1οἳ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ηγορόωντο
2χρυσέῳ εν δαπέδῳ , μετὰ δέ σφισι πότνια Ἥβη
3νέκταρ εοινοχόει
τοὶ δὲ χρυσέοις δεπάεσσι
4δειδέχατ̓ αλλήλους , Τρώων πόλιν εισορόωντες
5αυτίκ̓ επειρᾶτο Κρονίδης ερεθιζέμεν Ἥρην
6κερτομίοις επέεσσι παραβλήδην αγορεύων
7δοιαὶ μὲν Μενελάῳ αρηγόνες εισὶ θεάων
8Ἥρη τ̓ Αργείη καὶ Αλαλκομενηῒς Αθήνη .
9αλλ̓ ήτοι ταὶ νόσφι καθήμεναι εισορόωσαι
10τέρπεσθον
τῷ δ̓ αῦτε φιλομειδὴς Αφροδίτη
11αιεὶ παρμέμβλωκε καὶ αυτοῦ κῆρας αμύνει
12καὶ νῦν εξεσάωσεν οϊόμενον θανέεσθαι
13αλλ̓ ήτοι νίκη μὲν αρηϊφίλου Μενελάου ·
14ἡμεῖς δὲ φραζώμεθ̓ ὅπως έσται τάδε έργα ,
15ή ῥ̓ αῦτις πόλεμόν τε κακὸν καὶ φύλοπιν αινὴν
16όρσομεν , ῆ φιλότητα μετ̓ αμφοτέροισι βάλωμεν
17ει δ̓ αῦ πως τόδε πᾶσι φίλον καὶ ἡδὺ γένοιτο ,
18ήτοι μὲν οικέοιτο πόλις Πριάμοιο άνακτος ,
19αῦτις δ̓ Αργείην Ἑλένην Μενέλαος άγοιτο
20ὣς έφαθ̓ , αἳ δ̓ επέμυξαν Αθηναίη τε καὶ Ἥρη ·
21πλησίαι αἵ γ̓ ἥσθην , κακὰ δὲ Τρώεσσι μεδέσθην
22ήτοι Αθηναίη ακέων ῆν ου δέ τι εῖπε
23σκυζομένη Διὶ πατρί , χόλος δέ μιν άγριος ᾕρει
24Ἥρῃ δ̓ ουκ έχαδε στῆθος χόλον , αλλὰ προσηύδα
25αινότατε Κρονίδη ποῖον τὸν μῦθον έειπες
26πῶς εθέλεις ἅλιον θεῖναι πόνον ηδ̓ ατέλεστον ,
27ἱδρῶ θ̓ ὃν ἵδρωσα μόγῳ , καμέτην δέ μοι ἵπποι
28λαὸν αγειρούσῃ , Πριάμῳ κακὰ τοῖό τε παισίν
29έρδ̓
ατὰρ ού τοι πάντες επαινέομεν θεοὶ άλλοι
30τὴν δὲ μέγ̓ οχθήσας προσέφη νεφεληγερέτα Ζεύς
31δαιμονίη τί νύ σε Πρίαμος Πριάμοιό τε παῖδες
32τόσσα κακὰ ῥέζουσιν , ὅ τ̓ ασπερχὲς μενεαίνεις
33Ιλίου εξαλαπάξαι εϋκτίμενον πτολίεθρον
34ει δὲ σύ γ̓ εισελθοῦσα πύλας καὶ τείχεα μακρὰ
35ωμὸν βεβρώθοις Πρίαμον Πριάμοιό τε παῖδας
36άλλους τε Τρῶας , τότε κεν χόλον εξακέσαιο
37ἕρξον ὅπως εθέλεις
μὴ τοῦτό γε νεῖκος οπίσσω
38σοὶ καὶ εμοὶ μέγ̓ έρισμα μετ̓ αμφοτέροισι γένηται
39άλλο δέ τοι ερέω , σὺ δ̓ ενὶ φρεσὶ βάλλεο σῇσιν
40ὁππότε κεν καὶ εγὼ μεμαὼς πόλιν εξαλαπάξαι
41τὴν εθέλω ὅθι τοι φίλοι ανέρες εγγεγάασι ,
42μή τι διατρίβειν τὸν εμὸν χόλον , αλλά μ̓ εᾶσαι ·
43καὶ γὰρ εγὼ σοὶ δῶκα ἑκὼν αέκοντί γε θυμῷ
44αἳ γὰρ υπ̓ ηελίῳ τε καὶ ουρανῷ αστερόεντι
45ναιετάουσι πόληες επιχθονίων ανθρώπων ,
46τάων μοι περὶ κῆρι τιέσκετο Ίλιος ἱρὴ
47καὶ Πρίαμος καὶ λαὸς εϋμμελίω Πριάμοιο
48ου γάρ μοί ποτε βωμὸς εδεύετο δαιτὸς εΐσης
49λοιβῆς τε κνίσης τε
τὸ γὰρ λάχομεν γέρας ἡμεῖς
50τὸν δ̓ ημείβετ̓ έπειτα βοῶπις πότνια Ἥρη
51ήτοι εμοὶ τρεῖς μὲν πολὺ φίλταταί εισι πόληες
52Άργός τε Σπάρτη τε καὶ ευρυάγυια Μυκήνη ·
53τὰς διαπέρσαι ότ̓ άν τοι απέχθωνται περὶ κῆρι
54τάων ού τοι εγὼ πρόσθ̓ ἵσταμαι ου δὲ μεγαίρω
55εί περ γὰρ φθονέω τε καὶ ουκ ειῶ διαπέρσαι ,
56ουκ ανύω φθονέουσ̓ επεὶ ῆ πολὺ φέρτερός εσσι
57αλλὰ χρὴ καὶ εμὸν θέμεναι πόνον ουκ ατέλεστον
58καὶ γὰρ εγὼ θεός ειμι , γένος δέ μοι ένθεν ὅθεν σοί ,
59καί με πρεσβυτάτην τέκετο Κρόνος αγκυλομήτης ,
60αμφότερον γενεῇ τε καὶ οὕνεκα σὴ παράκοιτις
61κέκλημαι , σὺ δὲ πᾶσι μετ̓ αθανάτοισιν ανάσσεις .
