1Τρώων δ̓ οιώθη καὶ Αχαιῶν φύλοπις αινή
2πολλὰ δ̓ άῤ ένθα καὶ ένθ̓ ίθυσε μάχη πεδίοιο
3αλλήλων ιθυνομένων χαλκήρεα δοῦρα
4μεσσηγὺς Σιμόεντος ιδὲ Ξάνθοιο ῥοάων
5Αίας δὲ πρῶτος Τελαμώνιος ἕρκος Αχαιῶν
6Τρώων ῥῆξε φάλαγγα , φόως δ̓ ἑτάροισιν έθηκεν ,
7άνδρα βαλὼν ὃς άριστος ενὶ Θρῄκεσσι τέτυκτο
8υἱὸν Εϋσσώρου Ακάμαντ̓ ηΰν τε μέγαν τε .
9τόν ῥ̓ έβαλε πρῶτος κόρυθος φάλον ἱπποδασείης ,
10εν δὲ μετώπῳ πῆξε , πέρησε δ̓ άῤ οστέον είσω
11αιχμὴ χαλκείη
τὸν δὲ σκότος όσσε κάλυψεν
12Άξυλον δ̓ άῤ έπεφνε βοὴν αγαθὸς Διομήδης
13Τευθρανίδην , ὃς έναιεν εϋκτιμένῃ εν Αρίσβῃ
14αφνειὸς βιότοιο , φίλος δ̓ ῆν ανθρώποισι
15πάντας γὰρ φιλέεσκεν ὁδῷ έπι οικία ναίων
16αλλά οἱ ού τις τῶν γε τότ̓ ήρκεσε λυγρὸν όλεθρον
17πρόσθεν ὑπαντιάσας , αλλ̓ άμφω θυμὸν απηύρα
18αυτὸν καὶ θεράποντα Καλήσιον , ὅς ῥα τόθ̓ ἵππων
19έσκεν ὑφηνίοχος ·
τὼ δ̓ άμφω γαῖαν εδύτην
20Δρῆσον δ̓ Ευρύαλος καὶ Οφέλτιον εξενάριξε
21βῆ δὲ μετ̓ Αίσηπον καὶ Πήδασον , οὕς ποτε νύμφη
22νηῒς Αβαρβαρέη τέκ̓ αμύμονι Βουκολίωνι .
23Βουκολίων δ̓ ῆν υἱὸς αγαυοῦ Λαομέδοντος
24πρεσβύτατος γενεῇ , σκότιον δέ ἑ γείνατο μήτηρ
25ποιμαίνων δ̓ επ̓ όεσσι μίγη φιλότητι καὶ ευνῇ ,
26ἣ δ̓ ὑποκυσαμένη διδυμάονε γείνατο παῖδε
27καὶ μὲν τῶν ὑπέλυσε μένος καὶ φαίδιμα γυῖα
28Μηκιστηϊάδης καὶ απ̓ ώμων τεύχἐ εσύλα
29Αστύαλον δ̓ άῤ έπεφνε μενεπτόλεμος Πολυποίτης
30Πιδύτην δ̓ Οδυσεὺς Περκώσιον εξενάριξεν
31έγχεϊ χαλκείῳ , Τεῦκρος δ̓ Αρετάονα δῖον .
32Αντίλοχος δ̓ Άβληρον ενήρατο δουρὶ φαεινῷ
33Νεστορίδης , Έλατον δὲ άναξ ανδρῶν Αγαμέμνων ·
34ναῖε δὲ Σατνιόεντος εϋρρείταο παῤ όχθας
35Πήδασον αιπεινήν .
Φύλακον δ̓ ἕλε Λήϊτος ἥρως
36φεύγοντ̓
Ευρύπυλος δὲ Μελάνθιον εξενάριξεν
37Άδρηστον δ̓ άῤ έπειτα βοὴν αγαθὸς Μενέλαος
38ζωὸν έλ̓
ἵππω γάρ οἱ ατυζομένω πεδίοιο
39όζῳ ένι βλαφθέντε μυρικίνῳ αγκύλον ἅρμα
40άξαντ̓ εν πρώτῳ ῥυμῷ αυτὼ μὲν εβήτην
41πρὸς πόλιν , ᾗ περ οἱ άλλοι ατυζόμενοι φοβέοντο ,
42αυτὸς δ̓ εκ δίφροιο παρὰ τροχὸν εξεκυλίσθη
43πρηνὴς εν κονίῃσιν επὶ στόμα ·
πὰρ δέ οἱ έστη
44Ατρεΐδης Μενέλαος έχων δολιχόσκιον έγχος
45Άδρηστος δ̓ άῤ έπειτα λαβὼν ελίσσετο γούνων
46ζώγρει Ατρέος υἱέ , σὺ δ̓ άξια δέξαι άποινα
47πολλὰ δ̓ εν αφνειοῦ πατρὸς κειμήλια κεῖται
48χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος ,
49τῶν κέν τοι χαρίσαιτο πατὴρ απερείσἰ άποινα
50εί κεν εμὲ ζωὸν πεπύθοιτ̓ επὶ νηυσὶν Αχαιῶν .
