1ὣς οἳ μὲν κατὰ άστυ πεφυζότες ηΰτε νεβροὶ
2ἱδρῶ απεψύχοντο πίον τ̓ ακέοντό τε δίψαν
3κεκλιμένοι καλῇσιν επάλξεσιν ·
αυτὰρ Αχαιοὶ
4τείχεος ᾶσσον ίσαν σάκἐ ώμοισι κλίναντες
5Ἕκτορα δ̓ αυτοῦ μεῖναι ολοιὴ μοῖρα πέδησεν
6Ιλίου προπάροιθε πυλάων τε Σκαιάων
7αυτὰρ Πηλείωνα προσηύδα Φοῖβος Απόλλων
8τίπτέ με Πηλέος υἱὲ ποσὶν ταχέεσσι διώκεις
9αυτὸς θνητὸς εὼν θεὸν άμβροτον ;
ου δέ νύ πώ με
10έγνως ὡς θεός ειμι , σὺ δ̓ ασπερχὲς μενεαίνεις
11ῆ νύ τοι ού τι μέλει Τρώων πόνος , οὓς εφόβησας ,
12οἳ δή τοι εις άστυ άλεν , σὺ δὲ δεῦρο λιάσθης
13ου μέν με κτενέεις , επεὶ ού τοι μόρσιμός ειμι
14τὸν δὲ μέγ̓ οχθήσας προσέφη πόδας ωκὺς Αχιλλεύς
15έβλαψάς μ̓ ἑκάεργε θεῶν ολοώτατε πάντων
16ενθάδε νῦν τρέψας απὸ τείχεος
ῆ κ̓ έτι πολλοὶ
17γαῖαν οδὰξ εἷλον πρὶν Ίλιον εισαφικέσθαι
18νῦν δ̓ εμὲ μὲν μέγα κῦδος αφείλεο , τοὺς δὲ σάωσας
19ῥηϊδίως , επεὶ ού τι τίσιν γ̓ έδεισας οπίσσω
20ῆ σ̓ ὰν τισαίμην , εί μοι δύναμίς γε παρείη
21ὣς ειπὼν προτὶ άστυ μέγα φρονέων εβεβήκει ,
22σευάμενος ὥς θ̓ ἵππος αεθλοφόρος σὺν όχεσφιν ,
23ὅς ῥά τε ῥεῖα θέῃσι τιταινόμενος πεδίοιο ·
24ὣς Αχιλεὺς λαιψηρὰ πόδας καὶ γούνατ̓ ενώμα
25τὸν δ̓ ὃ γέρων Πρίαμος πρῶτος ίδεν οφθαλμοῖσι
26παμφαίνονθ̓ ὥς τ̓ αστέῤ επεσσύμενον πεδίοιο ,
27ὅς ῥά τ̓ οπώρης εῖσιν , αρίζηλοι δέ οἱ αυγαὶ
28φαίνονται πολλοῖσι μετ̓ αστράσι νυκτὸς αμολγῷ ,
29ὅν τε κύν̓ Ωρίωνος επίκλησιν καλέουσι .
30λαμπρότατος μὲν ὅ γ̓ εστί , κακὸν δέ τε σῆμα τέτυκται ,
31καί τε φέρει πολλὸν πυρετὸν δειλοῖσι βροτοῖσιν
32ὣς τοῦ χαλκὸς έλαμπε περὶ στήθεσσι θέοντος
33ῴμωξεν δ̓ ὃ γέρων , κεφαλὴν δ̓ ὅ γε κόψατο χερσὶν
34υψόσ̓ ανασχόμενος , μέγα δ̓ οιμώξας εγεγώνει
35λισσόμενος φίλον υἱόν
ὃ δὲ προπάροιθε πυλάων
36ἑστήκει άμοτον μεμαὼς Αχιλῆϊ μάχεσθαι
37τὸν δ̓ ὃ γέρων ελεεινὰ προσηύδα χεῖρας ορεγνύς
38Ἕκτορ μή μοι μίμνε φίλον τέκος ανέρα τοῦτον
39οῖος άνευθ̓ άλλων , ἵνα μὴ τάχα πότμον επίσπῃς
40Πηλεΐωνι δαμείς , επεὶ ῆ πολὺ φέρτερός εστι
41σχέτλιος
αίθε θεοῖσι φίλος τοσσόνδε γένοιτο
42ὅσσον εμοί ·
τάχα κέν ἑ κύνες καὶ γῦπες έδοιεν
43κείμενον
ῆ κέ μοι αινὸν απὸ πραπίδων άχος έλθοι
44ὅς μ̓ υἱῶν πολλῶν τε καὶ εσθλῶν εῦνιν έθηκε
45κτείνων καὶ περνὰς νήσων έπι τηλεδαπάων
46καὶ γὰρ νῦν δύο παῖδε Λυκάονα καὶ Πολύδωρον
47ου δύναμαι ιδέειν Τρώων εις άστυ αλέντων ,
48τούς μοι Λαοθόη τέκετο κρείουσα γυναικῶν .
49αλλ̓ ει μὲν ζώουσι μετὰ στρατῷ , ῆ τ̓ ὰν έπειτα
50χαλκοῦ τε χρυσοῦ τ̓ απολυσόμεθ̓ , έστι γὰρ ένδον
51πολλὰ γὰρ ώπασε παιδὶ γέρων ονομάκλυτος Άλτης
52ει δ̓ ήδη τεθνᾶσι καὶ ειν Αΐδαο δόμοισιν ,
53άλγος εμῷ θυμῷ καὶ μητέρι τοὶ τεκόμεσθα ·
54λαοῖσιν δ̓ άλλοισι μινυνθαδιώτερον άλγος
55έσσεται , ὴν μὴ καὶ σὺ θάνῃς Αχιλῆϊ δαμασθείς
56αλλ̓ εισέρχεο τεῖχος εμὸν τέκος , όφρα σαώσῃς
57Τρῶας καὶ Τρῳάς , μὴ δὲ μέγα κῦδος ορέξῃς
58Πηλεΐδῃ , αυτὸς δὲ φίλης αιῶνος αμερθῇς
59πρὸς δ̓ εμὲ τὸν δύστηνον έτι φρονέοντ̓ ελέησον
60δύσμορον , ὅν ῥα πατὴρ Κρονίδης επὶ γήραος ουδῷ
61αίσῃ εν αργαλέῃ φθίσει κακὰ πόλλ̓ επιδόντα
62υἷάς τ̓ ολλυμένους ἑλκηθείσας τε θύγατρας ,
63καὶ θαλάμους κεραϊζομένους , καὶ νήπια τέκνα
64βαλλόμενα προτὶ γαίῃ εν αινῇ δηϊοτῆτι ,
65ἑλκομένας τε νυοὺς ολοῇς ὑπὸ χερσὶν Αχαιῶν .
