Homer

Iliad    —    Ἰλιάς

Book 5

1ένθ̓ αῦ Τυδεΐδῃ Διομήδεϊ Παλλὰς Αθήνη
2δῶκε μένος καὶ θάρσος, ίν̓ έκδηλος μετὰ πᾶσιν
3Αργείοισι γένοιτο ιδὲ κλέος εσθλὸν άροιτο

4δαῖέ οἱ εκ κόρυθός τε καὶ ασπίδος ακάματον πῦρ
5αστέῤ οπωρινῷ εναλίγκιον, ὅς τε μάλιστα
6λαμπρὸν παμφαίνῃσι λελουμένος ωκεανοῖο

7τοῖόν οἱ πῦρ δαῖεν απὸ κρατός τε καὶ ώμων,
8ῶρσε δέ μιν κατὰ μέσσον ὅθι πλεῖστοι κλονέοντο

9ῆν δέ τις εν Τρώεσσι Δάρης αφνειὸς αμύμων
10ἱρεὺς Ἡφαίστοιο·
δύω δέ οἱ υἱέες ήστην
11Φηγεὺς Ιδαῖός τε μάχης εῦ ειδότε πάσης.

12τώ οἱ αποκρινθέντε εναντίω ὁρμηθήτην

13τὼ μὲν αφ̓ ἵπποιιν, δ̓ απὸ χθονὸς όρνυτο πεζός.

14οἳ δ̓ ὅτε δὴ σχεδὸν ῆσαν επ̓ αλλήλοισιν ιόντες
15Φηγεύς ῥα πρότερος προΐει δολιχόσκιον έγχος·

16Τυδεΐδεω δ̓ ὑπὲρ ῶμον αριστερὸν ήλυθ̓ ακωκὴ
17έγχεος, ου δ̓ έβαλ̓ αυτόν
δ̓ ὕστερος όρνυτο χαλκῷ
18Τυδεΐδης·
τοῦ δ̓ ουχ ἅλιον βέλος έκφυγε χειρός,
19αλλ̓ έβαλε στῆθος μεταμάζιον, ῶσε δ̓ αφ̓ ἵππων

20Ιδαῖος δ̓ απόρουσε λιπὼν περικαλλέα δίφρον,
21ου δ̓ έτλη περιβῆναι αδελφειοῦ κταμένοιο

22ου δὲ γὰρ ου δέ κεν αυτὸς ὑπέκφυγε κῆρα μέλαιναν,
23αλλ̓ Ἥφαιστος έρυτο, σάωσε δὲ νυκτὶ καλύψας,
24ὡς δή οἱ μὴ πάγχυ γέρων ακαχήμενος είη

25ἵππους δ̓ εξελάσας μεγαθύμου Τυδέος υἱὸς
26δῶκεν ἑταίροισιν κατάγειν κοίλας επὶ νῆας

27Τρῶες δὲ μεγάθυμοι επεὶ ίδον υἷε Δάρητος
28τὸν μὲν αλευάμενον, τὸν δὲ κτάμενον παῤ όχεσφι,
29πᾶσιν ορίνθη θυμός·
ατὰρ γλαυκῶπις Αθήνη
30χειρὸς ελοῦσ̓ επέεσσι προσηύδα θοῦρον Άρηα

31Α͂ρες Άρες βροτολοιγὲ μιαιφόνε τειχεσιπλῆτα
32ουκ ὰν δὴ Τρῶας μὲν εάσαιμεν καὶ Αχαιοὺς
33μάρνασθ̓, ὁπποτέροισι πατὴρ Ζεὺς κῦδος ορέξῃ,
34νῶϊ δὲ χαζώμεσθα, Διὸς δ̓ αλεώμεθα μῆνιν;

35ὣς ειποῦσα μάχης εξήγαγε θοῦρον Άρηα

36τὸν μὲν έπειτα καθεῖσεν επ̓ ηϊόεντι Σκαμάνδρῳ,
37Τρῶας δ̓ έκλιναν Δαναοί
ἕλε δ̓ άνδρα ἕκαστος
38ἡγεμόνων
πρῶτος δὲ άναξ ανδρῶν Αγαμέμνων
39αρχὸν Ἁλιζώνων Οδίον μέγαν έκβαλε δίφρου·

40πρώτῳ γὰρ στρεφθέντι μεταφρένῳ εν δόρυ πῆξεν
41ώμων μεσσηγύς, διὰ δὲ στήθεσφιν έλασσε,
42δούπησεν δὲ πεσών, αράβησε δὲ τεύχἐ επ̓ αυτῷ

43Ιδομενεὺς δ̓ άρα Φαῖστον ενήρατο Μῄονος υἱὸν
44Βώρου, ὃς εκ Τάρνης εριβώλακος ειληλούθει.

45τὸν μὲν άῤ Ιδομενεὺς δουρικλυτὸς έγχεϊ μακρῷ
46νύξ̓ ἵππων επιβησόμενον κατὰ δεξιὸν ῶμον

47ήριπε δ̓ εξ οχέων, στυγερὸς δ̓ άρα μιν σκότος εἷλε

48τὸν μὲν άῤ Ιδομενῆος εσύλευον θεράποντες

49υἱὸν δὲ Στροφίοιο Σκαμάνδριον αἵμονα θήρης
50Ατρεΐδης Μενέλαος έλ̓ έγχεϊ οξυόεντι
51εσθλὸν θηρητῆρα·
δίδαξε γὰρ Άρτεμις αυτὴ
52βάλλειν άγρια πάντα, τά τε τρέφει ούρεσιν ὕλη

53αλλ̓ ού οἱ τότε γε χραῖσμ̓ Άρτεμις ιοχέαιρα,
54ου δὲ ἑκηβολίαι ᾗσιν τὸ πρίν γε κέκαστο·

55αλλά μιν Ατρεΐδης δουρικλειτὸς Μενέλαος
56πρόσθεν ἕθεν φεύγοντα μετάφρενον ούτασε δουρὶ
57ώμων μεσσηγύς, διὰ δὲ στήθεσφιν έλασσεν,
58ήριπε δὲ πρηνής, αράβησε δὲ τεύχἐ επ̓ αυτῷ

59Μηριόνης δὲ Φέρεκλον ενήρατο, τέκτονος υἱὸν
60Ἁρμονίδεω, ὃς χερσὶν επίστατο δαίδαλα πάντα
61τεύχειν
έξοχα γάρ μιν εφίλατο Παλλὰς Αθήνη
62ὃς καὶ Αλεξάνδρῳ τεκτήνατο νῆας εΐσας
63αρχεκάκους, αἳ πᾶσι κακὸν Τρώεσσι γένοντο
64οἷ τ̓ αυτῷ, επεὶ ού τι θεῶν εκ θέσφατα ῄδη

65τὸν μὲν Μηριόνης ὅτε δὴ κατέμαρπτε διώκων
66βεβλήκει γλουτὸν κατὰ δεξιόν
δὲ διαπρὸ
67αντικρὺ κατὰ κύστιν υπ̓ οστέον ήλυθ̓ ακωκή

68γνὺξ δ̓ έριπ̓ οιμώξας, θάνατος δέ μιν αμφεκάλυψε

69Πήδαιον δ̓ άῤ έπεφνε Μέγης Αντήνορος υἱὸν
70ὅς ῥα νόθος μὲν έην, πύκα δ̓ έτρεφε δῖα Θεανὼ
71ῖσα φίλοισι τέκεσσι χαριζομένη πόσεϊ .

72τὸν μὲν Φυλεΐδης δουρὶ κλυτὸς εγγύθεν ελθὼν
73βεβλήκει κεφαλῆς κατὰ ινίον οξέϊ δουρί

74αντικρὺ δ̓ αν̓ οδόντας ὑπὸ γλῶσσαν τάμε χαλκός

75ήριπε δ̓ εν κονίῃ, ψυχρὸν δ̓ ἕλε χαλκὸν οδοῦσιν

76Ευρύπυλος δ̓ Ευαιμονίδης Ὑψήνορα δῖον
77υἱὸν ὑπερθύμου Δολοπίονος, ὅς ῥα Σκαμάνδρου
78αρητὴρ ετέτυκτο, θεὸς δ̓ ὣς τίετο δήμῳ,
79τὸν μὲν άῤ Ευρύπυλος, Ευαίμονος αγλαὸς υἱός,
80πρόσθεν ἕθεν φεύγοντα μεταδρομάδην έλασ̓ ῶμον
81φασγάνῳ αΐξας, απὸ δ̓ έξεσε χεῖρα βαρεῖαν·

82αἱματόεσσα δὲ χεὶρ πεδίῳ πέσε
τὸν δὲ κατ̓ όσσε
83έλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή

84ὣς οἳ μὲν πονέοντο κατὰ κρατερὴν ὑσμίνην

85Τυδεΐδην δ̓ ουκ ὰν γνοίης ποτέροισι μετείη
86ηὲ μετὰ Τρώεσσιν ὁμιλέοι μετ̓ Αχαιοῖς.

87θῦνε γὰρ ὰμ πεδίον ποταμῷ πλήθοντι εοικὼς
88χειμάρρῳ, ὅς τ̓ ῶκα ῥέων εκέδασσε γεφύρας

89τὸν δ̓ ού τ̓ άρ τε γέφυραι εεργμέναι ισχανόωσιν,
90ού τ̓ άρα ἕρκεα ίσχει αλωάων εριθηλέων
91ελθόντ̓ εξαπίνης ότ̓ επιβρίσῃ Διὸς όμβρος

92πολλὰ δ̓ υπ̓ αυτοῦ έργα κατήριπε κάλ̓ αιζηῶν

93ὣς ὑπὸ Τυδεΐδῃ πυκιναὶ κλονέοντο φάλαγγες
94Τρώων, ου δ̓ άρα μιν μίμνον πολέες περ εόντες

95τὸν δ̓ ὡς οῦν ενόησε Λυκάονος αγλαὸς υἱὸς
96θύνοντ̓ ὰμ πεδίον πρὸ ἕθεν κλονέοντα φάλαγγας,
97αῖψ̓ επὶ Τυδεΐδῃ ετιταίνετο καμπύλα τόξα,
98καὶ βάλ̓ επαΐσσοντα τυχὼν κατὰ δεξιὸν ῶμον
99θώρηκος γύαλον·
διὰ δ̓ έπτατο πικρὸς οϊστός,
100αντικρὺ δὲ διέσχε, παλάσσετο δ̓ αἵματι θώρηξ

101τῷ δ̓ επὶ μακρὸν άϋσε Λυκάονος αγλαὸς υἱός

102όρνυσθε Τρῶες μεγάθυμοι κέντορες ἵππων·

103βέβληται γὰρ άριστος Αχαιῶν, ου δέ φημι
104δήθ̓ ανσχήσεσθαι κρατερὸν βέλος, ει ετεόν με
105ῶρσεν άναξ Διὸς υἱὸς απορνύμενον Λυκίηθεν

106ὣς έφατ̓ ευχόμενος
τὸν δ̓ ου βέλος ωκὺ δάμασσεν,
107αλλ̓ αναχωρήσας πρόσθ̓ ἵπποιιν καὶ όχεσφιν
108έστη, καὶ Σθένελον προσέφη Καπανήϊον υἱόν·

109όρσο πέπον Καπανηϊάδη, καταβήσεο δίφρου,
110όφρά μοι εξ ώμοιο ερύσσῃς πικρὸν οϊστόν.

