Homer

Iliad    —    Ἰλιάς

Book 23

1ὣς οἳ μὲν στενάχοντο κατὰ πτόλιν αυτὰρ Αχαιοὶ
2επεὶ δὴ νῆάς τε καὶ Ἑλλήσποντον ἵκοντο,
3οἳ μὲν άῤ εσκίδναντο ἑὴν επὶ νῆα ἕκαστος,
4Μυρμιδόνας δ̓ ουκ εία αποσκίδνασθαι Αχιλλεύς,
5αλλ̓ γε οἷς ἑτάροισι φιλοπτολέμοισι μετηύδα

6Μυρμιδόνες ταχύπωλοι εμοὶ ερίηρες ἑταῖροι
7μὴ δή πω υπ̓ όχεσφι λυώμεθα μώνυχας ἵππους,
8αλλ̓ αυτοῖς ἵπποισι καὶ ἅρμασιν ᾶσσον ιόντες
9Πάτροκλον κλαίωμεν
γὰρ γέρας εστὶ θανόντων
10αυτὰρ επεί κ̓ ολοοῖο τεταρπώμεσθα γόοιο,
11ἵππους λυσάμενοι δορπήσομεν ενθάδε πάντες

12ὣς έφαθ̓, οἳ δ̓ ῴμωξαν αολλέες, ῆρχε δ̓ Αχιλλεύς

13οἳ δὲ τρὶς περὶ νεκρὸν εΰτριχας ήλασαν ἵππους
14μυρόμενοι
μετὰ δέ σφι Θέτις γόου ἵμερον ῶρσε
15δεύοντο ψάμαθοι, δεύοντο δὲ τεύχεα φωτῶν
16δάκρυσι
τοῖον γὰρ πόθεον μήστωρα φόβοιο
17τοῖσι δὲ Πηλεΐδης ἁδινοῦ εξῆρχε γόοιο
18χεῖρας επ̓ ανδροφόνους θέμενος στήθεσσιν ἑταίρου

19χαῖρέ μοι Πάτροκλε καὶ ειν Αΐδαο δόμοισι

20πάντα γὰρ ήδη τοι τελέω τὰ πάροιθεν ὑπέστην
21Ἕκτορα δεῦῤ ερύσας δώσειν κυσὶν ωμὰ δάσασθαι,
22δώδεκα δὲ προπάροιθε πυρῆς αποδειροτομήσειν
23Τρώων αγλαὰ τέκνα σέθεν κταμένοιο χολωθείς.

24 ῥα καὶ Ἕκτορα δῖον αεικέα μήδετο έργα
25πρηνέα πὰρ λεχέεσσι Μενοιτιάδαο τανύσσας
26εν κονίῃς
οἳ δ̓ έντἐ αφωπλίζοντο ἕκαστος
27χάλκεα μαρμαίροντα, λύον δ̓ ὑψηχέας ἵππους,
28κὰδ δ̓ ἷζον παρὰ νηῒ ποδώκεος Αιακίδαο
29μυρίοι
αυτὰρ τοῖσι τάφον μενοεικέα δαίνυ
30πολλοὶ μὲν βόες αργοὶ ορέχθεον αμφὶ σιδήρῳ
31σφαζόμενοι, πολλοὶ δ̓ όϊες καὶ μηκάδες αῖγες·

32πολλοὶ δ̓ αργιόδοντες ὕες θαλέθοντες αλοιφῇ
33εὑόμενοι τανύοντο διὰ φλογὸς Ἡφαίστοιο

34πάντῃ δ̓ αμφὶ νέκυν κοτυλήρυτον έρρεεν αἷμα

35αυτὰρ τόν γε άνακτα ποδώκεα Πηλεΐωνα
36εις Αγαμέμνονα δῖον άγον βασιλῆες Αχαιῶν
37σπουδῇ παρπεπιθόντες ἑταίρου χωόμενον κῆρ

38οἳ δ̓ ὅτε δὴ κλισίην Αγαμέμνονος ἷξον ιόντες,
39αυτίκα κηρύκεσσι λιγυφθόγγοισι κέλευσαν
40αμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν, ει πεπίθοιεν
41Πηλεΐδην λούσασθαι άπο βρότον αἱματόεντα

42αυτὰρ γ̓ ηρνεῖτο στερεῶς, επὶ δ̓ ὅρκον όμοσσεν

43ου μὰ Ζῆν̓, ὅς τίς τε θεῶν ὕπατος καὶ άριστος,
44ου θέμις εστὶ λοετρὰ καρήατος ᾶσσον ἱκέσθαι
45πρίν γ̓ ενὶ Πάτροκλον θέμεναι πυρὶ σῆμά τε χεῦαι
46κείρασθαί τε κόμην, επεὶ ού μ̓ έτι δεύτερον ὧδε
47ίξετ̓ άχος κραδίην όφρα ζωοῖσι μετείω.

48αλλ̓ ήτοι νῦν μὲν στυγερῇ πειθώμεθα δαιτί

49ηῶθεν δ̓ ότρυνον άναξ ανδρῶν Αγάμεμνον
50ὕλην τ̓ αξέμεναι παρά τε σχεῖν όσσ̓ επιεικὲς
51νεκρὸν έχοντα νέεσθαι ὑπὸ ζόφον ηερόεντα,
52όφῤ ήτοι τοῦτον μὲν επιφλέγῃ ακάματον πῦρ
53θᾶσσον απ̓ οφθαλμῶν, λαοὶ δ̓ επὶ έργα τράπωνται.

54ὣς έφαθ̓, οἳ δ̓ άρα τοῦ μάλα μὲν κλύον ηδὲ πίθοντο

55εσσυμένως δ̓ άρα δόρπον εφοπλίσσαντες ἕκαστοι
56δαίνυντ̓, ου δέ τι θυμὸς εδεύετο δαιτὸς εΐσης

57αυτὰρ επεὶ πόσιος καὶ εδητύος εξ έρον ἕντο,
58οἳ μὲν κακκείοντες έβαν κλισίην δὲ ἕκαστος,
59Πηλεΐδης δ̓ επὶ θινὶ πολυφλοίσβοιο θαλάσσης
60κεῖτο βαρὺ στενάχων πολέσιν μετὰ Μυρμιδόνεσσιν
61εν καθαρῷ, ὅθι κύματ̓ επ̓ ηϊόνος κλύζεσκον

62εῦτε τὸν ὕπνος έμαρπτε λύων μελεδήματα θυμοῦ
63νήδυμος αμφιχυθείς·
μάλα γὰρ κάμε φαίδιμα γυῖα
64Έκτοῤ επαΐσσων προτὶ Ίλιον ηνεμόεσσαν

65ῆλθε δ̓ επὶ ψυχὴ Πατροκλῆος δειλοῖο
66πάντ̓ αυτῷ μέγεθός τε καὶ όμματα κάλ̓ εϊκυῖα
67καὶ φωνήν, καὶ τοῖα περὶ χροῒ εἵματα ἕστο·

68στῆ δ̓ άῤ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον έειπεν

69εὕδεις, αυτὰρ εμεῖο λελασμένος έπλευ Αχιλλεῦ

70ου μέν μευ ζώοντος ακήδεις, αλλὰ θανόντος·

71θάπτέ με ὅττι τάχιστα πύλας Αΐδαο περήσω

72τῆλέ με είργουσι ψυχαὶ είδωλα καμόντων,
73ου δέ μέ πω μίσγεσθαι ὑπὲρ ποταμοῖο εῶσιν,
74αλλ̓ αύτως αλάλημαι αν̓ ευρυπυλὲς Άϊδος δῶ.

75καί μοι δὸς τὴν χεῖῤ
ολοφύρομαι, ου γὰρ έτ̓ αῦτις
76νίσομαι εξ Αΐδαο, επήν με πυρὸς λελάχητε

77ου μὲν γὰρ ζωοί γε φίλων απάνευθεν ἑταίρων
78βουλὰς ἑζόμενοι βουλεύσομεν, αλλ̓ εμὲ μὲν κὴρ
79αμφέχανε στυγερή, περ λάχε γιγνόμενόν περ

80καὶ δὲ σοὶ αυτῷ μοῖρα, θεοῖς επιείκελ̓ Αχιλλεῦ,
81τείχει ὕπο Τρώων ευηφενέων απολέσθαι.

82άλλο δέ τοι ερέω καὶ εφήσομαι αί κε πίθηαι

83μὴ εμὰ σῶν απάνευθε τιθήμεναι οστέ̓ Αχιλλεῦ,
84αλλ̓ ὁμοῦ ὡς ετράφημεν εν ὑμετέροισι δόμοισιν,
85εῦτέ με τυτθὸν εόντα Μενοίτιος εξ Οπόεντος
86ήγαγεν υμέτερόνδ̓ ανδροκτασίης ὕπο λυγρῆς,
87ήματι τῷ ὅτε παῖδα κατέκτανον Αμφιδάμαντος
88νήπιος ουκ εθέλων αμφ̓ αστραγάλοισι χολωθείς·

89ένθά με δεξάμενος εν δώμασιν ἱππότα Πηλεὺς
90έτραφέ τ̓ ενδυκέως καὶ σὸν θεράποντ̓ ονόμηνεν

91ὣς δὲ καὶ οστέα νῶϊν ὁμὴ σορὸς αμφικαλύπτοι
92χρύσεος αμφιφορεύς, τόν τοι πόρε πότνια μήτηρ.

93τὸν δ̓ απαμειβόμενος προσέφη πόδας ωκὺς Αχιλλεύς

94τίπτέ μοι ηθείη κεφαλὴ δεῦῤ ειλήλουθας
95καί μοι ταῦτα έκαστ̓ επιτέλλεαι
αυτὰρ εγώ τοι
96πάντα μάλ̓ εκτελέω καὶ πείσομαι ὡς σὺ κελεύεις

97αλλά μοι ᾶσσον στῆθι
μίνυνθά περ αμφιβαλόντε
98αλλήλους ολοοῖο τεταρπώμεσθα γόοιο

99ὣς άρα φωνήσας ωρέξατο χερσὶ φίλῃσιν
100ου δ̓ έλαβε
ψυχὴ δὲ κατὰ χθονὸς ηΰτε καπνὸς
101ῴχετο τετριγυῖα·
ταφὼν δ̓ ανόρουσεν Αχιλλεὺς
102χερσί τε συμπλατάγησεν, έπος δ̓ ολοφυδνὸν έειπεν

103 πόποι ῥά τίς εστι καὶ ειν Αΐδαο δόμοισι
104ψυχὴ καὶ είδωλον, ατὰρ φρένες ουκ ένι πάμπαν

105παννυχίη γάρ μοι Πατροκλῆος δειλοῖο
106ψυχὴ εφεστήκει γοόωσά τε μυρομένη τε,
107καί μοι έκαστ̓ επέτελλεν, έϊκτο δὲ θέσκελον αυτῷ

108ὣς φάτο, τοῖσι δὲ πᾶσιν υφ̓ ἵμερον ῶρσε γόοιο

109μυρομένοισι δὲ τοῖσι φάνη ῥοδοδάκτυλος Ηὼς
110αμφὶ νέκυν ελεεινόν
ατὰρ κρείων Αγαμέμνων
111ουρῆάς τ̓ ότρυνε καὶ ανέρας αξέμεν ὕλην
112πάντοθεν εκ κλισιῶν
επὶ δ̓ ανὴρ εσθλὸς ορώρει
113Μηριόνης θεράπων αγαπήνορος Ιδομενῆος.