62αλλ̓ ήτοι μὲν ταῦθ̓ ὑποείξομεν αλλήλοισι ,
63σοὶ μὲν εγώ , σὺ δ̓ εμοί ·
επὶ δ̓ ἕψονται θεοὶ άλλοι
64αθάνατοι
σὺ δὲ θᾶσσον Αθηναίῃ επιτεῖλαι
65ελθεῖν ες Τρώων καὶ Αχαιῶν φύλοπιν αινήν ,
66πειρᾶν δ̓ ὥς κε Τρῶες ὑπερκύδαντας Αχαιοὺς
67άρξωσι πρότεροι ὑπὲρ ὅρκια δηλήσασθαι
68ὣς έφατ̓ , ου δ̓ απίθησε πατὴρ ανδρῶν τε θεῶν τε
69αυτίκ̓ Αθηναίην έπεα πτερόεντα προσηύδα
70αῖψα μάλ̓ ες στρατὸν ελθὲ μετὰ Τρῶας καὶ Αχαιούς ,
71πειρᾶν δ̓ ὥς κε Τρῶες ὑπερκύδαντας Αχαιοὺς
72άρξωσι πρότεροι ὑπὲρ ὅρκια δηλήσασθαι
73ὣς ειπὼν ότρυνε πάρος μεμαυῖαν Αθήνην ,
74βῆ δὲ κατ̓ Ουλύμποιο καρήνων αΐξασα
75οἷον δ̓ αστέρα ἧκε Κρόνου πάϊς αγκυλομήτεω
76ὴ ναύτῃσι τέρας ηὲ στρατῷ ευρέϊ λαῶν
77λαμπρόν ·
τοῦ δέ τε πολλοὶ απὸ σπινθῆρες ἵενται ·
78τῷ εϊκυῖ̓ ήϊξεν επὶ χθόνα Παλλὰς Αθήνη ,
79κὰδ δ̓ έθοῤ ες μέσσον
θάμβος δ̓ έχεν εισορόωντας
80Τρῶάς θ̓ ἱπποδάμους καὶ εϋκνήμιδας Αχαιούς ·
81ὧδε δέ τις είπεσκεν ιδὼν ες πλησίον άλλον
82ῆ ῥ̓ αῦτις πόλεμός τε κακὸς καὶ φύλοπις αινὴ
83έσσεται , ὴ φιλότητα μετ̓ αμφοτέροισι τίθησι
84Ζεύς , ὅς τ̓ ανθρώπων ταμίης πολέμοιο τέτυκται
85ὣς άρα τις είπεσκεν Αχαιῶν τε Τρώων τε
86ἣ δ̓ ανδρὶ ικέλη Τρώων κατεδύσεθ̓ ὅμιλον
87Λαοδόκῳ Αντηνορίδῃ κρατερῷ αιχμητῇ ,
88Πάνδαρον αντίθεον διζημένη εί που εφεύροι .
89εὗρε Λυκάονος υἱὸν αμύμονά τε κρατερόν τε
90εσταότ̓
αμφὶ δέ μιν κρατεραὶ στίχες ασπιστάων
91λαῶν , οἵ οἱ ἕποντο απ̓ Αισήποιο ῥοάων ·
92αγχοῦ δ̓ ἱσταμένη έπεα πτερόεντα προσηύδα
93ῆ ῥά νύ μοί τι πίθοιο Λυκάονος υἱὲ δαΐφρον
94τλαίης κεν Μενελάῳ επιπροέμεν ταχὺν ιόν ,
95πᾶσι δέ κε Τρώεσσι χάριν καὶ κῦδος άροιο ,
96εκ πάντων δὲ μάλιστα Αλεξάνδρῳ βασιλῆϊ .
97τοῦ κεν δὴ πάμπρωτα παῤ αγλαὰ δῶρα φέροιο ,
98αί κεν ίδῃ Μενέλαον αρήϊον Ατρέος υἱὸν
99σῷ βέλεϊ δμηθέντα πυρῆς επιβάντ̓ αλεγεινῆς .
100αλλ̓ άγ̓ οΐστευσον Μενελάου κυδαλίμοιο ,
101εύχεο δ̓ Απόλλωνι Λυκηγενέϊ κλυτοτόξῳ
102αρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην
103οίκαδε νοστήσας ἱερῆς εις άστυ Ζελείης
104ὣς φάτ̓ Αθηναίη , τῷ δὲ φρένας άφρονι πεῖθεν
105αυτίκ̓ εσύλα τόξον εΰξοον ιξάλου αιγὸς
106αγρίου , ὅν ῥά ποτ̓ αυτὸς ὑπὸ στέρνοιο τυχήσας
107πέτρης εκβαίνοντα δεδεγμένος εν προδοκῇσι
108βεβλήκει πρὸς στῆθος
ὃ δ̓ ὕπτιος έμπεσε πέτρῃ
109τοῦ κέρα εκ κεφαλῆς ἑκκαιδεκάδωρα πεφύκει
110καὶ τὰ μὲν ασκήσας κεραοξόος ήραρε τέκτων ,
111πᾶν δ̓ εῦ λειήνας χρυσέην επέθηκε κορώνην
112καὶ τὸ μὲν εῦ κατέθηκε τανυσσάμενος ποτὶ γαίῃ
113αγκλίνας
πρόσθεν δὲ σάκεα σχέθον εσθλοὶ ἑταῖροι
114μὴ πρὶν αναΐξειαν αρήϊοι υἷες Αχαιῶν
115πρὶν βλῆσθαι Μενέλαον αρήϊον Ατρέος υἱόν .
116αυτὰρ ὁ σύλα πῶμα φαρέτρης , εκ δ̓ έλετ̓ ιὸν
117αβλῆτα πτερόεντα μελαινέων έρμ̓ οδυνάων ·
118αῖψα δ̓ επὶ νευρῇ κατεκόσμει πικρὸν οϊστόν ,
119εύχετο δ̓ Απόλλωνι Λυκηγενέϊ κλυτοτόξῳ
120αρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην
121οίκαδε νοστήσας ἱερῆς εις άστυ Ζελείης
122ἕλκε δ̓ ὁμοῦ γλυφίδας τε λαβὼν καὶ νεῦρα βόεια
123νευρὴν μὲν μαζῷ πέλασεν , τόξῳ δὲ σίδηρον .
124αυτὰρ επεὶ δὴ κυκλοτερὲς μέγα τόξον έτεινε ,
125λίγξε βιός , νευρὴ δὲ μέγ̓ ίαχεν , ᾶλτο δ̓ οϊστὸς
126οξυβελὴς καθ̓ ὅμιλον επιπτέσθαι μενεαίνων
127ου δὲ σέθεν Μενέλαε θεοὶ μάκαρες λελάθοντο
128αθάνατοι , πρώτη δὲ Διὸς θυγάτηρ αγελείη ,
129ἥ τοι πρόσθε στᾶσα βέλος εχεπευκὲς άμυνεν .
130ἣ δὲ τόσον μὲν έεργεν απὸ χροὸς ὡς ὅτε μήτηρ
131παιδὸς εέργῃ μυῖαν όθ̓ ἡδέϊ λέξεται ὕπνῳ ,
132αυτὴ δ̓ αῦτ̓ ίθυνεν ὅθι ζωστῆρος οχῆες
133χρύσειοι σύνεχον καὶ διπλόος ήντετο θώρηξ .