111ὣς άῤ έφη, Σθένελος δὲ καθ̓ ἵππων ᾶλτο χαμᾶζε,
112πὰρ δὲ στὰς βέλος ωκὺ διαμπερὲς εξέρυσ̓ ώμου

113αἷμα δ̓ ανηκόντιζε διὰ στρεπτοῖο χιτῶνος

114δὴ τότ̓ έπειτ̓ ηρᾶτο βοὴν αγαθὸς Διομήδης

115κλῦθί μευ αιγιόχοιο Διὸς τέκος Ατρυτώνη,
116εί ποτέ μοι καὶ πατρὶ φίλα φρονέουσα παρέστης
117δηΐῳ εν πολέμῳ, νῦν αῦτ̓ εμὲ φῖλαι Αθήνη·

118δὸς δέ τέ μ̓ άνδρα ἑλεῖν καὶ ες ὁρμὴν έγχεος ελθεῖν
119ὅς μ̓ έβαλε φθάμενος καὶ επεύχεται, ου δέ μέ φησι
120δηρὸν έτ̓ όψεσθαι λαμπρὸν φάος ηελίοιο

121ὣς έφατ̓ ευχόμενος
τοῦ δ̓ έκλυε Παλλὰς Αθήνη,
122γυῖα δ̓ έθηκεν ελαφρά, πόδας καὶ χεῖρας ὕπερθεν

123αγχοῦ δ̓ ἱσταμένη έπεα πτερόεντα προσηύδα

124θαρσῶν νῦν Διόμηδες επὶ Τρώεσσι μάχεσθαι

125εν γάρ τοι στήθεσσι μένος πατρώϊον ἧκα
126άτρομον, οἷον έχεσκε σακέσπαλος ἱππότα Τυδεύς

127αχλὺν δ̓ αῦ τοι απ̓ οφθαλμῶν ἕλον πρὶν επῆεν,
128όφῤ εῦ γιγνώσκῃς ημὲν θεὸν ηδὲ καὶ άνδρα

129τὼ νῦν αί κε θεὸς πειρώμενος ενθάδ̓ ἵκηται
130μή τι σύ γ̓ αθανάτοισι θεοῖς αντικρὺ μάχεσθαι
131τοῖς άλλοις
ατὰρ εί κε Διὸς θυγάτηρ Αφροδίτη
132έλθῃσ̓ ες πόλεμον, τήν γ̓ ουτάμεν οξέϊ χαλκῷ

133 μὲν άῤ ὣς ειποῦσ̓ απέβη γλαυκῶπις Αθήνη,
134Τυδεΐδης δ̓ εξαῦτις ιὼν προμάχοισιν εμίχθη
135καὶ πρίν περ θυμῷ μεμαὼς Τρώεσσι μάχεσθαι·

136δὴ τότε μιν τρὶς τόσσον ἕλεν μένος ὥς τε λέοντα
137ὅν ῥά τε ποιμὴν αγρῷ επ̓ ειροπόκοις οΐεσσι
138χραύσῃ μέν τ̓ αυλῆς ὑπεράλμενον ου δὲ δαμάσσῃ·

139τοῦ μέν τε σθένος ῶρσεν, έπειτα δέ τ̓ ου προσαμύνει,
140αλλὰ κατὰ σταθμοὺς δύεται, τὰ δ̓ ερῆμα φοβεῖται

141αἳ μέν τ̓ αγχιστῖναι επ̓ αλλήλῃσι κέχυνται,
142αυτὰρ εμμεμαὼς βαθέης εξάλλεται αυλῆς

143ὣς μεμαὼς Τρώεσσι μίγη κρατερὸς Διομήδης

144ένθ̓ ἕλεν Αστύνοον καὶ Ὑπείρονα ποιμένα λαῶν,
145τὸν μὲν ὑπὲρ μαζοῖο βαλὼν χαλκήρεϊ δουρί,
146τὸν δ̓ ἕτερον ξίφεϊ μεγάλῳ κληῗδα παῤ ῶμον
147πλῆξ̓, απὸ δ̓ αυχένος ῶμον εέργαθεν ηδ̓ απὸ νώτου

148τοὺς μὲν έασ̓, δ̓ Άβαντα μετῴχετο καὶ Πολύειδον
149υἱέας Ευρυδάμαντος ονειροπόλοιο γέροντος·

150τοῖς ουκ ερχομένοις γέρων εκρίνατ̓ ονείρους,
151αλλά σφεας κρατερὸς Διομήδης εξενάριξε

152βῆ δὲ μετὰ Ξάνθόν τε Θόωνά τε Φαίνοπος υἷε
153άμφω τηλυγέτω
δὲ τείρετο γήραϊ λυγρῷ,
154υἱὸν δ̓ ου τέκετ̓ άλλον επὶ κτεάτεσσι λιπέσθαι

155ένθ̓ γε τοὺς ενάριζε, φίλον δ̓ εξαίνυτο θυμὸν
156αμφοτέρω, πατέρι δὲ γόον καὶ κήδεα λυγρὰ
157λεῖπ̓, επεὶ ου ζώοντε μάχης εκνοστήσαντε
158δέξατο·
χηρωσταὶ δὲ διὰ κτῆσιν δατέοντο
159ένθ̓ υἷας Πριάμοιο δύω λάβε Δαρδανίδαο
160ειν ἑνὶ δίφρῳ εόντας Εχέμμονά τε Χρομίον τε.

161ὡς δὲ λέων εν βουσὶ θορὼν εξ αυχένα άξῃ
162πόρτιος ηὲ βοὸς ξύλοχον κάτα βοσκομενάων,
163ὣς τοὺς αμφοτέρους εξ ἵππων Τυδέος υἱὸς
164βῆσε κακῶς αέκοντας, έπειτα δὲ τεύχἐ εσύλα

165ἵππους δ̓ οἷς ἑτάροισι δίδου μετὰ νῆας ελαύνειν

166τὸν δ̓ ίδεν Αινείας αλαπάζοντα στίχας ανδρῶν,
167βῆ δ̓ ίμεν άν τε μάχην καὶ ανὰ κλόνον εγχειάων
168Πάνδαρον αντίθεον διζήμενος εί που εφεύροι

169εὗρε Λυκάονος υἱὸν αμύμονά τε κρατερόν τε,
170στῆ δὲ πρόσθ̓ αυτοῖο έπος τέ μιν αντίον ηύδα

171Πάνδαρε ποῦ τοι τόξον ιδὲ πτερόεντες οϊστοὶ
172καὶ κλέος;
ού τίς τοι ερίζεται ενθάδε γ̓ ανήρ,
173ου δέ τις εν Λυκίῃ σέο γ̓ εύχεται εῖναι αμείνων

174αλλ̓ άγε τῷδ̓ έφες ανδρὶ βέλος Διὶ χεῖρας ανασχὼν
175ὅς τις ὅδε κρατέει καὶ δὴ κακὰ πολλὰ έοργε
176Τρῶας, επεὶ πολλῶν τε καὶ εσθλῶν γούνατ̓ έλυσεν

177ει μή τις θεός εστι κοτεσσάμενος Τρώεσσιν
178ἱρῶν μηνίσας·
χαλεπὴ δὲ θεοῦ έπι μῆνις.
179τὸν δ̓ αῦτε προσέειπε Λυκάονος αγλαὸς υἱός

180Αινεία Τρώων βουληφόρε χαλκοχιτώνων
181Τυδεΐδῃ μιν έγωγε δαΐφρονι πάντα εΐσκω,
182ασπίδι γιγνώσκων αυλώπιδί τε τρυφαλείῃ,
183ἵππους τ̓ εισορόων
σάφα δ̓ ουκ οῖδ̓ ει θεός εστιν
184ει δ̓ γ̓ ανὴρ ὅν φημι δαΐφρων Τυδέος υἱὸς
185ουχ γ̓ άνευθε θεοῦ τάδε μαίνεται, αλλά τις άγχι
186έστηκ̓ αθανάτων νεφέλῃ ειλυμένος ώμους,
187ὃς τούτου βέλος ωκὺ κιχήμενον έτραπεν άλλῃ.

188ήδη γάρ οἱ εφῆκα βέλος, καί μιν βάλον ῶμον
189δεξιὸν αντικρὺ διὰ θώρηκος γυάλοιο

190καί μιν έγωγ̓ εφάμην Αϊδωνῆϊ προϊάψειν,
191έμπης δ̓ ουκ εδάμασσα
θεός νύ τίς εστι κοτήεις
192ἵπποι δ̓ ου παρέασι καὶ ἅρματα τῶν κ̓ επιβαίην

193αλλά που εν μεγάροισι Λυκάονος ἕνδεκα δίφροι
194καλοὶ πρωτοπαγεῖς νεοτευχέες·
αμφὶ δὲ πέπλοι
195πέπτανται
παρὰ δέ σφιν ἑκάστῳ δίζυγες ἵπποι
196ἑστᾶσι κρῖ λευκὸν ερεπτόμενοι καὶ ολύρας

197 μέν μοι μάλα πολλὰ γέρων αιχμητὰ Λυκάων
198ερχομένῳ επέτελλε δόμοις ένι ποιητοῖσιν

199ἵπποισίν μ̓ εκέλευε καὶ ἅρμασιν εμβεβαῶτα
200αρχεύειν Τρώεσσι κατὰ κρατερὰς ὑσμίνας

201αλλ̓ εγὼ ου πιθόμην
τ̓ ὰν πολὺ κέρδιον ῆεν
202ἵππων φειδόμενος, μή μοι δευοίατο φορβῆς
203ανδρῶν ειλομένων ειωθότες έδμεναι άδην.

204ὣς λίπον, αυτὰρ πεζὸς ες Ίλιον ειλήλουθα
205τόξοισιν πίσυνος
τὰ δέ μ̓ ουκ άῤ έμελλον ονήσειν
206ήδη γὰρ δοιοῖσιν αριστήεσσιν εφῆκα
207Τυδεΐδῃ τε καὶ Ατρεΐδῃ, εκ δ̓ αμφοτέροιιν
208ατρεκὲς αῖμ̓ έσσευα βαλών, ήγειρα δὲ μᾶλλον.