114οἳ δ̓ ίσαν ὑλοτόμους πελέκεας εν χερσὶν έχοντες
115σειράς τ̓ ευπλέκτους
πρὸ δ̓ άῤ ουρῆες κίον αυτῶν
116πολλὰ δ̓ άναντα κάταντα πάραντά τε δόχμιά τ̓ ῆλθον

117αλλ̓ ὅτε δὴ κνημοὺς προσέβαν πολυπίδακος Ίδης,
118αυτίκ̓ άρα δρῦς ὑψικόμους ταναήκεϊ χαλκῷ
119τάμνον επειγόμενοι
ταὶ δὲ μεγάλα κτυπέουσαι
120πῖπτον
τὰς μὲν έπειτα διαπλήσσοντες Αχαιοὶ
121έκδεον ἡμιόνων
ταὶ δὲ χθόνα ποσσὶ δατεῦντο
122ελδόμεναι πεδίοιο διὰ ῥωπήϊα πυκνά

123πάντες δ̓ ὑλοτόμοι φιτροὺς φέρον
ὡς γὰρ ανώγει
124Μηριόνης θεράπων αγαπήνορος Ιδομενῆος

125κὰδ δ̓ άῤ επ̓ ακτῆς βάλλον επισχερώ, ένθ̓ άῤ Αχιλλεὺς
126φράσσατο Πατρόκλῳ μέγα ηρίον ηδὲ οἷ αυτῷ

127αυτὰρ επεὶ πάντῃ παρακάββαλον άσπετον ὕλην
128ήατ̓ άῤ αῦθι μένοντες αολλέες
αυτὰρ Αχιλλεὺς
129αυτίκα Μυρμιδόνεσσι φιλοπτολέμοισι κέλευσε
130χαλκὸν ζώννυσθαι, ζεῦξαι δ̓ υπ̓ όχεσφιν ἕκαστον
131ἵππους
οἳ δ̓ όρνυντο καὶ εν τεύχεσσιν έδυνον,
132ὰν δ̓ έβαν εν δίφροισι παραιβάται ἡνίοχοί τε,
133πρόσθε μὲν ἱππῆες, μετὰ δὲ νέφος εἵπετο πεζῶν
134μυρίοι·
εν δὲ μέσοισι φέρον Πάτροκλον ἑταῖροι
135θριξὶ δὲ πάντα νέκυν καταείνυσαν, ἃς επέβαλλον
136κειρόμενοι
όπιθεν δὲ κάρη έχε δῖος Αχιλλεὺς
137αχνύμενος
ἕταρον γὰρ αμύμονα πέμπ̓ Άϊδος δέ.
138οἳ δ̓ ὅτε χῶρον ἵκανον ὅθί σφισι πέφραδ̓ Αχιλλεὺς
139κάτθεσαν, αῖψα δέ οἱ μενοεικέα νήεον ὕλην

140ένθ̓ αῦτ̓ άλλ̓ ενόησε ποδάρκης δῖος Αχιλλεύς

141στὰς απάνευθε πυρῆς ξανθὴν απεκείρατο χαίτην,
142τήν ῥα Σπερχειῷ ποταμῷ τρέφε τηλεθόωσαν

143οχθήσας δ̓ άρα εῖπεν ιδὼν επὶ οίνοπα πόντον

144Σπερχεί̓ άλλως σοί γε πατὴρ ηρήσατο Πηλεὺς
145κεῖσέ με νοστήσαντα φίλην ες πατρίδα γαῖαν
146σοί τε κόμην κερέειν ῥέξειν θ̓ ἱερὴν ἑκατόμβην,
147πεντήκοντα δ̓ ένορχα παῤ αυτόθι μῆλ̓ ἱερεύσειν
148ες πηγάς, ὅθι τοι τέμενος βωμός τε θυήεις.

149ὣς ηρᾶθ̓ γέρων, σὺ δέ οἱ νόον ουκ ετέλεσσας

150νῦν δ̓ επεὶ ου νέομαί γε φίλην ες πατρίδα γαῖαν
151Πατρόκλῳ ἥρωϊ κόμην οπάσαιμι φέρεσθαι

152ὣς ειπὼν εν χερσὶ κόμην ἑτάροιο φίλοιο
153θῆκεν, τοῖσι δὲ πᾶσιν υφ̓ ἵμερον ῶρσε γόοιο

154καί νύ κ̓ οδυρομένοισιν έδυ φάος ηελίοιο
155ει μὴ Αχιλλεὺς αῖψ̓ Αγαμέμνονι εῖπε παραστάς

156Ατρεΐδη, σοὶ γάρ τε μάλιστά γε λαὸς Αχαιῶν
157πείσονται μύθοισι, γόοιο μὲν έστι καὶ ᾶσαι,
158νῦν δ̓ απὸ πυρκαϊῆς σκέδασον καὶ δεῖπνον άνωχθι
159ὅπλεσθαι
τάδε δ̓ αμφὶ πονησόμεθ̓ οἷσι μάλιστα
160κήδεός εστι νέκυς
παρὰ δ̓ οἵ τ̓ αγοὶ άμμι μενόντων.
161αυτὰρ επεὶ τό γ̓ άκουσεν άναξ ανδρῶν Αγαμέμνων,
162αυτίκα λαὸν μὲν σκέδασεν κατὰ νῆας εΐσας,
163κηδεμόνες δὲ παῤ αῦθι μένον καὶ νήεον ὕλην,
164ποίησαν δὲ πυρὴν ἑκατόμπεδον ένθα καὶ ένθα,
165εν δὲ πυρῇ ὑπάτῃ νεκρὸν θέσαν αχνύμενοι κῆρ

166πολλὰ δὲ ίφια μῆλα καὶ ειλίποδας ἕλικας βοῦς
167πρόσθε πυρῆς έδερόν τε καὶ άμφεπον
εκ δ̓ άρα πάντων
168δημὸν ἑλὼν εκάλυψε νέκυν μεγάθυμος Αχιλλεὺς
169ες πόδας εκ κεφαλῆς, περὶ δὲ δρατὰ σώματα νήει

170εν δ̓ ετίθει μέλιτος καὶ αλείφατος αμφιφορῆας
171πρὸς λέχεα κλίνων
πίσυρας δ̓ εριαύχενας ἵππους
172εσσυμένως ενέβαλλε πυρῇ μεγάλα στεναχίζων

173εννέα τῷ γε άνακτι τραπεζῆες κύνες ῆσαν,
174καὶ μὲν τῶν ενέβαλλε πυρῇ δύο δειροτομήσας,
175δώδεκα δὲ Τρώων μεγαθύμων υἱέας εσθλοὺς
176χαλκῷ δηϊόων
κακὰ δὲ φρεσὶ μήδετο έργα
177εν δὲ πυρὸς μένος ἧκε σιδήρεον όφρα νέμοιτο

178ῴμωξέν τ̓ άῤ έπειτα, φίλον δ̓ ονόμηνεν ἑταῖρον

179χαῖρέ μοι Πάτροκλε καὶ ειν Αΐδαο δόμοισι

180πάντα γὰρ ήδη τοι τελέω τὰ πάροιθεν ὑπέστην,
181δώδεκα μὲν Τρώων μεγαθύμων υἱέας εσθλοὺς
182τοὺς ἅμα σοὶ πάντας πῦρ εσθίει
Ἕκτορα δ̓ ού τι
183δώσω Πριαμίδην πυρὶ δαπτέμεν, αλλὰ κύνεσσιν.

184ὣς φάτ̓ απειλήσας
τὸν δ̓ ου κύνες αμφεπένοντο,
185αλλὰ κύνας μὲν άλαλκε Διὸς θυγάτηρ Αφροδίτη
186ήματα καὶ νύκτας, ῥοδόεντι δὲ χρῖεν ελαίῳ
187αμβροσίῳ, ἵνα μή μιν αποδρύφοι ἑλκυστάζων

188τῷ δ̓ επὶ κυάνεον νέφος ήγαγε Φοῖβος Απόλλων
189ουρανόθεν πεδίον δέ, κάλυψε δὲ χῶρον ἅπαντα
190ὅσσον επεῖχε νέκυς, μὴ πρὶν μένος ηελίοιο
191σκήλεἰ αμφὶ περὶ χρόα ίνεσιν ηδὲ μέλεσσιν

192ου δὲ πυρὴ Πατρόκλου εκαίετο τεθνηῶτος

193ένθ̓ αῦτ̓ αλλ̓ ενόησε ποδάρκης δῖος Αχιλλεύς

194στὰς απάνευθε πυρῆς δοιοῖς ηρᾶτ̓ ανέμοισι
195Βορέῃ καὶ Ζεφύρῳ, καὶ ὑπίσχετο ἱερὰ καλά·

196πολλὰ δὲ καὶ σπένδων χρυσέῳ δέπαϊ λιτάνευεν
197ελθέμεν, όφρα τάχιστα πυρὶ φλεγεθοίατο νεκροί,
198ὕλη τε σεύαιτο καήμεναι
ῶκα δὲ Ι͂ρις
199αράων αΐουσα μετάγγελος ῆλθ̓ ανέμοισιν

200οἳ μὲν άρα Ζεφύροιο δυσαέος αθρόοι ένδον
201ειλαπίνην δαίνυντο
θέουσα δὲ Ι͂ρις επέστη
202βηλῷ έπι λιθέῳ
τοὶ δ̓ ὡς ίδον οφθαλμοῖσι
203πάντες ανήϊξαν, κάλεόν τέ μιν εις ἕκαστος

204 δ̓ αῦθ̓ ἕζεσθαι μὲν ανήνατο, εῖπε δὲ μῦθον

205ουχ ἕδος·
εῖμι γὰρ αῦτις επ̓ Ωκεανοῖο ῥέεθρα
206Αιθιόπων ες γαῖαν, ὅθι ῥέζουσ̓ ἑκατόμβας
207αθανάτοις, ἵνα δὴ καὶ εγὼ μεταδαίσομαι ἱρῶν

208αλλ̓ Αχιλεὺς Βορέην ηδὲ Ζέφυρον κελαδεινὸν
209ελθεῖν αρᾶται, καὶ ὑπίσχεται ἱερὰ καλά,
210όφρα πυρὴν όρσητε καήμεναι, ένι κεῖται
211Πάτροκλος, τὸν πάντες αναστενάχουσιν Αχαιοί

212 μὲν άῤ ὣς ειποῦσ̓ απεβήσετο, τοὶ δ̓ ορέοντο
213ηχῇ θεσπεσίῃ νέφεα κλονέοντε πάροιθεν

214αῖψα δὲ πόντον ἵκανον αήμεναι, ῶρτο δὲ κῦμα
215πνοιῇ ὕπο λιγυρῇ
Τροίην δ̓ ερίβωλον ἱκέσθην,
216εν δὲ πυρῇ πεσέτην, μέγα δ̓ ίαχε θεσπιδαὲς πῦρ

217παννύχιοι δ̓ άρα τοί γε πυρῆς άμυδις φλόγ̓ έβαλλον
218φυσῶντες λιγέως
δὲ πάννυχος ωκὺς Αχιλλεὺς
219χρυσέου εκ κρητῆρος ἑλὼν δέπας αμφικύπελλον
220οῖνον αφυσσόμενος χαμάδις χέε, δεῦε δὲ γαῖαν
221ψυχὴν κικλήσκων Πατροκλῆος δειλοῖο