134εν δ̓ έπεσε ζωστῆρι αρηρότι πικρὸς οϊστός
135διὰ μὲν ὰρ ζωστῆρος ελήλατο δαιδαλέοιο ,
136καὶ διὰ θώρηκος πολυδαιδάλου ηρήρειστο
137μίτρης θ̓ , ἣν εφόρει έρυμα χροὸς ἕρκος ακόντων ,
138ἥ οἱ πλεῖστον έρυτο
διὰ πρὸ δὲ είσατο καὶ τῆς
139ακρότατον δ̓ άῤ οϊστὸς επέγραψε χρόα φωτός
140αυτίκα δ̓ έρρεεν αἷμα κελαινεφὲς εξ ωτειλῆς
141ὡς δ̓ ὅτε τίς τ̓ ελέφαντα γυνὴ φοίνικι μιήνῃ
142Μῃονὶς ηὲ Κάειρα παρήϊον έμμεναι ἵππων ·
143κεῖται δ̓ εν θαλάμῳ , πολέες τέ μιν ηρήσαντο
144ἱππῆες φορέειν ·
βασιλῆϊ δὲ κεῖται άγαλμα ,
145αμφότερον κόσμός θ̓ ἵππῳ ελατῆρί τε κῦδος ·
146τοῖοί τοι Μενέλαε μιάνθην αἵματι μηροὶ
147ευφυέες κνῆμαί τε ιδὲ σφυρὰ κάλ̓ ὑπένερθε
148ῥίγησεν δ̓ άῤ έπειτα άναξ ανδρῶν Αγαμέμνων
149ὡς εῖδεν μέλαν αἷμα καταρρέον εξ ωτειλῆς
150ῥίγησεν δὲ καὶ αυτὸς αρηΐφιλος Μενέλαος
151ὡς δὲ ίδεν νεῦρόν τε καὶ όγκους εκτὸς εόντας
152άψορρόν οἱ θυμὸς ενὶ στήθεσσιν αγέρθη
153τοῖς δὲ βαρὺ στενάχων μετέφη κρείων Αγαμέμνων
154χειρὸς έχων Μενέλαον , επεστενάχοντο δ̓ ἑταῖροι
155φίλε κασίγνητε θάνατόν νύ τοι όρκἰ έταμνον
156οῖον προστήσας πρὸ Αχαιῶν Τρωσὶ μάχεσθαι ,
157ὥς σ̓ έβαλον Τρῶες , κατὰ δ̓ ὅρκια πιστὰ πάτησαν
158ου μέν πως ἅλιον πέλει ὅρκιον αἷμά τε αρνῶν
159σπονδαί τ̓ άκρητοι καὶ δεξιαὶ ᾗς επέπιθμεν
160εί περ γάρ τε καὶ αυτίκ̓ Ολύμπιος ουκ ετέλεσσεν ,
161έκ τε καὶ οψὲ τελεῖ , σύν τε μεγάλῳ απέτισαν
162σὺν σφῇσιν κεφαλῇσι γυναιξί τε καὶ τεκέεσσιν
163εῦ γὰρ εγὼ τόδε οῖδα κατὰ φρένα καὶ κατὰ θυμόν
164έσσεται ῆμαρ ότ̓ άν ποτ̓ ολώλῃ Ίλιος ἱρὴ
165καὶ Πρίαμος καὶ λαὸς εϋμμελίω Πριάμοιο ,
166Ζεὺς δέ σφι Κρονίδης ὑψίζυγος αιθέρι ναίων
167αυτὸς επισσείῃσιν ερεμνὴν αιγίδα πᾶσι
168τῆσδ̓ απάτης κοτέων ·
τὰ μὲν έσσεται ουκ ατέλεστα
169αλλά μοι αινὸν άχος σέθεν έσσεται ῶ Μενέλαε
170αί κε θάνῃς καὶ πότμον αναπλήσῃς βιότοιο
171καί κεν ελέγχιστος πολυδίψιον Άργος ἱκοίμην
172αυτίκα γὰρ μνήσονται Αχαιοὶ πατρίδος αίης
173κὰδ δέ κεν ευχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιμεν
174Αργείην Ἑλένην ·
σέο δ̓ οστέα πύσει άρουρα
175κειμένου εν Τροίῃ ατελευτήτῳ επὶ έργῳ
176καί κέ τις ῶδ̓ ερέει Τρώων ὑπερηνορεόντων
177τύμβῳ επιθρῴσκων Μενελάου κυδαλίμοιο
178αίθ̓ οὕτως επὶ πᾶσι χόλον τελέσεἰ Αγαμέμνων ,
179ὡς καὶ νῦν ἅλιον στρατὸν ήγαγεν ενθάδ̓ Αχαιῶν ,
180καὶ δὴ έβη οῖκον δὲ φίλην ες πατρίδα γαῖαν
181σὺν κεινῇσιν νηυσὶ λιπὼν αγαθὸν Μενέλαον
182ὥς ποτέ τις ερέει
τότε μοι χάνοι ευρεῖα χθών
183τὸν δ̓ επιθαρσύνων προσέφη ξανθὸς Μενέλαος
184θάρσει , μη δέ τί πω δειδίσσεο λαὸν Αχαιῶν
185ουκ εν καιρίῳ οξὺ πάγη βέλος , αλλὰ πάροιθεν
186ειρύσατο ζωστήρ τε παναίολος ηδ̓ ὑπένερθε
187ζῶμά τε καὶ μίτρη , τὴν χαλκῆες κάμον άνδρες
188τὸν δ̓ απαμειβόμενος προσέφη κρείων Αγαμέμνων
189αὶ γὰρ δὴ οὕτως είη φίλος ῶ Μενέλαε
190ἕλκος δ̓ ιητὴρ επιμάσσεται ηδ̓ επιθήσει
191φάρμαχ̓ ἅ κεν παύσῃσι μελαινάων οδυνάων
192ῆ καὶ Ταλθύβιον θεῖον κήρυκα προσηύδα ·
193Ταλθύβἰ ὅττι τάχιστα Μαχάονα δεῦρο κάλεσσον
194φῶτ̓ Ασκληπιοῦ υἱὸν αμύμονος ιητῆρος ,
195όφρα ίδῃ Μενέλαον αρήϊον Ατρέος υἱόν ,
196ὅν τις οϊστεύσας έβαλεν τόξων εῢ ειδὼς
197Τρώων ὴ Λυκίων , τῷ μὲν κλέος , άμμι δὲ πένθος .
198ὣς έφατ̓ , ου δ̓ άρα οἱ κῆρυξ απίθησεν ακούσας ,
199βῆ δ̓ ιέναι κατὰ λαὸν Αχαιῶν χαλκοχιτώνων
200παπταίνων ἥρωα Μαχάονα
τὸν δὲ νόησεν
201εσταότ̓
αμφὶ δέ μιν κρατεραὶ στίχες ασπιστάων
202λαῶν , οἵ οἱ ἕποντο Τρίκης εξ ἱπποβότοιο .
203αγχοῦ δ̓ ἱστάμενος έπεα πτερόεντα προσηύδα
204όρσ̓ Ασκληπιάδη , καλέει κρείων Αγαμέμνων ,
205όφρα ίδῃς Μενέλαον αρήϊον αρχὸν Αχαιῶν ,
206ὅν τις οϊστεύσας έβαλεν τόξων εῢ ειδὼς
207Τρώων ὴ Λυκίων , τῷ μὲν κλέος , άμμι δὲ πένθος .
208ὣς φάτο , τῷ δ̓ άρα θυμὸν ενὶ στήθεσσιν όρινε
209βὰν δ̓ ιέναι καθ̓ ὅμιλον ανὰ στρατὸν ευρὺν Αχαιῶν
210αλλ̓ ὅτε δή ῥ̓ ἵκανον ὅθι ξανθὸς Μενέλαος
211βλήμενος ῆν , περὶ δ̓ αυτὸν αγηγέραθ̓ ὅσσοι άριστοι
212κυκλόσ̓ , ὃ δ̓ εν μέσσοισι παρίστατο ισόθεος φώς ,
213αυτίκα δ̓ εκ ζωστῆρος αρηρότος ἕλκεν οϊστόν ·
214τοῦ δ̓ εξελκομένοιο πάλιν άγεν οξέες όγκοι
215λῦσε δέ οἱ ζωστῆρα παναίολον ηδ̓ ὑπένερθε
216ζῶμά τε καὶ μίτρην , τὴν χαλκῆες κάμον άνδρες
217αυτὰρ επεὶ ίδεν ἕλκος όθ̓ έμπεσε πικρὸς οϊστός ,
218αῖμ̓ εκμυζήσας επ̓ άῤ ήπια φάρμακα ειδὼς
219πάσσε , τά οἵ ποτε πατρὶ φίλα φρονέων πόρε Χείρων
220όφρα τοὶ αμφεπένοντο βοὴν αγαθὸν Μενέλαον ,
221τόφρα δ̓ επὶ Τρώων στίχες ήλυθον ασπιστάων
222οἳ δ̓ αῦτις κατὰ τεύχἐ έδυν , μνήσαντο δὲ χάρμης
223ένθ̓ ουκ ὰν βρίζοντα ίδοις Αγαμέμνονα δῖον
224ου δὲ καταπτώσσοντ̓ ου δ̓ ουκ εθέλοντα μάχεσθαι ,
225αλλὰ μάλα σπεύδοντα μάχην ες κυδιάνειραν .