51ὣς φάτο , τῷ δ̓ άρα θυμὸν ενὶ στήθεσσιν έπειθε
52καὶ δή μιν τάχ̓ έμελλε θοὰς επὶ νῆας Αχαιῶν
53δώσειν ᾧ θεράποντι καταξέμεν
αλλ̓ Αγαμέμνων
54αντίος ῆλθε θέων , καὶ ὁμοκλήσας έπος ηύδα
55ῶ πέπον ῶ Μενέλαε , τί ὴ δὲ σὺ κήδεαι οὕτως
56ανδρῶν
ῆ σοὶ άριστα πεποίηται κατὰ οῖκον
57πρὸς Τρώων
τῶν μή τις ὑπεκφύγοι αιπὺν όλεθρον
58χεῖράς θ̓ ἡμετέρας , μη δ̓ ὅν τινα γαστέρι μήτηρ
59κοῦρον εόντα φέροι , μη δ̓ ὃς φύγοι , αλλ̓ ἅμα πάντες
60Ιλίου εξαπολοίατ̓ ακήδεστοι καὶ άφαντοι
61ὣς ειπὼν έτρεψεν αδελφειοῦ φρένας ἥρως
62αίσιμα παρειπών
ὃ δ̓ απὸ ἕθεν ώσατο χειρὶ
63ήρὠ Άδρηστον
τὸν δὲ κρείων Αγαμέμνων
64οῦτα κατὰ λαπάρην
ὃ δ̓ ανετράπετ̓ , Ατρεΐδης δὲ
65λὰξ εν στήθεσι βὰς εξέσπασε μείλινον έγχος
66Νέστωρ δ̓ Αργείοισιν εκέκλετο μακρὸν αΰσας
67ῶ φίλοι ἥρωες Δαναοὶ θεράποντες Άρηος
68μή τις νῦν ενάρων επιβαλλόμενος μετόπισθε
69μιμνέτω ὥς κε πλεῖστα φέρων επὶ νῆας ἵκηται ,
70αλλ̓ άνδρας κτείνωμεν ·
έπειτα δὲ καὶ τὰ ἕκηλοι
71νεκροὺς ὰμ πεδίον συλήσετε τεθνηῶτας
72ὣς ειπὼν ότρυνε μένος καὶ θυμὸν ἑκάστου
73ένθά κεν αῦτε Τρῶες αρηϊφίλων υπ̓ Αχαιῶν
74Ίλιον εισανέβησαν αναλκείῃσι δαμέντες ,
75ει μὴ άῤ Αινείᾳ τε καὶ Ἕκτορι εῖπε παραστὰς
76Πριαμίδης Ἕλενος οιωνοπόλων όχ̓ άριστος
77Αινεία τε καὶ Ἕκτορ , επεὶ πόνος ύμμι μάλιστα
78Τρώων καὶ Λυκίων εγκέκλιται , ούνεκ̓ άριστοι
79πᾶσαν επ̓ ιθύν εστε μάχεσθαί τε φρονέειν τε ,
80στῆτ̓ αυτοῦ , καὶ λαὸν ερυκάκετε πρὸ πυλάων
81πάντῃ εποιχόμενοι πρὶν αῦτ̓ εν χερσὶ γυναικῶν
82φεύγοντας πεσέειν , δηΐοισι δὲ χάρμα γενέσθαι
83αυτὰρ επεί κε φάλαγγας εποτρύνητον ἁπάσας ,
84ἡμεῖς μὲν Δαναοῖσι μαχησόμεθ̓ αῦθι μένοντες ,
85καὶ μάλα τειρόμενοί περ
αναγκαίη γὰρ επείγει
86Ἕκτορ ατὰρ σὺ πόλιν δὲ μετέρχεο , ειπὲ δ̓ έπειτα
87μητέρι σῇ καὶ εμῇ
ἣ δὲ ξυνάγουσα γεραιὰς
88νηὸν Αθηναίης γλαυκώπιδος εν πόλει άκρῃ
89οίξασα κληῗδι θύρας ἱεροῖο δόμοιο
90πέπλον , ὅς οἱ δοκέει χαριέστατος ηδὲ μέγιστος
91εῖναι ενὶ μεγάρῳ καί οἱ πολὺ φίλτατος αυτῇ ,
92θεῖναι Αθηναίης επὶ γούνασιν ηϋκόμοιο ,
93καί οἱ ὑποσχέσθαι δυοκαίδεκα βοῦς ενὶ νηῷ
94ήνις ηκέστας ἱερευσέμεν , αί κ̓ ελεήσῃ
95άστύ τε καὶ Τρώων αλόχους καὶ νήπια τέκνα ,
96ὥς κεν Τυδέος υἱὸν απόσχῃ Ιλίου ἱρῆς
97άγριον αιχμητὴν κρατερὸν μήστωρα φόβοιο ,
98ὃν δὴ εγὼ κάρτιστον Αχαιῶν φημι γενέσθαι .
99ου δ̓ Αχιλῆά ποθ̓ ὧδέ γ̓ εδείδιμεν όρχαμον ανδρῶν ,
100ὅν πέρ φασι θεᾶς εξέμμεναι ·
αλλ̓ ὅδε λίην
101μαίνεται , ου δέ τίς οἱ δύναται μένος ισοφαρίζειν
102ὣς έφαθ̓ , Ἕκτωρ δ̓ ού τι κασιγνήτῳ απίθησεν
103αυτίκα δ̓ εξ οχέων σὺν τεύχεσιν ᾶλτο χαμᾶζε ,
104πάλλων δ̓ οξέα δοῦρα κατὰ στρατὸν ῴχετο πάντῃ
105οτρύνων μαχέσασθαι , έγειρε δὲ φύλοπιν αινήν
106οἳ δ̓ ελελίχθησαν καὶ εναντίοι έσταν Αχαιῶν
107Αργεῖοι δ̓ ὑπεχώρησαν , λῆξαν δὲ φόνοιο ,
108φὰν δέ τιν̓ αθανάτων εξ ουρανοῦ αστερόεντος
109Τρωσὶν αλεξήσοντα κατελθέμεν , ὡς ελέλιχθεν
110Ἕκτωρ δὲ Τρώεσσιν εκέκλετο μακρὸν αΰσας
111Τρῶες ὑπέρθυμοι τηλεκλειτοί τ̓ επίκουροι
112ανέρες έστε φίλοι , μνήσασθε δὲ θούριδος αλκῆς ,
113όφῤ ὰν εγὼ βείω προτὶ Ίλιον , ηδὲ γέρουσιν
114είπω βουλευτῇσι καὶ ἡμετέρῃς αλόχοισι
115δαίμοσιν αρήσασθαι , ὑποσχέσθαι δ̓ ἑκατόμβας .
116ὣς άρα φωνήσας απέβη κορυθαίολος Ἕκτωρ
117αμφὶ δέ μιν σφυρὰ τύπτε καὶ αυχένα δέρμα κελαινὸν
118άντυξ ἣ πυμάτη θέεν ασπίδος ομφαλοέσσης .
119Γλαῦκος δ̓ Ἱππολόχοιο πάϊς καὶ Τυδέος υἱὸς
120ες μέσον αμφοτέρων συνίτην μεμαῶτε μάχεσθαι .
121οἳ δ̓ ὅτε δὴ σχεδὸν ῆσαν επ̓ αλλήλοισιν ιόντε ,
122τὸν πρότερος προσέειπε βοὴν αγαθὸς Διομήδης
123τίς δὲ σύ εσσι φέριστε καταθνητῶν ανθρώπων
124ου μὲν γάρ ποτ̓ όπωπα μάχῃ ένι κυδιανείρῃ
125τὸ πρίν
ατὰρ μὲν νῦν γε πολὺ προβέβηκας ἁπάντων
126σῷ θάρσει , ὅ τ̓ εμὸν δολιχόσκιον έγχος έμεινας
127δυστήνων δέ τε παῖδες εμῷ μένει αντιόωσιν
128ει δέ τις αθανάτων γε κατ̓ ουρανοῦ ειλήλουθας ,
129ουκ ὰν έγωγε θεοῖσιν επουρανίοισι μαχοίμην
130ου δὲ γὰρ ου δὲ Δρύαντος υἱὸς κρατερὸς Λυκόοργος
131δὴν ῆν , ὅς ῥα θεοῖσιν επουρανίοισιν έριζεν ·
132ὅς ποτε μαινομένοιο Διωνύσοιο τιθήνας
133σεῦε κατ̓ ηγάθεον Νυσήϊον
αἳ δ̓ ἅμα πᾶσαι
134θύσθλα χαμαὶ κατέχευαν υπ̓ ανδροφόνοιο Λυκούργου
135θεινόμεναι βουπλῆγι
Διώνυσος δὲ φοβηθεὶς
136δύσεθ̓ ἁλὸς κατὰ κῦμα , Θέτις δ̓ ὑπεδέξατο κόλπῳ
137δειδιότα
κρατερὸς γὰρ έχε τρόμος ανδρὸς ὁμοκλῇ
138τῷ μὲν έπειτ̓ οδύσαντο θεοὶ ῥεῖα ζώοντες ,
139καί μιν τυφλὸν έθηκε Κρόνου πάϊς
ου δ̓ άῤ έτι δὴν
140ῆν , επεὶ αθανάτοισιν απήχθετο πᾶσι θεοῖσιν
141ου δ̓ ὰν εγὼ μακάρεσσι θεοῖς εθέλοιμι μάχεσθαι
142ει δέ τίς εσσι βροτῶν οἳ αρούρης καρπὸν έδουσιν ,
143ᾶσσον ίθ̓ ὥς κεν θᾶσσον ολέθρου πείραθ̓ ἵκηαι
144τὸν δ̓ αῦθ̓ Ἱππολόχοιο προσηύδα φαίδιμος υἱός
145Τυδεΐδη μεγάθυμε τί ὴ γενεὴν ερεείνεις
146οἵη περ φύλλων γενεὴ τοίη δὲ καὶ ανδρῶν .
