Homer

Iliad    —    Ἰλιάς

Book 24

1λῦτο δ̓ αγών, λαοὶ δὲ θοὰς επὶ νῆας ἕκαστοι
2εσκίδναντ̓ ιέναι
τοὶ μὲν δόρποιο μέδοντο
3ὕπνου τε γλυκεροῦ ταρπήμεναι
αυτὰρ Αχιλλεὺς
4κλαῖε φίλου ἑτάρου μεμνημένος, ου δέ μιν ὕπνος
5ᾕρει πανδαμάτωρ, αλλ̓ εστρέφετ̓ ένθα καὶ ένθα
6Πατρόκλου ποθέων ανδροτῆτά τε καὶ μένος ηΰ,
7ηδ̓ ὁπόσα τολύπευσε σὺν αυτῷ καὶ πάθεν άλγεα
8ανδρῶν τε πτολέμους αλεγεινά τε κύματα πείρων

9τῶν μιμνησκόμενος θαλερὸν κατὰ δάκρυον εῖβεν,
10άλλοτ̓ επὶ πλευρὰς κατακείμενος, άλλοτε δ̓ αῦτε
11ὕπτιος, άλλοτε δὲ πρηνής·
τοτὲ δ̓ ορθὸς αναστὰς
12δινεύεσκ̓ αλύων παρὰ θῖν̓ ἁλός
ου δέ μιν ηὼς
13φαινομένη λήθεσκεν ὑπεὶρ ἅλα τ̓ ηϊόνας τε

14αλλ̓ γ̓ επεὶ ζεύξειεν υφ̓ ἅρμασιν ωκέας ἵππους,
15Ἕκτορα δ̓ ἕλκεσθαι δησάσκετο δίφρου όπισθεν,
16τρὶς δ̓ ερύσας περὶ σῆμα Μενοιτιάδαο θανόντος
17αῦτις ενὶ κλισίῃ παυέσκετο, τὸν δέ τ̓ έασκεν
18εν κόνι εκτανύσας προπρηνέα
τοῖο δ̓ Απόλλων
19πᾶσαν αεικείην άπεχε χροῒ φῶτ̓ ελεαίρων
20καὶ τεθνηότα περ
περὶ δ̓ αιγίδι πάντα κάλυπτε
21χρυσείῃ, ἵνα μή μιν αποδρύφοι ἑλκυστάζων

22ὣς μὲν Ἕκτορα δῖον αείκιζεν μενεαίνων

23τὸν δ̓ ελεαίρεσκον μάκαρες θεοὶ εισορόωντες,
24κλέψαι δ̓ οτρύνεσκον εΰσκοπον αργεϊφόντην

25ένθ̓ άλλοις μὲν πᾶσιν ἑήνδανεν, ου δέ ποθ̓ Ἥρῃ ου δὲ Ποσειδάων̓ ου δὲ
26γλαυκώπιδι κούρῃ,
27αλλ̓ έχον ὥς σφιν πρῶτον απήχθετο Ίλιος ἱρὴ
28καὶ Πρίαμος καὶ λαὸς Αλεξάνδρου ένεκ̓ άτης,
29ὃς νείκεσσε θεὰς ὅτε οἱ μέσσαυλον ἵκοντο,
30τὴν δ̓ ῄνησ̓ οἱ πόρε μαχλοσύνην αλεγεινήν.

31αλλ̓ ὅτε δή ῥ̓ εκ τοῖο δυωδεκάτη γένετ̓ ηώς,
32καὶ τότ̓ άῤ αθανάτοισι μετηύδα Φοῖβος Απόλλων

33σχέτλιοί εστε θεοί, δηλήμονες
ού νύ ποθ̓ ὑμῖν
34Ἕκτωρ μηρί̓ έκηε βοῶν αιγῶν τε τελείων

35τὸν νῦν ουκ έτλητε νέκυν περ εόντα σαῶσαι
36 τ̓ αλόχῳ ιδέειν καὶ μητέρι καὶ τέκεϊ
37καὶ πατέρι Πριάμῳ λαοῖσί τε, τοί κέ μιν ῶκα
38εν πυρὶ κήαιεν καὶ επὶ κτέρεα κτερίσαιεν.

39αλλ̓ ολοῷ Αχιλῆϊ θεοὶ βούλεσθ̓ επαρήγειν,
40 ού τ̓ ὰρ φρένες εισὶν εναίσιμοι ού τε νόημα
41γναμπτὸν ενὶ στήθεσσι, λέων δ̓ ὣς άγρια οῖδεν,
42ὅς τ̓ επεὶ ὰρ μεγάλῃ τε βίῃ καὶ αγήνορι θυμῷ
43είξας εῖσ̓ επὶ μῆλα βροτῶν ἵνα δαῖτα λάβῃσιν·

44ὣς Αχιλεὺς έλεον μὲν απώλεσεν, ου δέ οἱ αιδὼς
45γίγνεται, τ̓ άνδρας μέγα σίνεται ηδ̓ ονίνησι

46μέλλει μέν πού τις καὶ φίλτερον άλλον ολέσσαι
47ηὲ κασίγνητον ὁμογάστριον ηὲ καὶ υἱόν·

48αλλ̓ ήτοι κλαύσας καὶ οδυράμενος μεθέηκε

49τλητὸν γὰρ Μοῖραι θυμὸν θέσαν ανθρώποισιν

50αυτὰρ γ̓ Ἕκτορα δῖον, επεὶ φίλον ῆτορ απηύρα,
51ἵππων εξάπτων περὶ σῆμ̓ ἑτάροιο φίλοιο
52ἕλκει
ου μήν οἱ τό γε κάλλιον ου δέ τ̓ άμεινον.
53μὴ αγαθῷ περ εόντι νεμεσσηθέωμέν οἱ ἡμεῖς

54κωφὴν γὰρ δὴ γαῖαν αεικίζει μενεαίνων

55τὸν δὲ χολωσαμένη προσέφη λευκώλενος Ἥρη

56είη κεν καὶ τοῦτο τεὸν έπος αργυρότοξε
57ει δὴ ὁμὴν Αχιλῆϊ καὶ Ἕκτορι θήσετε τιμήν

58Ἕκτωρ μὲν θνητός τε γυναῖκά τε θήσατο μαζόν·

59αυτὰρ Αχιλλεύς εστι θεᾶς γόνος, ἣν εγὼ αυτὴ
60θρέψά τε καὶ ατίτηλα καὶ ανδρὶ πόρον παράκοιτιν
61Πηλέϊ, ὃς περὶ κῆρι φίλος γένετ̓ αθανάτοισι.

62πάντες δ̓ αντιάασθε θεοὶ γάμου
εν δὲ σὺ τοῖσι
63δαίνὐ έχων φόρμιγγα κακῶν έταῤ, αιὲν άπιστε

64τὴν δ̓ απαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς

65Ἥρη μὴ δὴ πάμπαν αποσκύδμαινε θεοῖσιν

66ου μὲν γὰρ τιμή γε μί̓ έσσεται
αλλὰ καὶ Ἕκτωρ
67φίλτατος έσκε θεοῖσι βροτῶν οἳ εν Ιλίῳ εισίν

68ὣς γὰρ έμοιγ̓, επεὶ ού τι φίλων ἡμάρτανε δώρων.

69ου γάρ μοί ποτε βωμὸς εδεύετο δαιτὸς εΐσης
70λοιβῆς τε κνίσης τε·
τὸ γὰρ λάχομεν γέρας ἡμεῖς
71αλλ̓ ήτοι κλέψαι μὲν εάσομεν, ου δέ πῃ έστι,
72λάθρῃ Αχιλλῆος θρασὺν Ἕκτορα
γάρ οἱ αιεὶ
73μήτηρ παρμέμβλωκεν ὁμῶς νύκτάς τε καὶ ῆμαρ

74αλλ̓ εί τις καλέσειε θεῶν Θέτιν ᾶσσον εμεῖο,
75όφρά τί οἱ είπω πυκινὸν έπος, ὥς κεν Αχιλλεὺς
76δώρων εκ Πριάμοιο λάχῃ από θ̓ Ἕκτορα λύσῃ

77ὣς έφατ̓, ῶρτο δὲ Ι͂ρις αελλόπος αγγελέουσα,
78μεσσηγὺς δὲ Σάμου τε καὶ Ίμβρου παιπαλοέσσης
79ένθορε μείλανι πόντῳ
επεστονάχησε δὲ λίμνη
80 δὲ μολυβδαίνῃ ικέλη ες βυσσὸν όρουσεν,
81 τε κατ̓ αγραύλοιο βοὸς κέρας εμβεβαυῖα
82έρχεται ωμηστῇσιν επ̓ ιχθύσι κῆρα φέρουσα

83εὗρε δ̓ ενὶ σπῆϊ γλαφυρῷ Θέτιν, αμφὶ δ̓ άῤ άλλαι
84είαθ̓ ὁμηγερέες ἅλιαι θεαί
δ̓ ενὶ μέσσῃς
85κλαῖε μόρον οὗ παιδὸς αμύμονος, ὅς οἱ έμελλε
86φθίσεσθ̓ εν Τροίῃ εριβώλακι τηλόθι πάτρης

87αγχοῦ δ̓ ἱσταμένη προσέφη πόδας ωκέα Ι͂ρις

88όρσο Θέτι
καλέει Ζεὺς άφθιτα μήδεα ειδώς
89τὴν δ̓ ημείβετ̓ έπειτα θεὰ Θέτις αργυρόπεζα·

90τίπτέ με κεῖνος άνωγε μέγας θεός
αιδέομαι δὲ
91μίσγεσθ̓ αθανάτοισιν, έχω δ̓ άχἐ άκριτα θυμῷ

92εῖμι μέν, ου δ̓ ἅλιον έπος έσσεται ὅττί κεν είπῃ

93ὣς άρα φωνήσασα κάλυμμ̓ ἕλε δῖα θεάων
94κυάνεον, τοῦ δ̓ ού τι μελάντερον έπλετο έσθος

95βῆ δ̓ ιέναι, πρόσθεν δὲ ποδήνεμος ωκέα Ι͂ρις
96ηγεῖτ̓
αμφὶ δ̓ άρα σφι λιάζετο κῦμα θαλάσσης
97ακτὴν δ̓ εξαναβᾶσαι ες ουρανὸν αϊχθήτην,
98εὗρον δ̓ ευρύοπα Κρονίδην, περὶ δ̓ άλλοι ἅπαντες
99είαθ̓ ὁμηγερέες μάκαρες θεοὶ αιὲν εόντες