226ἵππους μὲν γὰρ έασε καὶ ἅρματα ποικίλα χαλκῷ
227καὶ τοὺς μὲν θεράπων απάνευθ̓ έχε φυσιόωντας
228Ευρυμέδων υἱὸς Πτολεμαίου Πειραΐδαο ·
229τῷ μάλα πόλλ̓ επέτελλε παρισχέμεν ὁππότε κέν μιν
230γυῖα λάβῃ κάματος πολέας διὰ κοιρανέοντα
231αυτὰρ ὃ πεζὸς εὼν επεπωλεῖτο στίχας ανδρῶν
232καί ῥ̓ οὓς μὲν σπεύδοντας ίδοι Δαναῶν ταχυπώλων ,
233τοὺς μάλα θαρσύνεσκε παριστάμενος επέεσσιν
234Αργεῖοι μή πώ τι μεθίετε θούριδος αλκῆς
235ου γὰρ επὶ ψευδέσσι πατὴρ Ζεὺς έσσετ̓ αρωγός ,
236αλλ̓ οἵ περ πρότεροι ὑπὲρ ὅρκια δηλήσαντο
237τῶν ήτοι αυτῶν τέρενα χρόα γῦπες έδονται ,
238ἡμεῖς αῦτ̓ αλόχους τε φίλας καὶ νήπια τέκνα
239άξομεν εν νήεσσιν , επὴν πτολίεθρον ἕλωμεν
240οὕς τινας αῦ μεθιέντας ίδοι στυγεροῦ πολέμοιο ,
241τοὺς μάλα νεικείεσκε χολωτοῖσιν επέεσσιν
242Αργεῖοι ιόμωροι ελεγχέες ού νυ σέβεσθε
243τίφθ̓ οὕτως έστητε τεθηπότες ηΰτε νεβροί ,
244αἵ τ̓ επεὶ οῦν έκαμον πολέος πεδίοιο θέουσαι
245εστᾶσ̓ , ου δ̓ άρα τίς σφι μετὰ φρεσὶ γίγνεται αλκή ·
246ὣς ὑμεῖς έστητε τεθηπότες ου δὲ μάχεσθε
247ῆ μένετε Τρῶας σχεδὸν ελθέμεν ένθά τε νῆες
248ειρύατ̓ εύπρυμνοι πολιῆς επὶ θινὶ θαλάσσης ,
249όφρα ίδητ̓ αί κ̓ ύμμιν ὑπέρσχῃ χεῖρα Κρονίων
250ὣς ὅ γε κοιρανέων επεπωλεῖτο στίχας ανδρῶν
251ῆλθε δ̓ επὶ Κρήτεσσι κιὼν ανὰ ουλαμὸν ανδρῶν
252οἳ δ̓ αμφ̓ Ιδομενῆα δαΐφρονα θωρήσσοντο
253Ιδομενεὺς μὲν ενὶ προμάχοις συῒ είκελος αλκήν ,
254Μηριόνης δ̓ άρα οἱ πυμάτας ότρυνε φάλαγγας .
255τοὺς δὲ ιδὼν γήθησεν άναξ ανδρῶν Αγαμέμνων ,
256αυτίκα δ̓ Ιδομενῆα προσηύδα μειλιχίοισιν ·
257Ιδομενεῦ περὶ μέν σε τίω Δαναῶν ταχυπώλων
258ημὲν ενὶ πτολέμῳ ηδ̓ αλλοίῳ επὶ έργῳ
259ηδ̓ εν δαίθ̓ , ὅτε πέρ τε γερούσιον αίθοπα οῖνον
260Αργείων οἳ άριστοι ενὶ κρητῆρι κέρωνται
261εί περ γάρ τ̓ άλλοι γε κάρη κομόωντες Αχαιοὶ
262δαιτρὸν πίνωσιν , σὸν δὲ πλεῖον δέπας αιεὶ
263έστηχ̓ , ὥς περ εμοί , πιέειν ὅτε θυμὸς ανώγοι .
264αλλ̓ όρσευ πόλεμον δ̓ οἷος πάρος εύχεαι εῖναι
265τὸν δ̓ αῦτ̓ Ιδομενεὺς Κρητῶν αγὸς αντίον ηύδα ·
266Ατρεΐδη μάλα μέν τοι εγὼν ερίηρος ἑταῖρος
267έσσομαι , ὡς τὸ πρῶτον ὑπέστην καὶ κατένευσα
268αλλ̓ άλλους ότρυνε κάρη κομόωντας Αχαιοὺς
269όφρα τάχιστα μαχώμεθ̓ , επεὶ σύν γ̓ όρκἰ έχευαν
270Τρῶες
τοῖσιν δ̓ αῦ θάνατος καὶ κήδἐ οπίσσω
271έσσετ̓ επεὶ πρότεροι ὑπὲρ ὅρκια δηλήσαντο
272ὣς έφατ̓ , Ατρεΐδης δὲ παρῴχετο γηθόσυνος κῆρ
273ῆλθε δ̓ επ̓ Αιάντεσσι κιὼν ανὰ ουλαμὸν ανδρῶν
274τὼ δὲ κορυσσέσθην , ἅμα δὲ νέφος εἵπετο πεζῶν
275ὡς δ̓ ότ̓ απὸ σκοπιῆς εῖδεν νέφος αιπόλος ανὴρ
276ερχόμενον κατὰ πόντον ὑπὸ Ζεφύροιο ιωῆς ·
277τῷ δέ τ̓ άνευθεν εόντι μελάντερον ηΰτε πίσσα
278φαίνετ̓ ιὸν κατὰ πόντον , άγει δέ τε λαίλαπα πολλήν ,
279ῥίγησέν τε ιδών , ὑπό τε σπέος ήλασε μῆλα ·
280τοῖαι άμ̓ Αιάντεσσι διοτρεφέων αιζηῶν
281δήϊον ες πόλεμον πυκιναὶ κίνυντο φάλαγγες
282κυάνεαι , σάκεσίν τε καὶ έγχεσι πεφρικυῖαι
283καὶ τοὺς μὲν γήθησεν ιδὼν κρείων Αγαμέμνων ,
284καί σφεας φωνήσας έπεα πτερόεντα προσηύδα
285Αίαντ̓ Αργείων ἡγήτορε χαλκοχιτώνων ,
286σφῶϊ μέν ·
ου γὰρ έοικ̓ οτρυνέμεν ·
ού τι κελεύω
287αυτὼ γὰρ μάλα λαὸν ανώγετον ῖφι μάχεσθαι
288αὶ γὰρ Ζεῦ τε πάτερ καὶ Αθηναίη καὶ Άπολλον
289τοῖος πᾶσιν θυμὸς ενὶ στήθεσσι γένοιτο
290τώ κε τάχ̓ ημύσειε πόλις Πριάμοιο άνακτος
291χερσὶν υφ̓ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε
292ὣς ειπὼν τοὺς μὲν λίπεν αυτοῦ , βῆ δὲ μετ̓ άλλους
293ένθ̓ ὅ γε Νέστοῤ έτετμε λιγὺν Πυλίων αγορητὴν
294οὓς ἑτάρους στέλλοντα καὶ οτρύνοντα μάχεσθαι
295αμφὶ μέγαν Πελάγοντα Αλάστορά τε Χρομίον τε
296Αἵμονά τε κρείοντα Βίαντά τε ποιμένα λαῶν ·
297ἱππῆας μὲν πρῶτα σὺν ἵπποισιν καὶ όχεσφι ,
298πεζοὺς δ̓ εξόπιθε στῆσεν πολέας τε καὶ εσθλοὺς
299ἕρκος έμεν πολέμοιο ·
κακοὺς δ̓ ες μέσσον έλασσεν ,
300όφρα καὶ ουκ εθέλων τις αναγκαίῃ πολεμίζοι
301ἱππεῦσιν μὲν πρῶτ̓ επετέλλετο
τοὺς γὰρ ανώγει
302σφοὺς ἵππους εχέμεν μη δὲ κλονέεσθαι ὁμίλῳ
μη δέ
303τις ἱπποσύνῃ τε καὶ ηνορέηφι πεποιθὼς
304οῖος πρόσθ̓ άλλων μεμάτω Τρώεσσι μάχεσθαι ,
305μη δ̓ αναχωρείτω
αλαπαδνότεροι γὰρ έσεσθε
306ὃς δέ κ̓ ανὴρ απὸ ὧν οχέων έτεῤ άρμαθ̓ ἵκηται
307έγχει ορεξάσθω , επεὶ ῆ πολὺ φέρτερον οὕτω .
