοιο δυσηχέος , εις ὅ κε νεκροὺς
377κήομεν
ὕστερον αῦτε μαχησόμεθ̓ εις ὅ κε δαίμων
378άμμε διακρίνῃ , δώῃ δ̓ ἑτέροισί γε νίκην
379ὣς έφαθ̓ , οἳ δ̓ άρα τοῦ μάλα μὲν κλύον ηδ̓ επίθοντο
380δόρπον έπειθ̓ εἵλοντο κατὰ στρατὸν εν τελέεσσιν
381ηῶθεν δ̓ Ιδαῖος έβη κοίλας επὶ νῆας
382τοὺς δ̓ εῦῤ ειν αγορῇ Δαναοὺς θεράποντας Άρηος
383νηῒ πάρα πρύμνῃ Αγαμέμνονος ·
αυτὰρ ὃ τοῖσι
384στὰς εν μέσσοισιν μετεφώνεεν ηπύτα κῆρυξ ·
385Ατρεΐδη τε καὶ άλλοι αριστῆες Παναχαιῶν
386ηνώγει Πρίαμός τε καὶ άλλοι Τρῶες αγαυοὶ
387ειπεῖν , αί κέ περ ύμμι φίλον καὶ ἡδὺ γένοιτο ,
388μῦθον Αλεξάνδροιο , τοῦ εἵνεκα νεῖκος όρωρε
389κτήματα μὲν όσ̓ Αλέξανδρος κοίλῃς ενὶ νηυσὶν
390ηγάγετο Τροίηνδ̓ ·
ὡς πρὶν ώφελλ̓ απολέσθαι ·
391πάντ̓ εθέλει δόμεναι καὶ οίκοθεν άλλ̓ επιθεῖναι ·
392κουριδίην δ̓ άλοχον Μενελάου κυδαλίμοιο
393ού φησιν δώσειν
ῆ μὴν Τρῶές γε κέλονται
394καὶ δὲ τόδ̓ ηνώγεον ειπεῖν έπος αί κ̓ εθέλητε
395παύσασθαι πολέμοιο δυσηχέος εις ὅ κε νεκροὺς
396κήομεν ·
ὕστερον αῦτε μαχησόμεθ̓ εις ὅ κε δαίμων
397άμμε διακρίνῃ , δώῃ δ̓ ἑτέροισί γε νίκην
398ὣς έφαθ̓ , οἳ δ̓ άρα πάντες ακὴν εγένοντο σιωπῇ
399οψὲ δὲ δὴ μετέειπε βοὴν αγαθὸς Διομήδης
400μήτ̓ άρ τις νῦν κτήματ̓ Αλεξάνδροιο δεχέσθω
401μήθ̓ Ἑλένην ·
γνωτὸν δὲ καὶ ὃς μάλα νήπιός εστιν
402ὡς ήδη Τρώεσσιν ολέθρου πείρατ̓ εφῆπται .
403ὣς έφαθ̓ , οἳ δ̓ άρα πάντες επίαχον υἷες Αχαιῶν
404μῦθον αγασσάμενοι Διομήδεος ἱπποδάμοιο ·
405καὶ τότ̓ άῤ Ιδαῖον προσέφη κρείων Αγαμέμνων
406Ιδαῖ̓ ήτοι μῦθον Αχαιῶν αυτὸς ακούεις
407ὥς τοι ὑποκρίνονται
εμοὶ δ̓ επιανδάνει οὕτως
408αμφὶ δὲ νεκροῖσιν κατακαιέμεν ού τι μεγαίρω
409ου γάρ τις φειδὼ νεκύων κατατεθνηώτων
410γίγνετ̓ επεί κε θάνωσι πυρὸς μειλισσέμεν ῶκα
411ὅρκια δὲ Ζεὺς ίστω ερίγδουπος πόσις Ἥρης .
412ὣς ειπὼν τὸ σκῆπτρον ανέσχεθε πᾶσι θεοῖσιν ,
413άψορρον δ̓ Ιδαῖος έβη προτὶ Ίλιον ἱρήν
414οἳ δ̓ έατ̓ ειν αγορῇ Τρῶες καὶ Δαρδανίωνες
415πάντες ὁμηγερέες , ποτιδέγμενοι οππότ̓ άῤ έλθοι
416Ιδαῖος ·
ὃ δ̓ άῤ ῆλθε καὶ αγγελίην απέειπε
417στὰς εν μέσσοισιν
τοὶ δ̓ ὁπλίζοντο μάλ̓ ῶκα ,
418αμφότερον νέκυάς τ̓ αγέμεν ἕτεροι δὲ μεθ̓ ὕλην ·
419Αργεῖοι δ̓ ἑτέρωθεν εϋσσέλμων απὸ νηῶν
420οτρύνοντο νέκυς τ̓ αγέμεν , ἕτεροι δὲ μεθ̓ ὕλην .