100 δ̓ άρα πὰρ Διὶ πατρὶ καθέζετο, εῖξε δ̓ Αθήνη

101Ἥρη δὲ χρύσεον καλὸν δέπας εν χερὶ θῆκε
102καί ῥ̓ εύφρην̓ επέεσσι
Θέτις δ̓ ώρεξε πιοῦσα
103τοῖσι δὲ μύθων ῆρχε πατὴρ ανδρῶν τε θεῶν τε

104ήλυθες Ούλυμπον δὲ θεὰ Θέτι κηδομένη περ,
105πένθος άλαστον έχουσα μετὰ φρεσίν·
οῖδα καὶ αυτός
106αλλὰ καὶ ὧς ερέω τοῦ σ̓ εἵνεκα δεῦρο κάλεσσα

107εννῆμαρ δὴ νεῖκος εν αθανάτοισιν όρωρεν
108Ἕκτορος αμφὶ νέκυι καὶ Αχιλλῆϊ πτολιπόρθῳ

109κλέψαι δ̓ οτρύνουσιν εΰσκοπον αργεϊφόντην

110αυτὰρ εγὼ τόδε κῦδος Αχιλλῆϊ προτιάπτω
111αιδῶ καὶ φιλότητα τεὴν μετόπισθε φυλάσσων

112αῖψα μάλ̓ ες στρατὸν ελθὲ καὶ υἱέϊ σῷ επίτειλον

113σκύζεσθαί οἱ ειπὲ θεούς, εμὲ δ̓ έξοχα πάντων
114αθανάτων κεχολῶσθαι, ὅτι φρεσὶ μαινομένῃσιν
115Έκτοῤ έχει παρὰ νηυσὶ κορωνίσιν ου δ̓ απέλυσεν,
116αί κέν πως εμέ τε δείσῃ από θ̓ Ἕκτορα λύσῃ

117αυτὰρ εγὼ Πριάμῳ μεγαλήτορι Ι͂ριν εφήσω
118λύσασθαι φίλον υἱὸν ιόντ̓ επὶ νῆας Αχαιῶν,
119δῶρα δ̓ Αχιλλῆϊ φερέμεν, τά κε θυμὸν ιήνῃ

120ὣς έφατ̓, ου δ̓ απίθησε θεὰ Θέτις αργυρόπεζα,
121βῆ δὲ κατ̓ Ουλύμποιο καρήνων αΐξασα,
122ἷξεν δ̓ ες κλισίην οὗ υἱέος·
ένθ̓ άρα τόν γε
123εῦῤ ἁδινὰ στενάχοντα
φίλοι δ̓ αμφ̓ αυτὸν ἑταῖροι
124εσσυμένως επένοντο καὶ εντύνοντο άριστον

125τοῖσι δ̓ όϊς λάσιος μέγας εν κλισίῃ ἱέρευτο

126 δὲ μάλ̓ άγχ̓ αυτοῖο καθέζετο πότνια μήτηρ,
127χειρί τέ μιν κατέρεξεν έπος τ̓ έφατ̓ έκ τ̓ ονόμαζε·

128τέκνον εμὸν τέο μέχρις οδυρόμενος καὶ αχεύων
129σὴν έδεαι κραδίην μεμνημένος ούτέ τι σίτου
130ού τ̓ ευνῆς
αγαθὸν δὲ γυναικί περ εν φιλότητι
131μίσγεσθ̓·
ου γάρ μοι δηρὸν βέῃ, αλλά τοι ήδη
132άγχι παρέστηκεν θάνατος καὶ μοῖρα κραταιή

133αλλ̓ εμέθεν ξύνες ῶκα, Διὸς δέ τοι άγγελός ειμι

134σκύζεσθαι σοί φησι θεούς, ἑὲ δ̓ έξοχα πάντων
135αθανάτων κεχολῶσθαι, ὅτι φρεσὶ μαινομένῃσιν
136Έκτοῤ έχεις παρὰ νηυσὶ κορωνίσιν ου δ̓ απέλυσας

137αλλ̓ άγε δὴ λῦσον, νεκροῖο δὲ δέξαι άποινα

138τὴν δ̓ απαμειβόμενος προσέφη πόδας ωκὺς Αχιλλεύς

139τῇδ̓ είη
ὃς άποινα φέροι καὶ νεκρὸν άγοιτο,
140ει δὴ πρόφρονι θυμῷ Ολύμπιος αυτὸς ανώγει

141ὣς οἵ γ̓ εν νηῶν αγύρει μήτηρ τε καὶ υἱὸς
142πολλὰ πρὸς αλλήλους έπεα πτερόεντ̓ αγόρευον.

143Ι͂ριν δ̓ ότρυνε Κρονίδης εις Ίλιον ἱρήν

144βάσκ̓ ίθι Ι͂ρι ταχεῖα λιποῦσ̓ ἕδος Ουλύμποιο
145άγγειλον Πριάμῳ μεγαλήτορι Ίλιον είσω
146λύσασθαι φίλον υἱὸν ιόντ̓ επὶ νῆας Αχαιῶν,
147δῶρα δ̓ Αχιλλῆϊ φερέμεν τά κε θυμὸν ιήνῃ
148οῖον, μὴ δέ τις άλλος ἅμα Τρώων ίτω ανήρ

149κῆρύξ τίς οἱ ἕποιτο γεραίτερος, ὅς κ̓ ιθύνοι
150ἡμιόνους καὶ άμαξαν εΰτροχον, ηδὲ καὶ αῦτις
151νεκρὸν άγοι προτὶ άστυ, τὸν έκτανε δῖος Αχιλλεύς

152μὴ δέ τί οἱ θάνατος μελέτω φρεσὶ μὴ δέ τι τάρβος·

153τοῖον γάρ οἱ πομπὸν οπάσσομεν αργεϊφόντην,
154ὃς άξει εἷός κεν άγων Αχιλῆϊ πελάσσῃ.

155αυτὰρ επὴν αγάγῃσιν έσω κλισίην Αχιλῆος,
156ού τ̓ αυτὸς κτενέει από τ̓ άλλους πάντας ερύξει

157ού τε γάρ εστ̓ άφρων ού τ̓ άσκοπος ού τ̓ αλιτήμων,
158αλλὰ μάλ̓ ενδυκέως ἱκέτεω πεφιδήσεται ανδρός

159ὣς έφατ̓, ῶρτο δὲ Ι͂ρις αελλόπος αγγελέουσα

160ἷξεν δ̓ ες Πριάμοιο, κίχεν δ̓ ενοπήν τε γόον τε.

161παῖδες μὲν πατέῤ αμφὶ καθήμενοι ένδοθεν αυλῆς
162δάκρυσιν είματ̓ έφυρον, δ̓ εν μέσσοισι γεραιὸς
163εντυπὰς εν χλαίνῃ κεκαλυμμένος·
αμφὶ δὲ πολλὴ
164κόπρος έην κεφαλῇ τε καὶ αυχένι τοῖο γέροντος
165τήν ῥα κυλινδόμενος καταμήσατο χερσὶν ἑῇσι

166θυγατέρες δ̓ ανὰ δώματ̓ ιδὲ νυοὶ ωδύροντο
167τῶν μιμνησκόμεναι οἳ δὴ πολέες τε καὶ εσθλοὶ
168χερσὶν υπ̓ Αργείων κέατο ψυχὰς ολέσαντες

169στῆ δὲ παρὰ Πρίαμον Διὸς άγγελος, ηδὲ προσηύδα
170τυτθὸν φθεγξαμένη
τὸν δὲ τρόμος έλλαβε γυῖα
171θάρσει Δαρδανίδη Πρίαμε φρεσί, μὴ δέ τι τάρβει

172ου μὲν γάρ τοι εγὼ κακὸν οσσομένη τόδ̓ ἱκάνω
173αλλ̓ αγαθὰ φρονέουσα
Διὸς δέ τοι άγγελός ειμι,
174ὅς σευ άνευθεν εὼν μέγα κήδεται ηδ̓ ελεαίρει

175λύσασθαί σ̓ εκέλευσεν Ολύμπιος Ἕκτορα δῖον,
176δῶρα δ̓ Αχιλλῆϊ φερέμεν τά κε θυμὸν ιήνῃ
177οῖον, μὴ δέ τις άλλος ἅμα Τρώων ίτω ανήρ

178κῆρύξ τίς τοι ἕποιτο γεραίτερος, ὅς κ̓ ιθύνοι
179ἡμιόνους καὶ άμαξαν εΰτροχον, ηδὲ καὶ αῦτις
180νεκρὸν άγοι προτὶ άστυ, τὸν έκτανε δῖος Αχιλλεύς

181μὴ δέ τί τοι θάνατος μελέτω φρεσὶ μη δέ τι τάρβος·

182τοῖος γάρ τοι πομπὸς άμ̓ ἕψεται αργεϊφόντης,
183ὅς σ̓ άξει εἷός κεν άγων Αχιλῆϊ πελάσσῃ.

184αυτὰρ επὴν αγάγῃσιν έσω κλισίην Αχιλῆος,
185ού τ̓ αυτὸς κτενέει από τ̓ άλλους πάντας ερύξει

186ού τε γάρ έστ̓ άφρων ού τ̓ άσκοπος ού τ̓ αλιτήμων,
187αλλὰ μάλ̓ ενδυκέως ἱκέτεω πεφιδήσεται ανδρός

188 μὲν άῤ ὣς ειποῦσ̓ απέβη πόδας ωκέα Ι͂ρις,
189αυτὰρ γ̓ υἷας άμαξαν εΰτροχον ἡμιονείην
190ὁπλίσαι ηνώγει, πείρινθα δὲ δῆσαι επ̓ αυτῆς.

191αυτὸς δ̓ ες θάλαμον κατεβήσετο κηώεντα
192κέδρινον ὑψόροφον, ὃς γλήνεα πολλὰ κεχάνδει

193ες δ̓ άλοχον Ἑκάβην εκαλέσσατο φώνησέν τε·

194δαιμονίη Διόθεν μοι Ολύμπιος άγγελος ῆλθε
195λύσασθαι φίλον υἱὸν ιόντ̓ επὶ νῆας Αχαιῶν,
196δῶρα δ̓ Αχιλλῆϊ φερέμεν τά κε θυμὸν ιήνῃ.