308ὧδε καὶ οἱ πρότεροι πόλεας καὶ τείχἐ επόρθεον
309τόνδε νόον καὶ θυμὸν ενὶ στήθεσσιν έχοντες
310ὣς ὃ γέρων ότρυνε πάλαι πολέμων εῢ ειδώς
311καὶ τὸν μὲν γήθησεν ιδὼν κρείων Αγαμέμνων ,
312καί μιν φωνήσας έπεα πτερόεντα προσηύδα
313ῶ γέρον είθ̓ ὡς θυμὸς ενὶ στήθεσσι φίλοισιν
314ὥς τοι γούναθ̓ ἕποιτο , βίη δέ τοι έμπεδος είη ·
315αλλά σε γῆρας τείρει ὁμοίϊον
ὡς όφελέν τις
316ανδρῶν άλλος έχειν , σὺ δὲ κουροτέροισι μετεῖναι
317τὸν δ̓ ημείβετ̓ έπειτα Γερήνιος ἱππότα Νέστωρ ·
318Ατρεΐδη μάλα μέν τοι εγὼν εθέλοιμι καὶ αυτὸς
319ὣς έμεν ὡς ὅτε δῖον Ερευθαλίωνα κατέκταν .
320αλλ̓ ού πως ἅμα πάντα θεοὶ δόσαν ανθρώποισιν
321ει τότε κοῦρος έα νῦν αῦτέ με γῆρας οπάζει
322αλλὰ καὶ ὧς ἱππεῦσι μετέσσομαι ηδὲ κελεύσω
323βουλῇ καὶ μύθοισι
τὸ γὰρ γέρας εστὶ γερόντων
324αιχμὰς δ̓ αιχμάσσουσι νεώτεροι , οἵ περ εμεῖο
325ὁπλότεροι γεγάασι πεποίθασίν τε βίηφιν
326ὣς έφατ̓ , Ατρεΐδης δὲ παρῴχετο γηθόσυνος κῆρ
327εῦῤ υἱὸν Πετεῶο Μενεσθῆα πλήξιππον
328εσταότ̓ ·
αμφὶ δ̓ Αθηναῖοι μήστωρες αϋτῆς ·
329αυτὰρ ὃ πλησίον ἑστήκει πολύμητις Οδυσσεύς ,
330πὰρ δὲ Κεφαλλήνων αμφὶ στίχες ουκ αλαπαδναὶ
331ἕστασαν ·
ου γάρ πώ σφιν ακούετο λαὸς αϋτῆς ,
332αλλὰ νέον συνορινόμεναι κίνυντο φάλαγγες
333Τρώων ἱπποδάμων καὶ Αχαιῶν
οἳ δὲ μένοντες
334ἕστασαν ὁππότε πύργος Αχαιῶν άλλος επελθὼν
335Τρώων ὁρμήσειε καὶ άρξειαν πολέμοιο
336τοὺς δὲ ιδὼν νείκεσσεν άναξ ανδρῶν Αγαμέμνων ,
337καί σφεας φωνήσας έπεα πτερόεντα προσηύδα
338ῶ υἱὲ Πετεῶο διοτρεφέος βασιλῆος ,
339καὶ σὺ κακοῖσι δόλοισι κεκασμένε κερδαλεόφρον
340τίπτε καταπτώσσοντες αφέστατε , μίμνετε δ̓ άλλους ;
341σφῶϊν μέν τ̓ επέοικε μετὰ πρώτοισιν εόντας
342ἑστάμεν ηδὲ μάχης καυστείρης αντιβολῆσαι
343πρώτω γὰρ καὶ δαιτὸς ακουάζεσθον εμεῖο ,
344ὁππότε δαῖτα γέρουσιν εφοπλίζωμεν Αχαιοί
345ένθα φίλ̓ οπταλέα κρέα έδμεναι ηδὲ κύπελλα
346οίνου πινέμεναι μελιηδέος όφῤ εθέλητον ·
347νῦν δὲ φίλως χ̓ ὁρόῳτε καὶ ει δέκα πύργοι Αχαιῶν
348ὑμείων προπάροιθε μαχοίατο νηλέϊ χαλκῷ
349τὸν δ̓ άῤ ὑπόδρα ιδὼν προσέφη πολύμητις Οδυσσεύς
350Ατρεΐδη ποῖόν σε έπος φύγεν ἕρκος οδόντων
351πῶς δὴ φῂς πολέμοιο μεθιέμεν οππότ̓ Αχαιοὶ
352Τρωσὶν εφ̓ ἱπποδάμοισιν εγείρομεν οξὺν Άρηα
353όψεαι αί κ̓ εθέλῃσθα καὶ αί κέν τοι τὰ μεμήλῃ
354Τηλεμάχοιο φίλον πατέρα προμάχοισι μιγέντα
355Τρώων ἱπποδάμων
σὺ δὲ ταῦτ̓ ανεμώλια βάζεις
356τὸν δ̓ επιμειδήσας προσέφη κρείων Αγαμέμνων
357ὡς γνῶ χωομένοιο
πάλιν δ̓ ὅ γε λάζετο μῦθον
358διογενὲς Λαερτιάδη πολυμήχαν̓ Οδυσσεῦ
359ούτέ σε νεικείω περιώσιον ού τε κελεύω ·
360οῖδα γὰρ ὥς τοι θυμὸς ενὶ στήθεσσι φίλοισιν
361ήπια δήνεα οῖδε
τὰ γὰρ φρονέεις ἅ τ̓ εγώ περ .