147φύλλα τὰ μέν τ̓ άνεμος χαμάδις χέει , άλλα δέ θ̓ ὕλη
148τηλεθόωσα φύει , έαρος δ̓ επιγίγνεται ὥρη
149ὣς ανδρῶν γενεὴ ἣ μὲν φύει ἣ δ̓ απολήγει .
150ει δ̓ εθέλεις καὶ ταῦτα δαήμεναι όφῤ εῢ ειδῇς
151ἡμετέρην γενεήν , πολλοὶ δέ μιν άνδρες ίσασιν
152έστι πόλις Εφύρη μυχῷ Άργεος ἱπποβότοιο ,
153ένθα δὲ Σίσυφος έσκεν , ὃ κέρδιστος γένετ̓ ανδρῶν ,
154Σίσυφος Αιολίδης
ὃ δ̓ άρα Γλαῦκον τέκεθ̓ υἱόν ,
155αυτὰρ Γλαῦκος τίκτεν αμύμονα Βελλεροφόντην
156τῷ δὲ θεοὶ κάλλός τε καὶ ηνορέην ερατεινὴν
157ώπασαν
αυτάρ οἱ Προῖτος κακὰ μήσατο θυμῷ ,
158ὅς ῥ̓ εκ δήμου έλασσεν , επεὶ πολὺ φέρτερος ῆεν ,
159Αργείων
Ζεὺς γάρ οἱ ὑπὸ σκήπτρῳ εδάμασσε
160τῷ δὲ γυνὴ Προίτου επεμήνατο δῖ̓ Άντεια
161κρυπταδίῃ φιλότητι μιγήμεναι ·
αλλὰ τὸν ού τι
162πεῖθ̓ αγαθὰ φρονέοντα δαΐφρονα Βελλεροφόντην .
163ἣ δὲ ψευσαμένη Προῖτον βασιλῆα προσηύδα
164τεθναίης ῶ Προῖτ̓ , ὴ κάκτανε Βελλεροφόντην ,
165ὅς μ̓ έθελεν φιλότητι μιγήμεναι ουκ εθελούσῃ
166ὣς φάτο , τὸν δὲ άνακτα χόλος λάβεν οἷον άκουσε ·
167κτεῖναι μέν ῥ̓ αλέεινε , σεβάσσατο γὰρ τό γε θυμῷ ,
168πέμπε δέ μιν Λυκίην δέ , πόρεν δ̓ ὅ γε σήματα λυγρὰ
169γράψας εν πίνακι πτυκτῷ θυμοφθόρα πολλά ,
170δεῖξαι δ̓ ηνώγειν ᾧ πενθερῷ όφῤ απόλοιτο
171αυτὰρ ὁ βῆ Λυκίην δὲ θεῶν υπ̓ αμύμονι πομπῇ
172αλλ̓ ὅτε δὴ Λυκίην ἷξε Ξάνθόν τε ῥέοντα ,
173προφρονέως μιν τῖεν άναξ Λυκίης ευρείης
174εννῆμαρ ξείνισσε καὶ εννέα βοῦς ἱέρευσεν
175αλλ̓ ὅτε δὴ δεκάτη εφάνη ῥοδοδάκτυλος Ηὼς
176καὶ τότε μιν ερέεινε καὶ ῄτεε σῆμα ιδέσθαι
177ὅττί ῥά οἱ γαμβροῖο πάρα Προίτοιο φέροιτο
178αυτὰρ επεὶ δὴ σῆμα κακὸν παρεδέξατο γαμβροῦ ,
179πρῶτον μέν ῥα Χίμαιραν αμαιμακέτην εκέλευσε
180πεφνέμεν
ἣ δ̓ άῤ έην θεῖον γένος ου δ̓ ανθρώπων ,
181πρόσθε λέων , όπιθεν δὲ δράκων , μέσση δὲ χίμαιρα ,
182δεινὸν αποπνείουσα πυρὸς μένος αιθομένοιο ,
183καὶ τὴν μὲν κατέπεφνε θεῶν τεράεσσι πιθήσας
184δεύτερον αῦ Σολύμοισι μαχέσσατο κυδαλίμοισι
185καρτίστην δὴ τήν γε μάχην φάτο δύμεναι ανδρῶν
186τὸ τρίτον αῦ κατέπεφνεν Αμαζόνας αντιανείρας
187τῷ δ̓ άῤ ανερχομένῳ πυκινὸν δόλον άλλον ὕφαινε
188κρίνας εκ Λυκίης ευρείης φῶτας αρίστους
189εἷσε λόχον
τοὶ δ̓ ού τι πάλιν οῖκον δὲ νέοντο
190πάντας γὰρ κατέπεφνεν αμύμων Βελλεροφόντης
191αλλ̓ ὅτε δὴ γίγνωσκε θεοῦ γόνον ηῢν εόντα
192αυτοῦ μιν κατέρυκε , δίδου δ̓ ὅ γε θυγατέρα ἥν ,
193δῶκε δέ οἱ τιμῆς βασιληΐδος ἥμισυ πάσης
194καὶ μέν οἱ Λύκιοι τέμενος τάμον έξοχον άλλων
195καλὸν φυταλιῆς καὶ αρούρης , όφρα νέμοιτο
196ἣ δ̓ έτεκε τρία τέκνα δαΐφρονι Βελλεροφόντῃ
197Ίσανδρόν τε καὶ Ἱππόλοχον καὶ Λαοδάμειαν .