209τώ ῥα κακῇ αίσῃ απὸ πασσάλου αγκύλα τόξα
210ήματι τῷ ἑλόμην ὅτε Ίλιον εις ερατεινὴν
211ἡγεόμην Τρώεσσι φέρων χάριν Ἕκτορι δίῳ

212ει δέ κε νοστήσω καὶ εσόψομαι οφθαλμοῖσι
213πατρίδ̓ εμὴν άλοχόν τε καὶ ὑψερεφὲς μέγα δῶμα,
214αυτίκ̓ έπειτ̓ απ̓ εμεῖο κάρη τάμοι αλλότριος φὼς
215ει μὴ εγὼ τάδε τόξα φαεινῷ εν πυρὶ θείην
216χερσὶ διακλάσσας
ανεμώλια γάρ μοι οπηδεῖ
217τὸν δ̓ αῦτ̓ Αινείας Τρώων αγὸς αντίον ηύδα·

218μὴ δ̓ οὕτως αγόρευε
πάρος δ̓ ουκ έσσεται άλλως,
219πρίν γ̓ επὶ νὼ τῷδ̓ ανδρὶ σὺν ἵπποισιν καὶ όχεσφιν
220αντιβίην ελθόντε σὺν έντεσι πειρηθῆναι

221αλλ̓ άγ̓ εμῶν οχέων επιβήσεο, όφρα ίδηαι
222οἷοι Τρώϊοι ἵπποι επιστάμενοι πεδίοιο
223κραιπνὰ μάλ̓ ένθα καὶ ένθα διωκέμεν ηδὲ φέβεσθαι·

224τὼ καὶ νῶϊ πόλιν δὲ σαώσετον, εί περ ὰν αῦτε
225Ζεὺς επὶ Τυδεΐδῃ Διομήδεϊ κῦδος ορέξῃ

226αλλ̓ άγε νῦν μάστιγα καὶ ἡνία σιγαλόεντα
227δέξαι, εγὼ δ̓ ἵππων αποβήσομαι όφρα μάχωμαι

228ηὲ σὺ τόνδε δέδεξο, μελήσουσιν δ̓ εμοὶ ἵπποι

229τὸν δ̓ αῦτε προσέειπε Λυκάονος αγλαὸς υἱός

230Αινεία σὺ μὲν αυτὸς έχ̓ ἡνία καὶ τεὼ ἵππω

231μᾶλλον υφ̓ ἡνιόχῳ ειωθότι καμπύλον ἅρμα
232οίσετον, εί περ ὰν αῦτε φεβώμεθα Τυδέος υἱόν

233μὴ τὼ μὲν δείσαντε ματήσετον, ου δ̓ εθέλητον
234εκφερέμεν πολέμοιο τεὸν φθόγγον ποθέοντε,
235νῶϊ δ̓ επαΐξας μεγαθύμου Τυδέος υἱὸς
236αυτώ τε κτείνῃ καὶ ελάσσῃ μώνυχας ἵππους

237αλλὰ σύ γ̓ αυτὸς έλαυνε τέ̓ ἅρματα καὶ τεὼ ἵππω,
238τὸν δὲ δ̓ εγὼν επιόντα δεδέξομαι οξέϊ δουρί

239ὣς άρα φωνήσαντες ες ἅρματα ποικίλα βάντες
240εμμεμαῶτ̓ επὶ Τυδεΐδῃ έχον ωκέας ἵππους

241τοὺς δὲ ίδε Σθένελος Καπανήϊος αγλαὸς υἱός,
242αῖψα δὲ Τυδεΐδην έπεα πτερόεντα προσηύδα·

243Τυδεΐδη Διόμηδες εμῷ κεχαρισμένε θυμῷ,
244άνδῤ ὁρόω κρατερὼ επὶ σοὶ μεμαῶτε μάχεσθαι
245ῖν̓ απέλεθρον έχοντας·
μὲν τόξων εῢ ειδὼς
246Πάνδαρος, υἱὸς δ̓ αῦτε Λυκάονος εύχεται εῖναι·

247Αινείας δ̓ υἱὸς μὲν αμύμονος Αγχίσαο
248εύχεται εκγεγάμεν, μήτηρ δέ οἵ εστ̓ Αφροδίτη

249αλλ̓ άγε δὴ χαζώμεθ̓ εφ̓ ἵππων, μη δέ μοι οὕτω
250θῦνε διὰ προμάχων, μή πως φίλον ῆτορ ολέσσῃς

251τὸν δ̓ άῤ ὑπόδρα ιδὼν προσέφη κρατερὸς Διομήδης

252μή τι φόβον δ̓ αγόρεὐ, επεὶ ου δὲ σὲ πεισέμεν οίω

253ου γάρ μοι γενναῖον αλυσκάζοντι μάχεσθαι
254ου δὲ καταπτώσσειν·
έτι μοι μένος έμπεδόν εστιν
255οκνείω δ̓ ἵππων επιβαινέμεν, αλλὰ καὶ αύτως
256αντίον εῖμ̓ αυτῶν
τρεῖν μ̓ ουκ εᾷ Παλλὰς Αθήνη
257τούτω δ̓ ου πάλιν αῦτις αποίσετον ωκέες ἵπποι
258άμφω αφ̓ ἡμείων, εί γ̓ οῦν ἕτερός γε φύγῃσιν

259άλλο δέ τοι ερέω, σὺ δ̓ ενὶ φρεσὶ βάλλεο σῇσιν

260αί κέν μοι πολύβουλος Αθήνη κῦδος ορέξῃ
261αμφοτέρω κτεῖναι, σὺ δὲ τούσδε μὲν ωκέας ἵππους
262αυτοῦ ερυκακέειν εξ άντυγος ἡνία τείνας,
263Αινείαο δ̓ επαΐξαι μεμνημένος ἵππων,
264εκ δ̓ ελάσαι Τρώων μετ̓ εϋκνήμιδας Αχαιούς

265τῆς γάρ τοι γενεῆς ἧς Τρωΐ περ ευρύοπα Ζεὺς
266δῶχ̓ υἷος ποινὴν Γανυμήδεος, ούνεκ̓ άριστοι
267ἵππων ὅσσοι έασιν υπ̓ ηῶ τ̓ ηέλιόν τε,
268τῆς γενεῆς έκλεψεν άναξ ανδρῶν Αγχίσης
269λάθρῃ Λαομέδοντος ὑποσχὼν θήλεας ἵππους·

270τῶν οἱ ἓξ εγένοντο ενὶ μεγάροισι γενέθλη

271τοὺς μὲν τέσσαρας αυτὸς έχων ατίταλλ̓ επὶ φάτνῃ,
272τὼ δὲ δύ̓ Αινείᾳ δῶκεν μήστωρε φόβοιο.

273ει τούτω κε λάβοιμεν, αροίμεθά κε κλέος εσθλόν

274ὣς οἳ μὲν τοιαῦτα πρὸς αλλήλους αγόρευον,
275τὼ δὲ τάχ̓ εγγύθεν ῆλθον ελαύνοντ̓ ωκέας ἵππους

276τὸν πρότερος προσέειπε Λυκάονος αγλαὸς υἱός

277καρτερόθυμε δαΐφρον αγαυοῦ Τυδέος υἱὲ
278 μάλα σ̓ ου βέλος ωκὺ δαμάσσατο πικρὸς οϊστός·

279νῦν αῦτ̓ εγχείῃ πειρήσομαι αί κε τύχωμι

280 ῥα καὶ αμπεπαλὼν προΐει δολιχόσκιον έγχος
281καὶ βάλε Τυδεΐδαο κατ̓ ασπίδα
τῆς δὲ διὰ πρὸ
282αιχμὴ χαλκείη πταμένη θώρηκι πελάσθη

283τῷ δ̓ επὶ μακρὸν άϋσε Λυκάονος αγλαὸς υἱός

284βέβληαι κενεῶνα διαμπερές, ου δέ σ̓ οΐω
285δηρὸν έτ̓ ανσχήσεσθαι
εμοὶ δὲ μέγ̓ εῦχος έδωκας
286τὸν δ̓ ου ταρβήσας προσέφη κρατερὸς Διομήδης

287ήμβροτες ου δ̓ έτυχες
ατὰρ ου μὲν σφῶΐ γ̓ οΐω
288πρίν γ̓ αποπαύσεσθαι πρίν γ̓ ἕτερόν γε πεσόντα
289αἵματος ᾶσαι Άρηα, ταλαύρινον πολεμιστήν

290ὣς φάμενος προέηκε
βέλος δ̓ ίθυνεν Αθήνη
291ῥῖνα παῤ οφθαλμόν, λευκοὺς δ̓ επέρησεν οδόντας

292τοῦ δ̓ απὸ μὲν γλῶσσαν πρυμνὴν τάμε χαλκὸς ατειρής,
293αιχμὴ δ̓ εξελύθη παρὰ νείατον ανθερεῶνα

294ήριπε δ̓ εξ οχέων, αράβησε δὲ τεύχἐ επ̓ αυτῷ
295αιόλα παμφανόωντα, παρέτρεσσαν δέ οἱ ἵπποι
296ωκύποδες
τοῦ δ̓ αῦθι λύθη ψυχή τε μένος τε
297Αινείας δ̓ απόρουσε σὺν ασπίδι δουρί τε μακρῷ
298δείσας μή πώς οἱ ερυσαίατο νεκρὸν Αχαιοί

299αμφὶ δ̓ άῤ αυτῷ βαῖνε λέων ὣς αλκὶ πεποιθώς,
300πρόσθε δέ οἱ δόρυ τ̓ έσχε καὶ ασπίδα πάντοσ̓ εΐσην,
301τὸν κτάμεναι μεμαὼς ὅς τις τοῦ γ̓ αντίος έλθοι
302σμερδαλέα ιάχων·
δὲ χερμάδιον λάβε χειρὶ
303Τυδεΐδης μέγα έργον ου δύο γ̓ άνδρε φέροιεν,
304οἷοι νῦν βροτοί εισ̓·
δέ μιν ῥέα πάλλε καὶ οῖος
305τῷ βάλεν Αινείαο κατ̓ ισχίον ένθά τε μηρὸς
306ισχίῳ ενστρέφεται, κοτύλην δέ τέ μιν καλέουσι

307θλάσσε δέ οἱ κοτύλην, πρὸς δ̓ άμφω ῥῆξε τένοντε

308ῶσε δ̓ απὸ ῥινὸν τρηχὺς λίθος
αυτὰρ γ̓ ἥρως
309έστη γνὺξ εριπὼν καὶ ερείσατο χειρὶ παχείῃ
310γαίης
αμφὶ δὲ όσσε κελαινὴ νὺξ εκάλυψε
311καί νύ κεν ένθ̓ απόλοιτο άναξ ανδρῶν Αινείας,
312ει μὴ άῤ οξὺ νόησε Διὸς θυγάτηρ Αφροδίτη
313μήτηρ, μιν υπ̓ Αγχίσῃ τέκε βουκολέοντι·

314αμφὶ δ̓ ἑὸν φίλον υἱὸν εχεύατο πήχεε λευκώ,
315πρόσθε δέ οἱ πέπλοιο φαεινοῦ πτύγμα κάλυψεν
316ἕρκος έμεν βελέων, μή τις Δαναῶν ταχυπώλων
317χαλκὸν ενὶ στήθεσσι βαλὼν εκ θυμὸν ἕλοιτο

318 μὲν ἑὸν φίλον υἱὸν ὑπεξέφερεν πολέμοιο

319ου δ̓ υἱὸς Καπανῆος ελήθετο συνθεσιάων
320τάων ἃς επέτελλε βοὴν αγαθὸς Διομήδης,
321αλλ̓ γε τοὺς μὲν ἑοὺς ηρύκακε μώνυχας ἵππους
322νόσφιν απὸ φλοίσβου εξ άντυγος ἡνία τείνας,
323Αινείαο δ̓ επαΐξας καλλίτριχας ἵππους
324εξέλασε Τρώων μετ̓ εϋκνήμιδας Αχαιούς

325δῶκε δὲ Δηϊπύλῳ ἑτάρῳ φίλῳ, ὃν περὶ πάσης
326τῖεν ὁμηλικίης ὅτι οἱ φρεσὶν άρτια ῄδη,
327νηυσὶν έπι γλαφυρῇσιν ελαυνέμεν
αυτὰρ γ̓ ἥρως
328ὧν ἵππων επιβὰς έλαβ̓ ἡνία σιγαλόεντα,
329αῖψα δὲ Τυδεΐδην μέθεπε κρατερώνυχας ἵππους
330εμμεμαώς
δὲ Κύπριν επῴχετο νηλέϊ χαλκῷ
331γιγνώσκων τ̓ άναλκις έην θεός, ου δὲ θεάων
332τάων αἵ τ̓ ανδρῶν πόλεμον κάτα κοιρανέουσιν,
333ού τ̓ άῤ Αθηναίη ού τε πτολίπορθος Ενυώ.