222ὡς δὲ πατὴρ οὗ παιδὸς οδύρεται οστέα καίων
223νυμφίου, ὅς τε θανὼν δειλοὺς ακάχησε τοκῆας,
224ὣς Αχιλεὺς ἑτάροιο οδύρετο οστέα καίων,
225ἑρπύζων παρὰ πυρκαϊὴν ἁδινὰ στεναχίζων

226ῆμος δ̓ ἑωσφόρος εῖσι φόως ερέων επὶ γαῖαν,
227ὅν τε μέτα κροκόπεπλος ὑπεὶρ ἅλα κίδναται ηώς,
228τῆμος πυρκαϊὴ εμαραίνετο, παύσατο δὲ φλόξ

229οἳ δ̓ άνεμοι πάλιν αῦτις έβαν οῖκον δὲ νέεσθαι
230Θρηΐκιον κατὰ πόντον
δ̓ έστενεν οίδματι θύων
231Πηλεΐδης δ̓ απὸ πυρκαϊῆς ἑτέρωσε λιασθεὶς
232κλίνθη κεκμηώς, επὶ δὲ γλυκὺς ὕπνος όρουσεν

233οἳ δ̓ αμφ̓ Ατρεΐωνα αολλέες ηγερέθοντο

234τῶν μιν επερχομένων ὅμαδος καὶ δοῦπος έγειρεν,
235ἕζετο δ̓ ορθωθεὶς καί σφεας πρὸς μῦθον έειπεν

236Ατρεΐδη τε καὶ άλλοι αριστῆες Παναχαιῶν,
237πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσατ̓ αίθοπι οίνῳ
238πᾶσαν, ὁπόσσον επέσχε πυρὸς μένος
αυτὰρ έπειτα
239οστέα Πατρόκλοιο Μενοιτιάδαο λέγωμεν
240εῦ διαγιγνώσκοντες
αριφραδέα δὲ τέτυκται
241εν μέσσῃ γὰρ έκειτο πυρῇ, τοὶ δ̓ άλλοι άνευθεν
242εσχατιῇ καίοντ̓ επιμὶξ ἵπποι τε καὶ άνδρες.

243καὶ τὰ μὲν εν χρυσέῃ φιάλῃ καὶ δίπλακι δημῷ
244θείομεν, εις κεν αυτὸς εγὼν Άϊδι κεύθωμαι

245τύμβον δ̓ ου μάλα πολλὸν εγὼ πονέεσθαι άνωγα,
246αλλ̓ επιεικέα τοῖον·
έπειτα δὲ καὶ τὸν Αχαιοὶ
247ευρύν θ̓ ὑψηλόν τε τιθήμεναι, οἵ κεν εμεῖο
248δεύτεροι εν νήεσσι πολυκλήϊσι λίπησθε

249ὣς έφαθ̓, οἳ δ̓ επίθοντο ποδώκεϊ Πηλεΐωνι

250πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσαν αίθοπι οίνῳ
251ὅσσον επὶ φλὸξ ῆλθε, βαθεῖα δὲ κάππεσε τέφρη

252κλαίοντες δ̓ ἑτάροιο ενηέος οστέα λευκὰ
253άλλεγον ες χρυσέην φιάλην καὶ δίπλακα δημόν,
254εν κλισίῃσι δὲ θέντες ἑανῷ λιτὶ κάλυψαν

255τορνώσαντο δὲ σῆμα θεμείλιά τε προβάλοντο
256αμφὶ πυρήν
εῖθαρ δὲ χυτὴν επὶ γαῖαν έχευαν,
257χεύαντες δὲ τὸ σῆμα πάλιν κίον
αυτὰρ Αχιλλεὺς
258αυτοῦ λαὸν έρυκε καὶ ἵζανεν ευρὺν αγῶνα,
259νηῶν δ̓ έκφεῤ άεθλα λέβητάς τε τρίποδάς τε
260ἵππους θ̓ ἡμιόνους τε βοῶν τ̓ ίφθιμα κάρηνα,
261ηδὲ γυναῖκας εϋζώνους πολιόν τε σίδηρον.

262ἱππεῦσιν μὲν πρῶτα ποδώκεσιν αγλά̓ άεθλα
263θῆκε γυναῖκα άγεσθαι αμύμονα έργα ιδυῖαν
264καὶ τρίποδ̓ ωτώεντα δυωκαιεικοσίμετρον
265τῷ πρώτῳ·
ατὰρ αῦ τῷ δευτέρῳ ἵππον έθηκεν
266εξέτἐ αδμήτην βρέφος ἡμίονον κυέουσαν

267αυτὰρ τῷ τριτάτῳ άπυρον κατέθηκε λέβητα
268καλὸν τέσσαρα μέτρα κεχανδότα λευκὸν έτ̓ αύτως

269τῷ δὲ τετάρτῳ θῆκε δύω χρυσοῖο τάλαντα,
270πέμπτῳ δ̓ αμφίθετον φιάλην απύρωτον έθηκε

271στῆ δ̓ ορθὸς καὶ μῦθον εν Αργείοισιν έειπεν

272Ατρεΐδη τε καὶ άλλοι εϋκνήμιδες Αχαιοὶ
273ἱππῆας τάδ̓ άεθλα δεδεγμένα κεῖτ̓ εν αγῶνι

274ει μὲν νῦν επὶ άλλῳ αεθλεύοιμεν Αχαιοὶ
275 τ̓ ὰν εγὼ τὰ πρῶτα λαβὼν κλισίην δὲ φεροίμην

276ίστε γὰρ ὅσσον εμοὶ αρετῇ περιβάλλετον ἵπποι

277αθάνατοί τε γάρ εισι, Ποσειδάων δὲ πόῤ αυτοὺς
278πατρὶ εμῷ Πηλῆϊ, δ̓ αῦτ̓ εμοὶ εγγυάλιξεν

279αλλ̓ ήτοι μὲν εγὼ μενέω καὶ μώνυχες ἵπποι

280τοίου γὰρ κλέος εσθλὸν απώλεσαν ἡνιόχοιο
281ηπίου, ὅς σφωϊν μάλα πολλάκις ὑγρὸν έλαιον
282χαιτάων κατέχευε λοέσσας ὕδατι λευκῷ

283τὸν τώ γ̓ ἑσταότες πενθείετον, ούδεϊ δέ σφι
284χαῖται ερηρέδαται, τὼ δ̓ ἕστατον αχνυμένω κῆρ

285άλλοι δὲ στέλλεσθε κατὰ στρατόν, ὅς τις Αχαιῶν
286ἵπποισίν τε πέποιθε καὶ ἅρμασι κολλητοῖσιν

287ὣς φάτο Πηλεΐδης, ταχέες δ̓ ἱππῆες άγερθεν

288ῶρτο πολὺ πρῶτος μὲν άναξ ανδρῶν Εύμηλος
289Αδμήτου φίλος υἱός, ὃς ἱπποσύνῃ εκέκαστο

290τῷ δ̓ επὶ Τυδεΐδης ῶρτο κρατερὸς Διομήδης,
291ἵππους δὲ Τρῳοὺς ὕπαγε ζυγόν, οὕς ποτ̓ απηύρα
292Αινείαν, ατὰρ αυτὸν ὑπεξεσάωσεν Απόλλων

293τῷ δ̓ άῤ επ̓ Ατρεΐδης ῶρτο ξανθὸς Μενέλαος
294διογενής, ὑπὸ δὲ ζυγὸν ήγαγεν ωκέας ἵππους
295Αίθην τὴν Αγαμεμνονέην τὸν ἑόν τε Πόδαργον·

296τὴν Αγαμέμνονι δῶκ̓ Αγχισιάδης Εχέπωλος
297δῶῤ, ἵνα μή οἱ έποιθ̓ ὑπὸ Ίλιον ηνεμόεσσαν,
298αλλ̓ αυτοῦ τέρποιτο μένων
μέγα γάρ οἱ έδωκε
299Ζεὺς άφενος, ναῖεν δ̓ γ̓ εν ευρυχόρῳ Σικυῶνι

300τὴν γ̓ ὑπὸ ζυγὸν ῆγε μέγα δρόμου ισχανόωσαν

301Αντίλοχος δὲ τέταρτος εΰτριχας οπλίσαθ̓ ἵππους,
302Νέστορος αγλαὸς υἱὸς ὑπερθύμοιο άνακτος
303τοῦ Νηληϊάδαο
Πυλοιγενέες δέ οἱ ἵπποι
304ωκύποδες φέρον ἅρμα
πατὴρ δέ οἱ άγχι παραστὰς
305μυθεῖτ̓ εις αγαθὰ φρονέων νοέοντι καὶ αυτῷ

306Αντίλοχ̓ ήτοι μέν σε νέον περ εόντ̓ εφίλησαν
307Ζεύς τε Ποσειδάων τε, καὶ ἱπποσύνας εδίδαξαν
308παντοίας
τὼ καί σε διδασκέμεν ού τι μάλα χρεώ·
309οῖσθα γὰρ εῦ περὶ τέρμαθ̓ ἑλισσέμεν
αλλά τοι ἵπποι
310βάρδιστοι θείειν·
τώ τ̓ οίω λοίγἰ έσεσθαι
311τῶν δ̓ ἵπποι μὲν έασιν αφάρτεροι, ου δὲ μὲν αυτοὶ
312πλείονα ίσασιν σέθεν αυτοῦ μητίσασθαι

313αλλ̓ άγε δὴ σὺ φίλος μῆτιν εμβάλλεο θυμῷ
314παντοίην, ἵνα μή σε παρεκπροφύγῃσιν άεθλα

315μήτι τοι δρυτόμος μέγ̓ αμείνων ηὲ βίηφι·

316μήτι δ̓ αῦτε κυβερνήτης ενὶ οίνοπι πόντῳ
317νῆα θοὴν ιθύνει ερεχθομένην ανέμοισι

318μήτι δ̓ ἡνίοχος περιγίγνεται ἡνιόχοιο

319αλλ̓ ὃς μέν θ̓ ἵπποισι καὶ ἅρμασιν οἷσι πεποιθὼς
320αφραδέως επὶ πολλὸν ἑλίσσεται ένθα καὶ ένθα,
321ἵπποι δὲ πλανόωνται ανὰ δρόμον, ου δὲ κατίσχει

322ὃς δέ κε κέρδεα ειδῇ ελαύνων ἥσσονας ἵππους,
323αιεὶ τέρμ̓ ὁρόων στρέφει εγγύθεν, ου δέ λήθει
324ὅππως τὸ πρῶτον τανύσῃ βοέοισιν ἱμᾶσιν,
325αλλ̓ έχει ασφαλέως καὶ τὸν προὔχοντα δοκεύει

326σῆμα δέ τοι ερέω μάλ̓ αριφραδές, ου δέ σε λήσει

327ἕστηκε ξύλον αῦον ὅσον τ̓ όργυἰ ὑπὲρ αίης
328 δρυὸς πεύκης·
τὸ μὲν ου καταπύθεται όμβρῳ,
329λᾶε δὲ τοῦ ἑκάτερθεν ερηρέδαται δύο λευκὼ
330εν ξυνοχῇσιν ὁδοῦ, λεῖος δ̓ ἱππόδρομος αμφὶς
331ή τευ σῆμα βροτοῖο πάλαι κατατεθνηῶτος,
332 τό γε νύσσα τέτυκτο επὶ προτέρων ανθρώπων,
333καὶ νῦν τέρματ̓ έθηκε ποδάρκης δῖος Αχιλλεύς.