421Ηέλιος μὲν έπειτα νέον προσέβαλλεν αρούρας
422εξ ακαλαρρείταο βαθυρρόου Ωκεανοῖο
423ουρανὸν εισανιών
οἳ δ̓ ήντεον αλλήλοισιν
424ένθα διαγνῶναι χαλεπῶς ῆν άνδρα ἕκαστον
425αλλ̓ ὕδατι νίζοντες άπο βρότον αἱματόεντα
426δάκρυα θερμὰ χέοντες αμαξάων επάειραν
427ου δ̓ εία κλαίειν Πρίαμος μέγας
οἳ δὲ σιωπῇ
428νεκροὺς πυρκαϊῆς επινήνεον αχνύμενοι κῆρ ,
429εν δὲ πυρὶ πρήσαντες έβαν προτὶ Ίλιον ἱρήν
430ὣς δ̓ αύτως ἑτέρωθεν εϋκνήμιδες Αχαιοὶ
431νεκροὺς πυρκαϊῆς επινήνεον αχνύμενοι κῆρ ,
432εν δὲ πυρὶ πρήσαντες έβαν κοίλας επὶ νῆας
433ῆμος δ̓ ού τ̓ άρ πω ηώς , έτι δ̓ αμφιλύκη νύξ ,
434τῆμος άῤ αμφὶ πυρὴν κριτὸς έγρετο λαὸς Αχαιῶν ,
435τύμβον δ̓ αμφ̓ αυτὴν ἕνα ποίεον εξαγαγόντες
436άκριτον εκ πεδίου , ποτὶ δ̓ αυτὸν τεῖχος έδειμαν
437πύργους θ̓ ὑψηλούς , εῖλαρ νηῶν τε καὶ αυτῶν .
438εν δ̓ αυτοῖσι πύλας ενεποίεον εῦ αραρυίας ,
439όφρα δἰ αυτάων ἱππηλασίη ὁδὸς είη
440έκτοσθεν δὲ βαθεῖαν επ̓ αυτῷ τάφρον όρυξαν
441ευρεῖαν μεγάλην , εν δὲ σκόλοπας κατέπηξαν .
442ὣς οἳ μὲν πονέοντο κάρη κομόωντες Αχαιοί ·
443οἳ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι αστεροπητῇ
444θηεῦντο μέγα έργον Αχαιῶν χαλκοχιτώνων
445τοῖσι δὲ μύθων ῆρχε Ποσειδάων ενοσίχθων
446Ζεῦ πάτερ , ῆ ῥά τίς εστι βροτῶν επ̓ απείρονα γαῖαν
447ὅς τις έτ̓ αθανάτοισι νόον καὶ μῆτιν ενίψει
448ουχ ὁράᾳς ὅτι δ̓ αῦτε κάρη κομόωντες Αχαιοὶ
449τεῖχος ετειχίσσαντο νεῶν ὕπερ , αμφὶ δὲ τάφρον
450ήλασαν , ου δὲ θεοῖσι δόσαν κλειτὰς ἑκατόμβας
451τοῦ δ̓ ήτοι κλέος έσται ὅσον τ̓ επικίδναται ηώς
452τοῦ δ̓ επιλήσονται τὸ εγὼ καὶ Φοῖβος Απόλλων
453ἥρῳ Λαομέδοντι πολίσσαμεν αθλήσαντε
454τὸν δὲ μέγ̓ οχθήσας προσέφη νεφεληγερέτα Ζεύς
455ὼ πόποι εννοσίγαἰ ευρυσθενές , οἷον έειπες
456άλλός κέν τις τοῦτο θεῶν δείσειε νόημα ,
457ὃς σέο πολλὸν αφαυρότερος χεῖράς τε μένος τε ·
458σὸν δ̓ ήτοι κλέος έσται ὅσον τ̓ επικίδναται ηώς
459άγρει μὰν ότ̓ ὰν αῦτε κάρη κομόωντες Αχαιοὶ
460οίχωνται σὺν νηυσὶ φίλην ες πατρίδα γαῖαν
461τεῖχος αναρρήξας τὸ μὲν εις ἅλα πᾶν καταχεῦαι ,
462αῦτις δ̓ ηϊόνα μεγάλην ψαμάθοισι καλύψαι ,
463ὥς κέν τοι μέγα τεῖχος αμαλδύνηται Αχαιῶν
464ὣς οἳ μὲν τοιαῦτα πρὸς αλλήλους αγόρευον ,
465δύσετο δ̓ ηέλιος , τετέλεστο δὲ έργον Αχαιῶν ,
466βουφόνεον δὲ κατὰ κλισίας καὶ δόρπον ἕλοντο
467νῆες δ̓ εκ Λήμνοιο παρέσταν οῖνον άγουσαι
468πολλαί , τὰς προέηκεν Ιησονίδης Εύνηος ,
469τόν ῥ̓ έτεχ̓ Ὑψιπύλη υπ̓ Ιήσονι ποιμένι λαῶν
470χωρὶς δ̓ Ατρεΐδῃς Αγαμέμνονι καὶ Μενελάῳ
471δῶκεν Ιησονίδης αγέμεν μέθυ χίλια μέτρα .