334αλλ̓ ὅτε δή ῥ̓ εκίχανε πολὺν καθ̓ ὅμιλον οπάζων,
335ένθ̓ επορεξάμενος μεγαθύμου Τυδέος υἱὸς
336άκρην ούτασε χεῖρα μετάλμενος οξέϊ δουρὶ
337αβληχρήν
εῖθαρ δὲ δόρυ χροὸς αντετόρησεν
338αμβροσίου διὰ πέπλου, ὅν οἱ Χάριτες κάμον αυταί,
339πρυμνὸν ὕπερ θέναρος
ῥέε δ̓ άμβροτον αἷμα θεοῖο
340ιχώρ, οἷός πέρ τε ῥέει μακάρεσσι θεοῖσιν·

341ου γὰρ σῖτον έδουσ̓, ου πίνουσ̓ αίθοπα οῖνον,
342τοὔνεκ̓ αναίμονές εισι καὶ αθάνατοι καλέονται

343 δὲ μέγα ιάχουσα απὸ ἕο κάββαλεν υἱόν

344καὶ τὸν μὲν μετὰ χερσὶν ερύσατο Φοῖβος Απόλλων
345κυανέῃ νεφέλῃ, μή τις Δαναῶν ταχυπώλων
346χαλκὸν ενὶ στήθεσσι βαλὼν εκ θυμὸν ἕλοιτο

347τῇ δ̓ επὶ μακρὸν άϋσε βοὴν αγαθὸς Διομήδης

348εῖκε Διὸς θύγατερ πολέμου καὶ δηϊοτῆτος

349 ουχ ἅλις ὅττι γυναῖκας ανάλκιδας ηπεροπεύεις;

350ει δὲ σύ γ̓ ες πόλεμον πωλήσεαι, τέ σ̓ οΐω
351ῥιγήσειν πόλεμόν γε καὶ εί χ̓ ἑτέρωθι πύθηαι

352ὣς έφαθ̓, δ̓ αλύουσ̓ απεβήσετο, τείρετο δ̓ αινῶς

353τὴν μὲν άῤ Ι͂ρις ἑλοῦσα ποδήνεμος έξαγ̓ ὁμίλου
354αχθομένην οδύνῃσι, μελαίνετο δὲ χρόα καλόν

355εὗρεν έπειτα μάχης επ̓ αριστερὰ θοῦρον Άρηα
356ἥμενον
ηέρι δ̓ έγχος εκέκλιτο καὶ ταχέ̓ ἵππω
357 δὲ γνὺξ εριποῦσα κασιγνήτοιο φίλοιο
358πολλὰ λισσομένη χρυσάμπυκας ῄτεεν ἵππους

359φίλε κασίγνητε κόμισαί τέ με δός τέ μοι ἵππους,
360όφῤ ες Όλυμπον ἵκωμαι ίν̓ αθανάτων ἕδος εστί

361λίην άχθομαι ἕλκος με βροτὸς ούτασεν ανὴρ
362Τυδεΐδης, ὃς νῦν γε καὶ ὰν Διὶ πατρὶ μάχοιτο

363ὣς φάτο, τῇ δ̓ άῤ Άρης δῶκε χρυσάμπυκας ἵππους

364 δ̓ ες δίφρον έβαινεν ακηχεμένη φίλον ῆτορ,
365πὰρ δέ οἱ Ι͂ρις έβαινε καὶ ἡνία λάζετο χερσί,
366μάστιξεν δ̓ ελάαν, τὼ δ̓ ουκ αέκοντε πετέσθην

367αῖψα δ̓ έπειθ̓ ἵκοντο θεῶν ἕδος αιπὺν Όλυμπον·

368ένθ̓ ἵππους έστησε ποδήνεμος ωκέα Ι͂ρις
369λύσασ̓ εξ οχέων, παρὰ δ̓ αμβρόσιον βάλεν εῖδαρ

370 δ̓ εν γούνασι πῖπτε Διώνης δῖ̓ Αφροδίτη
371μητρὸς ἑῆς
δ̓ αγκὰς ελάζετο θυγατέρα ἥν,
372χειρί τέ μιν κατέρεξεν έπος τ̓ έφατ̓ εκ τ̓ ονόμαζε

373τίς νύ σε τοιάδ̓ έρεξε φίλον τέκος Ουρανιώνων
374μαψιδίως, ὡς εί τι κακὸν ῥέζουσαν ενωπῇ

375τὴν δ̓ ημείβετ̓ έπειτα φιλομμειδὴς Αφροδίτη

376οῦτά με Τυδέος υἱὸς ὑπέρθυμος Διομήδης,
377ούνεκ̓ εγὼ φίλον υἱὸν ὑπεξέφερον πολέμοιο
378Αινείαν, ὃς εμοὶ πάντων πολὺ φίλτατός εστιν

379ου γὰρ έτι Τρώων καὶ Αχαιῶν φύλοπις αινή,
380αλλ̓ ήδη Δαναοί γε καὶ αθανάτοισι μάχονται.

381τὴν δ̓ ημείβετ̓ έπειτα Διώνη, δῖα θεάων

382τέτλαθι τέκνον εμόν, καὶ ανάσχεο κηδομένη περ

383πολλοὶ γὰρ δὴ τλῆμεν Ολύμπια δώματ̓ έχοντες
384εξ ανδρῶν χαλέπ̓ άλγἐ επ̓ αλλήλοισι τιθέντες

385τλῆ μὲν Άρης ὅτε μιν Ω͂τος κρατερός τ̓ Εφιάλτης
386παῖδες Αλωῆος, δῆσαν κρατερῷ ενὶ δεσμῷ·

387χαλκέῳ δ̓ εν κεράμῳ δέδετο τρισκαίδεκα μῆνας

388καί νύ κεν ένθ̓ απόλοιτο Άρης ᾶτος πολέμοιο,
389ει μὴ μητρυιὴ περικαλλὴς Ηερίβοια
390Ἑρμέᾳ εξήγγειλεν
δ̓ εξέκλεψεν Άρηα
391ήδη τειρόμενον, χαλεπὸς δέ δεσμὸς εδάμνα

392τλῆ δ̓ Ἥρη, ὅτε μιν κρατερὸς πάϊς Αμφιτρύωνος
393δεξιτερὸν κατὰ μαζὸν οϊστῷ τριγλώχινι
394βεβλήκει
τότε καί μιν ανήκεστον λάβεν άλγος
395τλῆ δ̓ Αΐδης εν τοῖσι πελώριος ωκὺν οϊστόν,
396εῦτέ μιν ωὐτὸς ανὴρ υἱὸς Διὸς αιγιόχοιο
397εν Πύλῳ εν νεκύεσσι βαλὼν οδύνῃσιν έδωκεν·

398αυτὰρ βῆ πρὸς δῶμα Διὸς καὶ μακρὸν Όλυμπον
399κῆρ αχέων οδύνῃσι πεπαρμένος
αυτὰρ οϊστὸς
400ώμῳ ένι στιβαρῷ ηλήλατο, κῆδε δὲ θυμόν

401τῷ δ̓ επὶ Παιήων οδυνήφατα φάρμακα πάσσων
402ηκέσατ̓
ου μὲν γάρ τι καταθνητός γε τέτυκτο
403σχέτλιος οβριμοεργὸς ὃς ουκ όθετ̓ αίσυλα ῥέζων,
404ὃς τόξοισιν έκηδε θεοὺς οἳ Όλυμπον έχουσι.

405σοὶ δ̓ επὶ τοῦτον ανῆκε θεὰ γλαυκῶπις Αθήνη

406νήπιος, ου δὲ τὸ οῖδε κατὰ φρένα Τυδέος υἱὸς
407ὅττι μάλ̓ ου δηναιὸς ὃς αθανάτοισι μάχηται,
408ου δέ τί μιν παῖδες ποτὶ γούνασι παππάζουσιν
409ελθόντ̓ εκ πολέμοιο καὶ αινῆς δηϊοτῆτος.

410τὼ νῦν Τυδεΐδης, ει καὶ μάλα καρτερός εστι,
411φραζέσθω μή τίς οἱ αμείνων σεῖο μάχηται,
412μὴ δὴν Αιγιάλεια περίφρων Αδρηστίνη
413εξ ὕπνου γοόωσα φίλους οικῆας εγείρῃ
414κουρίδιον ποθέουσα πόσιν τὸν άριστον Αχαιῶν
415ιφθίμη άλοχος Διομήδεος ἱπποδάμοιο

416 ῥα καὶ αμφοτέρῃσιν απ̓ ιχῶ χειρὸς ομόργνυ

417άλθετο χείρ, οδύναι δὲ κατηπιόωντο βαρεῖαι

418αἳ δ̓ αῦτ̓ εισορόωσαι Αθηναίη τε καὶ Ἥρη
419κερτομίοις επέεσσι Δία Κρονίδην ερέθιζον

420τοῖσι δὲ μύθων ῆρχε θεὰ γλαυκῶπις Αθήνη

421Ζεῦ πάτερ ῥά τί μοι κεχολώσεαι ὅττι κεν είπω

422 μάλα δή τινα Κύπρις Αχαιϊάδων ανιεῖσα
423Τρωσὶν ἅμα σπέσθαι, τοὺς νῦν έκπαγλα φίλησε,
424τῶν τινα καρρέζουσα Αχαιϊάδων εϋπέπλων
425πρὸς χρυσῇ περόνῃ καταμύξατο χεῖρα αραιήν

426ὣς φάτο, μείδησεν δὲ πατὴρ ανδρῶν τε θεῶν τε,
427καί ῥα καλεσσάμενος προσέφη χρυσῆν Αφροδίτην

428ού τοι τέκνον εμὸν δέδοται πολεμήϊα έργα,
429αλλὰ σύ γ̓ ἱμερόεντα μετέρχεο έργα γάμοιο,
430ταῦτα δ̓ Άρηϊ θοῷ καὶ Αθήνῃ πάντα μελήσει

431ὣς οἳ μὲν τοιαῦτα πρὸς αλλήλους αγόρευον,
432Αινείᾳ δ̓ επόρουσε βοὴν αγαθὸς Διομήδης,
433γιγνώσκων οἱ αυτὸς ὑπείρεχε χεῖρας Απόλλων

434αλλ̓ γ̓ άῤ ου δὲ θεὸν μέγαν ἅζετο, ἵετο δ̓ αιεὶ
435Αινείαν κτεῖναι καὶ απὸ κλυτὰ τεύχεα δῦσαι

436τρὶς μὲν έπειτ̓ επόρουσε κατακτάμεναι μενεαίνων,
437τρὶς δέ οἱ εστυφέλιξε φαεινὴν ασπίδ̓ Απόλλων

438αλλ̓ ὅτε δὴ τὸ τέταρτον επέσσυτο δαίμονι ῖσος,
439δεινὰ δ̓ ὁμοκλήσας προσέφη ἑκάεργος Απόλλων

440φράζεο Τυδεΐδη καὶ χάζεο, μη δὲ θεοῖσιν
441ῖσ̓ έθελε φρονέειν, επεὶ ού ποτε φῦλον ὁμοῖον
442αθανάτων τε θεῶν χαμαὶ ερχομένων τ̓ ανθρώπων.