362αλλ̓ ίθι ταῦτα δ̓ όπισθεν αρεσσόμεθ̓ εί τι κακὸν νῦν
363είρηται , τὰ δὲ πάντα θεοὶ μεταμώνια θεῖεν
364ὣς ειπὼν τοὺς μὲν λίπεν αυτοῦ , βῆ δὲ μετ̓ άλλους
365εὗρε δὲ Τυδέος υἱὸν ὑπέρθυμον Διομήδεα
366εσταότ̓ έν θ̓ ἵπποισι καὶ ἅρμασι κολλητοῖσι ·
367πὰρ δέ οἱ ἑστήκει Σθένελος Καπανήϊος υἱός .
368καὶ τὸν μὲν νείκεσσεν ιδὼν κρείων Αγαμέμνων ,
369καί μιν φωνήσας έπεα πτερόεντα προσηύδα
370ώ μοι Τυδέος υἱὲ δαΐφρονος ἱπποδάμοιο
371τί πτώσσεις , τί δ̓ οπιπεύεις πολέμοιο γεφύρας ;
372ου μὲν Τυδέϊ γ̓ ὧδε φίλον πτωσκαζέμεν ῆεν ,
373αλλὰ πολὺ πρὸ φίλων ἑτάρων δηΐοισι μάχεσθαι ,
374ὡς φάσαν οἵ μιν ίδοντο πονεύμενον ·
ου γὰρ έγωγε
375ήντησ̓ ου δὲ ίδον
περὶ δ̓ άλλων φασὶ γενέσθαι
376ήτοι μὲν γὰρ άτερ πολέμου εισῆλθε Μυκήνας
377ξεῖνος άμ̓ αντιθέῳ Πολυνείκεϊ λαὸν αγείρων
378οἳ δὲ τότ̓ εστρατόωνθ̓ ἱερὰ πρὸς τείχεα Θήβης ,
379καί ῥα μάλα λίσσοντο δόμεν κλειτοὺς επικούρους
380οἳ δ̓ έθελον δόμεναι καὶ επῄνεον ὡς εκέλευον
381αλλὰ Ζεὺς έτρεψε παραίσια σήματα φαίνων
382οἳ δ̓ επεὶ οῦν ῴχοντο ιδὲ πρὸ ὁδοῦ εγένοντο ,
383Ασωπὸν δ̓ ἵκοντο βαθύσχοινον λεχεποίην ,
384ένθ̓ αῦτ̓ αγγελίην επὶ Τυδῆ στεῖλαν Αχαιοί .
385αυτὰρ ὃ βῆ , πολέας δὲ κιχήσατο Καδμεΐωνας
386δαινυμένους κατὰ δῶμα βίης Ετεοκληείης
387ένθ̓ ου δὲ ξεῖνός περ εὼν ἱππηλάτα Τυδεὺς
388τάρβει , μοῦνος εὼν πολέσιν μετὰ Καδμείοισιν ,
389αλλ̓ ὅ γ̓ αεθλεύειν προκαλίζετο , πάντα δ̓ ενίκα
390ῥηϊδίως
τοίη οἱ επίρροθος ῆεν Αθήνη
391οἳ δὲ χολωσάμενοι Καδμεῖοι κέντορες ἵππων
392ὰψ άῤ ανερχομένῳ πυκινὸν λόχον εἷσαν άγοντες
393κούρους πεντήκοντα ·
δύω δ̓ ἡγήτορες ῆσαν ,
394Μαίων Αἱμονίδης επιείκελος αθανάτοισιν ,
395υἱός τ̓ Αυτοφόνοιο μενεπτόλεμος Πολυφόντης .
396Τυδεὺς μὲν καὶ τοῖσιν αεικέα πότμον εφῆκε
397πάντας έπεφν̓ , ἕνα δ̓ οῖον ἵει οῖκον δὲ νέεσθαι
398Μαίον̓ άρα προέηκε θεῶν τεράεσσι πιθήσας
399τοῖος έην Τυδεὺς Αιτώλιος
αλλὰ τὸν υἱὸν
400γείνατο εἷο χέρεια μάχῃ , αγορῇ δέ τ̓ αμείνω
401ὣς φάτο , τὸν δ̓ ού τι προσέφη κρατερὸς Διομήδης
402αιδεσθεὶς βασιλῆος ενιπὴν αιδοίοιο
403τὸν δ̓ υἱὸς Καπανῆος αμείψατο κυδαλίμοιο
404Ατρεΐδη μὴ ψεύδἐ επιστάμενος σάφα ειπεῖν
405ἡμεῖς τοι πατέρων μέγ̓ αμείνονες ευχόμεθ̓ εῖναι
406ἡμεῖς καὶ Θήβης ἕδος εἵλομεν ἑπταπύλοιο
407παυρότερον λαὸν αγαγόνθ̓ ὑπὸ τεῖχος άρειον ,
408πειθόμενοι τεράεσσι θεῶν καὶ Ζηνὸς αρωγῇ
409κεῖνοι δὲ σφετέρῃσιν ατασθαλίῃσιν όλοντο
410τὼ μή μοι πατέρας ποθ̓ ὁμοίῃ ένθεο τιμῇ
411τὸν δ̓ άῤ ὑπόδρα ιδὼν προσέφη κρατερὸς Διομήδης
412τέττα , σιωπῇ ἧσο , εμῷ δ̓ επιπείθεο μύθῳ
413ου γὰρ εγὼ νεμεσῶ Αγαμέμνονι ποιμένι λαῶν
414οτρύνοντι μάχεσθαι εϋκνήμιδας Αχαιούς
415τούτῳ μὲν γὰρ κῦδος άμ̓ ἕψεται εί κεν Αχαιοὶ
416Τρῶας δῃώσωσιν ἕλωσί τε Ίλιον ἱρήν ,
417τούτῳ δ̓ αῦ μέγα πένθος Αχαιῶν δῃωθέντων .
418αλλ̓ άγε δὴ καὶ νῶϊ μεδώμεθα θούριδος αλκῆς
419ῆ ῥα καὶ εξ οχέων σὺν τεύχεσιν ᾶλτο χαμᾶζε
420δεινὸν δ̓ έβραχε χαλκὸς επὶ στήθεσσιν άνακτος
421ορνυμένου
ὑπό κεν ταλασίφρονά περ δέος εἷλεν
422ὡς δ̓ ότ̓ εν αιγιαλῷ πολυηχέϊ κῦμα θαλάσσης
423όρνυτ̓ επασσύτερον Ζεφύρου ὕπο κινήσαντος ·
424πόντῳ μέν τε πρῶτα κορύσσεται , αυτὰρ έπειτα
425χέρσῳ ῥηγνύμενον μεγάλα βρέμει , αμφὶ δέ τ̓ άκρας
426κυρτὸν εὸν κορυφοῦται , αποπτύει δ̓ ἁλὸς άχνην ·
427ὣς τότ̓ επασσύτεραι Δαναῶν κίνυντο φάλαγγες
428νωλεμέως πόλεμον δέ
κέλευε δὲ οἷσιν ἕκαστος
429ἡγεμόνων
οἳ δ̓ άλλοι ακὴν ίσαν , ου δέ κε φαίης
430τόσσον λαὸν ἕπεσθαι έχοντ̓ εν στήθεσιν αυδήν ,
431σιγῇ δειδιότες σημάντορας
αμφὶ δὲ πᾶσι
432τεύχεα ποικίλ̓ έλαμπε , τὰ εἱμένοι εστιχόωντο
433Τρῶες δ̓ , ὥς τ̓ όϊες πολυπάμονος ανδρὸς εν αυλῇ
434μυρίαι ἑστήκασιν αμελγόμεναι γάλα λευκὸν
435αζηχὲς μεμακυῖαι ακούουσαι όπα αρνῶν ,
436ὣς Τρώων αλαλητὸς ανὰ στρατὸν ευρὺν ορώρει
437ου γὰρ πάντων ῆεν ὁμὸς θρόος ου δ̓ ία γῆρυς ,
438αλλὰ γλῶσσα μέμικτο , πολύκλητοι δ̓ έσαν άνδρες .