66αυτὸν δ̓ ὰν πύματόν με κύνες πρώτῃσι θύρῃσιν
67ωμησταὶ ερύουσιν , επεί κέ τις οξέϊ χαλκῷ
68τύψας ηὲ βαλὼν ῥεθέων εκ θυμὸν ἕληται ,
69οὓς τρέφον εν μεγάροισι τραπεζῆας θυραωρούς ,
70οἵ κ̓ εμὸν αἷμα πιόντες αλύσσοντες περὶ θυμῷ
71κείσοντ̓ εν προθύροισι
νέῳ δέ τε πάντ̓ επέοικεν
72άρηϊ κταμένῳ δεδαϊγμένῳ οξέϊ χαλκῷ
73κεῖσθαι
πάντα δὲ καλὰ θανόντι περ ὅττι φανήῃ ·
74αλλ̓ ὅτε δὴ πολιόν τε κάρη πολιόν τε γένειον
75αιδῶ τ̓ αισχύνωσι κύνες κταμένοιο γέροντος ,
76τοῦτο δὴ οίκτιστον πέλεται δειλοῖσι βροτοῖσιν
77ῆ ῥ̓ ὃ γέρων , πολιὰς δ̓ άῤ ανὰ τρίχας ἕλκετο χερσὶ
78τίλλων εκ κεφαλῆς
ου δ̓ Ἕκτορι θυμὸν έπειθε
79μήτηρ δ̓ αῦθ̓ ἑτέρωθεν οδύρετο δάκρυ χέουσα
80κόλπον ανιεμένη , ἑτέρηφι δὲ μαζὸν ανέσχε
81καί μιν δάκρυ χέουσ̓ έπεα πτερόεντα προσηύδα
82Ἕκτορ τέκνον εμὸν τάδε τ̓ αίδεο καί μ̓ ελέησον
83αυτήν , εί ποτέ τοι λαθικηδέα μαζὸν επέσχον
84τῶν μνῆσαι φίλε τέκνον άμυνε δὲ δήϊον άνδρα
85τείχεος εντὸς εών , μὴ δὲ πρόμος ἵστασο τούτῳ
86σχέτλιος
εί περ γάρ σε κατακτάνῃ , ού σ̓ έτ̓ έγωγε
87κλαύσομαι εν λεχέεσσι φίλον θάλος , ὃν τέκον αυτή ,
88ου δ̓ άλοχος πολύδωρος ·
άνευθε δέ σε μέγα νῶϊν
89Αργείων παρὰ νηυσὶ κύνες ταχέες κατέδονται
90ὣς τώ γε κλαίοντε προσαυδήτην φίλον υἱὸν
91πολλὰ λισσομένω
ου δ̓ Ἕκτορι θυμὸν έπειθον ,
92αλλ̓ ὅ γε μίμν̓ Αχιλῆα πελώριον ᾶσσον ιόντα
93ὡς δὲ δράκων επὶ χειῇ ορέστερος άνδρα μένῃσι
94βεβρωκὼς κακὰ φάρμακ̓ , έδυ δέ τέ μιν χόλος αινός ,
95σμερδαλέον δὲ δέδορκεν ἑλισσόμενος περὶ χειῇ ·
96ὣς Ἕκτωρ άσβεστον έχων μένος ουχ ὑπεχώρει
97πύργῳ έπι προὔχοντι φαεινὴν ασπίδ̓ ερείσας
98οχθήσας δ̓ άρα εῖπε πρὸς ὃν μεγαλήτορα θυμόν
99ώ μοι εγών , ει μέν κε πύλας καὶ τείχεα δύω ,
100Πουλυδάμας μοι πρῶτος ελεγχείην αναθήσει ,
101ὅς μ̓ εκέλευε Τρωσὶ ποτὶ πτόλιν ἡγήσασθαι
102νύχθ̓ ὕπο τήνδ̓ ολοὴν ὅτε τ̓ ώρετο δῖος Αχιλλεύς
103αλλ̓ εγὼ ου πιθόμην
ῆ τ̓ ὰν πολὺ κέρδιον ῆεν
104νῦν δ̓ επεὶ ώλεσα λαὸν ατασθαλίῃσιν εμῇσιν ,
105αιδέομαι Τρῶας καὶ Τρῳάδας ἑλκεσιπέπλους ,
106μή ποτέ τις είπῃσι κακώτερος άλλος εμεῖο
107Ἕκτωρ ἧφι βίηφι πιθήσας ώλεσε λαόν
108ὣς ερέουσιν
εμοὶ δὲ τότ̓ ὰν πολὺ κέρδιον είη
109άντην ὴ Αχιλῆα κατακτείναντα νέεσθαι ,
110ηέ κεν αυτῷ ολέσθαι εϋκλειῶς πρὸ πόληος
111ει δέ κεν ασπίδα μὲν καταθείομαι ομφαλόεσσαν
112καὶ κόρυθα βριαρήν , δόρυ δὲ πρὸς τεῖχος ερείσας
113αυτὸς ιὼν Αχιλῆος αμύμονος αντίος έλθω
114καί οἱ ὑπόσχωμαι Ἑλένην καὶ κτήμαθ̓ άμ̓ αυτῇ ,
115πάντα μάλ̓ ὅσσά τ̓ Αλέξανδρος κοίλῃς ενὶ νηυσὶν
116ηγάγετο Τροίηνδ̓ , ἥ τ̓ έπλετο νείκεος αρχή ,
117δωσέμεν Ατρεΐδῃσιν άγειν , ἅμα δ̓ αμφὶς Αχαιοῖς
118άλλ̓ αποδάσσεσθαι ὅσα τε πτόλις ἥδε κέκευθε ·
119Τρωσὶν δ̓ αῦ μετόπισθε γερούσιον ὅρκον ἕλωμαι
120μή τι κατακρύψειν , αλλ̓ άνδιχα πάντα δάσασθαι
121κτῆσιν ὅσην πτολίεθρον επήρατον εντὸς εέργει ·
122αλλὰ τί ή μοι ταῦτα φίλος διελέξατο θυμός
123μή μιν εγὼ μὲν ἵκωμαι ιών , ὃ δέ μ̓ ουκ ελεήσει
124ου δέ τί μ̓ αιδέσεται , κτενέει δέ με γυμνὸν εόντα
125αύτως ὥς τε γυναῖκα , επεί κ̓ απὸ τεύχεα δύω .