334τῷ σὺ μάλ̓ εγχρίμψας ελάαν σχεδὸν ἅρμα καὶ ἵππους,
335αυτὸς δὲ κλινθῆναι εϋπλέκτῳ ενὶ δίφρῳ
336ῆκ̓ επ̓ αριστερὰ τοῖιν
ατὰρ τὸν δεξιὸν ἵππον
337κένσαι ὁμοκλήσας, εῖξαί τέ οἱ ἡνία χερσίν

338εν νύσσῃ δέ τοι ἵππος αριστερὸς εγχριμφθήτω,
339ὡς άν τοι πλήμνη γε δοάσσεται άκρον ἱκέσθαι
340κύκλου ποιητοῖο
λίθου δ̓ αλέασθαι επαυρεῖν,
341μή πως ἵππους τε τρώσῃς κατά θ̓ ἅρματα άξῃς

342χάρμα δὲ τοῖς άλλοισιν, ελεγχείη δὲ σοὶ αυτῷ
343έσσεται·
αλλὰ φίλος φρονέων πεφυλαγμένος εῖναι
344ει γάρ κ̓ εν νύσσῃ γε παρεξελάσῃσθα διώκων,
345ουκ έσθ̓ ὅς κέ σ̓ ἕλῃσι μετάλμενος ου δὲ παρέλθῃ, ου δ̓
346εί κεν μετόπισθεν Αρίονα δῖον ελαύνοι
347Αδρήστου ταχὺν ἵππον, ὃς εκ θεόφιν γένος ῆεν,
348 τοὺς Λαομέδοντος, οἳ ενθάδε γ̓ έτραφεν εσθλοί

349ὣς ειπὼν Νέστωρ Νηλήϊος ὰψ ενὶ χώρῃ
350έζετ̓, επεὶ παιδὶ ἑκάστου πείρατ̓ έειπε

351Μηριόνης δ̓ άρα πέμπτος εΰτριχας οπλίσαθ̓ ἵππους

352ὰν δ̓ έβαν ες δίφρους, εν δὲ κλήρους εβάλοντο

353πάλλ̓ Αχιλεύς, εκ δὲ κλῆρος θόρε Νεστορίδαο
354Αντιλόχου
μετὰ τὸν δ̓ έλαχε κρείων Εύμηλος
355τῷ δ̓ άῤ επ̓ Ατρεΐδης δουρὶ κλειτὸς Μενέλαος,
356τῷ δ̓ επὶ Μηριόνης λάχ̓ ελαυνέμεν·
ὕστατος αῦτε
357Τυδεΐδης όχ̓ άριστος εὼν λάχ̓ ελαυνέμεν ἵππους

358στὰν δὲ μεταστοιχί, σήμηνε δὲ τέρματ̓ Αχιλλεὺς
359τηλόθεν εν λείῳ πεδίῳ
παρὰ δὲ σκοπὸν εἷσεν
360αντίθεον Φοίνικα οπάονα πατρὸς ἑοῖο,
361ὡς μεμνέῳτο δρόμους καὶ αληθείην αποείποι

362οἳ δ̓ ἅμα πάντες εφ̓ ἵπποιιν μάστιγας άειραν,
363πέπληγόν θ̓ ἱμᾶσιν, ὁμόκλησάν τ̓ επέεσσιν
364εσσυμένως
οἳ δ̓ ῶκα διέπρησσον πεδίοιο
365νόσφι νεῶν ταχέως
ὑπὸ δὲ στέρνοισι κονίη
366ίστατ̓ αειρομένη ὥς τε νέφος ηὲ θύελλα,
367χαῖται δ̓ ερρώοντο μετὰ πνοιῇς ανέμοιο.

368ἅρματα δ̓ άλλοτε μὲν χθονὶ πίλνατο πουλυβοτείρῃ,
369άλλοτε δ̓ αΐξασκε μετήορα
τοὶ δ̓ ελατῆρες
370ἕστασαν εν δίφροισι, πάτασσε δὲ θυμὸς ἑκάστου
371νίκης ἱεμένων
κέκλοντο δὲ οἷσιν ἕκαστος
372ἵπποις, οἳ δ̓ επέτοντο κονίοντες πεδίοιο

373αλλ̓ ὅτε δὴ πύματον τέλεον δρόμον ωκέες ἵπποι
374ὰψ εφ̓ ἁλὸς πολιῆς, τότε δὴ αρετή γε ἑκάστου
375φαίνετ̓, άφαρ δ̓ ἵπποισι τάθη δρόμος
ῶκα δ̓ έπειτα
376αἳ Φηρητιάδαο ποδώκεες έκφερον ἵπποι

377τὰς δὲ μετ̓ εξέφερον Διομήδεος άρσενες ἵπποι
378Τρώϊοι, ου δέ τι πολλὸν άνευθ̓ έσαν, αλλὰ μάλ̓ εγγύς·

379αιεὶ γὰρ δίφρου επιβησομένοισιν εΐκτην,
380πνοιῇ δ̓ Ευμήλοιο μετάφρενον ευρέε τ̓ ώμω
381θέρμετ̓
επ̓ αυτῷ γὰρ κεφαλὰς καταθέντε πετέσθην
382καί νύ κεν παρέλασσ̓ αμφήριστον έθηκεν,
383ει μὴ Τυδέος υἷϊ κοτέσσατο Φοῖβος Απόλλων,
384ὅς ῥά οἱ εκ χειρῶν έβαλεν μάστιγα φαεινήν

385τοῖο δ̓ απ̓ οφθαλμῶν χύτο δάκρυα χωομένοιο,
386οὕνεκα τὰς μὲν ὅρα έτι καὶ πολὺ μᾶλλον ιούσας,
387οἳ δέ οἱ εβλάφθησαν άνευ κέντροιο θέοντες

388ου δ̓ άῤ Αθηναίην ελεφηράμενος λάθ̓ Απόλλων
389Τυδεΐδην, μάλα δ̓ ῶκα μετέσσυτο ποιμένα λαῶν,
390δῶκε δέ οἱ μάστιγα, μένος δ̓ ἵπποισιν ενῆκεν

391 δὲ μετ̓ Αδμήτου υἱὸν κοτέουσ̓ εβεβήκει,
392ἵππειον δέ οἱ ῆξε θεὰ ζυγόν
αἳ δέ οἱ ἵπποι
393αμφὶς ὁδοῦ δραμέτην, ῥυμὸς δ̓ επὶ γαῖαν ελύσθη

394αυτὸς δ̓ εκ δίφροιο παρὰ τροχὸν εξεκυλίσθη,
395αγκῶνάς τε περιδρύφθη στόμα τε ῥῖνάς τε,
396θρυλίχθη δὲ μέτωπον επ̓ οφρύσι
τὼ δέ οἱ όσσε
397δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ έσχετο φωνή

398Τυδεΐδης δὲ παρατρέψας έχε μώνυχας ἵππους,
399πολλὸν τῶν άλλων εξάλμενος
εν γὰρ Αθήνη
400ἵπποις ἧκε μένος καὶ επ̓ αυτῷ κῦδος έθηκε

401τῷ δ̓ άῤ επ̓ Ατρεΐδης εῖχε ξανθὸς Μενέλαος

402Αντίλοχος δ̓ ἵπποισιν εκέκλετο πατρὸς ἑοῖο

403έμβητον καὶ σφῶϊ
τιταίνετον ὅττι τάχιστα
404ήτοι μὲν κείνοισιν εριζέμεν ού τι κελεύω
405Τυδεΐδεω ἵπποισι δαΐφρονος, οἷσιν Αθήνη
406νῦν ώρεξε τάχος καὶ επ̓ αυτῷ κῦδος έθηκεν

407ἵππους δ̓ Ατρεΐδαο κιχάνετε, μὴ δὲ λίπησθον,
408καρπαλίμως, μὴ σφῶϊν ελεγχείην καταχεύῃ
409Αίθη θῆλυς εοῦσα
τί λείπεσθε φέριστοι
410ὧδε γὰρ εξερέω, καὶ μὴν τετελεσμένον έσται

411ου σφῶϊν κομιδὴ παρὰ Νέστορι ποιμένι λαῶν
412έσσεται, αυτίκα δ̓ ύμμε κατακτενεῖ οξέϊ χαλκῷ,
413αί κ̓ αποκηδήσαντε φερώμεθα χεῖρον άεθλον

414αλλ̓ εφομαρτεῖτον καὶ σπεύδετον ὅττι τάχιστα

415ταῦτα δ̓ εγὼν αυτὸς τεχνήσομαι ηδὲ νοήσω
416στεινωπῷ εν ὁδῷ παραδύμεναι, ου δέ με λήσει.

417ὣς έφαθ̓, οἳ δὲ άνακτος ὑποδείσαντες ὁμοκλὴν
418μᾶλλον επιδραμέτην ολίγον χρόνον
αῖψα δ̓ έπειτα
419στεῖνος ὁδοῦ κοίλης ίδεν Αντίλοχος μενεχάρμης

420ῥωχμὸς έην γαίης, χειμέριον αλὲν ὕδωρ
421εξέρρηξεν ὁδοῖο, βάθυνε δὲ χῶρον ἅπαντα

422τῇ ῥ̓ εῖχεν Μενέλαος ἁματροχιὰς αλεείνων

423Αντίλοχος δὲ παρατρέψας έχε μώνυχας ἵππους
424εκτὸς ὁδοῦ, ολίγον δὲ παρακλίνας εδίωκεν

425Ατρεΐδης δ̓ έδεισε καὶ Αντιλόχῳ εγεγώνει

426Αντίλοχ̓ αφραδέως ἱππάζεαι, αλλ̓ άνεχ̓ ἵππους

427στεινωπὸς γὰρ ὁδός, τάχα δ̓ ευρυτέρη παρελάσσαι·

428μή πως αμφοτέρους δηλήσεαι ἅρματι κύρσας

429ὣς έφατ̓, Αντίλοχος δ̓ έτι καὶ πολὺ μᾶλλον έλαυνε
430κέντρῳ επισπέρχων ὡς ουκ αΐοντι εοικώς

431ὅσσα δὲ δίσκου οῦρα κατωμαδίοιο πέλονται,
432ὅν τ̓ αιζηὸς αφῆκεν ανὴρ πειρώμενος ἥβης,
433τόσσον επιδραμέτην
αἳ δ̓ ηρώησαν οπίσσω
434Ατρεΐδεω
αυτὸς γὰρ ἑκὼν μεθέηκεν ελαύνειν
435μή πως συγκύρσειαν ὁδῷ ένι μώνυχες ἵπποι,
436δίφρους τ̓ ανστρέψειαν εϋπλεκέας, κατὰ δ̓ αυτοὶ
437εν κονίῃσι πέσοιεν επειγόμενοι περὶ νίκης

438τὸν καὶ νεικείων προσέφη ξανθὸς Μενέλαος

439Αντίλοχ̓ ού τις σεῖο βροτῶν ολοώτερος άλλος·

440έρῤ, επεὶ ού σ̓ έτυμόν γε φάμεν πεπνῦσθαι Αχαιοί

441αλλ̓ ου μὰν ου δ̓ ὧς άτερ ὅρκου οίσῃ άεθλον

442ὣς ειπὼν ἵπποισιν εκέκλετο φώνησέν τε

443μή μοι ερύκεσθον μὴ δ̓ ἕστατον αχνυμένω κῆρ

444φθήσονται τούτοισι πόδες καὶ γοῦνα καμόντα
445 ὑμῖν·
άμφω γὰρ ατέμβονται νεότητος
446ὣς έφαθ̓, οἳ δὲ άνακτος ὑποδείσαντες ὁμοκλὴν
447μᾶλλον επιδραμέτην, τάχα δέ σφισιν άγχι γένοντο

448Αργεῖοι δ̓ εν αγῶνι καθήμενοι εισορόωντο
449ἵππους
τοὶ δὲ πέτοντο κονίοντες πεδίοιο
450πρῶτος δ̓ Ιδομενεὺς Κρητῶν αγὸς εφράσαθ̓ ἵππους

451ἧστο γὰρ εκτὸς αγῶνος ὑπέρτατος εν περιωπῇ

452τοῖο δ̓ άνευθεν εόντος ὁμοκλητῆρος ακούσας
453έγνω, φράσσατο δ̓ ἵππον αριπρεπέα προὔχοντα,
454ὃς τὸ μὲν άλλο τόσον φοῖνιξ ῆν, εν δὲ μετώπῳ
455λευκὸν σῆμα τέτυκτο περίτροχον ηΰτε μήνη.