197αλλ̓ άγε μοι τόδε ειπὲ τί τοι φρεσὶν είδεται εῖναι;

198αινῶς γάρ μ̓ αυτόν γε μένος καὶ θυμὸς άνωγε
199κεῖσ̓ ιέναι επὶ νῆας έσω στρατὸν ευρὺν Αχαιῶν.

200ὣς φάτο, κώκυσεν δὲ γυνὴ καὶ αμείβετο μύθῳ

201ώ μοι πῇ δή τοι φρένες οίχονθ̓, ᾗς τὸ πάρος περ
202έκλἐ επ̓ ανθρώπους ξείνους ηδ̓ οἷσιν ανάσσεις

203πῶς εθέλεις επὶ νῆας Αχαιῶν ελθέμεν οῖος
204ανδρὸς ες οφθαλμοὺς ὅς τοι πολέας τε καὶ εσθλοὺς
205υἱέας εξενάριξε·
σιδήρειόν νύ τοι ῆτορ.
206ει γάρ σ̓ αἱρήσει καὶ εσόψεται οφθαλμοῖσιν
207ωμηστὴς καὶ άπιστος ανὴρ γε ού σ̓ ελεήσει,
208ου δέ τί σ̓ αιδέσεται
νῦν δὲ κλαίωμεν άνευθεν
209ἥμενοι εν μεγάρῳ
τῷ δ̓ ὥς ποθι Μοῖρα κραταιὴ
210γιγνομένῳ επένησε λίνῳ, ὅτε μιν τέκον αυτή,
211αργίποδας κύνας ᾶσαι ἑῶν απάνευθε τοκήων
212ανδρὶ πάρα κρατερῷ, τοῦ εγὼ μέσον ἧπαρ έχοιμι
213εσθέμεναι προσφῦσα
τότ̓ άντιτα έργα γένοιτο
214παιδὸς εμοῦ, επεὶ ού κακιζόμενόν γε κατέκτα,
215αλλὰ πρὸ Τρώων καὶ Τρωϊάδων βαθυκόλπων
216εσταότ̓ ού τε φόβου μεμνημένον ού τ̓ αλεωρῆς

217τὴν δ̓ αῦτε προσέειπε γέρων Πρίαμος θεοειδής

218μή μ̓ εθέλοντ̓ ιέναι κατερύκανε, μὴ δέ μοι αυτὴ
219όρνις ενὶ μεγάροισι κακὸς πέλευ
ου δέ με πείσεις
220ει μὲν γάρ τίς μ̓ άλλος επιχθονίων εκέλευεν,
221 οἳ μάντιές εισι θυοσκόοι ἱερῆες,
222ψεῦδός κεν φαῖμεν καὶ νοσφιζοίμεθα μᾶλλον·

223νῦν δ̓, αυτὸς γὰρ άκουσα θεοῦ καὶ εσέδρακον άντην,
224εῖμι καὶ ουχ ἅλιον έπος έσσεται
ει δέ μοι αῖσα
225τεθνάμεναι παρὰ νηυσὶν Αχαιῶν χαλκοχιτώνων
226βούλομαι·
αυτίκα γάρ με κατακτείνειεν Αχιλλεὺς
227αγκὰς ελόντ̓ εμὸν υἱόν, επὴν γόου εξ έρον εἵην

228 καὶ φωριαμῶν επιθήματα κάλ̓ ανέῳγεν

229ένθεν δώδεκα μὲν περικαλλέας έξελε πέπλους,
230δώδεκα δ̓ ἁπλοΐδας χλαίνας, τόσσους δὲ τάπητας,
231τόσσα δὲ φάρεα λευκά, τόσους δ̓ επὶ τοῖσι χιτῶνας.

232χρυσοῦ δὲ στήσας έφερεν δέκα πάντα τάλαντα,
233εκ δὲ δύ̓ αίθωνας τρίποδας, πίσυρας δὲ λέβητας,
234εκ δὲ δέπας περικαλλές, οἱ Θρῇκες πόρον άνδρες
235εξεσίην ελθόντι μέγα κτέρας·
ου δέ νυ τοῦ περ
236φείσατ̓ ενὶ μεγάροις γέρων, περὶ δ̓ ήθελε θυμῷ
237λύσασθαι φίλον υἱόν
δὲ Τρῶας μὲν ἅπαντας
238αιθούσης απέεργεν έπεσσ̓ αισχροῖσιν ενίσσων

239έρρετε λωβητῆρες ελεγχέες
ού νυ καὶ ὑμῖν
240οίκοι ένεστι γόος, ὅτι μ̓ ήλθετε κηδήσοντες

241 ονόσασθ̓ ὅτι μοι Κρονίδης Ζεὺς άλγἐ έδωκε
242παῖδ̓ ολέσαι τὸν άριστον;
ατὰρ γνώσεσθε καὶ ύμμες
243ῥηΐτεροι γὰρ μᾶλλον Αχαιοῖσιν δὴ έσεσθε
244κείνου τεθνηῶτος εναιρέμεν
αυτὰρ έγωγε
245πρὶν αλαπαζομένην τε πόλιν κεραϊζομένην τε
246οφθαλμοῖσιν ιδεῖν βαίην δόμον Άϊδος είσω

247 καὶ σκηπανίῳ δίεπ̓ ανέρας
οἳ δ̓ ίσαν έξω
248σπερχομένοιο γέροντος
δ̓ υἱάσιν οἷσιν ὁμόκλα
249νεικείων Ἕλενόν τε Πάριν τ̓ Αγάθωνά τε δῖον
250Πάμμονά τ̓ Αντίφονόν τε βοὴν αγαθόν τε Πολίτην
251Δηΐφοβόν τε καὶ Ἱππόθοον καὶ δῖον Αγαυόν

252εννέα τοῖς γεραιὸς ὁμοκλήσας εκέλευε

253σπεύσατέ μοι κακὰ τέκνα κατηφόνες·
αίθ̓ ἅμα πάντες
254Ἕκτορος ωφέλετ̓ αντὶ θοῇς επὶ νηυσὶ πεφάσθαι

255ώ μοι εγὼ πανάποτμος, επεὶ τέκον υἷας αρίστους
256Τροίῃ εν ευρείῃ, τῶν δ̓ ού τινά φημι λελεῖφθαι,
257Μήστορά τ̓ αντίθεον καὶ Τρωΐλον ἱππιοχάρμην
258Ἕκτορά θ̓, ὃς θεὸς έσκε μετ̓ ανδράσιν, ου δὲ εῴκει
259ανδρός γε θνητοῦ πάϊς έμμεναι αλλὰ θεοῖο.

260τοὺς μὲν απώλεσ̓ Άρης, τὰ δ̓ ελέγχεα πάντα λέλειπται
261ψεῦσταί τ̓ ορχησταί τε χοροιτυπίῃσιν άριστοι
262αρνῶν ηδ̓ ερίφων επιδήμιοι ἁρπακτῆρες.

263ουκ ὰν δή μοι άμαξαν εφοπλίσσαιτε τάχιστα,
264ταῦτά τε πάντ̓ επιθεῖτε, ἵνα πρήσσωμεν ὁδοῖο

265ὣς έφαθ̓, οἳ δ̓ άρα πατρὸς ὑποδείσαντες ὁμοκλὴν
266εκ μὲν άμαξαν άειραν εΰτροχον ἡμιονείην
267καλὴν πρωτοπαγέα, πείρινθα δὲ δῆσαν επ̓ αυτῆς,
268κὰδ δ̓ απὸ πασσαλόφι ζυγὸν ᾕρεον ἡμιόνειον
269πύξινον ομφαλόεν εῦ οιήκεσσιν αρηρός

270εκ δ̓ έφερον ζυγόδεσμον ἅμα ζυγῷ εννεάπηχυ

271καὶ τὸ μὲν εῦ κατέθηκαν εϋξέστῳ επὶ ῥυμῷ
272πέζῃ έπι πρώτῃ, επὶ δὲ κρίκον ἕστορι βάλλον,
273τρὶς δ̓ ἑκάτερθεν έδησαν επ̓ ομφαλόν, αυτὰρ έπειτα
274ἑξείης κατέδησαν, ὑπὸ γλωχῖνα δ̓ έκαμψαν

275εκ θαλάμου δὲ φέροντες εϋξέστης επ̓ απήνης
276νήεον Ἑκτορέης κεφαλῆς απερείσἰ άποινα,
277ζεῦξαν δ̓ ἡμιόνους κρατερώνυχας εντεσιεργούς,
278τούς ῥά ποτε Πριάμῳ Μυσοὶ δόσαν αγλαὰ δῶρα

279ἵππους δὲ Πριάμῳ ὕπαγον ζυγόν, οὓς γεραιὸς
280αυτὸς έχων ατίταλλεν εϋξέστῃ επὶ φάτνῃ

281τὼ μὲν ζευγνύσθην εν δώμασιν ὑψηλοῖσι
282κῆρυξ καὶ Πρίαμος πυκινὰ φρεσὶ μήδἐ έχοντες·

283αγχίμολον δέ σφ̓ ῆλθ̓ Ἑκάβη τετιηότι θυμῷ
284οῖνον έχουσ̓ εν χειρὶ μελίφρονα δεξιτερῆφι
285χρυσέῳ εν δέπαϊ, όφρα λείψαντε κιοίτην

286στῆ δ̓ ἵππων προπάροιθεν έπος τ̓ έφατ̓ έκ τ̓ ονόμαζε

287τῆ σπεῖσον Διὶ πατρί, καὶ εύχεο οίκαδ̓ ἱκέσθαι
288ὰψ εκ δυσμενέων ανδρῶν, επεὶ ὰρ σέ γε θυμὸς
289οτρύνει επὶ νῆας εμεῖο μὲν ουκ εθελούσης.

290αλλ̓ εύχεο σύ γ̓ έπειτα κελαινεφέϊ Κρονίωνι
291Ιδαίῳ, ὅς τε Τροίην κατὰ πᾶσαν ὁρᾶται,
292αίτει δ̓ οιωνὸν ταχὺν άγγελον, ὅς τέ οἱ αυτῷ
293φίλτατος οιωνῶν, καί εὑ κράτος εστὶ μέγιστον,
294δεξιόν, όφρά μιν αυτὸς εν οφθαλμοῖσι νοήσας
295τῷ πίσυνος επὶ νῆας ίῃς Δαναῶν ταχυπώλων.