126ου μέν πως νῦν έστιν απὸ δρυὸς ου δ̓ απὸ πέτρης
127τῷ οαριζέμεναι , ἅ τε παρθένος ηΐθεός τε
128παρθένος ηΐθεός τ̓ οαρίζετον αλλήλοιιν
129βέλτερον αῦτ̓ έριδι ξυνελαυνέμεν ὅττι τάχιστα ·
130είδομεν ὁπποτέρῳ κεν Ολύμπιος εῦχος ορέξῃ
131ὣς ὅρμαινε μένων , ὃ δέ οἱ σχεδὸν ῆλθεν Αχιλλεὺς
132ῖσος Ενυαλίῳ κορυθάϊκι πτολεμιστῇ
133σείων Πηλιάδα μελίην κατὰ δεξιὸν ῶμον
134δεινήν ·
αμφὶ δὲ χαλκὸς ελάμπετο είκελος αυγῇ
135ὴ πυρὸς αιθομένου ὴ ηελίου ανιόντος
136Ἕκτορα δ̓ , ὡς ενόησεν , ἕλε τρόμος
ου δ̓ άῤ έτ̓ έτλη
137αῦθι μένειν , οπίσω δὲ πύλας λίπε , βῆ δὲ φοβηθείς
138Πηλεΐδης δ̓ επόρουσε ποσὶ κραιπνοῖσι πεποιθώς
139ηΰτε κίρκος όρεσφιν ελαφρότατος πετεηνῶν
140ῥηϊδίως οίμησε μετὰ τρήρωνα πέλειαν ,
141ἣ δέ θ̓ ὕπαιθα φοβεῖται , ὃ δ̓ εγγύθεν οξὺ λεληκὼς
142ταρφέ̓ επαΐσσει , ἑλέειν τέ ἑ θυμὸς ανώγει ·
143ὣς άῤ ὅ γ̓ εμμεμαὼς ιθὺς πέτετο , τρέσε δ̓ Ἕκτωρ
144τεῖχος ὕπο Τρώων , λαιψηρὰ δὲ γούνατ̓ ενώμα
145οἳ δὲ παρὰ σκοπιὴν καὶ ερινεὸν ηνεμόεντα
146τείχεος αιὲν υπ̓ εκ κατ̓ αμαξιτὸν εσσεύοντο ,
147κρουνὼ δ̓ ἵκανον καλλιρρόω
ένθα δὲ πηγαὶ
148δοιαὶ αναΐσσουσι Σκαμάνδρου δινήεντος
149ἣ μὲν γάρ θ̓ ὕδατι λιαρῷ ῥέει , αμφὶ δὲ καπνὸς
150γίγνεται εξ αυτῆς ὡς ει πυρὸς αιθομένοιο ·
151ἣ δ̓ ἑτέρη θέρεϊ προρέει εϊκυῖα χαλάζῃ ,
152ὴ χιόνι ψυχρῇ ὴ εξ ὕδατος κρυστάλλῳ
153ένθα δ̓ επ̓ αυτάων πλυνοὶ ευρέες εγγὺς έασι
154καλοὶ λαΐνεοι , ὅθι εἵματα σιγαλόεντα
155πλύνεσκον Τρώων άλοχοι καλαί τε θύγατρες
156τὸ πρὶν επ̓ ειρήνης πρὶν ελθεῖν υἷας Αχαιῶν
157τῇ ῥα παραδραμέτην φεύγων ὃ δ̓ όπισθε διώκων ·
158πρόσθε μὲν εσθλὸς έφευγε , δίωκε δέ μιν μέγ̓ αμείνων
159καρπαλίμως , επεὶ ουχ ἱερήϊον ου δὲ βοείην
160αρνύσθην , ἅ τε ποσσὶν αέθλια γίγνεται ανδρῶν ,
161αλλὰ περὶ ψυχῆς θέον Ἕκτορος ἱπποδάμοιο
162ὡς δ̓ ότ̓ αεθλοφόροι περὶ τέρματα μώνυχες ἵπποι
163ῥίμφα μάλα τρωχῶσι ·
τὸ δὲ μέγα κεῖται άεθλον
164ὴ τρίπος ηὲ γυνὴ ανδρὸς κατατεθνηῶτος ·
165ὣς τὼ τρὶς Πριάμοιο πόλιν πέρι δινηθήτην
166καρπαλίμοισι πόδεσσι ·
θεοὶ δ̓ ες πάντες ὁρῶντο
167τοῖσι δὲ μύθων ῆρχε πατὴρ ανδρῶν τε θεῶν τε
168ὼ πόποι ῆ φίλον άνδρα διωκόμενον περὶ τεῖχος
169οφθαλμοῖσιν ὁρῶμαι
εμὸν δ̓ ολοφύρεται ῆτορ
170Ἕκτορος , ὅς μοι πολλὰ βοῶν επὶ μηρί̓ έκηεν
171Ίδης εν κορυφῇσι πολυπτύχου , άλλοτε δ̓ αῦτε
172εν πόλει ακροτάτῃ ·
νῦν αῦτέ ἑ δῖος Αχιλλεὺς
173άστυ πέρι Πριάμοιο ποσὶν ταχέεσσι διώκει
174αλλ̓ άγετε φράζεσθε θεοὶ καὶ μητιάασθε
175ηέ μιν εκ θανάτοιο σαώσομεν , ῆέ μιν ήδη
176Πηλεΐδῃ Αχιλῆϊ δαμάσσομεν εσθλὸν εόντα
177τὸν δ̓ αῦτε προσέειπε θεὰ γλαυκῶπις Αθήνη
178ῶ πάτερ αργικέραυνε κελαινεφὲς οἷον έειπες
179άνδρα θνητὸν εόντα πάλαι πεπρωμένον αίσῃ
180ὰψ εθέλεις θανάτοιο δυσηχέος εξαναλῦσαι
181έρδ̓
ατὰρ ού τοι πάντες επαινέομεν θεοὶ άλλοι
182τὴν δ̓ απαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς
183θάρσει Τριτογένεια φίλον τέκος ·
ού νύ τι θυμῷ
184πρόφρονι μυθέομαι , εθέλω δέ τοι ήπιος εῖναι
185έρξον ὅπῃ δή τοι νόος έπλετο , μὴ δ̓ έτ̓ ερώει
186ὣς ειπὼν ότρυνε πάρος μεμαυῖαν Αθήνην
187βῆ δὲ κατ̓ Ουλύμποιο καρήνων αΐξασα
188Ἕκτορα δ̓ ασπερχὲς κλονέων έφεπ̓ ωκὺς Αχιλλεύς
189ὡς δ̓ ὅτε νεβρὸν όρεσφι κύων ελάφοιο δίηται
190όρσας εξ ευνῆς διά τ̓ άγκεα καὶ διὰ βήσσας ·
191τὸν δ̓ εί πέρ τε λάθῃσι καταπτήξας ὑπὸ θάμνῳ ,
192αλλά τ̓ ανιχνεύων θέει έμπεδον όφρά κεν εὕρῃ ·
193ὣς Ἕκτωρ ου λῆθε ποδώκεα Πηλεΐωνα .