198Λαοδαμείῃ μὲν παρελέξατο μητίετα Ζεύς ,
199ἣ δ̓ έτεκ̓ αντίθεον Σαρπηδόνα χαλκοκορυστήν
200αλλ̓ ὅτε δὴ καὶ κεῖνος απήχθετο πᾶσι θεοῖσιν ,
201ήτοι ὃ κὰπ πεδίον τὸ Αλήϊον οῖος αλᾶτο
202ὃν θυμὸν κατέδων , πάτον ανθρώπων αλεείνων
203Ίσανδρον δέ οἱ υἱὸν Άρης ᾶτος πολέμοιο
204μαρνάμενον Σολύμοισι κατέκτανε κυδαλίμοισι ·
205τὴν δὲ χολωσαμένη χρυσήνιος Άρτεμις έκτα
206Ἱππόλοχος δέ μ̓ έτικτε , καὶ εκ τοῦ φημι γενέσθαι
207πέμπε δέ μ̓ ες Τροίην , καί μοι μάλα πόλλ̓ επέτελλεν
208αιὲν αριστεύειν καὶ ὑπείροχον έμμεναι άλλων ,
209μη δὲ γένος πατέρων αισχυνέμεν , οἳ μέγ̓ άριστοι
210έν τ̓ Εφύρῃ εγένοντο καὶ εν Λυκίῃ ευρείῃ
211ταύτης τοι γενεῆς τε καὶ αἵματος εύχομαι εῖναι
212ὣς φάτο , γήθησεν δὲ βοὴν αγαθὸς Διομήδης
213έγχος μὲν κατέπηξεν επὶ χθονὶ πουλυβοτείρῃ ,
214αυτὰρ ὃ μειλιχίοισι προσηύδα ποιμένα λαῶν ·
215ῆ ῥά νύ μοι ξεῖνος πατρώϊός εσσι παλαιός
216Οινεὺς γάρ ποτε δῖος αμύμονα Βελλεροφόντην
217ξείνισ̓ ενὶ μεγάροισιν εείκοσιν ήματ̓ ερύξας
218οἳ δὲ καὶ αλλήλοισι πόρον ξεινήϊα καλά
219Οινεὺς μὲν ζωστῆρα δίδου φοίνικι φαεινόν ,
220Βελλεροφόντης δὲ χρύσεον δέπας αμφικύπελλον
221καί μιν εγὼ κατέλειπον ιὼν εν δώμασ̓ εμοῖσι .
222Τυδέα δ̓ ου μέμνημαι , επεί μ̓ έτι τυτθὸν εόντα
223κάλλιφ̓ , ότ̓ εν Θήβῃσιν απώλετο λαὸς Αχαιῶν
224τὼ νῦν σοὶ μὲν εγὼ ξεῖνος φίλος Άργεϊ μέσσῳ
225ειμί , σὺ δ̓ εν Λυκίῃ ὅτε κεν τῶν δῆμον ἵκωμαι .
226έγχεα δ̓ αλλήλων αλεώμεθα καὶ δἰ ὁμίλου
227πολλοὶ μὲν γὰρ εμοὶ Τρῶες κλειτοί τ̓ επίκουροι
228κτείνειν ὅν κε θεός γε πόρῃ καὶ ποσσὶ κιχείω ,
229πολλοὶ δ̓ αῦ σοὶ Αχαιοὶ εναιρέμεν ὅν κε δύνηαι .
230τεύχεα δ̓ αλλήλοις επαμείψομεν , όφρα καὶ οἵδε
231γνῶσιν ὅτι ξεῖνοι πατρώϊοι ευχόμεθ̓ εῖναι
232ὣς άρα φωνήσαντε καθ̓ ἵππων αΐξαντε
233χεῖράς τ̓ αλλήλων λαβέτην καὶ πιστώσαντο
234ένθ̓ αῦτε Γλαύκῳ Κρονίδης φρένας εξέλετο Ζεύς ,
235ὃς πρὸς Τυδεΐδην Διομήδεα τεύχἐ άμειβε
236χρύσεα χαλκείων , εκατόμβοἰ εννεαβοίων .
237Ἕκτωρ δ̓ ὡς Σκαιάς τε πύλας καὶ φηγὸν ἵκανεν ,
238αμφ̓ άρα μιν Τρώων άλοχοι θέον ηδὲ θύγατρες
239ειρόμεναι παῖδάς τε κασιγνήτους τε έτας τε
240καὶ πόσιας
ὃ δ̓ έπειτα θεοῖς εύχεσθαι ανώγει
241πάσας ἑξείης
πολλῇσι δὲ κήδἐ εφῆπτο
242αλλ̓ ὅτε δὴ Πριάμοιο δόμον περικαλλέ̓ ἵκανε
243ξεστῇς αιθούσῃσι τετυγμένον ·
αυτὰρ εν αυτῷ
244πεντήκοντ̓ ένεσαν θάλαμοι ξεστοῖο λίθοιο
245πλησίον αλλήλων δεδμημένοι , ένθα δὲ παῖδες
246κοιμῶντο Πριάμοιο παρὰ μνηστῇς αλόχοισι ,
247κουράων δ̓ ἑτέρωθεν εναντίοι ένδοθεν αυλῆς
248δώδεκ̓ έσαν τέγεοι θάλαμοι ξεστοῖο λίθοιο
249πλησίον αλλήλων δεδμημένοι , ένθα δὲ γαμβροὶ
250κοιμῶντο Πριάμοιο παῤ αιδοίῃς αλόχοισιν
251ένθά οἱ ηπιόδωρος εναντίη ήλυθε μήτηρ
252Λαοδίκην εσάγουσα θυγατρῶν εῖδος αρίστην
253έν τ̓ άρα οἱ φῦ χειρὶ έπος τ̓ έφατ̓ έκ τ̓ ονόμαζε
254τέκνον τίπτε λιπὼν πόλεμον θρασὺν ειλήλουθας
255ῆ μάλα δὴ τείρουσι δυσώνυμοι υἷες Αχαιῶν
256μαρνάμενοι περὶ άστυ
σὲ δ̓ ενθάδε θυμὸς ανῆκεν
257ελθόντ̓ εξ άκρης πόλιος Διὶ χεῖρας ανασχεῖν
258αλλὰ μέν̓ όφρά κέ τοι μελιηδέα οῖνον ενείκω ,
259ὡς σπείσῃς Διὶ πατρὶ καὶ άλλοις αθανάτοισι
260πρῶτον , έπειτα δὲ καὐτὸς ονήσεαι αί κε πίῃσθα
261ανδρὶ δὲ κεκμηῶτι μένος μέγα οῖνος αέξει ,
262ὡς τύνη κέκμηκας αμύνων σοῖσιν έτῃσι
263τὴν δ̓ ημείβετ̓ έπειτα μέγας κορυθαίολος Ἕκτωρ
264μή μοι οῖνον άειρε μελίφρονα πότνια μῆτερ ,
265μή μ̓ απογυιώσῃς μένεος , αλκῆς τε λάθωμαι
266χερσὶ δ̓ ανίπτοισιν Διὶ λείβειν αίθοπα οῖνον
267ἅζομαι
ου δέ πῃ έστι κελαινεφέϊ Κρονίωνι
268αἵματι καὶ λύθρῳ πεπαλαγμένον ευχετάασθαι .
269αλλὰ σὺ μὲν πρὸς νηὸν Αθηναίης αγελείης
270έρχεο σὺν θυέεσσιν αολλίσσασα γεραιάς
271πέπλον δ̓ , ὅς τίς τοι χαριέστατος ηδὲ μέγιστος
272έστιν ενὶ μεγάρῳ καί τοι πολὺ φίλτατος αυτῇ ,
273τὸν θὲς Αθηναίης επὶ γούνασιν ηϋκόμοιο ,
274καί οἱ ὑποσχέσθαι δυοκαίδεκα βοῦς ενὶ νηῷ
275ήνις ηκέστας ἱερευσέμεν , αί κ̓ ελεήσῃ
276άστύ τε καὶ Τρώων αλόχους καὶ νήπια τέκνα ,
277αί κεν Τυδέος υἱὸν απόσχῃ Ιλίου ἱρῆς
278άγριον αιχμητὴν κρατερὸν μήστωρα φόβοιο .