296ει δέ τοι ου δώσει ἑὸν άγγελον ευρύοπα Ζεύς,
297ουκ ὰν έγωγέ σ̓ έπειτα εποτρύνουσα κελοίμην
298νῆας επ̓ Αργείων ιέναι μάλα περ μεμαῶτα

299τὴν δ̓ απαμειβόμενος προσέφη Πρίαμος θεοειδής

300 γύναι ου μέν τοι τόδ̓ εφιεμένῃ απιθήσω

301εσθλὸν γὰρ Διὶ χεῖρας ανασχέμεν αί κ̓ ελεήσῃ.

302 ῥα καὶ αμφίπολον ταμίην ότρυν̓ γεραιὸς
303χερσὶν ὕδωρ επιχεῦαι ακήρατον
δὲ παρέστη
304χέρνιβον αμφίπολος πρόχοόν θ̓ ἅμα χερσὶν έχουσα

305νιψάμενος δὲ κύπελλον εδέξατο ἧς αλόχοιο

306εύχετ̓ έπειτα στὰς μέσῳ ἕρκεϊ, λεῖβε δὲ οῖνον
307ουρανὸν εισανιδών, καὶ φωνήσας έπος ηύδα

308Ζεῦ πάτερ Ίδηθεν μεδέων κύδιστε μέγιστε
309δός μ̓ ες Αχιλλῆος φίλον ελθεῖν ηδ̓ ελεεινόν,
310πέμψον δ̓ οιωνὸν ταχὺν άγγελον, ὅς τε σοὶ αυτῷ
311φίλτατος οιωνῶν, καί εὑ κράτος εστὶ μέγιστον,
312δεξιόν, όφρά μιν αυτὸς εν οφθαλμοῖσι νοήσας
313τῷ πίσυνος επὶ νῆας ίω Δαναῶν ταχυπώλων.

314ὣς έφατ̓ ευχόμενος, τοῦ δ̓ έκλυε μητίετα Ζεὺς
315αυτίκα δ̓ αιετὸν ἧκε τελειότατον πετεηνῶν
316μόρφνον θηρητῆῤ ὃν καὶ περκνὸν καλέουσιν.

317ὅσση δ̓ ὑψορόφοιο θύρη θαλάμοιο τέτυκται
318ανέρος αφνειοῖο εῢ κληῗσ̓ αραρυῖα,
319τόσσ̓ άρα τοῦ ἑκάτερθεν έσαν πτερά
είσατο δέ σφι
320δεξιὸς αΐξας διὰ άστεος
οἳ δὲ ιδόντες
321γήθησαν, καὶ πᾶσιν ενὶ φρεσὶ θυμὸς ιάνθη

322σπερχόμενος δ̓ γεραιὸς ἑοῦ επεβήσετο δίφρου,
323εκ δ̓ έλασε προθύροιο καὶ αιθούσης εριδούπου

324πρόσθε μὲν ἡμίονοι ἕλκον τετράκυκλον απήνην,
325τὰς Ιδαῖος έλαυνε δαΐφρων
αυτὰρ όπισθεν
326ἵπποι, τοὺς γέρων εφέπων μάστιγι κέλευε
327καρπαλίμως κατὰ άστυ·
φίλοι δ̓ ἅμα πάντες ἕποντο
328πόλλ̓ ολοφυρόμενοι ὡς ει θάνατον δὲ κιόντα.

329οἳ δ̓ επεὶ οῦν πόλιος κατέβαν, πεδίον δ̓ αφίκοντο,
330οἳ μὲν άῤ άψορροι προτὶ Ίλιον απονέοντο
331παῖδες καὶ γαμβροί, τὼ δ̓ ου λάθον ευρύοπα Ζῆν
332ες πεδίον προφανέντε·
ιδὼν δ̓ ελέησε γέροντα,
333αῖψα δ̓ άῤ Ἑρμείαν υἱὸν φίλον αντίον ηύδα·

334Ἑρμεία, σοὶ γάρ τε μάλιστά γε φίλτατόν εστιν
335ανδρὶ ἑταιρίσσαι, καί τ̓ έκλυες κ̓ εθέλῃσθα,
336βάσκ̓ ίθι καὶ Πρίαμον κοίλας επὶ νῆας Αχαιῶν
337ὣς άγαγ̓, ὡς μήτ̓ άρ τις ίδῃ μήτ̓ άρ τε νοήσῃ
338τῶν άλλων Δαναῶν, πρὶν Πηλεΐωνα δ̓ ἱκέσθαι.

339ὣς έφατ̓, ου δ̓ απίθησε διάκτορος αργεϊφόντης.

340αυτίκ̓ έπειθ̓ ὑπὸ ποσσὶν εδήσατο καλὰ πέδιλα
341αμβρόσια χρύσεια, τά μιν φέρον ημὲν εφ̓ ὑγρὴν
342ηδ̓ επ̓ απείρονα γαῖαν ἅμα πνοιῇς ανέμοιο

343εἵλετο δὲ ῥάβδον, τῇ τ̓ ανδρῶν όμματα θέλγει
344ὧν εθέλει, τοὺς δ̓ αῦτε καὶ ὑπνώοντας εγείρει·

345τὴν μετὰ χερσὶν έχων πέτετο κρατὺς αργεϊφόντης

346αῖψα δ̓ άρα Τροίην τε καὶ Ἑλλήσποντον ἵκανε,
347βῆ δ̓ ιέναι κούρῳ αισυμνητῆρι εοικὼς
348πρῶτον ὑπηνήτῃ, τοῦ περ χαριεστάτη ἥβη.

349οἳ δ̓ επεὶ οῦν μέγα σῆμα παρὲξ Ίλοιο έλασσαν,
350στῆσαν άῤ ἡμιόνους τε καὶ ἵππους όφρα πίοιεν
351εν ποταμῷ
δὴ γὰρ καὶ επὶ κνέφας ήλυθε γαῖαν
352τὸν δ̓ εξ αγχιμόλοιο ιδὼν εφράσσατο κῆρυξ
353Ἑρμείαν, ποτὶ δὲ Πρίαμον φάτο φώνησέν τε

354φράζεο Δαρδανίδη
φραδέος νόου έργα τέτυκται
355άνδῤ ὁρόω, τάχα δ̓ άμμε διαρραίσεσθαι οΐω

356αλλ̓ άγε δὴ φεύγωμεν εφ̓ ἵππων, ή μιν έπειτα
357γούνων ἁψάμενοι λιτανεύσομεν αί κ̓ ελεήσῃ

358ὣς φάτο, σὺν δὲ γέροντι νόος χύτο, δείδιε δ̓ αινῶς,
359ορθαὶ δὲ τρίχες έσταν ενὶ γναμπτοῖσι μέλεσσι,
360στῆ δὲ ταφών
αυτὸς δ̓ εριούνιος εγγύθεν ελθὼν
361χεῖρα γέροντος ἑλὼν εξείρετο καὶ προσέειπε

362πῇ πάτερ ῶδ̓ ἵππους τε καὶ ἡμιόνους ιθύνεις
363νύκτα δἰ αμβροσίην, ὅτε θ̓ εὕδουσι βροτοὶ άλλοι

364ου δὲ σύ γ̓ έδεισας μένεα πνείοντας Αχαιούς,
365οἵ τοι δυσμενέες καὶ ανάρσιοι εγγὺς έασι

366τῶν εί τίς σε ίδοιτο θοὴν διὰ νύκτα μέλαιναν
367τοσσάδ̓ ονείατ̓ άγοντα, τίς ὰν δή τοι νόος είη

368ού τ̓ αυτὸς νέος εσσί, γέρων δέ τοι οὗτος οπηδεῖ,
369άνδῤ απαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ

370αλλ̓ εγὼ ουδέν σε ῥέξω κακά, καὶ δέ κεν άλλον
371σεῦ απαλεξήσαιμι
φίλῳ δέ σε πατρὶ εΐσκω
372τὸν δ̓ ημείβετ̓ έπειτα γέρων Πρίαμος θεοειδής

373οὕτω πῃ τάδε γ̓ εστὶ φίλον τέκος ὡς αγορεύεις

374αλλ̓ έτι τις καὶ εμεῖο θεῶν ὑπερέσχεθε χεῖρα,
375ὅς μοι τοιόνδ̓ ἧκεν ὁδοιπόρον αντιβολῆσαι
376αίσιον, οἷος δὴ σὺ δέμας καὶ εῖδος αγητός,
377πέπνυσαί τε νόῳ, μακάρων δ̓ έξεσσι τοκήων.

378τὸν δ̓ αῦτε προσέειπε διάκτορος αργεϊφόντης·

379ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν έειπες

380αλλ̓ άγε μοι τόδε ειπὲ καὶ ατρεκέως κατάλεξον,
381ηέ πῃ εκπέμπεις κειμήλια πολλὰ καὶ εσθλὰ
382άνδρας ες αλλοδαποὺς ἵνα περ τάδε τοι σόα μίμνῃ,
383 ήδη πάντες καταλείπετε Ίλιον ἱρὴν
384δειδιότες·
τοῖος γὰρ ανὴρ ώριστος όλωλε
385σὸς πάϊς·
ου μὲν γάρ τι μάχης επιδεύετ̓ Αχαιῶν
386τὸν δ̓ ημείβετ̓ έπειτα γέρων Πρίαμος θεοειδής

387τίς δὲ σύ εσσι φέριστε τέων δ̓ έξεσσι τοκήων

388ὥς μοι καλὰ τὸν οῖτον απότμου παιδὸς ένισπες

389τὸν δ̓ αῦτε προσέειπε διάκτορος αργεϊφόντης·

390πειρᾷ εμεῖο γεραιὲ καὶ είρεαι Ἕκτορα δῖον

391τὸν μὲν εγὼ μάλα πολλὰ μάχῃ ένι κυδιανείρῃ
392οφθαλμοῖσιν όπωπα, καὶ εῦτ̓ επὶ νηυσὶν ελάσσας
393Αργείους κτείνεσκε δαΐζων οξέϊ χαλκῷ

394ἡμεῖς δ̓ ἑσταότες θαυμάζομεν
ου γὰρ Αχιλλεὺς
395εία μάρνασθαι κεχολωμένος Ατρεΐωνι

396τοῦ γὰρ εγὼ θεράπων, μία δ̓ ήγαγε νηῦς ευεργής·

397Μυρμιδόνων δ̓ έξειμι, πατὴρ δέ μοί εστι Πολύκτωρ

398αφνειὸς μὲν γ̓ εστί, γέρων δὲ δὴ ὡς σύ περ ὧδε,
399ἓξ δέ οἱ υἷες έασιν, εγὼ δέ οἱ ἕβδομός ειμι·

400τῶν μέτα παλλόμενος κλήρῳ λάχον ενθάδ̓ ἕπεσθαι

401νῦν δ̓ ῆλθον πεδίον δ̓ απὸ νηῶν
ηῶθεν γὰρ
402θήσονται περὶ άστυ μάχην ἑλίκωπες Αχαιοί

403ασχαλόωσι γὰρ οἵδε καθήμενοι, ου δὲ δύνανται
404ίσχειν εσσυμένους πολέμου βασιλῆες Αχαιῶν

405τὸν δ̓ ημείβετ̓ έπειτα γέρων Πρίαμος θεοειδής

406ει μὲν δὴ θεράπων Πηληϊάδεω Αχιλῆος
407είς, άγε δή μοι πᾶσαν αληθείην κατάλεξον,
408 έτι πὰρ νήεσσιν εμὸς πάϊς, ῆέ μιν ήδη
409ᾗσι κυσὶν μελεϊστὶ ταμὼν προύθηκεν Αχιλλεύς.