194ὁσσάκι δ̓ ὁρμήσειε πυλάων Δαρδανιάων
195αντίον αΐξασθαι εϋδμήτους ὑπὸ πύργους ,
196εί πως οἷ καθύπερθεν αλάλκοιεν βελέεσσι ,
197τοσσάκι μιν προπάροιθεν αποστρέψασκε παραφθὰς
198πρὸς πεδίον
αυτὸς δὲ ποτὶ πτόλιος πέτετ̓ αιεί
199ὡς δ̓ εν ονείρῳ ου δύναται φεύγοντα διώκειν ·
200ού τ̓ άῤ ὃ τὸν δύναται ὑποφεύγειν ούθ̓ ὃ διώκειν ·
201ὣς ὃ τὸν ου δύνατο μάρψαι ποσίν , ου δ̓ ὃς αλύξαι .
202πῶς δέ κεν Ἕκτωρ κῆρας ὑπεξέφυγεν θανάτοιο ,
203ει μή οἱ πύματόν τε καὶ ὕστατον ήντετ̓ Απόλλων
204εγγύθεν , ὅς οἱ επῶρσε μένος λαιψηρά τε γοῦνα
205λαοῖσιν δ̓ ανένευε καρήατι δῖος Αχιλλεύς ,
206ου δ̓ έα ἱέμεναι επὶ Ἕκτορι πικρὰ βέλεμνα ,
207μή τις κῦδος άροιτο βαλών , ὃ δὲ δεύτερος έλθοι
208αλλ̓ ὅτε δὴ τὸ τέταρτον επὶ κρουνοὺς αφίκοντο ,
209καὶ τότε δὴ χρύσεια πατὴρ ετίταινε τάλαντα ,
210εν δ̓ ετίθει δύο κῆρε τανηλεγέος θανάτοιο ,
211τὴν μὲν Αχιλλῆος , τὴν δ̓ Ἕκτορος ἱπποδάμοιο ,
212ἕλκε δὲ μέσσα λαβών
ῥέπε δ̓ Ἕκτορος αίσιμον ῆμαρ ,
213ῴχετο δ̓ εις Αΐδαο , λίπεν δέ ἑ Φοῖβος Απόλλων .
214Πηλεΐωνα δ̓ ἵκανε θεὰ γλαυκῶπις Αθήνη ,
215αγχοῦ δ̓ ἱσταμένη έπεα πτερόεντα προσηύδα
216νῦν δὴ νῶι έολπα Διῒ φίλε φαίδιμ̓ Αχιλλεῦ
217οίσεσθαι μέγα κῦδος Αχαιοῖσι προτὶ νῆας
218Ἕκτορα δῃώσαντε μάχης άατόν περ εόντα
219ού οἱ νῦν έτι γ̓ έστι πεφυγμένον άμμε γενέσθαι ,
220ου δ̓ εί κεν μάλα πολλὰ πάθοι ἑκάεργος Απόλλων
221προπροκυλινδόμενος πατρὸς Διὸς αιγιόχοιο
222αλλὰ σὺ μὲν νῦν στῆθι καὶ άμπνυε , τόνδε δ̓ εγώ τοι
223οιχομένη πεπιθήσω εναντίβιον μαχέσασθαι
224ὣς φάτ̓ Αθηναίη , ὃ δ̓ επείθετο , χαῖρε δὲ θυμῷ ,
225στῆ δ̓ άῤ επὶ μελίης χαλκογλώχινος ερεισθείς
226ἣ δ̓ άρα τὸν μὲν έλειπε , κιχήσατο δ̓ Ἕκτορα δῖον
227Δηϊφόβῳ εϊκυῖα δέμας καὶ ατειρέα φωνήν
228αγχοῦ δ̓ ἱσταμένη έπεα πτερόεντα προσηύδα
229ηθεῖ̓ ῆ μάλα δή σε βιάζεται ωκὺς Αχιλλεὺς
230άστυ πέρι Πριάμοιο ποσὶν ταχέεσσι διώκων
231αλλ̓ άγε δὴ στέωμεν καὶ αλεξώμεσθα μένοντες
232τὴν δ̓ αῦτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ
233Δηΐφοβ̓ ῆ μέν μοι τὸ πάρος πολὺ φίλτατος ῆσθα
234γνωτῶν οὓς Ἑκάβη ηδὲ Πρίαμος τέκε παῖδας
235νῦν δ̓ έτι καὶ μᾶλλον νοέω φρεσὶ τιμήσασθαι ,
236ὃς έτλης εμεῦ είνεκ̓ , επεὶ ίδες οφθαλμοῖσι ,
237τείχεος εξελθεῖν , άλλοι δ̓ έντοσθε μένουσι .