439όρσε δὲ τοὺς μὲν Άρης , τοὺς δὲ γλαυκῶπις Αθήνη
440Δεῖμός τ̓ ηδὲ Φόβος καὶ Έρις άμοτον μεμαυῖα ,
441Άρεος ανδροφόνοιο κασιγνήτη ἑτάρη τε ,
442ἥ τ̓ ολίγη μὲν πρῶτα κορύσσεται , αυτὰρ έπειτα
443ουρανῷ εστήριξε κάρη καὶ επὶ χθονὶ βαίνει ·
444ἥ σφιν καὶ τότε νεῖκος ὁμοίϊον έμβαλε μέσσῳ
445ερχομένη καθ̓ ὅμιλον οφέλλουσα στόνον ανδρῶν
446οἳ δ̓ ὅτε δή ῥ̓ ες χῶρον ἕνα ξυνιόντες ἵκοντο ,
447σύν ῥ̓ έβαλον ῥινούς , σὺν δ̓ έγχεα καὶ μένἐ ανδρῶν
448χαλκεοθωρήκων ·
ατὰρ ασπίδες ομφαλόεσσαι
449έπληντ̓ αλλήλῃσι , πολὺς δ̓ ορυμαγδὸς ορώρει
450ένθα δ̓ άμ̓ οιμωγή τε καὶ ευχωλὴ πέλεν ανδρῶν
451ολλύντων τε καὶ ολλυμένων , ῥέε δ̓ αἵματι γαῖα
452ὡς δ̓ ὅτε χείμαρροι ποταμοὶ κατ̓ όρεσφι ῥέοντες
453ες μισγάγκειαν συμβάλλετον όβριμον ὕδωρ
454κρουνῶν εκ μεγάλων κοίλης έντοσθε χαράδρης ,
455τῶν δέ τε τηλόσε δοῦπον εν ούρεσιν έκλυε ποιμήν ·
456ὣς τῶν μισγομένων γένετο ιαχή τε πόνος τε
457πρῶτος δ̓ Αντίλοχος Τρώων ἕλεν άνδρα κορυστὴν
458εσθλὸν ενὶ προμάχοισι Θαλυσιάδην Εχέπωλον ·
459τόν ῥ̓ έβαλε πρῶτος κόρυθος φάλον ἱπποδασείης ,
460εν δὲ μετώπῳ πῆξε , πέρησε δ̓ άῤ οστέον είσω
461αιχμὴ χαλκείη
τὸν δὲ σκότος όσσε κάλυψεν ,
462ήριπε δ̓ ὡς ὅτε πύργος ενὶ κρατερῇ ὑσμίνῃ .
463τὸν δὲ πεσόντα ποδῶν έλαβε κρείων Ελεφήνωρ
464Χαλκωδοντιάδης μεγαθύμων αρχὸς Αβάντων ,
465ἕλκε δ̓ υπ̓ εκ βελέων , λελιημένος όφρα τάχιστα
466τεύχεα συλήσειε ·
μίνυνθα δέ οἱ γένεθ̓ ὁρμή
467νεκρὸν γὰρ ερύοντα ιδὼν μεγάθυμος Αγήνωρ
468πλευρά , τά οἱ κύψαντι παῤ ασπίδος εξεφαάνθη ,
469ούτησε ξυστῷ χαλκήρεϊ , λῦσε δὲ γυῖα
470ὣς τὸν μὲν λίπε θυμός , επ̓ αυτῷ δ̓ έργον ετύχθη
471αργαλέον Τρώων καὶ Αχαιῶν
οἳ δὲ λύκοι ὣς
472αλλήλοις επόρουσαν , ανὴρ δ̓ άνδῤ εδνοπάλιζεν .
473ένθ̓ έβαλ̓ Ανθεμίωνος υἱὸν Τελαμώνιος Αίας
474ηΐθεον θαλερὸν Σιμοείσιον , ὅν ποτε μήτηρ
475Ίδηθεν κατιοῦσα παῤ όχθῃσιν Σιμόεντος
476γείνατ̓ , επεί ῥα τοκεῦσιν άμ̓ ἕσπετο μῆλα ιδέσθαι ·
477τοὔνεκά μιν κάλεον Σιμοείσιον
ου δὲ τοκεῦσι
478θρέπτρα φίλοις απέδωκε , μινυνθάδιος δέ οἱ αιὼν
479έπλεθ̓ υπ̓ Αίαντος μεγαθύμου δουρὶ δαμέντι
480πρῶτον γάρ μιν ιόντα βάλε στῆθος παρὰ μαζὸν
481δεξιόν
αντικρὺ δὲ δἰ ώμου χάλκεον έγχος
482ῆλθεν
ὃ δ̓ εν κονίῃσι χαμαὶ πέσεν αίγειρος ὣς
483ἥ ῥά τ̓ εν εἱαμενῇ ἕλεος μεγάλοιο πεφύκει
484λείη , ατάρ τέ οἱ όζοι επ̓ ακροτάτῃ πεφύασι ·
485τὴν μέν θ̓ ἁρματοπηγὸς ανὴρ αίθωνι σιδήρῳ
486εξέταμ̓ , όφρα ίτυν κάμψῃ περικαλλέϊ δίφρῳ ·
487ἣ μέν τ̓ αζομένη κεῖται ποταμοῖο παῤ όχθας
488τοῖον άῤ Ανθεμίδην Σιμοείσιον εξενάριξεν
489Αίας διογενής
τοῦ δ̓ Άντιφος αιολοθώρηξ
490Πριαμίδης καθ̓ ὅμιλον ακόντισεν οξέϊ δουρί
491τοῦ μὲν άμαρθ̓ , ὃ δὲ Λεῦκον Οδυσσέος εσθλὸν ἑταῖρον
492βεβλήκει βουβῶνα , νέκυν ετέρωσ̓ ερύοντα ·
493ήριπε δ̓ αμφ̓ αυτῷ , νεκρὸς δέ οἱ έκπεσε χειρός
494τοῦ δ̓ Οδυσεὺς μάλα θυμὸν αποκταμένοιο χολώθη ,
495βῆ δὲ διὰ προμάχων κεκορυθμένος αίθοπι χαλκῷ ,
496στῆ δὲ μάλ̓ εγγὺς ιὼν καὶ ακόντισε δουρὶ φαεινῷ
497αμφὶ ἓ παπτήνας
ὑπὸ δὲ Τρῶες κεκάδοντο
498ανδρὸς ακοντίσσαντος
ὃ δ̓ ουχ ἅλιον βέλος ἧκεν ,
499αλλ̓ υἱὸν Πριάμοιο νόθον βάλε Δημοκόωντα
500ὅς οἱ Αβυδόθεν ῆλθε παῤ ἵππων ωκειάων .