410τὸν δ̓ αῦτε προσέειπε διάκτορος αργεϊφόντης·

411 γέρον ού πω τόν γε κύνες φάγον ου δ̓ οιωνοί,
412αλλ̓ έτι κεῖνος κεῖται Αχιλλῆος παρὰ νηῒ
413αύτως εν κλισίῃσι
δυωδεκάτη δέ οἱ ηὼς
414κειμένῳ, ου δέ τί οἱ χρὼς σήπεται, ου δέ μιν ευλαὶ
415έσθουσ̓, αἵ ῥά τε φῶτας αρηϊφάτους κατέδουσιν.

416 μέν μιν περὶ σῆμα ἑοῦ ἑτάροιο φίλοιο
417ἕλκει ακηδέστως ηὼς ὅτε δῖα φανήῃ,
418ου δέ μιν αισχύνει
θηοῖό κεν αυτὸς επελθὼν
419οἷον εερσήεις κεῖται, περὶ δ̓ αἷμα νένιπται,
420ου δέ ποθι μιαρός·
σὺν δ̓ ἕλκεα πάντα μέμυκεν
421όσσ̓ ετύπη
πολέες γὰρ εν αυτῷ χαλκὸν έλασσαν
422ὥς τοι κήδονται μάκαρες θεοὶ υἷος ἑῆος
423καὶ νέκυός περ εόντος, επεί σφι φίλος περὶ κῆρι.

424ὣς φάτο, γήθησεν δ̓ γέρων, καὶ αμείβετο μύθῳ

425 τέκος, ῥ̓ αγαθὸν καὶ εναίσιμα δῶρα διδοῦναι
426αθανάτοις, επεὶ ού ποτ̓ εμὸς πάϊς, εί ποτ̓ έην γε,
427λήθετ̓ ενὶ μεγάροισι θεῶν οἳ Όλυμπον έχουσι·

428τώ οἱ απεμνήσαντο καὶ εν θανάτοιό περ αίσῃ

429αλλ̓ άγε δὴ τόδε δέξαι εμεῦ πάρα καλὸν άλεισον,
430αυτόν τε ῥῦσαι, πέμψον δέ με σύν γε θεοῖσιν,
431όφρά κεν ες κλισίην Πηληϊάδεω αφίκωμαι

432τὸν δ̓ αῦτε προσέειπε διάκτορος αργεϊφόντης·

433πειρᾷ εμεῖο γεραιὲ νεωτέρου, ου δέ με πείσεις,
434ὅς με κέλῃ σέο δῶρα παρὲξ Αχιλῆα δέχεσθαι.

435τὸν μὲν εγὼ δείδοικα καὶ αιδέομαι περὶ κῆρι
436συλεύειν, μή μοί τι κακὸν μετόπισθε γένηται

437σοὶ δ̓ ὰν εγὼ πομπὸς καί κε κλυτὸν Άργος ἱκοίμην,
438ενδυκέως εν νηῒ θοῇ πεζὸς ὁμαρτέων

439ουκ άν τίς τοι πομπὸν ονοσσάμενος μαχέσαιτο

440 καὶ αναΐξας εριούνιος ἅρμα καὶ ἵππους
441καρπαλίμως μάστιγα καὶ ἡνία λάζετο χερσίν,
442εν δ̓ έπνευσ̓ ἵπποισι καὶ ἡμιόνοις μένος ηΰ

443αλλ̓ ὅτε δὴ πύργους τε νεῶν καὶ τάφρον ἵκοντο,
444οἳ δὲ νέον περὶ δόρπα φυλακτῆρες πονέοντο,
445τοῖσι δ̓ εφ̓ ὕπνον έχευε διάκτορος αργεϊφόντης
446πᾶσιν, άφαρ δ̓ ώϊξε πύλας καὶ απῶσεν οχῆας,
447ες δ̓ άγαγε Πρίαμόν τε καὶ αγλαὰ δῶῤ επ̓ απήνης.

448αλλ̓ ὅτε δὴ κλισίην Πηληϊάδεω αφίκοντο
449ὑψηλήν, τὴν Μυρμιδόνες ποίησαν άνακτι
450δοῦῤ ελάτης κέρσαντες·
ατὰρ καθύπερθεν έρεψαν
451λαχνήεντ̓ όροφον λειμωνόθεν αμήσαντες

452αμφὶ δέ οἱ μεγάλην αυλὴν ποίησαν άνακτι
453σταυροῖσιν πυκινοῖσι·
θύρην δ̓ έχε μοῦνος επιβλὴς
454ειλάτινος, τὸν τρεῖς μὲν επιρρήσσεσκον Αχαιοί,
455τρεῖς δ̓ αναοίγεσκον μεγάλην κληῗδα θυράων
456τῶν άλλων·
Αχιλεὺς δ̓ άῤ επιρρήσσεσκε καὶ οῖος
457δή ῥα τόθ̓ Ἑρμείας εριούνιος ῷξε γέροντι,
458ες δ̓ άγαγε κλυτὰ δῶρα ποδώκεϊ Πηλεΐωνι,
459εξ ἵππων δ̓ απέβαινεν επὶ χθόνα φώνησέν τε

460 γέρον ήτοι εγὼ θεὸς άμβροτος ειλήλουθα
461Ἑρμείας·
σοὶ γάρ με πατὴρ ἅμα πομπὸν όπασσεν
462αλλ̓ ήτοι μὲν εγὼ πάλιν είσομαι, ου δ̓ Αχιλῆος
463οφθαλμοὺς είσειμι
νεμεσσητὸν δέ κεν είη
464αθάνατον θεὸν ὧδε βροτοὺς αγαπαζέμεν άντην

465τύνη δ̓ εισελθὼν λαβὲ γούνατα Πηλεΐωνος,
466καί μιν ὑπὲρ πατρὸς καὶ μητέρος ηϋκόμοιο
467λίσσεο καὶ τέκεος, ἵνα οἱ σὺν θυμὸν ορίνῃς

468ὣς άρα φωνήσας απέβη πρὸς μακρὸν Όλυμπον
469Ἑρμείας
Πρίαμος δ̓ εξ ἵππων ᾶλτο χαμᾶζε,
470Ιδαῖον δὲ κατ̓ αῦθι λίπεν
δὲ μίμνεν ερύκων
471ἵππους ἡμιόνους τε
γέρων δ̓ ιθὺς κίεν οίκου,
472τῇ ῥ̓ Αχιλεὺς ἵζεσκε Διῒ φίλος
εν δέ μιν αυτὸν
473εῦῤ, ἕταροι δ̓ απάνευθε καθήατο
τὼ δὲ δύ̓ οίω
474ἥρως Αυτομέδων τε καὶ Άλκιμος όζος Άρηος
475ποίπνυον παρεόντε·
νέον δ̓ απέληγεν εδωδῆς
476έσθων καὶ πίνων
έτι καὶ παρέκειτο τράπεζα
477τοὺς δ̓ έλαθ̓ εισελθὼν Πρίαμος μέγας, άγχι δ̓ άρα στὰς
478χερσὶν Αχιλλῆος λάβε γούνατα καὶ κύσε χεῖρας
479δεινὰς ανδροφόνους, αἵ οἱ πολέας κτάνον υἷας

480ὡς δ̓ ότ̓ ὰν άνδῤ άτη πυκινὴ λάβῃ, ὅς τ̓ ενὶ πάτρῃ
481φῶτα κατακτείνας άλλων εξίκετο δῆμον
482ανδρὸς ες αφνειοῦ, θάμβος δ̓ έχει εισορόωντας,
483ὣς Αχιλεὺς θάμβησεν ιδὼν Πρίαμον θεοειδέα·

484θάμβησαν δὲ καὶ άλλοι, ες αλλήλους δὲ ίδοντο

485τὸν καὶ λισσόμενος Πρίαμος πρὸς μῦθον έειπε

486μνῆσαι πατρὸς σοῖο θεοῖς επιείκελ̓ Αχιλλεῦ,
487τηλίκου ὥς περ εγών, ολοῷ επὶ γήραος ουδῷ·

488καὶ μέν που κεῖνον περιναιέται αμφὶς εόντες
489τείρουσ̓, ου δέ τίς εστιν αρὴν καὶ λοιγὸν αμῦναι

490αλλ̓ ήτοι κεῖνός γε σέθεν ζώοντος ακούων
491χαίρει τ̓ εν θυμῷ, επί τ̓ έλπεται ήματα πάντα
492όψεσθαι φίλον υἱὸν απὸ Τροίηθεν ιόντα

493αυτὰρ εγὼ πανάποτμος, επεὶ τέκον υἷας αρίστους
494Τροίῃ εν ευρείῃ, τῶν δ̓ ού τινά φημι λελεῖφθαι.