279αλλὰ σὺ μὲν πρὸς νηὸν Αθηναίης αγελείης
280έρχευ , εγὼ δὲ Πάριν μετελεύσομαι όφρα καλέσσω
281αί κ̓ εθέλῃσ̓ ειπόντος ακουέμεν
ὥς κέ οἱ αῦθι
282γαῖα χάνοι
μέγα γάρ μιν Ολύμπιος έτρεφε πῆμα
283Τρωσί τε καὶ Πριάμῳ μεγαλήτορι τοῖό τε παισίν
284ει κεῖνόν γε ίδοιμι κατελθόντ̓ Άϊδος είσω
285φαίην κε φρέν̓ ατέρπου οϊζύος εκλελαθέσθαι
286ὣς έφαθ̓ , ἣ δὲ μολοῦσα ποτὶ μέγαῤ αμφιπόλοισι
287κέκλετο
ταὶ δ̓ άῤ αόλλισσαν κατὰ άστυ γεραιάς
288αυτὴ δ̓ ες θάλαμον κατεβήσετο κηώεντα ,
289ένθ̓ έσάν οἱ πέπλοι παμποίκιλα έργα γυναικῶν
290Σιδονίων , τὰς αυτὸς Αλέξανδρος θεοειδὴς
291ήγαγε Σιδονίηθεν επιπλὼς ευρέα πόντον ,
292τὴν ὁδὸν ἣν Ἑλένην περ ανήγαγεν ευπατέρειαν ·
293τῶν έν̓ αειραμένη Ἑκάβη φέρε δῶρον Αθήνῃ ,
294ὃς κάλλιστος έην ποικίλμασιν ηδὲ μέγιστος ,
295αστὴρ δ̓ ὣς απέλαμπεν ·
έκειτο δὲ νείατος άλλων
296βῆ δ̓ ιέναι , πολλαὶ δὲ μετεσσεύοντο γεραιαί
297αἳ δ̓ ὅτε νηὸν ἵκανον Αθήνης εν πόλει άκρῃ ,
298τῇσι θύρας ώϊξε Θεανὼ καλλιπάρῃος
299Κισσηῒς άλοχος Αντήνορος ἱπποδάμοιο ·
300τὴν γὰρ Τρῶες έθηκαν Αθηναίης ἱέρειαν
301αἳ δ̓ ολολυγῇ πᾶσαι Αθήνῃ χεῖρας ανέσχον
302ἣ δ̓ άρα πέπλον ἑλοῦσα Θεανὼ καλλιπάρῃος
303θῆκεν Αθηναίης επὶ γούνασιν ηϋκόμοιο ,
304ευχομένη δ̓ ηρᾶτο Διὸς κούρῃ μεγάλοιο ·
305πότνἰ Αθηναίη ερυσίπτολι δῖα θεάων
306ᾶξον δὴ έγχος Διομήδεος , ηδὲ καὶ αυτὸν
307πρηνέα δὸς πεσέειν Σκαιῶν προπάροιθε πυλάων ,
308όφρά τοι αυτίκα νῦν δυοκαίδεκα βοῦς ενὶ νηῷ
309ήνις ηκέστας ἱερεύσομεν , αί κ̓ ελεήσῃς
310άστύ τε καὶ Τρώων αλόχους καὶ νήπια τέκνα .
311ὣς έφατ̓ ευχομένη , ανένευε δὲ Παλλὰς Αθήνη
312ὣς αἳ μέν ῥ̓ εύχοντο Διὸς κούρῃ μεγάλοιο ,
313Ἕκτωρ δὲ πρὸς δώματ̓ Αλεξάνδροιο βεβήκει
314καλά , τά ῥ̓ αυτὸς έτευξε σὺν ανδράσιν οἳ τότ̓ άριστοι
315ῆσαν ενὶ Τροίῃ εριβώλακι τέκτονες άνδρες ,
316οἵ οἱ εποίησαν θάλαμον καὶ δῶμα καὶ αυλὴν
317εγγύθι τε Πριάμοιο καὶ Ἕκτορος εν πόλει άκρῃ
318ένθ̓ Ἕκτωρ εισῆλθε Διῒ φίλος , εν δ̓ άρα χειρὶ
319έγχος έχ̓ ἑνδεκάπηχυ
πάροιθε δὲ λάμπετο δουρὸς
320αιχμὴ χαλκείη , περὶ δὲ χρύσεος θέε πόρκης
321τὸν δ̓ εῦῤ εν θαλάμῳ περικαλλέα τεύχἐ ἕποντα
322ασπίδα καὶ θώρηκα , καὶ αγκύλα τόξ̓ ἁφόωντα ·
323Αργείη δ̓ Ἑλένη μετ̓ άρα δμῳῇσι γυναιξὶν
324ἧστο καὶ αμφιπόλοισι περικλυτὰ έργα κέλευε
325τὸν δ̓ Ἕκτωρ νείκεσσεν ιδὼν αισχροῖς επέεσσι
326δαιμόνἰ ου μὲν καλὰ χόλον τόνδ̓ ένθεο θυμῷ ,
327λαοὶ μὲν φθινύθουσι περὶ πτόλιν αιπύ τε τεῖχος
328μαρνάμενοι
σέο δ̓ είνεκ̓ αϋτή τε πτόλεμός τε
329άστυ τόδ̓ αμφιδέδηε
σὺ δ̓ ὰν μαχέσαιο καὶ άλλῳ ,
330ὅν τινά που μεθιέντα ίδοις στυγεροῦ πολέμοιο
331αλλ̓ άνα μὴ τάχα άστυ πυρὸς δηΐοιο θέρηται
332τὸν δ̓ αῦτε προσέειπεν Αλέξανδρος θεοειδής
333Ἕκτορ επεί με κατ̓ αῖσαν ενείκεσας ου δ̓ ὑπὲρ αῖσαν ,
334τοὔνεκά τοι ερέω ·
σὺ δὲ σύνθεο καί μευ άκουσον
335ού τοι εγὼ Τρώων τόσσον χόλῳ ου δὲ νεμέσσι
336ἥμην εν θαλάμῳ , έθελον δ̓ άχεϊ προτραπέσθαι
337νῦν δέ με παρειποῦσ̓ άλοχος μαλακοῖς επέεσσιν
338όρμησ̓ ες πόλεμον
δοκέει δέ μοι ὧδε καὶ αυτῷ
339λώϊον έσσεσθαι
νίκη δ̓ επαμείβεται άνδρας
340αλλ̓ άγε νῦν επίμεινον , Αρήϊα τεύχεα δύω
341ὴ ίθ̓ , εγὼ δὲ μέτειμι
κιχήσεσθαι δέ σ̓ οΐω
342ὣς φάτο , τὸν δ̓ ού τι προσέφη κορυθαίολος Ἕκτωρ
343τὸν δ̓ Ἑλένη μύθοισι προσηύδα μειλιχίοισι
344δᾶερ εμεῖο κυνὸς κακομηχάνου οκρυοέσσης ,
345ὥς μ̓ όφελ̓ ήματι τῷ ὅτε με πρῶτον τέκε μήτηρ
346οίχεσθαι προφέρουσα κακὴ ανέμοιο θύελλα
347εις όρος ὴ εις κῦμα πολυφλοίσβοιο θαλάσσης ,
348ένθά με κῦμ̓ απόερσε πάρος τάδε έργα γενέσθαι .