443ὣς φάτο, Τυδεΐδης δ̓ ανεχάζετο τυτθὸν οπίσσω
444μῆνιν αλευάμενος ἑκατηβόλου Απόλλωνος

445Αινείαν δ̓ απάτερθεν ὁμίλου θῆκεν Απόλλων
446Περγάμῳ ειν ἱερῇ, ὅθι οἱ νηός γε τέτυκτο

447ήτοι τὸν Λητώ τε καὶ Άρτεμις ιοχέαιρα
448εν μεγάλῳ αδύτῳ ακέοντό τε κύδαινόν τε

449αυτὰρ είδωλον τεῦξ̓ αργυρότοξος Απόλλων
450αυτῷ τ̓ Αινείᾳ ίκελον καὶ τεύχεσι τοῖον,
451αμφὶ δ̓ άῤ ειδώλῳ Τρῶες καὶ δῖοι Αχαιοὶ
452δῄουν αλλήλων αμφὶ στήθεσσι βοείας
453ασπίδας ευκύκλους λαισήϊά τε πτερόεντα

454δὴ τότε θοῦρον Άρηα προσηύδα Φοῖβος Απόλλων

455Α͂ρες Άρες βροτολοιγὲ μιαιφόνε τειχεσιπλῆτα,
456ουκ ὰν δὴ τόνδ̓ άνδρα μάχης ερύσαιο μετελθὼν
457Τυδεΐδην, ὃς νῦν γε καὶ ὰν Διὶ πατρὶ μάχοιτο;

458Κύπριδα μὲν πρῶτα σχεδὸν ούτασε χεῖῤ επὶ καρπῷ,
459αυτὰρ έπειτ̓ αυτῷ μοι επέσσυτο δαίμονι ῖσος

460ὣς ειπὼν αυτὸς μὲν εφέζετο Περγάμῳ άκρῃ,
461Τρῳὰς δὲ στίχας οῦλος Άρης ότρυνε μετελθὼν
462ειδόμενος Ακάμαντι θοῷ ἡγήτορι Θρῃκῶν

463υἱάσι δὲ Πριάμοιο διοτρεφέεσσι κέλευεν

464 υἱεῖς Πριάμοιο διοτρεφέος βασιλῆος
465ες τί έτι κτείνεσθαι εάσετε λαὸν Αχαιοῖς

466 εις κεν αμφὶ πύλῃς εῦ ποιητῇσι μάχωνται;

467κεῖται ανὴρ ὃν ῖσον ετίομεν Ἕκτορι δίῳ
468Αινείας υἱὸς μεγαλήτορος Αγχίσαο·

469αλλ̓ άγετ̓ εκ φλοίσβοιο σαώσομεν εσθλὸν ἑταῖρον

470ὣς ειπὼν ότρυνε μένος καὶ θυμὸν ἑκάστου

471ένθ̓ αῦ Σαρπηδὼν μάλα νείκεσεν Ἕκτορα δῖον

472Ἕκτορ πῇ δή τοι μένος οίχεται πρὶν έχεσκες

473φῆς που άτερ λαῶν πόλιν ἑξέμεν ηδ̓ επικούρων
474οῖος σὺν γαμβροῖσι κασιγνήτοισί τε σοῖσι

475τῶν νῦν ού τιν̓ εγὼ ιδέειν δύναμ̓ ου δὲ νοῆσαι,
476αλλὰ καταπτώσσουσι κύνες ὣς αμφὶ λέοντα·

477ἡμεῖς δὲ μαχόμεσθ̓ οἵ πέρ τ̓ επίκουροι ένειμεν

478καὶ γὰρ εγὼν επίκουρος εὼν μάλα τηλόθεν ἥκω

479τηλοῦ γὰρ Λυκίη Ξάνθῳ έπι δινήεντι,
480ένθ̓ άλοχόν τε φίλην έλιπον καὶ νήπιον υἱόν,
481κὰδ δὲ κτήματα πολλά, τὰ έλδεται ὅς κ̓ επιδευής.

482αλλὰ καὶ ὧς Λυκίους οτρύνω καὶ μέμον̓ αυτὸς
483ανδρὶ μαχήσασθαι
ατὰρ ού τί μοι ενθάδε τοῖον
484οἷόν κ̓ ηὲ φέροιεν Αχαιοὶ ή κεν άγοιεν·

485τύνη δ̓ ἕστηκας, ατὰρ ου δ̓ άλλοισι κελεύεις
486λαοῖσιν μενέμεν καὶ αμυνέμεναι ώρεσσι

487μή πως ὡς αψῖσι λίνου ἁλόντε πανάγρου
488ανδράσι δυσμενέεσσιν ἕλωρ καὶ κύρμα γένησθε·

489οἳ δὲ τάχ̓ εκπέρσουσ̓ εῦ ναιομένην πόλιν ὑμήν

490σοὶ δὲ χρὴ τάδε πάντα μέλειν νύκτάς τε καὶ ῆμαρ
491αρχοὺς λισσομένῳ τηλεκλειτῶν επικούρων
492νωλεμέως εχέμεν, κρατερὴν δ̓ αποθέσθαι ενιπήν

493ὣς φάτο Σαρπηδών, δάκε δὲ φρένας Ἕκτορι μῦθος

494αυτίκα δ̓ εξ οχέων σὺν τεύχεσιν ᾶλτο χαμᾶζε,
495πάλλων δ̓ οξέα δοῦρα κατὰ στρατὸν ῴχετο πάντῃ
496οτρύνων μαχέσασθαι, έγειρε δὲ φύλοπιν αινήν

497οἳ δ̓ ελελίχθησαν καὶ εναντίοι έσταν Αχαιῶν

498Αργεῖοι δ̓ ὑπέμειναν αολλέες ου δὲ φόβηθεν

499ὡς δ̓ άνεμος άχνας φορέει ἱερὰς κατ̓ αλωὰς
500ανδρῶν λικμώντων, ὅτε τε ξανθὴ Δημήτηρ
501κρίνῃ επειγομένων ανέμων καρπόν τε καὶ άχνας,
502αἳ δ̓ ὑπολευκαίνονται αχυρμιαί·
ὣς τότ̓ Αχαιοὶ
503λευκοὶ ὕπερθε γένοντο κονισάλῳ, ὅν ῥα δἰ αυτῶν
504ουρανὸν ες πολύχαλκον επέπληγον πόδες ἵππων
505ὰψ επιμισγομένων
ὑπὸ δ̓ έστρεφον ἡνιοχῆες
506οἳ δὲ μένος χειρῶν ιθὺς φέρον
αμφὶ δὲ νύκτα
507θοῦρος Άρης εκάλυψε μάχῃ Τρώεσσιν αρήγων
508πάντοσ̓ εποιχόμενος
τοῦ δ̓ εκραίαινεν εφετμὰς
509Φοίβου Απόλλωνος χρυσαόρου, ὅς μιν ανώγει
510Τρωσὶν θυμὸν εγεῖραι, επεὶ ίδε Παλλάδ̓ Αθήνην
511οιχομένην
γάρ ῥα πέλεν Δαναοῖσιν αρηγών
512αυτὸς δ̓ Αινείαν μάλα πίονος εξ αδύτοιο
513ἧκε, καὶ εν στήθεσσι μένος βάλε ποιμένι λαῶν

514Αινείας δ̓ ἑτάροισι μεθίστατο
τοὶ δὲ χάρησαν,
515ὡς εῖδον ζωόν τε καὶ αρτεμέα προσιόντα
516καὶ μένος εσθλὸν έχοντα
μετάλλησάν γε μὲν ού τι
517ου γὰρ έα πόνος άλλος, ὃν αργυρότοξος έγειρεν
518Άρης τε βροτολοιγὸς Έρις τ̓ άμοτον μεμαυῖα

519τοὺς δ̓ Αίαντε δύω καὶ Οδυσσεὺς καὶ Διομήδης
520ότρυνον Δαναοὺς πολεμιζέμεν
οἳ δὲ καὶ αυτοὶ
521ού τε βίας Τρώων ὑπεδείδισαν ού τε ιωκάς,
522αλλ̓ έμενον νεφέλῃσιν εοικότες ἅς τε Κρονίων
523νηνεμίης έστησεν επ̓ ακροπόλοισιν όρεσσιν
524ατρέμας, όφῤ εὕδῃσι μένος Βορέαο καὶ άλλων
525ζαχρειῶν ανέμων, οἵ τε νέφεα σκιόεντα
526πνοιῇσιν λιγυρῇσι διασκιδνᾶσιν αέντες·

527ὣς Δαναοὶ Τρῶας μένον έμπεδον ου δὲ φέβοντο

528Ατρεΐδης δ̓ αν̓ ὅμιλον εφοίτα πολλὰ κελεύων

529 φίλοι ανέρες έστε καὶ άλκιμον ῆτορ ἕλεσθε,
530αλλήλους τ̓ αιδεῖσθε κατὰ κρατερὰς ὑσμίνας

531αιδομένων ανδρῶν πλέονες σόοι ηὲ πέφανται·

532φευγόντων δ̓ ού τ̓ ὰρ κλέος όρνυται ού τε τις αλκή.

533 καὶ ακόντισε δουρὶ θοῶς, βάλε δὲ πρόμον άνδρα
534Αινείω ἕταρον μεγαθύμου Δηϊκόωντα
535Περγασίδην, ὃν Τρῶες ὁμῶς Πριάμοιο τέκεσσι
536τῖον, επεὶ θοὸς έσκε μετὰ πρώτοισι μάχεσθαι.

537τόν ῥα κατ̓ ασπίδα δουρὶ βάλε κρείων Αγαμέμνων

538 δ̓ ουκ έγχος έρυτο, διὰ πρὸ δὲ είσατο χαλκός,
539νειαίρῃ δ̓ εν γαστρὶ διὰ ζωστῆρος έλασσε

540δούπησεν δὲ πεσών, αράβησε δὲ τεύχἐ επ̓ αυτῷ

541ένθ̓ αῦτ̓ Αινείας Δαναῶν ἕλεν άνδρας αρίστους
542υἷε Διοκλῆος Κρήθωνά τε Ορσίλοχόν τε,
543τῶν ῥα πατὴρ μὲν έναιεν εϋκτιμένῃ ενὶ Φηρῇ
544αφνειὸς βιότοιο, γένος δ̓ ῆν εκ ποταμοῖο
545Αλφειοῦ, ὅς τ̓ ευρὺ ῥέει Πυλίων διὰ γαίης,
546ὃς τέκετ̓ Ορτίλοχον πολέεσσ̓ άνδρεσσιν άνακτα·

547Ορτίλοχος δ̓ άῤ έτικτε Διοκλῆα μεγάθυμον,
548εκ δὲ Διοκλῆος διδυμάονε παῖδε γενέσθην,
549Κρήθων Ορσίλοχός τε μάχης εῦ ειδότε πάσης

550τὼ μὲν άῤ ἡβήσαντε μελαινάων επὶ νηῶν
551Ίλιον εις εύπωλον άμ̓ Αργείοισιν ἑπέσθην,
552τιμὴν Ατρεΐδῃς Αγαμέμνονι καὶ Μενελάῳ
553αρνυμένω
τὼ δ̓ αῦθι τέλος θανάτοιο κάλυψεν
554οἵω τώ γε λέοντε δύω όρεος κορυφῇσιν
555ετραφέτην ὑπὸ μητρὶ βαθείης τάρφεσιν ὕλης·

556τὼ μὲν άῤ ἁρπάζοντε βόας καὶ ίφια μῆλα
557σταθμοὺς ανθρώπων κεραΐζετον, όφρα καὶ αυτὼ
558ανδρῶν εν παλάμῃσι κατέκταθεν οξέϊ χαλκῷ

559τοίω τὼ χείρεσσιν υπ̓ Αινείαο δαμέντε
560καππεσέτην, ελάτῃσιν εοικότες ὑψηλῇσι

561τὼ δὲ πεσόντ̓ ελέησεν αρηΐφιλος Μενέλαος,
562βῆ δὲ διὰ προμάχων κεκορυθμένος αίθοπι χαλκῷ
563σείων εγχείην
τοῦ δ̓ ότρυνεν μένος Άρης,
564τὰ φρονέων ἵνα χερσὶν υπ̓ Αινείαο δαμείη.