495πεντήκοντά μοι ῆσαν ότ̓ ήλυθον υἷες Αχαιῶν

496εννεακαίδεκα μέν μοι ιῆς εκ νηδύος ῆσαν,
497τοὺς δ̓ άλλους μοι έτικτον ενὶ μεγάροισι γυναῖκες

498τῶν μὲν πολλῶν θοῦρος Άρης ὑπὸ γούνατ̓ έλυσεν

499ὃς δέ μοι οῖος έην, είρυτο δὲ άστυ καὶ αυτούς,
500τὸν σὺ πρῴην κτεῖνας αμυνόμενον περὶ πάτρης
501Ἕκτορα·
τοῦ νῦν είνεχ̓ ἱκάνω νῆας Αχαιῶν
502λυσόμενος παρὰ σεῖο, φέρω δ̓ απερείσἰ άποινα

503αλλ̓ αιδεῖο θεοὺς Αχιλεῦ, αυτόν τ̓ ελέησον
504μνησάμενος σοῦ πατρός
εγὼ δ̓ ελεεινότερός περ,
505έτλην δ̓ οῖ ού πώ τις επιχθόνιος βροτὸς άλλος,
506ανδρὸς παιδοφόνοιο ποτὶ στόμα χεῖῤ ορέγεσθαι.

507ὣς φάτο, τῷ δ̓ άρα πατρὸς υφ̓ ἵμερον ῶρσε γόοιο

508ἁψάμενος δ̓ άρα χειρὸς απώσατο ῆκα γέροντα

509τὼ δὲ μνησαμένω μὲν Ἕκτορος ανδροφόνοιο
510κλαῖ̓ ἁδινὰ προπάροιθε ποδῶν Αχιλῆος ελυσθείς,
511αυτὰρ Αχιλλεὺς κλαῖεν ἑὸν πατέῤ, άλλοτε δ̓ αῦτε
512Πάτροκλον·
τῶν δὲ στοναχὴ κατὰ δώματ̓ ορώρει
513αυτὰρ επεί ῥα γόοιο τετάρπετο δῖος Αχιλλεύς,
514καί οἱ απὸ πραπίδων ῆλθ̓ ἵμερος ηδ̓ απὸ γυίων,
515αυτίκ̓ απὸ θρόνου ῶρτο, γέροντα δὲ χειρὸς ανίστη
516οικτίρων πολιόν τε κάρη πολιόν τε γένειον,
517καί μιν φωνήσας έπεα πτερόεντα προσηύδα

518 δείλ̓, δὴ πολλὰ κάκ̓ άνσχεο σὸν κατὰ θυμόν

519πῶς έτλης επὶ νῆας Αχαιῶν ελθέμεν οῖος
520ανδρὸς ες οφθαλμοὺς ὅς τοι πολέας τε καὶ εσθλοὺς
521υἱέας εξενάριξα;
σιδήρειόν νύ τοι ῆτορ.
522αλλ̓ άγε δὴ κατ̓ άῤ ἕζευ επὶ θρόνου, άλγεα δ̓ έμπης
523εν θυμῷ κατακεῖσθαι εάσομεν αχνύμενοί περ

524ου γάρ τις πρῆξις πέλεται κρυεροῖο γόοιο

525ὡς γὰρ επεκλώσαντο θεοὶ δειλοῖσι βροτοῖσι
526ζώειν αχνυμένοις
αυτοὶ δέ τ̓ ακηδέες εισί
527δοιοὶ γάρ τε πίθοι κατακείαται εν Διὸς ούδει
528δώρων οἷα δίδωσι κακῶν, ἕτερος δὲ ἑάων·

529 μέν κ̓ αμμίξας δώῃ Ζεὺς τερπικέραυνος,
530άλλοτε μέν τε κακῷ γε κύρεται, άλλοτε δ̓ εσθλῷ·

531 δέ κε τῶν λυγρῶν δώῃ, λωβητὸν έθηκε,
532καί κακὴ βούβρωστις επὶ χθόνα δῖαν ελαύνει,
533φοιτᾷ δ̓ ού τε θεοῖσι τετιμένος ού τε βροτοῖσιν.

534ὣς μὲν καὶ Πηλῆϊ θεοὶ δόσαν αγλαὰ δῶρα
535εκ γενετῆς
πάντας γὰρ επ̓ ανθρώπους εκέκαστο
536όλβῳ τε πλούτῳ τε, άνασσε δὲ Μυρμιδόνεσσι,
537καί οἱ θνητῷ εόντι θεὰν ποίησαν άκοιτιν

538αλλ̓ επὶ καὶ τῷ θῆκε θεὸς κακόν, ὅττί οἱ ού τι
539παίδων εν μεγάροισι γονὴ γένετο κρειόντων,
540αλλ̓ ἕνα παῖδα τέκεν παναώριον
ου δέ νυ τόν γε
541γηράσκοντα κομίζω, επεὶ μάλα τηλόθι πάτρης
542ἧμαι ενὶ Τροίῃ, σέ τε κήδων ηδὲ σὰ τέκνα

543καὶ σὲ γέρον τὸ πρὶν μὲν ακούομεν όλβιον εῖναι

544ὅσσον Λέσβος άνω Μάκαρος ἕδος εντὸς εέργει
545καὶ Φρυγίη καθύπερθε καὶ Ἑλλήσποντος απείρων,
546τῶν σε γέρον πλούτῳ τε καὶ υἱάσι φασὶ κεκάσθαι.

547αυτὰρ επεί τοι πῆμα τόδ̓ ήγαγον Ουρανίωνες
548αιεί τοι περὶ άστυ μάχαι τ̓ ανδροκτασίαι τε.

549άνσχεο, μὴ δ̓ αλίαστον οδύρεο σὸν κατὰ θυμόν

550ου γάρ τι πρήξεις ακαχήμενος υἷος ἑῆος,
551ου δέ μιν ανστήσεις, πρὶν καὶ κακὸν άλλο πάθῃσθα

552τὸν δ̓ ημείβετ̓ έπειτα γέρων Πρίαμος θεοειδής

553μή πω μ̓ ες θρόνον ἵζε διοτρεφὲς όφρά κεν Ἕκτωρ
554κεῖται ενὶ κλισίῃσιν ακηδής, αλλὰ τάχιστα
555λῦσον ίν̓ οφθαλμοῖσιν ίδω
σὺ δὲ δέξαι άποινα
556πολλά, τά τοι φέρομεν
σὺ δὲ τῶνδ̓ απόναιο, καὶ έλθοις
557σὴν ες πατρίδα γαῖαν, επεί με πρῶτον έασας
558αυτόν τε ζώειν καὶ ὁρᾶν φάος ηελίοιο

559τὸν δ̓ άῤ ὑπόδρα ιδὼν προσέφη πόδας ωκὺς Αχιλλεύς

560μηκέτι νῦν μ̓ ερέθιζε γέρον
νοέω δὲ καὶ αυτὸς
561Ἕκτορά τοι λῦσαι, Διόθεν δέ μοι άγγελος ῆλθε
562μήτηρ, μ̓ έτεκεν, θυγάτηρ ἁλίοιο γέροντος

563καὶ δέ σε γιγνώσκω Πρίαμε φρεσίν, ου δέ με λήθεις,
564ὅττι θεῶν τίς σ̓ ῆγε θοὰς επὶ νῆας Αχαιῶν

565ου γάρ κε τλαίη βροτὸς ελθέμεν, ου δὲ μάλ̓ ἡβῶν,
566ες στρατόν
ου δὲ γὰρ ὰν φυλάκους λάθοι, ου δέ κ̓ οχῆα
567ῥεῖα μετοχλίσσειε θυράων ἡμετεράων

568τὼ νῦν μή μοι μᾶλλον εν άλγεσι θυμὸν ορίνῃς,
569μή σε γέρον ου δ̓ αυτὸν ενὶ κλισίῃσιν εάσω
570καὶ ἱκέτην περ εόντα, Διὸς δ̓ αλίτωμαι εφετμάς

571ὣς έφατ̓, έδεισεν δ̓ γέρων καὶ επείθετο μύθῳ

572Πηλεΐδης δ̓ οίκοιο λέων ὣς ᾶλτο θύραζε
573ουκ οῖος, ἅμα τῷ γε δύω θεράποντες ἕποντο
574ἥρως Αυτομέδων ηδ̓ Άλκιμος, οὕς ῥα μάλιστα
575τῖ̓ Αχιλεὺς ἑτάρων μετὰ Πάτροκλόν γε θανόντα,
576οἳ τόθ̓ ὑπὸ ζυγόφιν λύον ἵππους ἡμιόνους τε,
577ες δ̓ άγαγον κήρυκα καλήτορα τοῖο γέροντος,
578κὰδ δ̓ επὶ δίφρου εἷσαν·
εϋξέστου δ̓ απ̓ απήνης
579ᾕρεον Ἑκτορέης κεφαλῆς απερείσἰ άποινα

580κὰδ δ̓ έλιπον δύο φάρἐ εΰννητόν τε χιτῶνα,
581όφρα νέκυν πυκάσας δοίη οῖκον δὲ φέρεσθαι

582δμῳὰς δ̓ εκκαλέσας λοῦσαι κέλετ̓ αμφί τ̓ αλεῖψαι
583νόσφιν αειράσας, ὡς μὴ Πρίαμος ίδοι υἱόν,
584μὴ μὲν αχνυμένῃ κραδίῃ χόλον ουκ ερύσαιτο
585παῖδα ιδών, Αχιλῆϊ δ̓ ορινθείη φίλον ῆτορ,
586καί κατακτείνειε, Διὸς δ̓ αλίτηται εφετμάς

587τὸν δ̓ επεὶ οῦν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ελαίῳ,
588αμφὶ δέ μιν φᾶρος καλὸν βάλον ηδὲ χιτῶνα,
589αυτὸς τόν γ̓ Αχιλεὺς λεχέων επέθηκεν αείρας,
590σὺν δ̓ ἕταροι ήειραν εϋξέστην επ̓ απήνην

591ῴμωξέν τ̓ άῤ έπειτα, φίλον δ̓ ονόμηνεν ἑταῖρον

592μή μοι Πάτροκλε σκυδμαινέμεν, αί κε πύθηαι
593ειν Άϊδός περ εὼν ὅτι Ἕκτορα δῖον έλυσα
594πατρὶ φίλῳ, επεὶ ού μοι αεικέα δῶκεν άποινα.

595σοὶ δ̓ αῦ εγὼ καὶ τῶνδ̓ αποδάσσομαι όσσ̓ επέοικεν

596 ῥα, καὶ ες κλισίην πάλιν ήϊε δῖος Αχιλλεύς,
597ἕζετο δ̓ εν κλισμῷ πολυδαιδάλῳ ένθεν ανέστη
598τοίχου τοῦ ἑτέρου, ποτὶ δὲ Πρίαμον φάτο μῦθον

599υἱὸς μὲν δή τοι λέλυται γέρον ὡς εκέλευες,
600κεῖται δ̓ εν λεχέεσσ̓
ἅμα δ̓ ηοῖ φαινομένηφιν
601όψεαι αυτὸς άγων
νῦν δὲ μνησώμεθα δόρπου
602καὶ γάρ τ̓ ηΰκομος Νιόβη εμνήσατο σίτου,
603τῇ περ δώδεκα παῖδες ενὶ μεγάροισιν όλοντο
604ἓξ μὲν θυγατέρες, ἓξ δ̓ υἱέες ἡβώοντες.