238τὸν δ̓ αῦτε προσέειπε θεὰ γλαυκῶπις Αθήνη
239ηθεῖ̓ ῆ μὲν πολλὰ πατὴρ καὶ πότνια μήτηρ
240λίσσονθ̓ ἑξείης γουνούμενοι , αμφὶ δ̓ ἑταῖροι ,
241αῦθι μένειν
τοῖον γὰρ ὑποτρομέουσιν ἅπαντες
242αλλ̓ εμὸς ένδοθι θυμὸς ετείρετο πένθεϊ λυγρῷ
243νῦν δ̓ ιθὺς μεμαῶτε μαχώμεθα , μὴ δέ τι δούρων
244έστω φειδωλή , ἵνα είδομεν εί κεν Αχιλλεὺς
245νῶϊ κατακτείνας έναρα βροτόεντα φέρηται
246νῆας έπι γλαφυράς , ῆ κεν σῷ δουρὶ δαμήῃ
247ὣς φαμένη καὶ κερδοσύνῃ ηγήσατ̓ Αθήνη
248οἳ δ̓ ὅτε δὴ σχεδὸν ῆσαν επ̓ αλλήλοισιν ιόντες ,
249τὸν πρότερος προσέειπε μέγας κορυθαίολος Ἕκτωρ
250ού σ̓ έτι Πηλέος υἱὲ φοβήσομαι , ὡς τὸ πάρος περ
251τρὶς περὶ άστυ μέγα Πριάμου δίον , ου δέ ποτ̓ έτλην
252μεῖναι επερχόμενον
νῦν αῦτέ με θυμὸς ανῆκε
253στήμεναι αντία σεῖο
ἕλοιμί κεν ή κεν ἁλοίην
254αλλ̓ άγε δεῦρο θεοὺς επιδώμεθα
τοὶ γὰρ άριστοι
255μάρτυροι έσσονται καὶ επίσκοποι ἁρμονιάων
256ου γὰρ εγώ σ̓ έκπαγλον αεικιῶ , αί κεν εμοὶ Ζεὺς
257δώῃ καμμονίην , σὴν δὲ ψυχὴν αφέλωμαι
258αλλ̓ επεὶ άρ κέ σε συλήσω κλυτὰ τεύχἐ Αχιλλεῦ
259νεκρὸν Αχαιοῖσιν δώσω πάλιν
ὣς δὲ σὺ ῥέζειν
260τὸν δ̓ άῤ ὑπόδρα ιδὼν προσέφη πόδας ωκὺς Αχιλλεύς
261Ἕκτορ μή μοι άλαστε συνημοσύνας αγόρευε
262ὡς ουκ έστι λέουσι καὶ ανδράσιν ὅρκια πιστά ,
263ου δὲ λύκοι τε καὶ άρνες ὁμόφρονα θυμὸν έχουσιν ,
264αλλὰ κακὰ φρονέουσι διαμπερὲς αλλήλοισιν ,
265ὣς ουκ έστ̓ εμὲ καὶ σὲ φιλήμεναι , ου δέ τι νῶϊν
266ὅρκια έσσονται , πρίν γ̓ ὴ ἕτερόν γε πεσόντα
267αἵματος ᾶσαι Άρηα ταλαύρινον πολεμιστήν .
268παντοίης αρετῆς μιμνήσκεο
νῦν σε μάλα χρὴ
269αιχμητήν τ̓ έμεναι καὶ θαρσαλέον πολεμιστήν
270ού τοι έτ̓ έσθ̓ ὑπάλυξις , άφαρ δέ σε Παλλὰς Αθήνη
271έγχει εμῷ δαμάᾳ
νῦν δ̓ αθρόα πάντ̓ αποτίσεις
272κήδἐ εμῶν ἑτάρων οὓς έκτανες έγχεϊ θύων
273ῆ ῥα , καὶ αμπεπαλὼν προΐει δολιχόσκιον έγχος
274καὶ τὸ μὲν άντα ιδὼν ηλεύατο φαίδιμος Ἕκτωρ
275ἕζετο γὰρ προϊδών , τὸ δ̓ ὑπέρπτατο χάλκεον έγχος ,
276εν γαίῃ δ̓ επάγη
ανὰ δ̓ ἥρπασε Παλλὰς Αθήνη ,
277ὰψ δ̓ Αχιλῆϊ δίδου , λάθε δ̓ Ἕκτορα ποιμένα λαῶν
278Ἕκτωρ δὲ προσέειπεν αμύμονα Πηλεΐωνα
279ήμβροτες , ου δ̓ άρα πώ τι θεοῖς επιείκελ̓ Αχιλλεῦ
280εκ Διὸς ηείδης τὸν εμὸν μόρον , ῆ τοι έφης γε
281αλλά τις αρτιεπὴς καὶ επίκλοπος έπλεο μύθων ,
282όφρά σ̓ ὑποδείσας μένεος αλκῆς τε λάθωμαι
283ου μέν μοι φεύγοντι μεταφρένῳ εν δόρυ πήξεις ,
284αλλ̓ ιθὺς μεμαῶτι διὰ στήθεσφιν έλασσον
285εί τοι έδωκε θεός
νῦν αῦτ̓ εμὸν έγχος άλευαι
286χάλκεον
ὡς δή μιν σῷ εν χροῒ πᾶν κομίσαιο
287καί κεν ελαφρότερος πόλεμος Τρώεσσι γένοιτο
288σεῖο καταφθιμένοιο
σὺ γάρ σφισι πῆμα μέγιστον .
289ῆ ῥα , καὶ αμπεπαλὼν προΐει δολιχόσκιον έγχος ,
290καὶ βάλε Πηλεΐδαο μέσον σάκος ου δ̓ αφάμαρτε
291τῆλε δ̓ απεπλάγχθη σάκεος δόρυ
χώσατο δ̓ Ἕκτωρ
292ὅττί ῥά οἱ βέλος ωκὺ ετώσιον έκφυγε χειρός ,
293στῆ δὲ κατηφήσας , ου δ̓ άλλ̓ έχε μείλινον έγχος
294Δηΐφοβον δ̓ εκάλει λευκάσπιδα μακρὸν αΰσας ·
295ῄτεέ μιν δόρυ μακρόν
ὃ δ̓ ού τί οἱ εγγύθεν ῆεν
296Ἕκτωρ δ̓ έγνω ᾗσιν ενὶ φρεσὶ φώνησέν τε
297ὼ πόποι ῆ μάλα δή με θεοὶ θάνατον δὲ κάλεσσαν
298Δηΐφοβον γὰρ έγωγ̓ εφάμην ἥρωα παρεῖναι
299αλλ̓ ὃ μὲν εν τείχει , εμὲ δ̓ εξαπάτησεν Αθήνη .