501τόν ῥ̓ Οδυσεὺς ἑτάροιο χολωσάμενος βάλε δουρὶ
502κόρσην
ἣ δ̓ ἑτέροιο διὰ κροτάφοιο πέρησεν
503αιχμὴ χαλκείη ·
τὸν δὲ σκότος όσσε κάλυψε ,
504δούπησεν δὲ πεσών , αράβησε δὲ τεύχἐ επ̓ αυτῷ
505χώρησαν δ̓ ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ
506Αργεῖοι δὲ μέγα ίαχον , ερύσαντο δὲ νεκρούς ,
507ίθυσαν δὲ πολὺ προτέρω
νεμέσησε δ̓ Απόλλων
508Περγάμου εκκατιδών , Τρώεσσι δὲ κέκλετ̓ αΰσας
509όρνυσθ̓ ἱππόδαμοι Τρῶες μη δ̓ είκετε χάρμης
510Αργείοις , επεὶ ού σφι λίθος χρὼς ου δὲ σίδηρος
511χαλκὸν ανασχέσθαι ταμεσίχροα βαλλομένοισιν ·
512ου μὰν ου δ̓ Αχιλεὺς Θέτιδος πάϊς ηϋκόμοιο
513μάρναται , αλλ̓ επὶ νηυσὶ χόλον θυμαλγέα πέσσει .
514ὣς φάτ̓ απὸ πτόλιος δεινὸς θεός
αυτὰρ Αχαιοὺς
515ῶρσε Διὸς θυγάτηρ κυδίστη Τριτογένεια
516ερχομένη καθ̓ ὅμιλον , ὅθι μεθιέντας ίδοιτο .
517ένθ̓ Αμαρυγκείδην Διώρεα μοῖρα πέδησε
518χερμαδίῳ γὰρ βλῆτο παρὰ σφυρὸν οκριόεντι
519κνήμην δεξιτερήν
βάλε δὲ Θρῃκῶν αγὸς ανδρῶν
520Πείρως Ιμβρασίδης ὃς άῤ Αινόθεν ειληλούθει .
521αμφοτέρω δὲ τένοντε καὶ οστέα λᾶας αναιδὴς
522άχρις απηλοίησεν
ὃ δ̓ ὕπτιος εν κονίῃσι
523κάππεσεν άμφω χεῖρε φίλοις ἑτάροισι πετάσσας
524θυμὸν αποπνείων
ὃ δ̓ επέδραμεν ὅς ῥ̓ έβαλέν περ
525Πείροος , οῦτα δὲ δουρὶ παῤ ομφαλόν ·
εκ δ̓ άρα πᾶσαι
526χύντο χαμαὶ χολάδες , τὸν δὲ σκότος όσσε κάλυψε
527τὸν δὲ Θόας Αιτωλὸς απεσσύμενον βάλε δουρὶ
528στέρνον ὑπὲρ μαζοῖο , πάγη δ̓ εν πνεύμονι χαλκός
529αγχίμολον δέ οἱ ῆλθε Θόας , εκ δ̓ όβριμον έγχος
530εσπάσατο στέρνοιο , ερύσσατο δὲ ξίφος οξύ ,
531τῷ ὅ γε γαστέρα τύψε μέσην , εκ δ̓ αίνυτο θυμόν
532τεύχεα δ̓ ουκ απέδυσε
περίστησαν γὰρ ἑταῖροι
533Θρήϊκες ακρόκομοι δολίχ̓ έγχεα χερσὶν έχοντες ,
534οἵ ἑ μέγαν περ εόντα καὶ ίφθιμον καὶ αγαυὸν
535ῶσαν απὸ σφείων
ὃ δὲ χασσάμενος πελεμίχθη
536ὣς τώ γ̓ εν κονίῃσι παῤ αλλήλοισι τετάσθην ,
537ήτοι ὃ μὲν Θρῃκῶν , ὃ δ̓ Επειῶν χαλκοχιτώνων
538ἡγεμόνες ·
πολλοὶ δὲ περὶ κτείνοντο καὶ άλλοι
539ένθά κεν ουκέτι έργον ανὴρ ονόσαιτο μετελθών ,
540ὅς τις έτ̓ άβλητος καὶ ανούτατος οξέϊ χαλκῷ
541δινεύοι κατὰ μέσσον , άγοι δέ ἑ Παλλὰς Αθήνη
542χειρὸς ελοῦσ̓ , αυτὰρ βελέων απερύκοι ερωήν
543πολλοὶ γὰρ Τρώων καὶ Αχαιῶν ήματι κείνῳ
544πρηνέες εν κονίῃσι παῤ αλλήλοισι τέταντο
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52
53
54
55
56
57
58
59
60
61
62
63
64
65
66
67
68
69
70
71
72
73
74
75
76
77
78
79
80
81
82
83
84
85
86
87
88
89
90
91
92
93
94
95
96
97
98
99
100
101
102
103
104
105
106
107
108
109
110
111
112
113
114
115
116
117
118
119
120
121
122
123
124
125
126
127
128
129
130
131
132
133
134
135
136
137
138
139
140
141
142
143
144
145
146
147
148
149
150
151
152
153
154
155
156
157
158
159
160
161
162
163
164
165
166
167
168
169
170
171
172
173
174
175
176
177
178
179
180
181
182
183
184
185
186
187
188
189
190
191
192
193
194
195
196
197
198
199
200
201
202
203
204
205
206
207
208
209
210
211
212
213
214
215
216
217
218
219
220
221
222
223
224
225
226
227
228
229
230
231
232
233
234
235
236
237
238
239
240
241
242
243
244
245
246
247
248
249
250
251
252
253
254
255
256
257
258
259
260
261
262
263
264
265
266
267
268
269
270
271
272
273
274
275
276
277
278
279
280
281
282
283
284
285
286
287
288
289
290
291
292
293
294
295
296
297
298
299
300
301
302
303
304
305
306
307
308
309
310
311
312
313
314
315
316
317
318
319
320
321
322
323
324
325
326
327
328
329
330
331
332
333
334
335
336
337
338
339
340
341
342
343
344
345
346
347
348
349
350
351
352
353
354
355
356
357
358
359
360
361
362
363
364
365
366
367
368
369
370
371
372
373
374
375
376
377
378
379
380
381
382
383
384
385
386
387
388
389
390
391
392
393
394
395
396
397
398
399
400
401
402
403
404
405
406
407
408
409
410
411
412
413
414
415
416
417
418
419
420
421
422
423
424
425
426
427
428
429
430
431
432
433
434
435
436
437
438
439
440
441
442
443
444
445
446
447
448
449
450
451
452
453
454
455
456
457
458
459
460
461
462
463
464
465
466
467
468
469
470
471
472
473
474
475
476
477
478
479
480
481
482
483
484
485
486
487
488
489
490
491
492
493
494
495
496
497
498
499
500
501
502
503
504
505
506
507
508
509
510
511
512
513
514
515
516
517
518
519
520
521
522
523
524
525
526
527
528
529
530
531
532
533
534
535
536
537
538
539
540
541
542
543
544