456στῆ δ̓ ορθὸς καὶ μῦθον εν Αργείοισιν έειπεν

457 φίλοι Αργείων ἡγήτορες ηδὲ μέδοντες
458οῖος εγὼν ἵππους αυγάζομαι ῆε καὶ ὑμεῖς;

459άλλοι μοι δοκέουσι παροίτεροι έμμεναι ἵπποι,
460άλλος δ̓ ἡνίοχος ινδάλλεται
αἳ δέ που αυτοῦ
461έβλαβεν εν πεδίῳ, αἳ κεῖσέ γε φέρτεραι ῆσαν

462ήτοι γὰρ τὰς πρῶτα ίδον περὶ τέρμα βαλούσας,
463νῦν δ̓ ού πῃ δύναμαι ιδέειν
πάντῃ δέ μοι όσσε
464Τρωϊκὸν ὰμ πεδίον παπταίνετον εισορόωντι

465ῆε τὸν ἡνίοχον φύγον ἡνία, ου δὲ δυνάσθη
466εῦ σχεθέειν περὶ τέρμα καὶ ουκ ετύχησεν ἑλίξας

467ένθά μιν εκπεσέειν οΐω σύν θ̓ ἅρματα ᾶξαι,
468αἳ δ̓ εξηρώησαν, επεὶ μένος έλλαβε θυμόν

469αλλὰ ίδεσθε καὶ ύμμες ανασταδόν
ου γὰρ έγωγε
470εῦ διαγιγνώσκω
δοκέει δέ μοι έμμεναι ανὴρ
471Αιτωλὸς γενεήν, μετὰ δ̓ Αργείοισιν ανάσσει
472Τυδέος ἱπποδάμου υἱὸς κρατερὸς Διομήδης

473τὸν δ̓ αισχρῶς ενένιπεν Οϊλῆος ταχὺς Αίας

474Ιδομενεῦ τί πάρος λαβρεύεαι
αἳ δέ τ̓ άνευθεν
475ἵπποι αερσίποδες πολέος πεδίοιο δίενται

476ού τε νεώτατός εσσι μετ̓ Αργείοισι τοσοῦτον,
477ούτέ τοι οξύτατον κεφαλῆς εκδέρκεται όσσε

478αλλ̓ αιεὶ μύθοις λαβρεύεαι
ου δέ τί σε χρὴ
479λαβραγόρην έμεναι
πάρα γὰρ καὶ αμείνονες άλλοι
480ἵπποι δ̓ αυταὶ έασι παροίτεραι, αἳ τὸ πάρος περ,
481Ευμήλου, εν δ̓ αυτὸς έχων εύληρα βέβηκε.

482τὸν δὲ χολωσάμενος Κρητῶν αγὸς αντίον ηύδα

483Αῖαν νεῖκος άριστε κακοφραδὲς άλλά τε πάντα
484δεύεαι Αργείων, ὅτι τοι νόος εστὶν απηνής

485δεῦρό νυν τρίποδος περιδώμεθον ηὲ λέβητος,
486ίστορα δ̓ Ατρεΐδην Αγαμέμνονα θείομεν άμφω,
487ὁππότεραι πρόσθ̓ ἵπποι, ἵνα γνώῃς αποτίνων.

488ὣς έφατ̓, όρνυτο δ̓ αυτίκ̓ Οϊλῆος ταχὺς Αίας
489χωόμενος χαλεποῖσιν αμείψασθαι επέεσσι

490καί νύ κε δὴ προτέρω έτ̓ έρις γένετ̓ αμφοτέροισιν,
491ει μὴ Αχιλλεὺς αυτὸς ανίστατο καὶ φάτο μῦθον

492μηκέτι νῦν χαλεποῖσιν αμείβεσθον επέεσσιν
493Αῖαν Ιδομενεῦ τε κακοῖς, επεὶ ου δὲ έοικε

494καὶ δ̓ άλλῳ νεμεσᾶτον ὅτις τοιαῦτά γε ῥέζοι

495αλλ̓ ὑμεῖς εν αγῶνι καθήμενοι εισοράασθε
496ἵππους
οἳ δὲ τάχ̓ αυτοὶ επειγόμενοι περὶ νίκης
497ενθάδ̓ ελεύσονται
τότε δὲ γνώσεσθε ἕκαστος
498ἵππους Αργείων, οἳ δεύτεροι οἵ τε πάροιθεν.

499ὣς φάτο, Τυδεΐδης δὲ μάλα σχεδὸν ῆλθε διώκων,
500μάστι δ̓ αιὲν έλαυνε κατωμαδόν
οἳ δέ οἱ ἵπποι
501υψόσ̓ αειρέσθην ῥίμφα πρήσσοντε κέλευθον

502αιεὶ δ̓ ἡνίοχον κονίης ῥαθάμιγγες έβαλλον,
503ἅρματα δὲ χρυσῷ πεπυκασμένα κασσιτέρῳ τε
504ἵπποις ωκυπόδεσσιν επέτρεχον
ου δέ τι πολλὴ
505γίγνετ̓ επισσώτρων ἁρματροχιὴ κατόπισθεν
506εν λεπτῇ κονίῃ
τὼ δὲ σπεύδοντε πετέσθην
507στῆ δὲ μέσῳ εν αγῶνι, πολὺς δ̓ ανεκήκιεν ἱδρὼς
508ἵππων έκ τε λόφων καὶ απὸ στέρνοιο χαμᾶζε

509αυτὸς δ̓ εκ δίφροιο χαμαὶ θόρε παμφανόωντος,
510κλῖνε δ̓ άρα μάστιγα ποτὶ ζυγόν
ου δὲ μάτησεν
511ίφθιμος Σθένελος, αλλ̓ εσσυμένως λάβ̓ άεθλον,
512δῶκε δ̓ άγειν ἑτάροισιν ὑπερθύμοισι γυναῖκα
513καὶ τρίποδ̓ ωτώεντα φέρειν
δ̓ έλυεν υφ̓ ἵππους
514τῷ δ̓ άῤ επ̓ Αντίλοχος Νηλήϊος ήλασεν ἵππους
515κέρδεσιν, ού τι τάχει γε, παραφθάμενος Μενέλαον

516αλλὰ καὶ ὧς Μενέλαος έχ̓ εγγύθεν ωκέας ἵππους

517ὅσσον δὲ τροχοῦ ἵππος αφίσταται, ὅς ῥα άνακτα
518ἕλκῃσιν πεδίοιο τιταινόμενος σὺν όχεσφι·

519τοῦ μέν τε ψαύουσιν επισσώτρου τρίχες άκραι
520ουραῖαι
δέ τ̓ άγχι μάλα τρέχει, ου δέ τι πολλὴ
521χώρη μεσσηγὺς πολέος πεδίοιο θέοντος·

522τόσσον δὴ Μενέλαος αμύμονος Αντιλόχοιο
523λείπετ̓
ατὰρ τὰ πρῶτα καὶ ες δίσκουρα λέλειπτο,
524αλλά μιν αῖψα κίχανεν
οφέλλετο γὰρ μένος ηῢ
525ἵππου τῆς Αγαμεμνονέης καλλίτριχος Αίθης

526ει δέ κ̓ έτι προτέρω γένετο δρόμος αμφοτέροισι,
527τώ κέν μιν παρέλασσ̓ ου δ̓ αμφήριστον έθηκεν

528αυτὰρ Μηριόνης θεράπων εῢς Ιδομενῆος
529λείπετ̓ αγακλῆος Μενελάου δουρὸς ερωήν

530βάρδιστοι μὲν γάρ οἱ έσαν καλλίτριχες ἵπποι,
531ήκιστος δ̓ ῆν αυτὸς ελαυνέμεν άρμ̓ εν αγῶνι

532υἱὸς δ̓ Αδμήτοιο πανύστατος ήλυθεν άλλων
533ἕλκων ἅρματα καλὰ ελαύνων πρόσσοθεν ἵππους

534τὸν δὲ ιδὼν ῴκτειρε ποδάρκης δῖος Αχιλλεύς,
535στὰς δ̓ άῤ εν Αργείοις έπεα πτερόεντ̓ αγόρευε

536λοῖσθος ανὴρ ώριστος ελαύνει μώνυχας ἵππους

537αλλ̓ άγε δή οἱ δῶμεν αέθλιον ὡς επιεικὲς
538δεύτεῤ·
ατὰρ τὰ πρῶτα φερέσθω Τυδέος υἱός
539ὣς έφαθ̓, οἳ δ̓ άρα πάντες επῄνεον ὡς εκέλευε

540καί νύ κέ οἱ πόρεν ἵππον, επῄνησαν γὰρ Αχαιοί,
541ει μὴ άῤ Αντίλοχος μεγαθύμου Νέστορος υἱὸς
542Πηλεΐδην Αχιλῆα δίκῃ ημείψατ̓ αναστάς

543 Αχιλεῦ μάλα τοι κεχολώσομαι αί κε τελέσσῃς
544τοῦτο έπος
μέλλεις γὰρ αφαιρήσεσθαι άεθλον
545τὰ φρονέων ὅτι οἱ βλάβεν ἅρματα καὶ ταχέ̓ ἵππω
546αυτός τ̓ εσθλὸς εών·
αλλ̓ ώφελεν αθανάτοισιν
547εύχεσθαι
τό κεν ού τι πανύστατος ῆλθε διώκων
548ει δέ μιν οικτίρεις καί τοι φίλος έπλετο θυμῷ
549έστί τοι εν κλισίῃ χρυσὸς πολύς, έστι δὲ χαλκὸς
550καὶ πρόβατ̓, εισὶ δέ τοι δμῳαὶ καὶ μώνυχες ἵπποι

551τῶν οἱ έπειτ̓ ανελὼν δόμεναι καὶ μεῖζον άεθλον
552ηὲ καὶ αυτίκα νῦν, ἵνα σ̓ αινήσωσιν Αχαιοί.