565τὸν δ̓ ίδεν Αντίλοχος μεγαθύμου Νέστορος υἱός,
566βῆ δὲ διὰ προμάχων
περὶ γὰρ δίε ποιμένι λαῶν
567μή τι πάθοι, μέγα δέ σφας αποσφήλειε πόνοιο

568τὼ μὲν δὴ χεῖράς τε καὶ έγχεα οξυόεντα
569αντίον αλλήλων εχέτην μεμαῶτε μάχεσθαι

570Αντίλοχος δὲ μάλ̓ άγχι παρίστατο ποιμένι λαῶν

571Αινείας δ̓ ου μεῖνε θοός περ εὼν πολεμιστὴς
572ὡς εῖδεν δύο φῶτε παῤ αλλήλοισι μένοντε

573οἳ δ̓ επεὶ οῦν νεκροὺς έρυσαν μετὰ λαὸν Αχαιῶν,
574τὼ μὲν άρα δειλὼ βαλέτην εν χερσὶν ἑταίρων,
575αυτὼ δὲ στρεφθέντε μετὰ πρώτοισι μαχέσθην

576ένθα Πυλαιμένεα ἑλέτην ατάλαντον Άρηϊ
577αρχὸν Παφλαγόνων μεγαθύμων ασπιστάων

578τὸν μὲν άῤ Ατρεΐδης δουρικλειτὸς Μενέλαος
579εσταότ̓ έγχεϊ νύξε κατὰ κληῗδα τυχήσας

580Αντίλοχος δὲ Μύδωνα βάλ̓ ἡνίοχον θεράποντα
581εσθλὸν Ατυμνιάδην
δ̓ ὑπέστρεφε μώνυχας ἵππους
582χερμαδίῳ αγκῶνα τυχὼν μέσον·
εκ δ̓ άρα χειρῶν
583ἡνία λεύκ̓ ελέφαντι χαμαὶ πέσον εν κονίῃσιν

584Αντίλοχος δ̓ άῤ επαΐξας ξίφει ήλασε κόρσην

585αυτὰρ γ̓ ασθμαίνων ευεργέος έκπεσε δίφρου
586κύμβαχος εν κονίῃσιν επὶ βρεχμόν τε καὶ ώμους

587δηθὰ μάλ̓ ἑστήκει
τύχε γάρ ῥ̓ αμάθοιο βαθείης
588όφῤ ἵππω πλήξαντε χαμαὶ βάλον εν κονίῃσι·

589τοὺς ίμασ̓ Αντίλοχος, μετὰ δὲ στρατὸν ήλασ̓ Αχαιῶν

590τοὺς δ̓ Ἕκτωρ ενόησε κατὰ στίχας, ῶρτο δ̓ επ̓ αυτοὺς
591κεκλήγων
ἅμα δὲ Τρώων εἵποντο φάλαγγες
592καρτεραί
ῆρχε δ̓ άρα σφιν Άρης καὶ πότνἰ Ενυώ,
593 μὲν έχουσα Κυδοιμὸν αναιδέα δηϊοτῆτος,
594Άρης δ̓ εν παλάμῃσι πελώριον έγχος ενώμα,
595φοίτα δ̓ άλλοτε μὲν πρόσθ̓ Ἕκτορος, άλλοτ̓ όπισθε.

596τὸν δὲ ιδὼν ῥίγησε βοὴν αγαθὸς Διομήδης

597ὡς δ̓ ότ̓ ανὴρ απάλαμνος ιὼν πολέος πεδίοιο
598στήῃ επ̓ ωκυρόῳ ποταμῷ ἅλα δὲ προρέοντι
599αφρῷ μορμύροντα ιδών, ανά τ̓ έδραμ̓ οπίσσω,
600ὣς τότε Τυδεΐδης ανεχάζετο, εῖπέ τε λαῷ

601 φίλοι οἷον δὴ θαυμάζομεν Ἕκτορα δῖον
602αιχμητήν τ̓ έμεναι καὶ θαρσαλέον πολεμιστήν

603τῷ δ̓ αιεὶ πάρα εἷς γε θεῶν, ὃς λοιγὸν αμύνει

604καὶ νῦν οἱ πάρα κεῖνος Άρης βροτῷ ανδρὶ εοικώς

605αλλὰ πρὸς Τρῶας τετραμμένοι αιὲν οπίσσω
606είκετε, μη δὲ θεοῖς μενεαινέμεν ῖφι μάχεσθαι

607ὣς άῤ έφη, Τρῶες δὲ μάλα σχεδὸν ήλυθον αυτῶν

608ένθ̓ Ἕκτωρ δύο φῶτε κατέκτανεν ειδότε χάρμης
609ειν ἑνὶ δίφρῳ εόντε, Μενέσθην Αγχίαλόν τε

610τὼ δὲ πεσόντ̓ ελέησε μέγας Τελαμώνιος Αίας

611στῆ δὲ μάλ̓ εγγὺς ιών, καὶ ακόντισε δουρὶ φαεινῷ,
612καὶ βάλεν Άμφιον Σελάγου υἱόν, ὅς ῥ̓ ενὶ Παισῷ
613ναῖε πολυκτήμων πολυλήϊος
αλλά μοῖρα
614ῆγ̓ επικουρήσοντα μετὰ Πρίαμόν τε καὶ υἷας

615τόν ῥα κατὰ ζωστῆρα βάλεν Τελαμώνιος Αίας,
616νειαίρῃ δ̓ εν γαστρὶ πάγη δολιχόσκιον έγχος,
617δούπησεν δὲ πεσών
δ̓ επέδραμε φαίδιμος Αίας
618τεύχεα συλήσων
Τρῶες δ̓ επὶ δούρατ̓ έχευαν
619οξέα παμφανόωντα
σάκος δ̓ ανεδέξατο πολλά
620αυτὰρ λὰξ προσβὰς εκ νεκροῦ χάλκεον έγχος
621εσπάσατ̓
ου δ̓ άῤ έτ̓ άλλα δυνήσατο τεύχεα καλὰ
622ώμοιιν αφελέσθαι
επείγετο γὰρ βελέεσσι
623δεῖσε δ̓ γ̓ αμφίβασιν κρατερὴν Τρώων αγερώχων,
624οἳ πολλοί τε καὶ εσθλοὶ εφέστασαν έγχἐ έχοντες,
625οἵ μέγαν περ εόντα καὶ ίφθιμον καὶ αγαυὸν
626ῶσαν απὸ σφείων
δὲ χασσάμενος πελεμίχθη
627ὣς οἳ μὲν πονέοντο κατὰ κρατερὴν ὑσμίνην

628Τληπόλεμον δ̓ Ἡρακλεΐδην ηΰν τε μέγαν τε
629ῶρσεν επ̓ αντιθέῳ Σαρπηδόνι μοῖρα κραταιή

630οἳ δ̓ ὅτε δὴ σχεδὸν ῆσαν επ̓ αλλήλοισιν ιόντες
631υἱός θ̓ υἱωνός τε Διὸς νεφεληγερέταο,
632τὸν καὶ Τληπόλεμος πρότερος πρὸς μῦθον έειπε·

633Σαρπῆδον Λυκίων βουληφόρε, τίς τοι ανάγκη
634πτώσσειν ενθάδ̓ εόντι μάχης αδαήμονι φωτί;

635ψευδόμενοι δέ σέ φασι Διὸς γόνον αιγιόχοιο
636εῖναι, επεὶ πολλὸν κείνων επιδεύεαι ανδρῶν
637οἳ Διὸς εξεγένοντο επὶ προτέρων ανθρώπων

638αλλ̓ οἷόν τινά φασι βίην Ἡρακληείην
639εῖναι, εμὸν πατέρα θρασυμέμνονα θυμολέοντα

640ὅς ποτε δεῦῤ ελθὼν ένεχ̓ ἵππων Λαομέδοντος
641ἓξ οίῃς σὺν νηυσὶ καὶ ανδράσι παυροτέροισιν
642Ιλίου εξαλάπαξε πόλιν, χήρωσε δ̓ αγυιάς·

643σοὶ δὲ κακὸς μὲν θυμός, αποφθινύθουσι δὲ λαοί.

644ου δέ τί σε Τρώεσσιν οΐομαι άλκαρ έσεσθαι
645ελθόντ̓ εκ Λυκίης, ου δ̓ ει μάλα καρτερός εσσι,
646αλλ̓ υπ̓ εμοὶ δμηθέντα πύλας Αΐδαο περήσειν

647τὸν δ̓ αῦ Σαρπηδὼν Λυκίων αγὸς αντίον ηύδα

648Τληπόλεμ̓ ήτοι κεῖνος απώλεσεν Ίλιον ἱρὴν
649ανέρος αφραδίῃσιν αγαυοῦ Λαομέδοντος,
650ὅς ῥά μιν εῦ ἕρξαντα κακῷ ηνίπαπε μύθῳ,
651ου δ̓ απέδωχ̓ ἵππους, ὧν εἵνεκα τηλόθεν ῆλθε

652σοὶ δ̓ εγὼ ενθάδε φημὶ φόνον καὶ κῆρα μέλαιναν
653εξ εμέθεν τεύξεσθαι, εμῷ δ̓ ὑπὸ δουρὶ δαμέντα
654εῦχος εμοὶ δώσειν, ψυχὴν δ̓ Άϊδι κλυτοπώλῳ.

655ὣς φάτο Σαρπηδών, δ̓ ανέσχετο μείλινον έγχος
656Τληπόλεμος
καὶ τῶν μὲν ἁμαρτῇ δούρατα μακρὰ
657εκ χειρῶν ήϊξαν
μὲν βάλεν αυχένα μέσσον
658Σαρπηδών, αιχμὴ δὲ διαμπερὲς ῆλθ̓ αλεγεινή

659τὸν δὲ κατ̓ οφθαλμῶν ερεβεννὴ νὺξ εκάλυψε

660Τληπόλεμος δ̓ άρα μηρὸν αριστερὸν έγχεϊ μακρῷ
661βεβλήκειν, αιχμὴ δὲ διέσσυτο μαιμώωσα
662οστέω εγχριμφθεῖσα, πατὴρ δ̓ έτι λοιγὸν άμυνεν

663οἳ μὲν άῤ αντίθεον Σαρπηδόνα δῖοι ἑταῖροι
664εξέφερον πολέμοιο
βάρυνε δέ μιν δόρυ μακρὸν
665ἑλκόμενον
τὸ μὲν ού τις επεφράσατ̓ ου δὲ νόησε
666μηροῦ εξερύσαι δόρυ μείλινον όφῤ επιβαίη
667σπευδόντων
τοῖον γὰρ έχον πόνον αμφιέποντες
668Τληπόλεμον δ̓ ἑτέρωθεν εϋκνήμιδες Αχαιοὶ
669εξέφερον πολέμοιο
νόησε δὲ δῖος Οδυσσεὺς
670τλήμονα θυμὸν έχων, μαίμησε δέ οἱ φίλον ῆτορ

671μερμήριξε δ̓ έπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν
672 προτέρω Διὸς υἱὸν εριγδούποιο διώκοι,
673 γε τῶν πλεόνων Λυκίων απὸ θυμὸν ἕλοιτο

674ου δ̓ άῤ Οδυσσῆϊ μεγαλήτορι μόρσιμον ῆεν
675ίφθιμον Διὸς υἱὸν αποκτάμεν οξέϊ χαλκῷ

676τώ ῥα κατὰ πληθὺν Λυκίων τράπε θυμὸν Αθήνη

677ένθ̓ γε Κοίρανον εἷλεν Αλάστορά τε Χρομίον τε
678Άλκανδρόν θ̓ Ἅλιόν τε Νοήμονά τε Πρύτανίν τε