300νῦν δὲ δὴ εγγύθι μοι θάνατος κακός , ου δ̓ έτ̓ άνευθεν , ου δ̓
301αλέη ·
ῆ γάρ ῥα πάλαι τό γε φίλτερον ῆεν
302Ζηνί τε καὶ Διὸς υἷι ἑκηβόλῳ , οἵ με πάρος γε
303πρόφρονες ειρύατο
νῦν αῦτέ με μοῖρα κιχάνει
304μὴ μὰν ασπουδί γε καὶ ακλειῶς απολοίμην ,
305αλλὰ μέγα ῥέξας τι καὶ εσσομένοισι πυθέσθαι
306ὣς άρα φωνήσας ειρύσσατο φάσγανον οξύ ,
307τό οἱ ὑπὸ λαπάρην τέτατο μέγα τε στιβαρόν τε ,
308οίμησεν δὲ αλεὶς ὥς τ̓ αιετὸς ὑψιπετήεις ,
309ὅς τ̓ εῖσιν πεδίον δὲ διὰ νεφέων ερεβεννῶν
310ἁρπάξων ὴ άρν̓ αμαλὴν ή πτῶκα λαγωόν ·
311ὣς Ἕκτωρ οίμησε τινάσσων φάσγανον οξύ
312ὁρμήθη δ̓ Αχιλεύς , μένεος δ̓ εμπλήσατο θυμὸν
313αγρίου , πρόσθεν δὲ σάκος στέρνοιο κάλυψε
314καλὸν δαιδάλεον , κόρυθι δ̓ επένευε φαεινῇ
315τετραφάλῳ
καλαὶ δὲ περισσείοντο έθειραι
316χρύσεαι , ἃς Ἥφαιστος ἵει λόφον αμφὶ θαμειάς
317οἷος δ̓ αστὴρ εῖσι μετ̓ αστράσι νυκτὸς αμολγῷ
318ἕσπερος , ὃς κάλλιστος εν ουρανῷ ἵσταται αστήρ ,
319ὣς αιχμῆς απέλαμπ̓ ευήκεος , ἣν άῤ Αχιλλεὺς
320πάλλεν δεξιτερῇ φρονέων κακὸν Ἕκτορι δίῳ
321εισορόων χρόα καλόν , ὅπῃ είξειε μάλιστα
322τοῦ δὲ καὶ άλλο τόσον μὲν έχε χρόα χάλκεα τεύχεα
323καλά , τὰ Πατρόκλοιο βίην ενάριξε κατακτάς ·
324φαίνετο δ̓ ᾗ κληῗδες απ̓ ώμων αυχέν̓ έχουσι
325λαυκανίην , ἵνα τε ψυχῆς ώκιστος όλεθρος ·
326τῇ ῥ̓ επὶ οἷ μεμαῶτ̓ έλασ̓ έγχεϊ δῖος Αχιλλεύς ,
327αντικρὺ δ̓ ἁπαλοῖο δἰ αυχένος ήλυθ̓ ακωκή
328ου δ̓ άῤ απ̓ ασφάραγον μελίη τάμε χαλκοβάρεια ,
329όφρά τί μιν προτιείποι αμειβόμενος επέεσσιν
330ήριπε δ̓ εν κονίῃς
ὃ δ̓ επεύξατο δῖος Αχιλλεύς
331Ἕκτορ ατάρ που έφης Πατροκλῆ̓ εξεναρίζων
332σῶς έσσεσθ̓ , εμὲ δ̓ ουδὲν οπίζεο νόσφιν εόντα
333νήπιε
τοῖο δ̓ άνευθεν αοσσητὴρ μέγ̓ αμείνων
334νηυσὶν έπι γλαφυρῇσιν εγὼ μετόπισθε λελείμμην ,
335ὅς τοι γούνατ̓ έλυσα
σὲ μὲν κύνες ηδ̓ οιωνοὶ
336ελκήσουσ̓ αϊκῶς , τὸν δὲ κτεριοῦσιν Αχαιοί
337τὸν δ̓ ολιγοδρανέων προσέφη κορυθαίολος Ἕκτωρ
338λίσσομ̓ ὑπὲρ ψυχῆς καὶ γούνων σῶν τε τοκήων
339μή με έα παρὰ νηυσὶ κύνας καταδάψαι Αχαιῶν ,
340αλλὰ σὺ μὲν χαλκόν τε ἅλις χρυσόν τε δέδεξο
341δῶρα τά τοι δώσουσι πατὴρ καὶ πότνια μήτηρ ,
342σῶμα δὲ οίκαδ̓ εμὸν δόμεναι πάλιν , όφρα πυρός με
343Τρῶες καὶ Τρώων άλοχοι λελάχωσι θανόντα
344τὸν δ̓ άῤ ὑπόδρα ιδὼν προσέφη πόδας ωκὺς Αχιλλεὺς
345μή με κύον γούνων γουνάζεο μὴ δὲ τοκήων
346αὶ γάρ πως αυτόν με μένος καὶ θυμὸς ανήη
347ώμ̓ αποταμνόμενον κρέα έδμεναι , οἷα έοργας ,
348ὡς ουκ έσθ̓ ὃς σῆς γε κύνας κεφαλῆς απαλάλκοι ,
349ου δ̓ εί κεν δεκάκις τε καὶ εικοσινήριτ̓ άποινα
350στήσωσ̓ ενθάδ̓ άγοντες , ὑπόσχωνται δὲ καὶ άλλα ,
351ου δ̓ εί κέν σ̓ αυτὸν χρυσῷ ερύσασθαι ανώγοι
352Δαρδανίδης Πρίαμος
ου δ̓ ὧς σέ γε πότνια μήτηρ
353ενθεμένη λεχέεσσι γοήσεται ὃν τέκεν αυτή ,
354αλλὰ κύνες τε καὶ οιωνοὶ κατὰ πάντα δάσονται
355τὸν δὲ καταθνῄσκων προσέφη κορυθαίολος Ἕκτωρ
356ῆ σ̓ εῦ γιγνώσκων προτιόσσομαι , ου δ̓ άῤ έμελλον
357πείσειν
ῆ γὰρ σοί γε σιδήρεος εν φρεσὶ θυμός .