553τὴν δ̓ εγὼ ου δώσω
περὶ δ̓ αυτῆς πειρηθήτω
554ανδρῶν ὅς κ̓ εθέλῃσιν εμοὶ χείρεσσι μάχεσθαι

555ὣς φάτο, μείδησεν δὲ ποδάρκης δῖος Αχιλλεὺς
556χαίρων Αντιλόχῳ, ὅτι οἱ φίλος ῆεν ἑταῖρος

557καί μιν αμειβόμενος έπεα πτερόεντα προσηύδα

558Αντίλοχ̓, ει μὲν δή με κελεύεις οίκοθεν άλλο
559Ευμήλῳ επιδοῦναι, εγὼ δέ κε καὶ τὸ τελέσσω

560δώσω οἱ θώρηκα, τὸν Αστεροπαῖον απηύρων
561χάλκεον, πέρι χεῦμα φαεινοῦ κασσιτέροιο
562αμφιδεδίνηται
πολέος δέ οἱ άξιος έσται
563 ῥα, καὶ Αυτομέδοντι φίλῳ εκέλευσεν ἑταίρῳ
564οισέμεναι κλισίηθεν
δ̓ ῴχετο καί οἱ ένεικεν,
565Ευμήλῳ δ̓ εν χερσὶ τίθει
δὲ δέξατο χαίρων
566τοῖσι δὲ καὶ Μενέλαος ανίστατο θυμὸν αχεύων
567Αντιλόχῳ άμοτον κεχολωμένος
εν δ̓ άρα κῆρυξ
568χειρὶ σκῆπτρον έθηκε, σιωπῆσαί τε κέλευσεν
569Αργείους
δ̓ έπειτα μετηύδα ισόθεος φώς
570Αντίλοχε πρόσθεν πεπνυμένε ποῖον έρεξας

571ῄσχυνας μὲν εμὴν αρετήν, βλάψας δέ μοι ἵππους
572τοὺς σοὺς πρόσθε βαλών, οἵ τοι πολὺ χείρονες ῆσαν

573αλλ̓ άγετ̓ Αργείων ἡγήτορες ηδὲ μέδοντες
574ες μέσον αμφοτέροισι δικάσσατε, μὴ δ̓ επ̓ αρωγῇ,
575μή ποτέ τις είπῃσιν Αχαιῶν χαλκοχιτώνων·

576Αντίλοχον ψεύδεσσι βιησάμενος Μενέλαος
577οίχεται ἵππον άγων, ὅτι οἱ πολὺ χείρονες ῆσαν
578ἵπποι, αυτὸς δὲ κρείσσων αρετῇ τε βίῃ τε.

579ει δ̓ άγ̓ εγὼν αυτὸς δικάσω, καί μ̓ ού τινά φημι
580άλλον επιπλήξειν Δαναῶν
ιθεῖα γὰρ έσται
581Αντίλοχ̓ ει δ̓ άγε δεῦρο διοτρεφές, θέμις εστί,
582στὰς ἵππων προπάροιθε καὶ ἅρματος, αυτὰρ ἱμάσθλην
583χερσὶν έχε ῥαδινήν, περ τὸ πρόσθεν έλαυνες,
584ἵππων ἁψάμενος γαιήοχον εννοσίγαιον
585όμνυθι μὴ μὲν ἑκὼν τὸ εμὸν δόλῳ ἅρμα πεδῆσαι

586τὸν δ̓ αῦτ̓ Αντίλοχος πεπνυμένος αντίον ηύδα

587άνσχεο νῦν
πολλὸν γὰρ έγωγε νεώτερός ειμι
588σεῖο άναξ Μενέλαε, σὺ δὲ πρότερος καὶ αρείων.

589οῖσθ̓ οἷαι νέου ανδρὸς ὑπερβασίαι τελέθουσι

590κραιπνότερος μὲν γάρ τε νόος, λεπτὴ δέ τε μῆτις.

591τώ τοι επιτλήτω κραδίη
ἵππον δέ τοι αυτὸς
592δώσω, τὴν αρόμην
ει καί νύ κεν οίκοθεν άλλο
593μεῖζον επαιτήσειας, άφαρ κέ τοι αυτίκα δοῦναι
594βουλοίμην σοί γε διοτρεφὲς ήματα πάντα
595εκ θυμοῦ πεσέειν καὶ δαίμοσιν εῖναι αλιτρός.

596 ῥα καὶ ἵππον άγων μεγαθύμου Νέστορος υἱὸς
597εν χείρεσσι τίθει Μενελάου
τοῖο δὲ θυμὸς
598ιάνθη ὡς εί τε περὶ σταχύεσσιν εέρση
599ληΐου αλδήσκοντος, ὅτε φρίσσουσιν άρουραι·

600ὣς άρα σοὶ Μενέλαε μετὰ φρεσὶ θυμὸς ιάνθη

601καί μιν φωνήσας έπεα πτερόεντα προσηύδα

602Αντίλοχε νῦν μέν τοι εγὼν ὑποείξομαι αυτὸς
603χωόμενος, επεὶ ού τι παρήορος ου δ̓ αεσίφρων
604ῆσθα πάρος·
νῦν αῦτε νόον νίκησε νεοίη
605δεύτερον αῦτ̓ αλέασθαι αμείνονας ηπεροπεύειν

606ου γάρ κέν με τάχ̓ άλλος ανὴρ παρέπεισεν Αχαιῶν

607αλλὰ σὺ γὰρ δὴ πολλὰ πάθες καὶ πολλὰ μόγησας
608σός τε πατὴρ αγαθὸς καὶ αδελφεὸς είνεκ̓ εμεῖο

609τώ τοι λισσομένῳ επιπείσομαι, ηδὲ καὶ ἵππον
610δώσω εμήν περ εοῦσαν, ἵνα γνώωσι καὶ οἵδε
611ὡς εμὸς ού ποτε θυμὸς ὑπερφίαλος καὶ απηνής.

612 ῥα, καὶ Αντιλόχοιο Νοήμονι δῶκεν ἑταίρῳ
613ἵππον άγειν
δ̓ έπειτα λέβηθ̓ ἕλε παμφανόωντα
614Μηριόνης δ̓ ανάειρε δύω χρυσοῖο τάλαντα
615τέτρατος, ὡς έλασεν
πέμπτον δ̓ υπελείπετ̓ άεθλον,
616αμφίθετος φιάλη
τὴν Νέστορι δῶκεν Αχιλλεὺς
617Αργείων αν̓ αγῶνα φέρων, καὶ έειπε παραστάς

618τῆ νῦν, καὶ σοὶ τοῦτο γέρον κειμήλιον έστω
619Πατρόκλοιο τάφου μνῆμ̓ έμμεναι
ου γὰρ έτ̓ αυτὸν
620όψῃ εν Αργείοισι
δίδωμι δέ τοι τόδ̓ άεθλον
621αύτως
ου γὰρ πύξ γε μαχήσεαι, ου δὲ παλαίσεις, ου δ̓
622έτ̓ ακοντιστὺν εσδύσεαι, ου δὲ πόδεσσι
623θεύσεαι
ήδη γὰρ χαλεπὸν κατὰ γῆρας επείγει
624ὣς ειπὼν εν χερσὶ τίθει
δ̓ εδέξατο χαίρων,
625καί μιν φωνήσας έπεα πτερόεντα προσηύδα

626ναὶ δὴ ταῦτά γε πάντα τέκος κατὰ μοῖραν έειπες

627ου γὰρ έτ̓ έμπεδα γυῖα φίλος πόδες, ου δέ τι χεῖρες
628ώμων αμφοτέρωθεν επαΐσσονται ελαφραί.

629είθ̓ ὣς ἡβώοιμι βίη τέ μοι έμπεδος είη
630ὡς ὁπότε κρείοντ̓ Αμαρυγκέα θάπτον Επειοὶ
631Βουπρασίῳ, παῖδες δ̓ έθεσαν βασιλῆος άεθλα

632ένθ̓ ού τίς μοι ὁμοῖος ανὴρ γένετ̓, ού τ̓ άῤ Επειῶν ού τ̓ αυτῶν Πυλίων ού τ̓
633Αιτωλῶν μεγαθύμων

634πὺξ μὲν ενίκησα Κλυτομήδεα Ήνοπος υἱόν,
635Αγκαῖον δὲ πάλῃ Πλευρώνιον, ὅς μοι ανέστη·

636Ίφικλον δὲ πόδεσσι παρέδραμον εσθλὸν εόντα,
637δουρὶ δ̓ ὑπειρέβαλον Φυλῆά τε καὶ Πολύδωρον

638οίοισίν μ̓ ἵπποισι παρήλασαν Ακτορίωνε
639πλήθει πρόσθε βαλόντες αγασσάμενοι περὶ νίκης,
640οὕνεκα δὴ τὰ μέγιστα παῤ αυτόθι λείπετ̓ άεθλα

641οἳ δ̓ άῤ έσαν δίδυμοι
μὲν έμπεδον ἡνιόχευεν,
642έμπεδον ηνιόχεὐ, δ̓ άρα μάστιγι κέλευεν

643ὥς ποτ̓ έον
νῦν αῦτε νεώτεροι αντιοώντων
644έργων τοιούτων
εμὲ δὲ χρὴ γήραϊ λυγρῷ
645πείθεσθαι, τότε δ̓ αῦτε μετέπρεπον ἡρώεσσιν

646αλλ̓ ίθι καὶ σὸν ἑταῖρον αέθλοισι κτερέϊζε

647τοῦτο δ̓ εγὼ πρόφρων δέχομαι, χαίρει δέ μοι ῆτορ,
648ὥς μευ αεὶ μέμνησαι ενηέος, ου δέ σε λήθω,
649τιμῆς ἧς τέ μ̓ έοικε τετιμῆσθαι μετ̓ Αχαιοῖς

650σοὶ δὲ θεοὶ τῶνδ̓ αντὶ χάριν μενοεικέα δοῖεν

651ὣς φάτο, Πηλεΐδης δὲ πολὺν καθ̓ ὅμιλον Αχαιῶν
652ῴχετ̓, επεὶ πάντ̓ αῖνον επέκλυε Νηλεΐδαο

653αυτὰρ πυγμαχίης αλεγεινῆς θῆκεν άεθλα

654ἡμίονον ταλαεργὸν άγων κατέδησ̓ εν αγῶνι
655εξέτἐ αδμήτην, τ̓ αλγίστη δαμάσασθαι·

656τῷ δ̓ άρα νικηθέντι τίθει δέπας αμφικύπελλον

657στῆ δ̓ ορθὸς καὶ μῦθον εν Αργείοισιν έειπεν

658Ατρεΐδη τε καὶ άλλοι εϋκνήμιδες Αχαιοὶ
659άνδρε δύω περὶ τῶνδε κελεύομεν, περ αρίστω,
660πὺξ μάλ̓ ανασχομένω πεπληγέμεν·
δέ κ̓ Απόλλων
661δώῃ καμμονίην, γνώωσι δὲ πάντες Αχαιοί,
662ἡμίονον ταλαεργὸν άγων κλισίην δὲ νεέσθω

663αυτὰρ νικηθεὶς δέπας οίσεται αμφικύπελλον

664ὣς έφατ̓, όρνυτο δ̓ αυτίκ̓ ανὴρ ηΰς τε μέγας τε
665ειδὼς πυγμαχίης υἱὸς Πανοπῆος Επειός,
666ἅψατο δ̓ ἡμιόνου ταλαεργοῦ φώνησέν τε·

667ᾶσσον ίτω ὅς τις δέπας οίσεται αμφικύπελλον

668ἡμίονον δ̓ ού φημί τιν̓ αξέμεν άλλον Αχαιῶν
669πυγμῇ νικήσαντ̓, επεὶ εύχομαι εῖναι άριστος

670 ουχ ἅλις ὅττι μάχης επιδεύομαι;
ου δ̓ άρα πως ῆν
671εν πάντεσσ̓ έργοισι δαήμονα φῶτα γενέσθαι

672ὧδε γὰρ εξερέω, τὸ δὲ καὶ τετελεσμένον έσται

673αντικρὺ χρόα τε ῥήξω σύν τ̓ οστέ̓ αράξω

674κηδεμόνες δέ οἱ ενθάδ̓ αολλέες αῦθι μενόντων,
675οἵ κέ μιν εξοίσουσιν εμῇς ὑπὸ χερσὶ δαμέντα