349αυτὰρ επεὶ τάδε γ̓ ὧδε θεοὶ κακὰ τεκμήραντο ,
350ανδρὸς έπειτ̓ ώφελλον αμείνονος εῖναι άκοιτις ,
351ὃς ῄδη νέμεσίν τε καὶ αίσχεα πόλλ̓ ανθρώπων
352τούτῳ δ̓ ού τ̓ ὰρ νῦν φρένες έμπεδοι ού τ̓ άῤ οπίσσω
353έσσονται ·
τὼ καί μιν επαυρήσεσθαι οΐω
354αλλ̓ άγε νῦν είσελθε καὶ ἕζεο τῷδ̓ επὶ δίφρῳ
355δᾶερ , επεί σε μάλιστα πόνος φρένας αμφιβέβηκεν
356είνεκ̓ εμεῖο κυνὸς καὶ Αλεξάνδρου ένεκ̓ άτης ,
357οἷσιν επὶ Ζεὺς θῆκε κακὸν μόρον , ὡς καὶ οπίσσω
358ανθρώποισι πελώμεθ̓ αοίδιμοι εσσομένοισι .
359τὴν δ̓ ημείβετ̓ έπειτα μέγας κορυθαίολος Ἕκτωρ
360μή με κάθιζ̓ Ἑλένη φιλέουσά περ
ου δέ με πείσεις
361ήδη γάρ μοι θυμὸς επέσσυται όφῤ επαμύνω
362Τρώεσσ̓ , οἳ μέγ̓ εμεῖο ποθὴν απεόντος έχουσιν
363αλλὰ σύ γ̓ όρνυθι τοῦτον , επειγέσθω δὲ καὶ αυτός ,
364ὥς κεν έμ̓ έντοσθεν πόλιος καταμάρψῃ εόντα
365καὶ γὰρ εγὼν οῖκον δὲ ελεύσομαι όφρα ίδωμαι
366οικῆας άλοχόν τε φίλην καὶ νήπιον υἱόν
367ου γὰρ οῖδ̓ ει έτι σφιν ὑπότροπος ἵξομαι αῦτις ,
368ῆ ήδη μ̓ ὑπὸ χερσὶ θεοὶ δαμόωσιν Αχαιῶν
369ὣς άρα φωνήσας απέβη κορυθαίολος Ἕκτωρ
370αῖψα δ̓ έπειθ̓ ἵκανε δόμους εῦ ναιετάοντας ,
371ου δ̓ εῦῤ Ανδρομάχην λευκώλενον εν μεγάροισιν ,
372αλλ̓ ἥ γε ξὺν παιδὶ καὶ αμφιπόλῳ εϋπέπλῳ
373πύργῳ εφεστήκει γοόωσά τε μυρομένη τε
374Ἕκτωρ δ̓ ὡς ουκ ένδον αμύμονα τέτμεν άκοιτιν
375έστη επ̓ ουδὸν ιών , μετὰ δὲ δμῳῇσιν έειπεν
376ει δ̓ άγε μοι δμῳαὶ νημερτέα μυθήσασθε
377πῇ έβη Ανδρομάχη λευκώλενος εκ μεγάροιο
378ηέ πῃ ες γαλόων ὴ εινατέρων εϋπέπλων
379ὴ ες Αθηναίης εξοίχεται , ένθά περ άλλαι
380Τρῳαὶ εϋπλόκαμοι δεινὴν θεὸν ἱλάσκονται ;
381τὸν δ̓ αῦτ̓ οτρηρὴ ταμίη πρὸς μῦθον έειπεν
382Ἕκτορ επεὶ μάλ̓ άνωγας αληθέα μυθήσασθαι ,
383ούτέ πῃ ες γαλόων ού τ̓ εινατέρων εϋπέπλων ού τ̓
384ες Αθηναίης εξοίχεται , ένθά περ άλλαι
385Τρῳαὶ εϋπλόκαμοι δεινὴν θεὸν ἱλάσκονται ,
386αλλ̓ επὶ πύργον έβη μέγαν Ιλίου , ούνεκ̓ άκουσε
387τείρεσθαι Τρῶας , μέγα δὲ κράτος εῖναι Αχαιῶν .
388ἣ μὲν δὴ πρὸς τεῖχος επειγομένη αφικάνει
389μαινομένῃ εϊκυῖα
φέρει δ̓ ἅμα παῖδα τιθήνη
390ῆ ῥα γυνὴ ταμίη , ὃ δ̓ απέσσυτο δώματος Ἕκτωρ
391τὴν αυτὴν ὁδὸν αῦτις εϋκτιμένας κατ̓ αγυιάς .
392εῦτε πύλας ἵκανε διερχόμενος μέγα άστυ
393Σκαιάς , τῇ άῤ έμελλε διεξίμεναι πεδίον δέ ,
394ένθ̓ άλοχος πολύδωρος εναντίη ῆλθε θέουσα
395Ανδρομάχη θυγάτηρ μεγαλήτορος Ηετίωνος
396Ηετίων ὃς έναιεν ὑπὸ Πλάκῳ ὑληέσσῃ
397Θήβῃ Ὑποπλακίῃ Κιλίκεσσ̓ άνδρεσσιν ανάσσων ·
398τοῦ περ δὴ θυγάτηρ έχεθ̓ Ἕκτορι χαλκοκορυστῇ
399ἥ οἱ έπειτ̓ ήντησ̓ , ἅμα δ̓ αμφίπολος κίεν αυτῇ
400παῖδ̓ επὶ κόλπῳ έχουσ̓ αταλάφρονα νήπιον αύτως
401Ἑκτορίδην αγαπητὸν αλίγκιον αστέρι καλῷ ,
402τόν ῥ̓ Ἕκτωρ καλέεσκε Σκαμάνδριον , αυτὰρ οἱ άλλοι
403Αστυάνακτ̓ ·
οῖος γὰρ ερύετο Ίλιον Ἕκτωρ
404ήτοι ὃ μὲν μείδησεν ιδὼν ες παῖδα σιωπῇ
405Ανδρομάχη δέ οἱ άγχι παρίστατο δάκρυ χέουσα ,
406έν τ̓ άρα οἱ φῦ χειρὶ έπος τ̓ έφατ̓ έκ τ̓ ονόμαζε
407δαιμόνιε φθίσει σε τὸ σὸν μένος , ου δ̓ ελεαίρεις
408παῖδά τε νηπίαχον καὶ έμ̓ άμμορον , ἣ τάχα χήρη
409σεῦ έσομαι
τάχα γάρ σε κατακτανέουσιν Αχαιοὶ
410πάντες εφορμηθέντες
εμοὶ δέ κε κέρδιον είη
411σεῦ αφαμαρτούσῃ χθόνα δύμεναι
ου γὰρ έτ̓ άλλη
412έσται θαλπωρὴ επεὶ ὰν σύ γε πότμον επίσπῃς
413αλλ̓ άχἐ
ου δέ μοι έστι πατὴρ καὶ πότνια μήτηρ
414ήτοι γὰρ πατέῤ ἁμὸν απέκτανε δῖος Αχιλλεύς ,
415εκ δὲ πόλιν πέρσεν Κιλίκων εῦ ναιετάουσαν
416Θήβην ὑψίπυλον ·
κατὰ δ̓ έκτανεν Ηετίωνα ,
417ου δέ μιν εξενάριξε , σεβάσσατο γὰρ τό γε θυμῷ ,
418αλλ̓ άρα μιν κατέκηε σὺν έντεσι δαιδαλέοισιν
419ηδ̓ επὶ σῆμ̓ έχεεν
περὶ δὲ πτελέας εφύτευσαν
420νύμφαι ορεστιάδες κοῦραι Διὸς αιγιόχοιο .