358φράζεο νῦν , μή τοί τι θεῶν μήνιμα γένωμαι
359ήματι τῷ ὅτε κέν σε Πάρις καὶ Φοῖβος Απόλλων
360εσθλὸν εόντ̓ ολέσωσιν ενὶ Σκαιῇσι πύλῃσιν
361ὣς άρα μιν ειπόντα τέλος θανάτοιο κάλυψε ,
362ψυχὴ δ̓ εκ ῥεθέων πταμένη Άϊδος δὲ βεβήκει
363ὃν πότμον γοόωσα λιποῦσ̓ ανδροτῆτα καὶ ἥβην .
364τὸν καὶ τεθνηῶτα προσηύδα δῖος Αχιλλεύς
365τέθναθι
κῆρα δ̓ εγὼ τότε δέξομαι ὁππότε κεν δὴ
366Ζεὺς εθέλῃ τελέσαι ηδ̓ αθάνατοι θεοὶ άλλοι
367ῆ ῥα , καὶ εκ νεκροῖο ερύσσατο χάλκεον έγχος ,
368καὶ τό γ̓ άνευθεν έθηχ̓ , ὃ δ̓ απ̓ ώμων τεύχἐ εσύλα
369αιματόεντ̓
άλλοι δὲ περίδραμον υἷες Αχαιῶν ,
370οἳ καὶ θηήσαντο φυὴν καὶ εῖδος αγητὸν
371Ἕκτορος
ου δ̓ άρα οἵ τις ανουτητί γε παρέστη
372ὧδε δέ τις είπεσκεν ιδὼν ες πλησίον άλλον
373ὼ πόποι , ῆ μάλα δὴ μαλακώτερος αμφαφάασθαι
374Ἕκτωρ ὴ ὅτε νῆας ενέπρησεν πυρὶ κηλέῳ .
375ὣς άρα τις είπεσκε καὶ ουτήσασκε παραστάς
376τὸν δ̓ επεὶ εξενάριξε ποδάρκης δῖος Αχιλλεύς ,
377στὰς εν Αχαιοῖσιν έπεα πτερόεντ̓ αγόρευεν
378ῶ φίλοι Αργείων ἡγήτορες ηδὲ μέδοντες
379επεὶ δὴ τόνδ̓ άνδρα θεοὶ δαμάσασθαι έδωκαν ,
380ὃς κακὰ πόλλ̓ έρρεξεν όσ̓ ου σύμπαντες οἱ άλλοι ,
381ει δ̓ άγετ̓ αμφὶ πόλιν σὺν τεύχεσι πειρηθῶμεν ,
382όφρά κ̓ έτι γνῶμεν Τρώων νόον ὅν τιν̓ έχουσιν ,
383ὴ καταλείψουσιν πόλιν άκρην τοῦδε πεσόντος ,
384ῆε μένειν μεμάασι καὶ Ἕκτορος ουκέτ̓ εόντος .
385αλλὰ τί ή μοι ταῦτα φίλος διελέξατο θυμός
386κεῖται πὰρ νήεσσι νέκυς άκλαυτος άθαπτος
387Πάτροκλος ·
τοῦ δ̓ ουκ επιλήσομαι , όφῤ ὰν έγωγε
388ζωοῖσιν μετέω καί μοι φίλα γούνατ̓ ορώρῃ
389ει δὲ θανόντων περ καταλήθοντ̓ ειν Αΐδαο
390αυτὰρ εγὼ καὶ κεῖθι φίλου μεμνήσομ̓ ἑταίρου .
391νῦν δ̓ άγ̓ αείδοντες παιήονα κοῦροι Αχαιῶν
392νηυσὶν έπι γλαφυρῇσι νεώμεθα , τόνδε δ̓ άγωμεν
393ηράμεθα μέγα κῦδος
επέφνομεν Ἕκτορα δῖον ,
394ᾧ Τρῶες κατὰ άστυ θεῷ ὣς ευχετόωντο .
395ῆ ῥα , καὶ Ἕκτορα δῖον αεικέα μήδετο έργα
396αμφοτέρων μετόπισθε ποδῶν τέτρηνε τένοντε
397ες σφυρὸν εκ πτέρνης , βοέους δ̓ εξῆπτεν ἱμάντας ,
398εκ δίφροιο δ̓ έδησε , κάρη δ̓ ἕλκεσθαι έασεν
399ες δίφρον δ̓ αναβὰς ανά τε κλυτὰ τεύχἐ αείρας
400μάστιξέν ῥ̓ ελάαν , τὼ δ̓ ουκ αέκοντε πετέσθην
401τοῦ δ̓ ῆν ἑλκομένοιο κονίσαλος , αμφὶ δὲ χαῖται
402κυάνεαι πίτναντο , κάρη δ̓ ἅπαν εν κονίῃσι
403κεῖτο πάρος χαρίεν
τότε δὲ Ζεὺς δυσμενέεσσι
404δῶκεν αεικίσσασθαι ἑῇ εν πατρίδι γαίῃ
405ὣς τοῦ μὲν κεκόνιτο κάρη ἅπαν
ἣ δέ νυ μήτηρ
406τίλλε κόμην , απὸ δὲ λιπαρὴν έρριψε καλύπτρην
407τηλόσε , κώκυσεν δὲ μάλα μέγα παῖδ̓ εσιδοῦσα
408ῴμωξεν δ̓ ελεεινὰ πατὴρ φίλος , αμφὶ δὲ λαοὶ
409κωκυτῷ τ̓ είχοντο καὶ οιμωγῇ κατὰ άστυ
410τῷ δὲ μάλιστ̓ άῤ έην εναλίγκιον ὡς ει ἅπασα
411Ίλιος οφρυόεσσα πυρὶ σμύχοιτο κατ̓ άκρης .