676ὣς έφαθ̓, οἳ δ̓ άρα πάντες ακὴν εγένοντο σιωπῇ

677Ευρύαλος δέ οἱ οῖος ανίστατο ισόθεος φὼς
678Μηκιστῆος υἱὸς Ταλαϊονίδαο άνακτος,
679ὅς ποτε Θήβας δ̓ ῆλθε δεδουπότος Οιδιπόδαο
680ες τάφον·
ένθα δὲ πάντας ενίκα Καδμείωνας
681τὸν μὲν Τυδεΐδης δουρὶ κλυτὸς αμφεπονεῖτο
682θαρσύνων έπεσιν, μέγα δ̓ αυτῷ βούλετο νίκην

683ζῶμα δέ οἱ πρῶτον παρακάββαλεν, αυτὰρ έπειτα
684δῶκεν ἱμάντας εϋτμήτους βοὸς αγραύλοιο

685τὼ δὲ ζωσαμένω βήτην ες μέσσον αγῶνα,
686άντα δ̓ ανασχομένω χερσὶ στιβαρῇσιν άμ̓ άμφω
687σύν ῥ̓ έπεσον, σὺν δέ σφι βαρεῖαι χεῖρες έμιχθεν

688δεινὸς δὲ χρόμαδος γενύων γένετ̓, έρρεε δ̓ ἱδρὼς
689πάντοθεν εκ μελέων
επὶ δ̓ όρνυτο δῖος Επειός,
690κόψε δὲ παπτήναντα παρήϊον
ου δ̓ άῤ έτι δὴν
691ἑστήκειν
αυτοῦ γὰρ ὑπήριπε φαίδιμα γυῖα
692ὡς δ̓ όθ̓ ὑπὸ φρικὸς Βορέω αναπάλλεται ιχθὺς
693θίν̓ εν φυκιόεντι, μέλαν δέ κῦμα κάλυψεν,
694ὣς πληγεὶς ανέπαλτ̓
αυτὰρ μεγάθυμος Επειὸς
695χερσὶ λαβὼν ώρθωσε
φίλοι δ̓ αμφέσταν ἑταῖροι,
696οἵ μιν άγον δἰ αγῶνος εφελκομένοισι πόδεσσιν
697αἷμα παχὺ πτύοντα κάρη βάλλονθ̓ ἑτέρωσε

698κὰδ δ̓ αλλοφρονέοντα μετὰ σφίσιν εἷσαν άγοντες,
699αυτοὶ δ̓ οιχόμενοι κόμισαν δέπας αμφικύπελλον

700Πηλεΐδης δ̓ αῖψ̓ άλλα κατὰ τρίτα θῆκεν άεθλα
701δεικνύμενος Δαναοῖσι παλαισμοσύνης αλεγεινῆς,
702τῷ μὲν νικήσαντι μέγαν τρίποδ̓ εμπυριβήτην,
703τὸν δὲ δυωδεκάβοιον ενὶ σφίσι τῖον Αχαιοί·

704ανδρὶ δὲ νικηθέντι γυναῖκ̓ ες μέσσον έθηκε,
705πολλὰ δ̓ επίστατο έργα, τίον δέ τεσσαράβοιον

706στῆ δ̓ ορθὸς καὶ μῦθον εν Αργείοισιν έειπεν

707όρνυσθ̓ οἳ καὶ τούτου αέθλου πειρήσεσθον.

708ὣς έφατ̓, ῶρτο δ̓ έπειτα μέγας Τελαμώνιος Αίας,
709ὰν δ̓ Οδυσεὺς πολύμητις ανίστατο κέρδεα ειδώς

710ζωσαμένω δ̓ άρα τώ γε βάτην ες μέσσον αγῶνα,
711αγκὰς δ̓ αλλήλων λαβέτην χερσὶ στιβαρῇσιν
712ὡς ότ̓ αμείβοντες, τούς τε κλυτὸς ήραρε τέκτων
713δώματος ὑψηλοῖο βίας ανέμων αλεείνων.

714τετρίγει δ̓ άρα νῶτα θρασειάων απὸ χειρῶν
715ἑλκόμενα στερεῶς
κατὰ δὲ νότιος ῥέεν ἱδρώς,
716πυκναὶ δὲ σμώδιγγες ανὰ πλευράς τε καὶ ώμους
717αἵματι φοινικόεσσαι ανέδραμον
οἳ δὲ μάλ̓ αιεὶ
718νίκης ἱέσθην τρίποδος πέρι ποιητοῖο

719ού τ̓ Οδυσεὺς δύνατο σφῆλαι ούδει τε πελάσσαι,
720ού τ̓ Αίας δύνατο, κρατερὴ δ̓ έχεν ὶς Οδυσῆος

721αλλ̓ ὅτε δή ῥ̓ ανίαζον εϋκνήμιδας Αχαιούς,
722δὴ τότε μιν προσέειπε μέγας Τελαμώνιος Αίας

723διογενὲς Λαερτιάδη πολυμήχαν̓ Οδυσσεῦ
724ή μ̓ ανάειῤ, εγὼ σέ·
τὰ δ̓ αῦ Διὶ πάντα μελήσει
725ὣς ειπὼν ανάειρε
δόλου δ̓ ου λήθετ̓ Οδυσσεύς
726κόψ̓ όπιθεν κώληπα τυχών, ὑπέλυσε δὲ γυῖα,
727κὰδ δ̓ έβαλ̓ εξοπίσω
επὶ δὲ στήθεσσιν Οδυσσεὺς
728κάππεσε
λαοὶ δ̓ αῦ θηεῦντό τε θάμβησάν τε
729δεύτερος αῦτ̓ ανάειρε πολύτλας δῖος Οδυσσεύς,
730κίνησεν δ̓ άρα τυτθὸν απὸ χθονός, ου δ̓ έτ̓ άειρεν,
731εν δὲ γόνυ γνάμψεν
επὶ δὲ χθονὶ κάππεσον άμφω
732πλησίοι αλλήλοισι, μιάνθησαν δὲ κονίῃ

733καί νύ κε τὸ τρίτον αῦτις αναΐξαντ̓ επάλαιον,
734ει μὴ Αχιλλεὺς αυτὸς ανίστατο καὶ κατέρυκε

735μηκέτ̓ ερείδεσθον, μὴ δὲ τρίβεσθε κακοῖσι

736νίκη δ̓ αμφοτέροισιν·
αέθλια δ̓ ῖσ̓ ανελόντες
737έρχεσθ̓, όφρα καὶ άλλοι αεθλεύωσιν Αχαιοί

738ὣς έφαθ̓, οἳ δ̓ άρα τοῦ μάλα μὲν κλύον ηδὲ πίθοντο,
739καί ῥ̓ απομορξαμένω κονίην δύσαντο χιτῶνας

740Πηλεΐδης δ̓ αῖψ̓ άλλα τίθει ταχυτῆτος άεθλα
741αργύρεον κρητῆρα τετυγμένον·
ἓξ δ̓ άρα μέτρα
742χάνδανεν, αυτὰρ κάλλει ενίκα πᾶσαν επ̓ αῖαν
743πολλόν, επεὶ Σιδόνες πολυδαίδαλοι εῦ ήσκησαν,
744Φοίνικες δ̓ άγον άνδρες επ̓ ηεροειδέα πόντον,
745στῆσαν δ̓ εν λιμένεσσι, Θόαντι δὲ δῶρον έδωκαν

746υἷος δὲ Πριάμοιο Λυκάονος ῶνον έδωκε
747Πατρόκλῳ ἥρωϊ Ιησονίδης Εύνηος

748καὶ τὸν Αχιλλεὺς θῆκεν άεθλον οὗ ἑτάροιο,
749ὅς τις ελαφρότατος ποσσὶ κραιπνοῖσι πέλοιτο·

750δευτέρῳ αῦ βοῦν θῆκε μέγαν καὶ πίονα δημῷ,
751ἡμιτάλαντον δὲ χρυσοῦ λοισθήϊ̓ έθηκε

752στῆ δ̓ ορθὸς καὶ μῦθον εν Αργείοισιν έειπεν

753όρνυσθ̓ οἳ καὶ τούτου αέθλου πειρήσεσθε.

754ὣς έφατ̓, όρνυτο δ̓ αυτίκ̓ Οϊλῆος ταχὺς Αίας,
755ὰν δ̓ Οδυσεὺς πολύμητις, έπειτα δὲ Νέστορος υἱὸς
756Αντίλοχος·
γὰρ αῦτε νέους ποσὶ πάντας ενίκα
757στὰν δὲ μεταστοιχί
σήμηνε δὲ τέρματ̓ Αχιλλεύς
758τοῖσι δ̓ απὸ νύσσης τέτατο δρόμος
ῶκα δ̓ έπειτα
759έκφεῤ Οϊλιάδης
επὶ δ̓ όρνυτο δῖος Οδυσσεὺς
760άγχι μάλ̓, ὡς ὅτε τίς τε γυναικὸς εϋζώνοιο
761στήθεός εστι κανών, ὅν τ̓ εῦ μάλα χερσὶ τανύσσῃ
762πηνίον εξέλκουσα παρὲκ μίτον, αγχόθι δ̓ ίσχει
763στήθεος
ὣς Οδυσεὺς θέεν εγγύθεν, αυτὰρ όπισθεν
764ίχνια τύπτε πόδεσσι πάρος κόνιν αμφιχυθῆναι

765κὰδ δ̓ άρα οἱ κεφαλῆς χέ̓ αϋτμένα δῖος Οδυσσεὺς
766αιεὶ ῥίμφα θέων
ίαχον δ̓ επὶ πάντες Αχαιοὶ
767νίκης ἱεμένῳ, μάλα δὲ σπεύδοντι κέλευον

768αλλ̓ ὅτε δὴ πύματον τέλεον δρόμον, αυτίκ̓ Οδυσσεὺς
769εύχετ̓ Αθηναίῃ γλαυκώπιδι ὃν κατὰ θυμόν

770κλῦθι θεά, αγαθή μοι επίρροθος ελθὲ ποδοῖιν

771ὣς έφατ̓ ευχόμενος
τοῦ δ̓ έκλυε Παλλὰς Αθήνη,
772γυῖα δ̓ έθηκεν ελαφρά, πόδας καὶ χεῖρας ὕπερθεν

773αλλ̓ ὅτε δὴ τάχ̓ έμελλον επαΐξασθαι άεθλον,
774ένθ̓ Αίας μὲν όλισθε θέων, βλάψεν γὰρ Αθήνη,
775τῇ ῥα βοῶν κέχυτ̓ όνθος αποκταμένων εριμύκων,
776οὓς επὶ Πατρόκλῳ πέφνεν πόδας ωκὺς Αχιλλεύς

777εν δ̓ όνθου βοέου πλῆτο στόμα τε ῥῖνάς τε

778κρητῆῤ αῦτ̓ ανάειρε πολύτλας δῖος Οδυσσεύς,
779ὡς ῆλθε φθάμενος
δὲ βοῦν ἕλε φαίδιμος Αίας.
780στῆ δὲ κέρας μετὰ χερσὶν έχων βοὸς αγραύλοιο
781όνθον αποπτύων, μετὰ δ̓ Αργείοισιν έειπεν

782 πόποι μ̓ έβλαψε θεὰ πόδας, τὸ πάρος περ
783μήτηρ ὣς Οδυσῆϊ παρίσταται ηδ̓ επαρήγει.