679καί νύ κ̓ έτι πλέονας Λυκίων κτάνε δῖος Οδυσσεὺς
680ει μὴ άῤ οξὺ νόησε μέγας κορυθαίολος Ἕκτωρ

681βῆ δὲ διὰ προμάχων κεκορυθμένος αίθοπι χαλκῷ
682δεῖμα φέρων Δαναοῖσι
χάρη δ̓ άρα οἱ προσιόντι
683Σαρπηδὼν Διὸς υἱός, έπος δ̓ ολοφυδνὸν έειπε

684Πριαμίδη, μὴ δή με ἕλωρ Δαναοῖσιν εάσῃς
685κεῖσθαι, αλλ̓ επάμυνον
έπειτά με καὶ λίποι αιὼν
686εν πόλει ὑμετέρῃ, επεὶ ουκ άῤ έμελλον έγωγε
687νοστήσας οῖκον δὲ φίλην ες πατρίδα γαῖαν
688ευφρανέειν άλοχόν τε φίλην καὶ νήπιον υἱόν

689ὣς φάτο, τὸν δ̓ ού τι προσέφη κορυθαίολος Ἕκτωρ,
690αλλὰ παρήϊξεν λελιημένος όφρα τάχιστα
691ώσαιτ̓ Αργείους, πολέων δ̓ απὸ θυμὸν ἕλοιτο

692οἳ μὲν άῤ αντίθεον Σαρπηδόνα δῖοι ἑταῖροι
693εἷσαν υπ̓ αιγιόχοιο Διὸς περικαλλέϊ φηγῷ

694εκ δ̓ άρα οἱ μηροῦ δόρυ μείλινον ῶσε θύραζε
695ίφθιμος Πελάγων, ὅς οἱ φίλος ῆεν ἑταῖρος

696τὸν δ̓ έλιπε ψυχή, κατὰ δ̓ οφθαλμῶν κέχυτ̓ αχλύς

697αῦτις δ̓ εμπνύνθη, περὶ δὲ πνοιὴ Βορέαο
698ζώγρει επιπνείουσα κακῶς κεκαφηότα θυμόν

699Αργεῖοι δ̓ υπ̓ Άρηϊ καὶ Ἕκτορι χαλκοκορυστῇ
700ού τε ποτὲ προτρέποντο μελαινάων επὶ νηῶν
701ού τε ποτ̓ αντεφέροντο μάχῃ, αλλ̓ αιὲν οπίσσω
702χάζονθ̓, ὡς επύθοντο μετὰ Τρώεσσιν Άρηα.

703ένθα τίνα πρῶτον τίνα δ̓ ὕστατον εξενάριξαν
704Ἕκτωρ τε Πριάμοιο πάϊς καὶ χάλκεος Άρης;

705αντίθεον Τεύθραντ̓, επὶ δὲ πλήξιππον Ορέστην,
706Τρῆχόν τ̓ αιχμητὴν Αιτώλιον Οινόμαόν τε,
707Οινοπίδην θ̓ Ἕλενον καὶ Ορέσβιον αιολομίτρην,
708ὅς ῥ̓ εν Ὕλῃ ναίεσκε μέγα πλούτοιο μεμηλώς,
709λίμνῃ κεκλιμένος Κηφισίδι·
πὰρ δέ οἱ άλλοι
710ναῖον Βοιωτοὶ μάλα πίονα δῆμον έχοντες

711τοὺς δ̓ ὡς οῦν ενόησε θεὰ λευκώλενος Ἥρη
712Αργείους ολέκοντας ενὶ κρατερῇ ὑσμίνῃ,
713αυτίκ̓ Αθηναίην έπεα πτερόεντα προσηύδα

714 πόποι αιγιόχοιο Διὸς τέκος Ατρυτώνη,
715 ῥ̓ ἅλιον τὸν μῦθον ὑπέστημεν Μενελάῳ
716Ίλιον εκπέρσαντ̓ ευτείχεον απονέεσθαι,
717ει οὕτω μαίνεσθαι εάσομεν οῦλον Άρηα.

718αλλ̓ άγε δὴ καὶ νῶϊ μεδώμεθα θούριδος αλκῆς

719ὣς έφατ̓, ου δ̓ απίθησε θεὰ γλαυκῶπις Αθήνη

720 μὲν εποιχομένη χρυσάμπυκας έντυεν ἵππους
721Ἥρη πρέσβα θεὰ θυγάτηρ μεγάλοιο Κρόνοιο

722Ἥβη δ̓ αμφ̓ οχέεσσι θοῶς βάλε καμπύλα κύκλα
723χάλκεα οκτάκνημα σιδηρέῳ άξονι αμφίς

724τῶν ήτοι χρυσέη ίτυς άφθιτος, αυτὰρ ὕπερθε
725χάλκἐ επίσσωτρα προσαρηρότα, θαῦμα ιδέσθαι·

726πλῆμναι δ̓ αργύρου εισὶ περίδρομοι αμφοτέρωθεν

727δίφρος δὲ χρυσέοισι καὶ αργυρέοισιν ἱμᾶσιν
728εντέταται, δοιαὶ δὲ περίδρομοι άντυγές εισι

729τοῦ δ̓ εξ αργύρεος ῥυμὸς πέλεν
αυτὰρ επ̓ άκρῳ
730δῆσε χρύσειον καλὸν ζυγόν, εν δὲ λέπαδνα
731κάλ̓ έβαλε χρύσεἰ
ὑπὸ δὲ ζυγὸν ήγαγεν Ἥρη
732ἵππους ωκύποδας, μεμαυῖ̓ έριδος καὶ αϋτῆς

733αυτὰρ Αθηναίη κούρη Διὸς αιγιόχοιο
734πέπλον μὲν κατέχευεν ἑανὸν πατρὸς επ̓ ούδει
735ποικίλον, ὅν ῥ̓ αυτὴ ποιήσατο καὶ κάμε χερσίν

736 δὲ χιτῶν̓ ενδῦσα Διὸς νεφεληγερέταο
737τεύχεσιν ες πόλεμον θωρήσσετο δακρυόεντα

738αμφὶ δ̓ άῤ ώμοισιν βάλετ̓ αιγίδα θυσσανόεσσαν
739δεινήν, ἣν περὶ μὲν πάντῃ Φόβος εστεφάνωται,
740εν δ̓ Έρις, εν δ̓ Αλκή, εν δὲ κρυόεσσα Ιωκή,
741εν δέ τε Γοργείη κεφαλὴ δεινοῖο πελώρου
742δεινή τε σμερδνή τε, Διὸς τέρας αιγιόχοιο.

743κρατὶ δ̓ επ̓ αμφίφαλον κυνέην θέτο τετραφάληρον
744χρυσείην, ἑκατὸν πολίων πρυλέεσσ̓ αραρυῖαν

745ες δ̓ όχεα φλόγεα ποσὶ βήσετο, λάζετο δ̓ έγχος
746βριθὺ μέγα στιβαρόν, τῷ δάμνησι στίχας ανδρῶν
747ἡρώων, οἷσίν τε κοτέσσεται οβριμοπάτρη

748Ἥρη δὲ μάστιγι θοῶς επεμαίετ̓ άῤ ἵππους

749αυτόμαται δὲ πύλαι μύκον ουρανοῦ ἃς έχον Ὧραι,
750τῇς επιτέτραπται μέγας ουρανὸς Ούλυμπός τε
751ημὲν ανακλῖναι πυκινὸν νέφος ηδ̓ επιθεῖναι

752τῇ ῥα δἰ αυτάων κεντρηνεκέας έχον ἵππους

753εὗρον δὲ Κρονίωνα θεῶν άτερ ἥμενον άλλων
754ακροτάτῃ κορυφῇ πολυδειράδος Ουλύμποιο

755ένθ̓ ἵππους στήσασα θεὰ λευκώλενος Ἥρη
756Ζῆν̓ ὕπατον Κρονίδην εξείρετο καὶ προσέειπε

757Ζεῦ πάτερ ου νεμεσίζῃ Άρῃ τάδε καρτερὰ έργα
758ὁσσάτιόν τε καὶ οἷον απώλεσε λαὸν Αχαιῶν
759μὰψ ατὰρ ου κατὰ κόσμον εμοὶ δ̓ άχος, οἳ δὲ ἕκηλοι
760τέρπονται Κύπρίς τε καὶ αργυρότοξος Απόλλων
761άφρονα τοῦτον ανέντες, ὃς ού τινα οῖδε θέμιστα;

762Ζεῦ πάτερ ῥά τί μοι κεχολώσεαι, αί κεν Άρηα
763λυγρῶς πεπληγυῖα μάχης εξαποδίωμαι

764τὴν δ̓ απαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς

765άγρει μάν οἱ έπορσον Αθηναίην αγελείην,
766 μάλιστ̓ είωθε κακῇς οδύνῃσι πελάζειν

767ὣς έφατ̓, ου δ̓ απίθησε θεὰ λευκώλενος Ἥρη,
768μάστιξεν δ̓ ἵππους
τὼ δ̓ ουκ αέκοντε πετέσθην
769μεσσηγὺς γαίης τε καὶ ουρανοῦ αστερόεντος

770ὅσσον δ̓ ηεροειδὲς ανὴρ ίδεν οφθαλμοῖσιν
771ἥμενος εν σκοπιῇ, λεύσσων επὶ οίνοπα πόντον,
772τόσσον επιθρῴσκουσι θεῶν ὑψηχέες ἵπποι

773αλλ̓ ὅτε δὴ Τροίην ἷξον ποταμώ τε ῥέοντε,
774ἧχι ῥοὰς Σιμόεις συμβάλλετον ηδὲ Σκάμανδρος,
775ένθ̓ ἵππους έστησε θεὰ λευκώλενος Ἥρη
776λύσασ̓ εξ οχέων, περὶ δ̓ ηέρα πουλὺν έχευε

777τοῖσιν δ̓ αμβροσίην Σιμόεις ανέτειλε νέμεσθαι

778αἳ δὲ βάτην τρήρωσι πελειάσιν ίθμαθ̓ ὁμοῖαι
779ανδράσιν Αργείοισιν αλεξέμεναι μεμαυῖαι

780αλλ̓ ὅτε δή ῥ̓ ἵκανον ὅθι πλεῖστοι καὶ άριστοι
781ἕστασαν αμφὶ βίην Διομήδεος ἱπποδάμοιο
782ειλόμενοι λείουσιν εοικότες ωμοφάγοισιν
783 συσὶ κάπροισιν, τῶν τε σθένος ουκ αλαπαδνόν,
784ένθα στᾶσ̓ ήϋσε θεὰ λευκώλενος Ἥρη
785Στέντορι εισαμένη μεγαλήτορι χαλκεοφώνῳ,
786ὃς τόσον αυδήσασχ̓ ὅσον άλλοι πεντήκοντα·

787αιδὼς Αργεῖοι κάκ̓ ελέγχεα εῖδος αγητοί·

788όφρα μὲν ες πόλεμον πωλέσκετο δῖος Αχιλλεύς,
789ου δέ ποτε Τρῶες πρὸ πυλάων Δαρδανιάων
790οίχνεσκον
κείνου γὰρ εδείδισαν όβριμον έγχος
791νῦν δὲ ἑκὰς πόλιος κοίλῃς επὶ νηυσὶ μάχονται

792ὣς ειποῦσ̓ ότρυνε μένος καὶ θυμὸν ἑκάστου

793Τυδεΐδῃ δ̓ επόρουσε θεὰ γλαυκῶπις Αθήνη

794εὗρε δὲ τόν γε άνακτα παῤ ἵπποισιν καὶ όχεσφιν
795ἕλκος αναψύχοντα τό μιν βάλε Πάνδαρος ιῷ