605τοὺς μὲν Απόλλων πέφνεν απ̓ αργυρέοιο βιοῖο
606χωόμενος Νιόβῃ, τὰς δ̓ Άρτεμις ιοχέαιρα,
607ούνεκ̓ άρα Λητοῖ ισάσκετο καλλιπαρῄῳ·

608φῆ δοιὼ τεκέειν, δ̓ αυτὴ γείνατο πολλούς

609τὼ δ̓ άρα καὶ δοιώ περ εόντ̓ απὸ πάντας όλεσσαν

610οἳ μὲν άῤ εννῆμαρ κέατ̓ εν φόνῳ, ου δέ τις ῆεν
611κατθάψαι, λαοὺς δὲ λίθους ποίησε Κρονίων

612τοὺς δ̓ άρα τῇ δεκάτῃ θάψαν θεοὶ Ουρανίωνες

613 δ̓ άρα σίτου μνήσατ̓, επεὶ κάμε δάκρυ χέουσα

614νῦν δέ που εν πέτρῃσιν εν ούρεσιν οιοπόλοισιν
615εν Σιπύλῳ, ὅθι φασὶ θεάων έμμεναι ευνὰς
616νυμφάων, αἵ τ̓ αμφ̓ Αχελώϊον ερρώσαντο,
617ένθα λίθος περ εοῦσα θεῶν εκ κήδεα πέσσει

618αλλ̓ άγε δὴ καὶ νῶϊ μεδώμεθα δῖε γεραιὲ
619σίτου
έπειτά κεν αῦτε φίλον παῖδα κλαίοισθα
620Ίλιον εισαγαγών
πολυδάκρυτος δέ τοι έσται
621 καὶ αναΐξας όϊν άργυφον ωκὺς Αχιλλεὺς
622σφάξ̓
ἕταροι δ̓ έδερόν τε καὶ άμφεπον εῦ κατὰ κόσμον,
623μίστυλλόν τ̓ άῤ επισταμένως πεῖράν τ̓ οβελοῖσιν,
624όπτησάν τε περιφραδέως, ερύσαντό τε πάντα

625Αυτομέδων δ̓ άρα σῖτον ἑλὼν επένειμε τραπέζῃ
626καλοῖς εν κανέοισιν
ατὰρ κρέα νεῖμεν Αχιλλεύς
627οἳ δ̓ επ̓ ονείαθ̓ ἑτοῖμα προκείμενα χεῖρας ίαλλον

628αυτὰρ επεὶ πόσιος καὶ εδητύος εξ έρον ἕντο,
629ήτοι Δαρδανίδης Πρίαμος θαύμαζ̓ Αχιλῆα
630ὅσσος έην οἷός τε
θεοῖσι γὰρ άντα εῴκει
631αυτὰρ Δαρδανίδην Πρίαμον θαύμαζεν Αχιλλεὺς
632εισορόων όψίν τ̓ αγαθὴν καὶ μῦθον ακούων

633αυτὰρ επεὶ τάρπησαν ες αλλήλους ὁρόωντες,
634τὸν πρότερος προσέειπε γέρων Πρίαμος θεοειδής

635λέξον νῦν με τάχιστα διοτρεφές, όφρα καὶ ήδη
636ὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντες

637ου γάρ πω μύσαν όσσε ὑπὸ βλεφάροισιν εμοῖσιν
638εξ οὗ σῇς ὑπὸ χερσὶν εμὸς πάϊς ώλεσε θυμόν,
639αλλ̓ αιεὶ στενάχω καὶ κήδεα μυρία πέσσω
640αυλῆς εν χόρτοισι κυλινδόμενος κατὰ κόπρον

641νῦν δὴ καὶ σίτου πασάμην καὶ αίθοπα οῖνον
642λαυκανίης καθέηκα
πάρος γε μὲν ού τι πεπάσμην
643 ῥ̓, Αχιλεὺς δ̓ ἑτάροισιν ιδὲ δμῳῇσι κέλευσε
644δέμνἰ υπ̓ αιθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ
645πορφύρἐ εμβαλέειν, στορέσαι τ̓ εφύπερθε τάπητας,
646χλαίνας τ̓ ενθέμεναι ούλας καθύπερθεν ἕσασθαι

647αἳ δ̓ ίσαν εκ μεγάροιο δάος μετὰ χερσὶν έχουσαι,
648αῖψα δ̓ άρα στόρεσαν δοιὼ λέχἐ εγκονέουσαι

649τὸν δ̓ επικερτομέων προσέφη πόδας ωκὺς Αχιλλεύς

650εκτὸς μὲν δὴ λέξο γέρον φίλε, μή τις Αχαιῶν
651ενθάδ̓ επέλθῃσιν βουληφόρος, οἵ τέ μοι αιεὶ
652βουλὰς βουλεύουσι παρήμενοι, θέμις εστί

653τῶν εί τίς σε ίδοιτο θοὴν διὰ νύκτα μέλαιναν,
654αυτίκ̓ ὰν εξείποι Αγαμέμνονι ποιμένι λαῶν,
655καί κεν ανάβλησις λύσιος νεκροῖο γένηται

656αλλ̓ άγε μοι τόδε ειπὲ καὶ ατρεκέως κατάλεξον,
657ποσσῆμαρ μέμονας κτερεϊζέμεν Ἕκτορα δῖον,
658όφρα τέως αυτός τε μένω καὶ λαὸν ερύκω

659τὸν δ̓ ημείβετ̓ έπειτα γέρων Πρίαμος θεοειδής

660ει μὲν δή μ̓ εθέλεις τελέσαι τάφον Ἕκτορι δίῳ,
661ὧδέ κέ μοι ῥέζων Αχιλεῦ κεχαρισμένα θείης

662οῖσθα γὰρ ὡς κατὰ άστυ εέλμεθα, τηλόθι δ̓ ὕλη
663αξέμεν εξ όρεος, μάλα δὲ Τρῶες δεδίασιν.

664εννῆμαρ μέν κ̓ αυτὸν ενὶ μεγάροις γοάοιμεν,
665τῇ δεκάτῃ δέ κε θάπτοιμεν δαινῦτό τε λαός,
666ἑνδεκάτῃ δέ κε τύμβον επ̓ αυτῷ ποιήσαιμεν,
667τῇ δὲ δυωδεκάτῃ πολεμίξομεν εί περ ανάγκη.

668τὸν δ̓ αῦτε προσέειπε ποδάρκης δῖος Αχιλλεύς

669έσται τοι καὶ ταῦτα γέρον Πρίαμ̓ ὡς σὺ κελεύεις

670σχήσω γὰρ πόλεμον τόσσον χρόνον ὅσσον άνωγας.

671ὣς άρα φωνήσας επὶ καρπῷ χεῖρα γέροντος
672έλλαβε δεξιτερήν, μή πως δείσεἰ ενὶ θυμῷ

673οἳ μὲν άῤ εν προδόμῳ δόμου αυτόθι κοιμήσαντο
674κῆρυξ καὶ Πρίαμος πυκινὰ φρεσὶ μήδἐ έχοντες,
675αυτὰρ Αχιλλεὺς εὗδε μυχῷ κλισίης εϋπήκτου·

676τῷ δὲ Βρισηῒς παρελέξατο καλλιπάρῃος

677άλλοι μέν ῥα θεοί τε καὶ ανέρες ἱπποκορυσταὶ
678εὗδον παννύχιοι μαλακῷ δεδμημένοι ὕπνῳ

679αλλ̓ ουχ Ἑρμείαν εριούνιον ὕπνος έμαρπτεν
680ορμαίνοντ̓ ανὰ θυμὸν ὅπως Πρίαμον βασιλῆα
681νηῶν εκπέμψειε λαθὼν ἱεροὺς πυλαωρούς

682στῆ δ̓ άῤ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον έειπεν

683 γέρον ού νύ τι σοί γε μέλει κακόν, οἷον έθ̓ εὕδεις
684ανδράσιν εν δηΐοισιν, επεί σ̓ είασεν Αχιλλεύς

685καὶ νῦν μὲν φίλον υἱὸν ελύσαο, πολλὰ δ̓ έδωκας

686σεῖο δέ κε ζωοῦ καὶ τρὶς τόσα δοῖεν άποινα
687παῖδες τοὶ μετόπισθε λελειμμένοι, αί κ̓ Αγαμέμνων
688γνώῃ σ̓ Ατρεΐδης, γνώωσι δὲ πάντες Αχαιοί

689ὣς έφατ̓, έδεισεν δ̓ γέρων, κήρυκα δ̓ ανίστη

690τοῖσιν δ̓ Ἑρμείας ζεῦξ̓ ἵππους ἡμιόνους τε,
691ῥίμφα δ̓ άῤ αυτὸς έλαυνε κατὰ στρατόν, ου δέ τις έγνω

692αλλ̓ ὅτε δὴ πόρον ἷξον εϋρρεῖος ποταμοῖο
693Ξάνθου δινήεντος, ὃν αθάνατος τέκετο Ζεύς,
694Ἑρμείας μὲν έπειτ̓ απέβη πρὸς μακρὸν Όλυμπον,
695Ηὼς δὲ κροκόπεπλος εκίδνατο πᾶσαν επ̓ αῖαν,
696οἳ δ̓ εις άστυ έλων οιμωγῇ τε στοναχῇ τε
697ἵππους, ἡμίονοι δὲ νέκυν φέρον.
ου δέ τις άλλος
698έγνω πρόσθ̓ ανδρῶν καλλιζώνων τε γυναικῶν,
699αλλ̓ άρα Κασσάνδρη ικέλη χρυσῇ Αφροδίτῃ
700Πέργαμον εισαναβᾶσα φίλον πατέῤ εισενόησεν
701εσταότ̓ εν δίφρῳ, κήρυκά τε αστυβοώτην

702τὸν δ̓ άῤ εφ̓ ἡμιόνων ίδε κείμενον εν λεχέεσσι

703κώκυσέν τ̓ άῤ έπειτα γέγωνέ τε πᾶν κατὰ άστυ

704όψεσθε Τρῶες καὶ Τρῳάδες Έκτοῤ ιόντες,
705εί ποτε καὶ ζώοντι μάχης εκνοστήσαντι
706χαίρετ̓, επεὶ μέγα χάρμα πόλει τ̓ ῆν παντί τε δήμῳ.