421οἳ δέ μοι ἑπτὰ κασίγνητοι έσαν εν μεγάροισιν
422οἳ μὲν πάντες ιῷ κίον ήματι Άϊδος είσω ·
423πάντας γὰρ κατέπεφνε ποδάρκης δῖος Αχιλλεὺς
424βουσὶν επ̓ ειλιπόδεσσι καὶ αργεννῇς οΐεσσι
425μητέρα δ̓ , ἣ βασίλευεν ὑπὸ Πλάκῳ ὑληέσσῃ ,
426τὴν επεὶ ὰρ δεῦῤ ήγαγ̓ άμ̓ άλλοισι κτεάτεσσιν ,
427ὰψ ὅ γε τὴν απέλυσε λαβὼν απερείσἰ άποινα ,
428πατρὸς δ̓ εν μεγάροισι βάλ̓ Άρτεμις ιοχέαιρα
429Ἕκτορ ατὰρ σύ μοί εσσι πατὴρ καὶ πότνια μήτηρ
430ηδὲ κασίγνητος , σὺ δέ μοι θαλερὸς παρακοίτης ·
431αλλ̓ άγε νῦν ελέαιρε καὶ αυτοῦ μίμν̓ επὶ πύργῳ ,
432μὴ παῖδ̓ ορφανικὸν θήῃς χήρην τε γυναῖκα ·
433λαὸν δὲ στῆσον παῤ ερινεόν , ένθα μάλιστα
434αμβατός εστι πόλις καὶ επίδρομον έπλετο τεῖχος
435τρὶς γὰρ τῇ γ̓ ελθόντες επειρήσανθ̓ οἱ άριστοι
436αμφ̓ Αίαντε δύω καὶ αγακλυτὸν Ιδομενῆα
437ηδ̓ αμφ̓ Ατρεΐδας καὶ Τυδέος άλκιμον υἱόν
438ή πού τίς σφιν ένισπε θεοπροπίων εῢ ειδώς ,
439ή νυ καὶ αυτῶν θυμὸς εποτρύνει καὶ ανώγει
440τὴν δ̓ αῦτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ
441ῆ καὶ εμοὶ τάδε πάντα μέλει γύναι
αλλὰ μάλ̓ αινῶς
442αιδέομαι Τρῶας καὶ Τρῳάδας ἑλκεσιπέπλους ,
443αί κε κακὸς ὣς νόσφιν αλυσκάζω πολέμοιο ·
444ου δέ με θυμὸς άνωγεν , επεὶ μάθον έμμεναι εσθλὸς
445αιεὶ καὶ πρώτοισι μετὰ Τρώεσσι μάχεσθαι
446αρνύμενος πατρός τε μέγα κλέος ηδ̓ εμὸν αυτοῦ
447εῦ γὰρ εγὼ τόδε οῖδα κατὰ φρένα καὶ κατὰ θυμόν
448έσσεται ῆμαρ ότ̓ άν ποτ̓ ολώλῃ Ίλιος ἱρὴ
449καὶ Πρίαμος καὶ λαὸς εϋμμελίω Πριάμοιο
450αλλ̓ ού μοι Τρώων τόσσον μέλει άλγος οπίσσω ,
451ού τ̓ αυτῆς Ἑκάβης ού τε Πριάμοιο άνακτος ού τε
452κασιγνήτων , οἵ κεν πολέες τε καὶ εσθλοὶ
453εν κονίῃσι πέσοιεν υπ̓ ανδράσι δυσμενέεσσιν ,
454ὅσσον σεῦ , ὅτε κέν τις Αχαιῶν χαλκοχιτώνων
455δακρυόεσσαν άγηται ελεύθερον ῆμαρ απούρας ·
456καί κεν εν Άργει εοῦσα πρὸς άλλης ἱστὸν ὑφαίνοις ,
457καί κεν ὕδωρ φορέοις Μεσσηΐδος ὴ Ὑπερείης
458πόλλ̓ αεκαζομένη , κρατερὴ δ̓ επικείσετ̓ ανάγκη
459καί ποτέ τις είπῃσιν ιδὼν κατὰ δάκρυ χέουσαν
460Ἕκτορος ἥδε γυνὴ ὃς αριστεύεσκε μάχεσθαι
461Τρώων ἱπποδάμων ὅτε Ίλιον αμφεμάχοντο .
462ὥς ποτέ τις ερέει
σοὶ δ̓ αῦ νέον έσσεται άλγος
463χήτεϊ τοιοῦδ̓ ανδρὸς αμύνειν δούλιον ῆμαρ
464αλλά με τεθνηῶτα χυτὴ κατὰ γαῖα καλύπτοι
465πρίν γέ τι σῆς τε βοῆς σοῦ θ̓ ἑλκηθμοῖο πυθέσθαι
466ὣς ειπὼν οὗ παιδὸς ορέξατο φαίδιμος Ἕκτωρ
467ὰψ δ̓ ὃ πάϊς πρὸς κόλπον εϋζώνοιο τιθήνης
468εκλίνθη ιάχων πατρὸς φίλου όψιν ατυχθεὶς
469ταρβήσας χαλκόν τε ιδὲ λόφον ἱππιοχαίτην ,
470δεινὸν απ̓ ακροτάτης κόρυθος νεύοντα νοήσας
471εκ δ̓ εγέλασσε πατήρ τε φίλος καὶ πότνια μήτηρ
472αυτίκ̓ απὸ κρατὸς κόρυθ̓ εἵλετο φαίδιμος Ἕκτωρ ,
473καὶ τὴν μὲν κατέθηκεν επὶ χθονὶ παμφανόωσαν
474αυτὰρ ὅ γ̓ ὃν φίλον υἱὸν επεὶ κύσε πῆλέ τε χερσὶν
475εῖπε δ̓ επευξάμενος Διί τ̓ άλλοισίν τε θεοῖσι
476Ζεῦ άλλοι τε θεοὶ δότε δὴ καὶ τόνδε γενέσθαι
477παῖδ̓ εμὸν ὡς καὶ εγώ περ αριπρεπέα Τρώεσσιν ,
478ὧδε βίην τ̓ αγαθόν , καὶ Ιλίου ῖφι ανάσσειν ·
479καί ποτέ τις είποι πατρός γ̓ ὅδε πολλὸν αμείνων
480εκ πολέμου ανιόντα ·
φέροι δ̓ έναρα βροτόεντα
481κτείνας δήϊον άνδρα , χαρείη δὲ φρένα μήτηρ
482ὣς ειπὼν αλόχοιο φίλης εν χερσὶν έθηκε
483παῖδ̓ ἑόν
ἣ δ̓ άρα μιν κηώδεϊ δέξατο κόλπῳ
484δακρυόεν γελάσασα
πόσις δ̓ ελέησε νοήσας ,
485χειρί τέ μιν κατέρεξεν έπος τ̓ έφατ̓ έκ τ̓ ονόμαζε
486δαιμονίη μή μοί τι λίην ακαχίζεο θυμῷ
487ου γάρ τίς μ̓ ὑπὲρ αῖσαν ανὴρ Άϊδι προϊάψει
488μοῖραν δ̓ ού τινά φημι πεφυγμένον έμμεναι ανδρῶν ,
489ου κακὸν ου δὲ μὲν εσθλόν , επὴν τὰ πρῶτα γένηται
490αλλ̓ εις οῖκον ιοῦσα τὰ σ̓ αυτῆς έργα κόμιζε
491ἱστόν τ̓ ηλακάτην τε , καὶ αμφιπόλοισι κέλευε
492έργον εποίχεσθαι ·
πόλεμος δ̓ άνδρεσσι μελήσει
493πᾶσι , μάλιστα δ̓ εμοί , τοὶ Ιλίῳ εγγεγάασιν .