796ἱδρὼς γάρ μιν έτειρεν ὑπὸ πλατέος τελαμῶνος
797ασπίδος ευκύκλου
τῷ τείρετο, κάμνε δὲ χεῖρα,
798ὰν δ̓ ίσχων τελαμῶνα κελαινεφὲς αῖμ̓ απομόργνυ

799ἱππείου δὲ θεὰ ζυγοῦ ἥψατο φώνησέν τε

800 ολίγον οἷ παῖδα εοικότα γείνατο Τυδεύς

801Τυδεύς τοι μικρὸς μὲν έην δέμας, αλλὰ μαχητής·

802καί ῥ̓ ὅτε πέρ μιν εγὼ πολεμίζειν ουκ είασκον
803ου δ̓ εκπαιφάσσειν, ὅτε τ̓ ήλυθε νόσφιν Αχαιῶν
804άγγελος ες Θήβας πολέας μετὰ Καδμείωνας·

805δαίνυσθαί μιν άνωγον ενὶ μεγάροισιν ἕκηλον

806αυτὰρ θυμὸν έχων ὃν καρτερὸν ὡς τὸ πάρος περ
807κούρους Καδμείων προκαλίζετο, πάντα δ̓ ενίκα
808ῥηϊδίως·
τοίη οἱ εγὼν επιτάρροθος ῆα
809σοὶ δ̓ ήτοι μὲν εγὼ παρά θ̓ ἵσταμαι ηδὲ φυλάσσω,
810καί σε προφρονέως κέλομαι Τρώεσσι μάχεσθαι

811αλλά σευ κάματος πολυᾶϊξ γυῖα δέδυκεν
812ή νύ σέ που δέος ίσχει ακήριον
ου σύ γ̓ έπειτα
813Τυδέος έκγονός εσσι δαΐφρονος Οινεΐδαο

814τὴν δ̓ απαμειβόμενος προσέφη κρατερὸς Διομήδης

815γιγνώσκω σε θεὰ θύγατερ Διὸς αιγιόχοιο

816τώ τοι προφρονέως ερέω έπος ου δ̓ επικεύσω

817ούτέ τί με δέος ίσχει ακήριον ούτέ τις όκνος,
818αλλ̓ έτι σέων μέμνημαι εφετμέων ἃς επέτειλας·

819ού μ̓ είας μακάρεσσι θεοῖς αντικρὺ μάχεσθαι
820τοῖς άλλοις
ατὰρ εί κε Διὸς θυγάτηρ Αφροδίτη
821έλθῃσ̓ ες πόλεμον, τήν γ̓ ουτάμεν οξέϊ χαλκῷ.

822τοὔνεκα νῦν αυτός τ̓ αναχάζομαι ηδὲ καὶ άλλους
823Αργείους εκέλευσα αλήμεναι ενθάδε πάντας

824γιγνώσκω γὰρ Άρηα μάχην ανὰ κοιρανέοντα

825τὸν δ̓ ημείβετ̓ έπειτα θεὰ γλαυκῶπις Αθήνη

826Τυδεΐδη Διόμηδες εμῷ κεχαρισμένε θυμῷ
827μήτε σύ γ̓ Άρηα τό γε δείδιθι μήτε τιν̓ άλλον
828αθανάτων, τοίη τοι εγὼν επιτάρροθός ειμι·

829αλλ̓ άγ̓ επ̓ Άρηϊ πρώτῳ έχε μώνυχας ἵππους,
830τύψον δὲ σχεδίην μη δ̓ ἅζεο θοῦρον Άρηα
831τοῦτον μαινόμενον, τυκτὸν κακόν, αλλοπρόσαλλον,
832ὃς πρῴην μὲν εμοί τε καὶ Ἥρῃ στεῦτ̓ αγορεύων
833Τρωσὶ μαχήσεσθαι, ατὰρ Αργείοισιν αρήξειν,
834νῦν δὲ μετὰ Τρώεσσιν ὁμιλεῖ, τῶν δὲ λέλασται

835ὣς φαμένη Σθένελον μὲν αφ̓ ἵππων ῶσε χαμᾶζε,
836χειρὶ πάλιν ερύσασ̓, δ̓ άῤ εμμαπέως απόρουσεν

837 δ̓ ες δίφρον έβαινε παραὶ Διομήδεα δῖον
838εμμεμαυῖα θεά
μέγα δ̓ έβραχε φήγινος άξων
839βριθοσύνῃ
δεινὴν γὰρ άγεν θεὸν άνδρά τ̓ άριστον
840λάζετο δὲ μάστιγα καὶ ἡνία Παλλὰς Αθήνη

841αυτίκ̓ επ̓ Άρηϊ πρώτῳ έχε μώνυχας ἵππους

842ήτοι μὲν Περίφαντα πελώριον εξενάριζεν
843Αιτωλῶν όχ̓ άριστον Οχησίου αγλαὸν υἱόν

844τὸν μὲν Άρης ενάριζε μιαιφόνος
αυτὰρ Αθήνη
845δῦν̓ Άϊδος κυνέην, μή μιν ίδοι όβριμος Άρης

846ὡς δὲ ίδε βροτολοιγὸς Άρης Διομήδεα δῖον,
847ήτοι μὲν Περίφαντα πελώριον αυτόθ̓ έασε
848κεῖσθαι ὅθι πρῶτον κτείνων εξαίνυτο θυμόν,
849αυτὰρ βῆ ῥ̓ ιθὺς Διομήδεος ἱπποδάμοιο

850οἳ δ̓ ὅτε δὴ σχεδὸν ῆσαν επ̓ αλλήλοισιν ιόντες,
851πρόσθεν Άρης ωρέξαθ̓ ὑπὲρ ζυγὸν ἡνία θ̓ ἵππων
852έγχεϊ χαλκείῳ μεμαὼς απὸ θυμὸν ἑλέσθαι

853καὶ τό γε χειρὶ λαβοῦσα θεὰ γλαυκῶπις Αθήνη
854ῶσεν ὑπὲκ δίφροιο ετώσιον αϊχθῆναι

855δεύτερος αῦθ̓ ὡρμᾶτο βοὴν αγαθὸς Διομήδης
856έγχεϊ χαλκείῳ
επέρεισε δὲ Παλλὰς Αθήνη
857νείατον ες κενεῶνα ὅθι ζωννύσκετο μίτρῃ

858τῇ ῥά μιν οῦτα τυχών, διὰ δὲ χρόα καλὸν έδαψεν,
859εκ δὲ δόρυ σπάσεν αῦτις
δ̓ έβραχε χάλκεος Άρης
860ὅσσόν τ̓ εννεάχιλοι επίαχον δεκάχιλοι
861ανέρες εν πολέμῳ έριδα ξυνάγοντες Άρηος

862τοὺς δ̓ άῤ ὑπὸ τρόμος εἷλεν Αχαιούς τε Τρῶάς τε
863δείσαντας
τόσον έβραχ̓ Άρης ᾶτος πολέμοιο
864οἵη δ̓ εκ νεφέων ερεβεννὴ φαίνεται αὴρ
865καύματος εξ ανέμοιο δυσαέος ορνυμένοιο,
866τοῖος Τυδεΐδῃ Διομήδεϊ χάλκεος Άρης
867φαίνεθ̓ ὁμοῦ νεφέεσσιν ιὼν εις ουρανὸν ευρύν

868καρπαλίμως δ̓ ἵκανε θεῶν ἕδος αιπὺν Όλυμπον,
869πὰρ δὲ Διὶ Κρονίωνι καθέζετο θυμὸν αχεύων,
870δεῖξεν δ̓ άμβροτον αἷμα καταρρέον εξ ωτειλῆς,
871καί ῥ̓ ολοφυρόμενος έπεα πτερόεντα προσηύδα·

872Ζεῦ πάτερ ου νεμεσίζῃ ὁρῶν τάδε καρτερὰ έργα

873αιεί τοι ῥίγιστα θεοὶ τετληότες ειμὲν
874αλλήλων ιότητι, χάριν άνδρεσσι φέροντες

875σοὶ πάντες μαχόμεσθα
σὺ γὰρ τέκες άφρονα κούρην
876ουλομένην, τ̓ αιὲν αήσυλα έργα μέμηλεν

877άλλοι μὲν γὰρ πάντες ὅσοι θεοί εισ̓ εν Ολύμπῳ
878σοί τ̓ επιπείθονται καὶ δεδμήμεσθα ἕκαστος

879ταύτην δ̓ ού τ̓ έπεϊ προτιβάλλεαι ούτέ τι έργῳ,
880αλλ̓ ανιεῖς, επεὶ αυτὸς εγείναο παῖδ̓ αΐδηλον·

881 νῦν Τυδέος υἱὸν ὑπερφίαλον Διομήδεα
882μαργαίνειν ανέηκεν επ̓ αθανάτοισι θεοῖσι

883Κύπριδα μὲν πρῶτον σχεδὸν ούτασε χεῖῤ επὶ καρπῷ,
884αυτὰρ έπειτ̓ αυτῷ μοι επέσσυτο δαίμονι ῖσος

885αλλά μ̓ ὑπήνεικαν ταχέες πόδες
τέ κε δηρὸν
886αυτοῦ πήματ̓ έπασχον εν αινῇσιν νεκάδεσσιν,
887ή κε ζὼς αμενηνὸς έα χαλκοῖο τυπῇσι

888τὸν δ̓ άῤ ὑπόδρα ιδὼν προσέφη νεφεληγερέτα Ζεύς

889μή τί μοι αλλοπρόσαλλε παρεζόμενος μινύριζε

890έχθιστος δέ μοί εσσι θεῶν οἳ Όλυμπον έχουσιν

891αιεὶ γάρ τοι έρις τε φίλη πόλεμοί τε μάχαι τε.

892μητρός τοι μένος εστὶν αάσχετον ουκ επιεικτὸν
893Ἥρης
τὴν μὲν εγὼ σπουδῇ δάμνημ̓ επέεσσι
894τώ σ̓ οΐω κείνης τάδε πάσχειν εννεσίῃσιν

895αλλ̓ ου μάν σ̓ έτι δηρὸν ανέξομαι άλγἐ έχοντα

896εκ γὰρ εμεῦ γένος εσσί, εμοὶ δέ σε γείνατο μήτηρ

897ει δέ τευ εξ άλλου γε θεῶν γένευ ῶδ̓ αΐδηλος
898καί κεν δὴ πάλαι ῆσθα ενέρτερος Ουρανιώνων

899ὣς φάτο, καὶ Παιήον̓ ανώγειν ιήσασθαι

900τῷ δ̓ επὶ Παιήων οδυνήφατα φάρμακα πάσσων
901ηκέσατ̓
ου μὲν γάρ τι καταθνητός γ̓ ετέτυκτο
902ὡς δ̓ ότ̓ οπὸς γάλα λευκὸν επειγόμενος συνέπηξεν
903ὑγρὸν εόν, μάλα δ̓ ῶκα περιτρέφεται κυκόωντι,
904ὣς άρα καρπαλίμως ιήσατο θοῦρον Άρηα

905τὸν δ̓ Ἥβη λοῦσεν, χαρίεντα δὲ εἵματα ἕσσε

906πὰρ δὲ Διὶ Κρονίωνι καθέζετο κύδεϊ γαίων

907αἳ δ̓ αῦτις πρὸς δῶμα Διὸς μεγάλοιο νέοντο
908Ἥρη τ̓ Αργείη καὶ Αλαλκομενηῒς Αθήνη
909παύσασαι βροτολοιγὸν Άρἠ ανδροκτασιάων