784ὣς έφαθ̓, οἳ δ̓ άρα πάντες επ̓ αυτῷ ἡδὺ γέλασσαν

785Αντίλοχος δ̓ άρα δὴ λοισθήϊον έκφεῤ άεθλον
786μειδιόων, καὶ μῦθον εν Αργείοισιν έειπεν

787ειδόσιν ύμμ̓ ερέω πᾶσιν φίλοι, ὡς έτι καὶ νῦν
788αθάνατοι τιμῶσι παλαιοτέρους ανθρώπους

789Αίας μὲν γὰρ εμεῖ̓ ολίγον προγενέστερός εστιν,
790οὗτος δὲ προτέρης γενεῆς προτέρων τ̓ ανθρώπων·

791ωμογέροντα δέ μίν φασ̓ έμμεναι
αργαλέον δὲ
792ποσσὶν εριδήσασθαι Αχαιοῖς, ει μὴ Αχιλλεῖ.

793ὣς φάτο, κύδηνεν δὲ ποδώκεα Πηλεΐωνα

794τὸν δ̓ Αχιλεὺς μύθοισιν αμειβόμενος προσέειπεν

795Αντίλοχ̓ ου μέν τοι μέλεος ειρήσεται αῖνος,
796αλλά τοι ἡμιτάλαντον εγὼ χρυσοῦ επιθήσω

797ὣς ειπὼν εν χερσὶ τίθει, δ̓ εδέξατο χαίρων

798αυτὰρ Πηλεΐδης κατὰ μὲν δολιχόσκιον έγχος
799θῆκ̓ ες αγῶνα φέρων, κατὰ δ̓ ασπίδα καὶ τρυφάλειαν
800τεύχεα Σαρπήδοντος, μιν Πάτροκλος απηύρα.

801στῆ δ̓ ορθὸς καὶ μῦθον εν Αργείοισιν έειπεν

802άνδρε δύω περὶ τῶνδε κελεύομεν, περ αρίστω,
803τεύχεα ἑσσαμένω ταμεσίχροα χαλκὸν ἑλόντε
804αλλήλων προπάροιθεν ὁμίλου πειρηθῆναι.

805ὁππότερός κε φθῇσιν ορεξάμενος χρόα καλόν,
806ψαύσῃ δ̓ ενδίνων διά τ̓ έντεα καὶ μέλαν αἷμα,
807τῷ μὲν εγὼ δώσω τόδε φάσγανον αργυρόηλον
808καλὸν Θρηΐκιον, τὸ μὲν Αστεροπαῖον απηύρων

809τεύχεα δ̓ αμφότεροι ξυνήϊα ταῦτα φερέσθων

810καί σφιν δαῖτ̓ αγαθὴν παραθήσομεν εν κλισίῃσιν

811ὣς έφατ̓, ῶρτο δ̓ έπειτα μέγας Τελαμώνιος Αίας,
812ὰν δ̓ άρα Τυδεΐδης ῶρτο, κρατερὸς Διομήδης

813οἳ δ̓ επεὶ οῦν ἑκάτερθεν ὁμίλου θωρήχθησαν,
814ες μέσον αμφοτέρω συνίτην μεμαῶτε μάχεσθαι
815δεινὸν δερκομένω
θάμβος δ̓ έχε πάντας Αχαιούς
816αλλ̓ ὅτε δὴ σχεδὸν ῆσαν επ̓ αλλήλοισιν ιόντες,
817τρὶς μὲν επήϊξαν, τρὶς δὲ σχεδὸν ὁρμήθησαν

818ένθ̓ Αίας μὲν έπειτα κατ̓ ασπίδα πάντοσ̓ εΐσην
819νύξ̓, ου δὲ χρό̓ ἵκανεν
έρυτο γὰρ ένδοθι θώρηξ
820Τυδεΐδης δ̓ άῤ έπειτα ὑπὲρ σάκεος μεγάλοιο
821αιὲν επ̓ αυχένι κῦρε φαεινοῦ δουρὸς ακωκῇ

822καὶ τότε δή ῥ̓ Αίαντι περιδείσαντες Αχαιοὶ
823παυσαμένους εκέλευσαν αέθλια ῖσ̓ ανελέσθαι

824αυτὰρ Τυδεΐδῃ δῶκεν μέγα φάσγανον ἥρως
825σὺν κολεῷ τε φέρων καὶ εϋτμήτῳ τελαμῶνι

826αυτὰρ Πηλεΐδης θῆκεν σόλον αυτοχόωνον
827ὃν πρὶν μὲν ῥίπτασκε μέγα σθένος Ηετίωνος

828αλλ̓ ήτοι τὸν έπεφνε ποδάρκης δῖος Αχιλλεύς,
829τὸν δ̓ άγετ̓ εν νήεσσι σὺν άλλοισι κτεάτεσσι

830στῆ δ̓ ορθὸς καὶ μῦθον εν Αργείοισιν έειπεν

831όρνυσθ̓ οἳ καὶ τούτου αέθλου πειρήσεσθε.

832εί οἱ καὶ μάλα πολλὸν απόπροθι πίονες αγροί,
833ἕξει μιν καὶ πέντε περιπλομένους ενιαυτοὺς
834χρεώμενος·
ου μὲν γάρ οἱ ατεμβόμενός γε σιδήρου
835ποιμὴν ου δ̓ αροτὴρ εῖσ̓ ες πόλιν, αλλὰ παρέξει

836ὣς έφατ̓, ῶρτο δ̓ έπειτα μενεπτόλεμος Πολυποίτης,
837ὰν δὲ Λεοντῆος κρατερὸν μένος αντιθέοιο,
838ὰν δ̓ Αίας Τελαμωνιάδης καὶ δῖος Επειός.

839ἑξείης δ̓ ἵσταντο, σόλον δ̓ ἕλε δῖος Επειός,
840ἧκε δὲ δινήσας
γέλασαν δ̓ επὶ πάντες Αχαιοί
841δεύτερος αῦτ̓ αφέηκε Λεοντεὺς όζος Άρηος

842τὸ τρίτον αῦτ̓ έρριψε μέγας Τελαμώνιος Αίας
843χειρὸς άπο στιβαρῆς, καὶ ὑπέρβαλε σήματα πάντων

844αλλ̓ ὅτε δὴ σόλον εἷλε μενεπτόλεμος Πολυποίτης,
845ὅσσόν τίς τ̓ έρριψε καλαύροπα βουκόλος ανήρ,
846 δέ θ̓ ἑλισσομένη πέτεται διὰ βοῦς αγελαίας,
847τόσσον παντὸς αγῶνος ὑπέρβαλε
τοὶ δὲ βόησαν
848ανστάντες δ̓ ἕταροι Πολυποίταο κρατεροῖο
849νῆας έπι γλαφυρὰς έφερον βασιλῆος άεθλον

850αυτὰρ τοξευτῇσι τίθει ιόεντα σίδηρον,
851κὰδ δ̓ ετίθει δέκα μὲν πελέκεας, δέκα δ̓ ἡμιπέλεκκα,
852ἱστὸν δ̓ έστησεν νηὸς κυανοπρῴροιο
853τηλοῦ επὶ ψαμάθοις, εκ δὲ τρήρωνα πέλειαν
854λεπτῇ μηρίνθῳ δῆσεν ποδός, ἧς άῤ ανώγει
855τοξεύειν
ὃς μέν κε βάλῃ τρήρωνα πέλειαν,
856πάντας αειράμενος πελέκεας οῖκον δὲ φερέσθω

857ὃς δέ κε μηρίνθοιο τύχῃ όρνιθος ἁμαρτών,
858ἥσσων γὰρ δὴ κεῖνος, δ̓ οίσεται ἡμιπέλεκκα.

859ὣς έφατ̓, ῶρτο δ̓ έπειτα βίη Τεύκροιο άνακτος,
860ὰν δ̓ άρα Μηριόνης θεράπων εῢς Ιδομενῆος.

861κλήρους δ̓ εν κυνέῃ χαλκήρεϊ πάλλον ἑλόντες,
862Τεῦκρος δὲ πρῶτος κλήρῳ λάχεν
αυτίκα δ̓ ιὸν
863ἧκεν επικρατέως, ου δ̓ ηπείλησεν άνακτι
864αρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην

865όρνιθος μὲν ἅμαρτε
μέγηρε γάρ οἱ τό γ̓ Απόλλων
866αυτὰρ μήρινθον βάλε πὰρ πόδα, τῇ δέδετ̓ όρνις

867αντικρὺ δ̓ απὸ μήρινθον τάμε πικρὸς οϊστός

868 μὲν έπειτ̓ ήϊξε πρὸς ουρανόν, δὲ παρείθη
869μήρινθος ποτὶ γαῖαν
ατὰρ κελάδησαν Αχαιοί
870σπερχόμενος δ̓ άρα Μηριόνης εξείρυσε χειρὸς
871τόξον
ατὰρ δὴ οϊστὸν έχεν πάλαι, ὡς ίθυνεν
872αυτίκα δ̓ ηπείλησεν ἑκηβόλῳ Απόλλωνι
873αρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην

874ὕψι δ̓ ὑπὸ νεφέων εῖδε τρήρωνα πέλειαν

875τῇ ῥ̓ γε δινεύουσαν ὑπὸ πτέρυγος βάλε μέσσην,
876αντικρὺ δὲ διῆλθε βέλος·
τὸ μὲν ὰψ επὶ γαίῃ
877πρόσθεν Μηριόναο πάγη ποδός
αυτὰρ όρνις
878ἱστῷ εφεζομένη νηὸς κυανοπρῴροιο
879αυχέν̓ απεκρέμασεν, σὺν δὲ πτερὰ πυκνὰ λίασθεν

880ωκὺς δ̓ εκ μελέων θυμὸς πτάτο, τῆλε δ̓ απ̓ αυτοῦ
881κάππεσε
λαοὶ δ̓ αῦ θηεῦντό τε θάμβησάν τε
882ὰν δ̓ άρα Μηριόνης πελέκεας δέκα πάντας άειρε,
883Τεῦκρος δ̓ ἡμιπέλεκκα φέρεν κοίλας επὶ νῆας

884αυτὰρ Πηλεΐδης κατὰ μὲν δολιχόσκιον έγχος,
885κὰδ δὲ λέβητ̓ άπυρον βοὸς άξιον ανθεμόεντα
886θῆκ̓ ες αγῶνα φέρων·
καί ῥ̓ ἥμονες άνδρες ανέσταν
887ὰν μὲν άῤ Ατρεΐδης ευρὺ κρείων Αγαμέμνων,
888ὰν δ̓ άρα Μηριόνης, θεράπων εῢς Ιδομενῆος.

889τοῖσι δὲ καὶ μετέειπε ποδάρκης δῖος Αχιλλεύς

890 Ατρεΐδη ·
ίδμεν γὰρ ὅσον προβέβηκας ἁπάντων
891ηδ̓ ὅσσον δυνάμει τε καὶ ἥμασιν έπλευ άριστος

892αλλὰ σὺ μὲν τόδ̓ άεθλον έχων κοίλας επὶ νῆας
893έρχευ, ατὰρ δόρυ Μηριόνῃ ἥρωϊ πόρωμεν,
894ει σύ γε σῷ θυμῷ εθέλοις
κέλομαι γὰρ έγωγε
895ὣς έφατ̓, ου δ̓ απίθησεν άναξ ανδρῶν Αγαμέμνων

896δῶκε δὲ Μηριόνῃ δόρυ χάλκεον
αυτὰρ γ̓ ἥρως
897Ταλθυβίῳ κήρυκι δίδου περικαλλὲς άεθλον