472ένθεν οινίζοντο κάρη κομόωντες Αχαιοί ,
473άλλοι μὲν χαλκῷ , άλλοι δ̓ αίθωνι σιδήρῳ ,
474άλλοι δὲ ῥινοῖς , άλλοι δ̓ αυτῇσι βόεσσιν ,
475άλλοι δ̓ ανδραπόδεσσι ·
τίθεντο δὲ δαῖτα θάλειαν
476παννύχιοι μὲν έπειτα κάρη κομόωντες Αχαιοὶ
477δαίνυντο , Τρῶες δὲ κατὰ πτόλιν ηδ̓ επίκουροι ·
478παννύχιος δέ σφιν κακὰ μήδετο μητίετα Ζεὺς
479σμερδαλέα κτυπέων
τοὺς δὲ χλωρὸν δέος ᾕρει
480οῖνον δ̓ εκ δεπάων χαμάδις χέον , ου δέ τις έτλη
481πρὶν πιέειν πρὶν λεῖψαι ὑπερμενέϊ Κρονίωνι
482κοιμήσαντ̓ άῤ έπειτα καὶ ὕπνου δῶρον ἕλοντο
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52
53
54
55
56
57
58
59
60
61
62
63
64
65
66
67
68
69
70
71
72
73
74
75
76
77
78
79
80
81
82
83
84
85
86
87
88
89
90
91
92
93
94
95
96
97
98
99
100
101
102
103
104
105
106
107
108
109
110
111
112
113
114
115
116
117
118
119
120
121
122
123
124
125
126
127
128
129
130
131
132
133
134
135
136
137
138
139
140
141
142
143
144
145
146
147
148
149
150
151
152
153
154
155
156
157
158
159
160
161
162
163
164
165
166
167
168
169
170
171
172
173
174
175
176
177
178
179
180
181
182
183
184
185
186
187
188
189
190
191
192
193
194
195
196
197
198
199
200
201
202
203
204
205
206
207
208
209
210
211
212
213
214
215
216
217
218
219
220
221
222
223
224
225
226
227
228
229
230
231
232
233
234
235
236
237
238
239
240
241
242
243
244
245
246
247
248
249
250
251
252
253
254
255
256
257
258
259
260
261
262
263
264
265
266
267
268
269
270
271
272
273
274
275
276
277
278
279
280
281
282
283
284
285
286
287
288
289
290
291
292
293
294
295
296
297
298
299
300
301
302
303
304
305
306
307
308
309
310
311
312
313
314
315
316
317
318
319
320
321
322
323
324
325
326
327
328
329
330
331
332
333
334
335
336
337
338
339
340
341
342
343
344
345
346
347
348
349
350
351
352
353
354
355
356
357
358
359
360
361
362
363
364
365
366
367
368
369
370
371
372
373
374
375
376
377
378
379
380
381
382
383
384
385
386
387
388
389
390
391
392
393
394
395
396
397
398
399
400
401
402
403
404
405
406
407
408
409
410
411
412
413
414
415
416
417
418
419
420
421
422
423
424
425
426
427
428
429
430
431
432
433
434
435
436
437
438
439
440
441
442
443
444
445
446
447
448
449
450
451
452
453
454
455
456
457
458
459
460
461
462
463
464
465
466
467
468
469
470
471
472
473
474
475
476
477
478
479
480
481
482