494ὣς άρα φωνήσας κόρυθ̓ εἵλετο φαίδιμος Ἕκτωρ
495ἵππουριν
άλοχος δὲ φίλη οῖκον δὲ βεβήκει
496εντροπαλιζομένη , θαλερὸν κατὰ δάκρυ χέουσα
497αῖψα δ̓ έπειθ̓ ἵκανε δόμους εῦ ναιετάοντας
498Ἕκτορος ανδροφόνοιο , κιχήσατο δ̓ ένδοθι πολλὰς
499αμφιπόλους , τῇσιν δὲ γόον πάσῃσιν ενῶρσεν
500αἳ μὲν έτι ζωὸν γόον Ἕκτορα ᾧ ενὶ οίκῳ
501ου γάρ μιν έτ̓ έφαντο ὑπότροπον εκ πολέμοιο
502ἵξεσθαι προφυγόντα μένος καὶ χεῖρας Αχαιῶν
503ου δὲ Πάρις δήθυνεν εν ὑψηλοῖσι δόμοισιν ,
504αλλ̓ ὅ γ̓ , επεὶ κατέδυ κλυτὰ τεύχεα ποικίλα χαλκῷ ,
505σεύατ̓ έπειτ̓ ανὰ άστυ ποσὶ κραιπνοῖσι πεποιθώς
506ὡς δ̓ ὅτε τις στατὸς ἵππος ακοστήσας επὶ φάτνῃ
507δεσμὸν απορρήξας θείῃ πεδίοιο κροαίνων
508ειωθὼς λούεσθαι εϋρρεῖος ποταμοῖο
509κυδιόων
ὑψοῦ δὲ κάρη έχει , αμφὶ δὲ χαῖται
510ώμοις αΐσσονται
ὃ δ̓ αγλαΐηφι πεποιθὼς
511ῥίμφά ἑ γοῦνα φέρει μετά τ̓ ήθεα καὶ νομὸν ἵππων
512ὣς υἱὸς Πριάμοιο Πάρις κατὰ Περγάμου άκρης
513τεύχεσι παμφαίνων ὥς τ̓ ηλέκτωρ εβεβήκει
514καγχαλόων , ταχέες δὲ πόδες φέρον ·
αῖψα δ̓ έπειτα
515Ἕκτορα δῖον έτετμεν αδελφεὸν εῦτ̓ άῤ έμελλε
516στρέψεσθ̓ εκ χώρης ὅθι ᾗ οάριζε γυναικί .
517τὸν πρότερος προσέειπεν Αλέξανδρος θεοειδής
518ηθεῖ̓ ῆ μάλα δή σε καὶ εσσύμενον κατερύκω
519δηθύνων , ου δ̓ ῆλθον εναίσιμον ὡς εκέλευες
520τὸν δ̓ απαμειβόμενος προσέφη κορυθαίολος Ἕκτωρ
521δαιμόνἰ ουκ άν τίς τοι ανὴρ ὃς εναίσιμος είη
522έργον ατιμήσειε μάχης , επεὶ άλκιμός εσσι
523αλλὰ ἑκὼν μεθιεῖς τε καὶ ουκ εθέλεις
τὸ δ̓ εμὸν κῆρ
524άχνυται εν θυμῷ , όθ̓ ὑπὲρ σέθεν αίσχἐ ακούω
525πρὸς Τρώων , οἳ έχουσι πολὺν πόνον εἵνεκα σεῖο
526αλλ̓ ίομεν
τὰ δ̓ όπισθεν αρεσσόμεθ̓ , αί κέ ποθι Ζεὺς
527δώῃ επουρανίοισι θεοῖς αιειγενέτῃσι
528κρητῆρα στήσασθαι ελεύθερον εν μεγάροισιν
529εκ Τροίης ελάσαντας εϋκνήμιδας Αχαιούς
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52
53
54
55
56
57
58
59
60
61
62
63
64
65
66
67
68
69
70
71
72
73
74
75
76
77
78
79
80
81
82
83
84
85
86
87
88
89
90
91
92
93
94
95
96
97
98
99
100
101
102
103
104
105
106
107
108
109
110
111
112
113
114
115
116
117
118
119
120
121
122
123
124
125
126
127
128
129
130
131
132
133
134
135
136
137
138
139
140
141
142
143
144
145
146
147
148
149
150
151
152
153
154
155
156
157
158
159
160
161
162
163
164
165
166
167
168
169
170
171
172
173
174
175
176
177
178
179
180
181
182
183
184
185
186
187
188
189
190
191
192
193
194
195
196
197
198
199
200
201
202
203
204
205
206
207
208
209
210
211
212
213
214
215
216
217
218
219
220
221
222
223
224
225
226
227
228
229
230
231
232
233
234
235
236
237
238
239
240
241
242
243
244
245
246
247
248
249
250
251
252
253
254
255
256
257
258
259
260
261
262
263
264
265
266
267
268
269
270
271
272
273
274
275
276
277
278
279
280
281
282
283
284
285
286
287
288
289
290
291
292
293
294
295
296
297
298
299
300
301
302
303
304
305
306
307
308
309
310
311
312
313
314
315
316
317
318
319
320
321
322
323
324
325
326
327
328
329
330
331
332
333
334
335
336
337
338
339
340
341
342
343
344
345
346
347
348
349
350
351
352
353
354
355
356
357
358
359
360
361
362
363
364
365
366
367
368
369
370
371
372
373
374
375
376
377
378
379
380
381
382
383
384
385
386
387
388
389
390
391
392
393
394
395
396
397
398
399
400
401
402
403
404
405
406
407
408
409
410
411
412
413
414
415
416
417
418
419
420
421
422
423
424
425
426
427
428
429
430
431
432
433
434
435
436
437
438
439
440
441
442
443
444
445
446
447
448
449
450
451
452
453
454
455
456
457
458
459
460
461
462
463
464
465
466
467
468
469
470
471
472
473
474
475
476
477
478
479
480
481
482
483
484
485
486
487
488
489
490
491
492
493
494
495
496
497
498
499
500
501
502
503
504
505
506
507
508
509
510
511
512
513
514
515
516
517
518
519
520
521
522
523
524
525
526
527
528
529