707ὣς έφατ̓, ου δέ τις αυτόθ̓ ενὶ πτόλεϊ λίπετ̓ ανὴρ
708ου δὲ γυνή·
πάντας γὰρ αάσχετον ἵκετο πένθος
709αγχοῦ δὲ ξύμβληντο πυλάων νεκρὸν άγοντι

710πρῶται τόν γ̓ άλοχός τε φίλη καὶ πότνια μήτηρ
711τιλλέσθην επ̓ άμαξαν εΰτροχον αΐξασαι
712ἁπτόμεναι κεφαλῆς
κλαίων δ̓ αμφίσταθ̓ ὅμιλος
713καί νύ κε δὴ πρόπαν ῆμαρ ες ηέλιον καταδύντα
714Ἕκτορα δάκρυ χέοντες οδύροντο πρὸ πυλάων,
715ει μὴ άῤ εκ δίφροιο γέρων λαοῖσι μετηύδα

716είξατέ μοι ουρεῦσι διελθέμεν
αυτὰρ έπειτα
717άσεσθε κλαυθμοῖο, επὴν αγάγωμι δόμον δέ

718ὣς έφαθ̓, οἳ δὲ διέστησαν καὶ εῖξαν απήνῃ

719οἳ δ̓ επεὶ εισάγαγον κλυτὰ δώματα, τὸν μὲν έπειτα
720τρητοῖς εν λεχέεσσι θέσαν, παρὰ δ̓ εἷσαν αοιδοὺς
721θρήνων εξάρχους, οἵ τε στονόεσσαν αοιδὴν
722οἳ μὲν άῤ εθρήνεον, επὶ δὲ στενάχοντο γυναῖκες.

723τῇσιν δ̓ Ανδρομάχη λευκώλενος ῆρχε γόοιο
724Ἕκτορος ανδροφόνοιο κάρη μετὰ χερσὶν έχουσα

725ᾶνερ απ̓ αιῶνος νέος ώλεο, κὰδ δέ με χήρην
726λείπεις εν μεγάροισι
πάϊς δ̓ έτι νήπιος αύτως
727ὃν τέκομεν σύ τ̓ εγώ τε δυσάμμοροι, ου δέ μιν οίω
728ἥβην ἵξεσθαι·
πρὶν γὰρ πόλις ἥδε κατ̓ άκρης
729πέρσεται
γὰρ όλωλας επίσκοπος, ὅς τέ μιν αυτὴν
730ῥύσκευ, έχες δ̓ αλόχους κεδνὰς καὶ νήπια τέκνα,
731αἳ δή τοι τάχα νηυσὶν οχήσονται γλαφυρῇσι,
732καὶ μὲν εγὼ μετὰ τῇσι·
σὺ δ̓ αῦ τέκος εμοὶ αυτῇ
733ἕψεαι, ένθά κεν έργα αεικέα εργάζοιο
734αθλεύων πρὸ άνακτος αμειλίχου, ή τις Αχαιῶν
735ῥίψει χειρὸς ἑλὼν απὸ πύργου λυγρὸν όλεθρον
736χωόμενος, δή που αδελφεὸν έκτανεν Ἕκτωρ
737 πατέῤ ηὲ καὶ υἱόν, επεὶ μάλα πολλοὶ Αχαιῶν
738Ἕκτορος εν παλάμῃσιν οδὰξ ἕλον άσπετον οῦδας

739ου γὰρ μείλιχος έσκε πατὴρ τεὸς εν δαῒ λυγρῇ

740τὼ καί μιν λαοὶ μὲν οδύρονται κατὰ άστυ,
741αρητὸν δὲ τοκεῦσι γόον καὶ πένθος έθηκας
742Ἕκτορ
εμοὶ δὲ μάλιστα λελείψεται άλγεα λυγρά
743ου γάρ μοι θνῄσκων λεχέων εκ χεῖρας όρεξας,
744ου δέ τί μοι εῖπες πυκινὸν έπος, οὗ τέ κεν αιεὶ
745μεμνῄμην νύκτάς τε καὶ ήματα δάκρυ χέουσα

746ὣς έφατο κλαίουσ̓, επὶ δὲ στενάχοντο γυναῖκες

747τῇσιν δ̓ αῦθ̓ Ἑκάβη ἁδινοῦ εξῆρχε γόοιο

748Ἕκτορ εμῷ θυμῷ πάντων πολὺ φίλτατε παίδων,
749 μέν μοι ζωός περ εὼν φίλος ῆσθα θεοῖσιν

750οἳ δ̓ άρα σεῦ κήδοντο καὶ εν θανάτοιό περ αίσῃ

751άλλους μὲν γὰρ παῖδας εμοὺς πόδας ωκὺς Αχιλλεὺς
752πέρνασχ̓ ὅν τιν̓ ἕλεσκε πέρην ἁλὸς ατρυγέτοιο,
753ες Σάμον ές τ̓ Ίμβρον καὶ Λῆμνον αμιχθαλόεσσαν

754σεῦ δ̓ επεὶ εξέλετο ψυχὴν ταναήκεϊ χαλκῷ,
755πολλὰ ῥυστάζεσκεν ἑοῦ περὶ σῆμ̓ ἑτάροιο
756Πατρόκλου, τὸν έπεφνες·
ανέστησεν δέ μιν ου δ̓ ὧς
757νῦν δέ μοι ἑρσήεις καὶ πρόσφατος εν μεγάροισι
758κεῖσαι, τῷ ίκελος ὅν τ̓ αργυρότοξος Απόλλων
759οἷς αγανοῖσι βέλεσσιν εποιχόμενος κατέπεφνεν

760ὣς έφατο κλαίουσα, γόον δ̓ αλίαστον όρινε

761τῇσι δ̓ έπειθ̓ Ἑλένη τριτάτη εξῆρχε γόοιο

762Ἕκτορ εμῷ θυμῷ δαέρων πολὺ φίλτατε πάντων,
763 μέν μοι πόσις εστὶν Αλέξανδρος θεοειδής,
764ὅς μ̓ άγαγε Τροίηνδ̓
ὡς πρὶν ώφελλον ολέσθαι
765ήδη γὰρ νῦν μοι τόδε εικοστὸν έτος εστὶν
766εξ οὗ κεῖθεν έβην καὶ εμῆς απελήλυθα πάτρης

767αλλ̓ ού πω σεῦ άκουσα κακὸν έπος ου δ̓ ασύφηλον

768αλλ̓ εί τίς με καὶ άλλος ενὶ μεγάροισιν ενίπτοι
769δαέρων γαλόων εινατέρων ευπέπλων,
770 ἑκυρή, ἑκυρὸς δὲ πατὴρ ὣς ήπιος αιεί,
771αλλὰ σὺ τὸν επέεσσι παραιφάμενος κατέρυκες
772σῇ τ̓ αγανοφροσύνῃ καὶ σοῖς αγανοῖς επέεσσι.

773τὼ σέ θ̓ ἅμα κλαίω καὶ έμ̓ άμμορον αχνυμένη κῆρ

774ου γάρ τίς μοι έτ̓ άλλος ενὶ Τροίῃ ευρείῃ
775ήπιος ου δὲ φίλος, πάντες δέ με πεφρίκασιν.

776ὣς έφατο κλαίουσ̓, επὶ δ̓ έστενε δῆμος απείρων

777λαοῖσιν δ̓ γέρων Πρίαμος μετὰ μῦθον έειπεν

778άξετε νῦν Τρῶες ξύλα άστυ δέ, μὴ δέ τι θυμῷ
779δείσητ̓ Αργείων πυκινὸν λόχον
γὰρ Αχιλλεὺς
780πέμπων μ̓ ῶδ̓ επέτελλε μελαινάων απὸ νηῶν
781μὴ πρὶν πημανέειν πρὶν δωδεκάτη μόλῃ ηώς.

782ὣς έφαθ̓, οἳ δ̓ υπ̓ αμάξῃσιν βόας ἡμιόνους τε
783ζεύγνυσαν, αῖψα δ̓ έπειτα πρὸ άστεος ηγερέθοντο

784εννῆμαρ μὲν τοί γε αγίνεον άσπετον ὕλην

785αλλ̓ ὅτε δὴ δεκάτη εφάνη φαεσίμβροτος ηώς,
786καὶ τότ̓ άῤ εξέφερον θρασὺν Ἕκτορα δάκρυ χέοντες,
787εν δὲ πυρῇ ὑπάτῃ νεκρὸν θέσαν, εν δ̓ έβαλον πῦρ

788ῆμος δ̓ ηριγένεια φάνη ῥοδοδάκτυλος Ηώς,
789τῆμος άῤ αμφὶ πυρὴν κλυτοῦ Ἕκτορος έγρετο λαός

790αυτὰρ επεί ῥ̓ ήγερθεν ὁμηγερέες τ̓ εγένοντο
791πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσαν αίθοπι οίνῳ
792πᾶσαν, ὁπόσσον επέσχε πυρὸς μένος
αυτὰρ έπειτα
793οστέα λευκὰ λέγοντο κασίγνητοί θ̓ ἕταροί τε
794μυρόμενοι, θαλερὸν δὲ κατείβετο δάκρυ παρειῶν

795καὶ τά γε χρυσείην ες λάρνακα θῆκαν ἑλόντες
796πορφυρέοις πέπλοισι καλύψαντες μαλακοῖσιν

797αῖψα δ̓ άῤ ες κοίλην κάπετον θέσαν, αυτὰρ ὕπερθε
798πυκνοῖσιν λάεσσι κατεστόρεσαν μεγάλοισι

799ῥίμφα δὲ σῆμ̓ έχεαν, περὶ δὲ σκοποὶ ἥατο πάντῃ,
800μὴ πρὶν εφορμηθεῖεν εϋκνήμιδες Αχαιοί

801χεύαντες δὲ τὸ σῆμα πάλιν κίον
αυτὰρ έπειτα
802εῦ συναγειρόμενοι δαίνυντ̓ ερικυδέα δαῖτα
803δώμασιν εν Πριάμοιο διοτρεφέος βασιλῆος

804ὣς οἵ γ̓ αμφίεπον τάφον Ἕκτορος ἱπποδάμοιο