412λαοὶ μέν ῥα γέροντα μόγις έχον ασχαλόωντα
413εξελθεῖν μεμαῶτα πυλάων Δαρδανιάων
414πάντας δ̓ ελλιτάνευε κυλινδόμενος κατὰ κόπρον ,
415εξονομακλήδην ονομάζων άνδρα ἕκαστον
416σχέσθε φίλοι , καί μ̓ οῖον εάσατε κηδόμενοί περ
417εξελθόντα πόληος ικέσθ̓ επὶ νῆας Αχαιῶν
418λίσσωμ̓ ανέρα τοῦτον ατάσθαλον οβριμοεργόν ,
419ήν πως ἡλικίην αιδέσσεται ηδ̓ ελεήσῃ
420γῆρας
καὶ δέ νυ τῷ γε πατὴρ τοιόσδε τέτυκται
421Πηλεύς , ὅς μιν έτικτε καὶ έτρεφε πῆμα γενέσθαι
422Τρωσί ·
μάλιστα δ̓ εμοὶ περὶ πάντων άλγἐ έθηκε
423τόσσους γάρ μοι παῖδας απέκτανε τηλεθάοντας
424τῶν πάντων ου τόσσον οδύρομαι αχνύμενός περ
425ὡς ἑνός , οὗ μ̓ άχος οξὺ κατοίσεται Άϊδος είσω ,
426Ἕκτορος ·
ὡς όφελεν θανέειν εν χερσὶν εμῇσι
427τώ κε κορεσσάμεθα κλαίοντέ τε μυρομένω τε
428μήτηρ θ̓ , ἥ μιν έτικτε δυσάμμορος , ηδ̓ εγὼ αυτός
429ὣς έφατο κλαίων , επὶ δὲ στενάχοντο πολῖται
430Τρῳῇσιν δ̓ Ἑκάβη ἁδινοῦ εξῆρχε γόοιο
431τέκνον εγὼ δειλή ·
τί νυ βείομαι αινὰ παθοῦσα
432σεῦ αποτεθνηῶτος
ὅ μοι νύκτάς τε καὶ ῆμαρ
433ευχωλὴ κατὰ άστυ πελέσκεο , πᾶσί τ̓ όνειαρ
434Τρωσί τε καὶ Τρῳῇσι κατὰ πτόλιν , οἵ σε θεὸν ὣς
435δειδέχατ̓ ·
ῆ γὰρ καί σφι μάλα μέγα κῦδος έησθα
436ζωὸς εών
νῦν αῦ θάνατος καὶ μοῖρα κιχάνει
437ὣς έφατο κλαίουσ̓ , άλοχος δ̓ ού πώ τι πέπυστο
438Ἕκτορος
ου γάρ οἵ τις ετήτυμος άγγελος ελθὼν
439ήγγειλ̓ ὅττί ῥά οἱ πόσις έκτοθι μίμνε πυλάων ,
440αλλ̓ ἥ γ̓ ἱστὸν ὕφαινε μυχῷ δόμου ὑψηλοῖο
441δίπλακα πορφυρέην , εν δὲ θρόνα ποικίλ̓ έπασσε .
442κέκλετο δ̓ αμφιπόλοισιν εϋπλοκάμοις κατὰ δῶμα
443αμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν , όφρα πέλοιτο
444Ἕκτορι θερμὰ λοετρὰ μάχης εκ νοστήσαντι
445νηπίη , ου δ̓ ενόησεν ὅ μιν μάλα τῆλε λοετρῶν
446χερσὶν Αχιλλῆος δάμασε γλαυκῶπις Αθήνη
447κωκυτοῦ δ̓ ήκουσε καὶ οιμωγῆς απὸ πύργου
448τῆς δ̓ ελελίχθη γυῖα , χαμαὶ δέ οἱ έκπεσε κερκίς
449ἣ δ̓ αῦτις δμῳῇσιν εϋπλοκάμοισι μετηύδα
450δεῦτε δύω μοι ἕπεσθον , ίδωμ̓ ότιν̓ έργα τέτυκται
451αιδοίης ἑκυρῆς οπὸς έκλυον , εν δ̓ εμοὶ αυτῇ
452στήθεσι πάλλεται ῆτορ ανὰ στόμα , νέρθε δὲ γοῦνα
453πήγνυται
εγγὺς δή τι κακὸν Πριάμοιο τέκεσσιν .
454αὶ γὰρ απ̓ ούατος είη εμεῦ έπος
αλλὰ μάλ̓ αινῶς
455δείδω μὴ δή μοι θρασὺν Ἕκτορα δῖος Αχιλλεὺς
456μοῦνον αποτμήξας πόλιος πεδίον δὲ δίηται ,
457καὶ δή μιν καταπαύσῃ αγηνορίης αλεγεινῆς
458ἥ μιν έχεσκ̓ , επεὶ ού ποτ̓ ενὶ πληθυῖ μένεν ανδρῶν ,
459αλλὰ πολὺ προθέεσκε , τὸ ὃν μένος ουδενὶ είκων
460ὣς φαμένη μεγάροιο διέσσυτο μαινάδι ίση
461παλλομένη κραδίην
ἅμα δ̓ αμφίπολοι κίον αυτῇ
462αυτὰρ επεὶ πύργόν τε καὶ ανδρῶν ἷξεν ὅμιλον
463έστη παπτήνασ̓ επὶ τείχεϊ , τὸν δὲ νόησεν
464ἑλκόμενον πρόσθεν πόλιος
ταχέες δέ μιν ἵπποι
465ἕλκον ακηδέστως κοίλας επὶ νῆας Αχαιῶν
466τὴν δὲ κατ̓ οφθαλμῶν ερεβεννὴ νὺξ εκάλυψεν ,
467ήριπε δ̓ εξοπίσω , απὸ δὲ ψυχὴν εκάπυσσε
468τῆλε δ̓ απὸ κρατὸς βάλε δέσματα σιγαλόεντα ,
469άμπυκα κεκρύφαλόν τε ιδὲ πλεκτὴν αναδέσμην
470κρήδεμνόν θ̓ , ὅ ῥά οἱ δῶκε χρυσῆ Αφροδίτη
471ήματι τῷ ὅτε μιν κορυθαίολος ηγάγεθ̓ Ἕκτωρ
472εκ δόμου Ηετίωνος , επεὶ πόρε μυρία ἕδνα
473αμφὶ δέ μιν γαλόῳ τε καὶ εινατέρες ἅλις έσταν ,
474αἵ ἑ μετὰ σφίσιν εῖχον ατυζομένην απολέσθαι
475ἣ δ̓ επεὶ οῦν έμπνυτο καὶ ες φρένα θυμὸς αγέρθη
476αμβλήδην γοόωσα μετὰ Τρῳῇσιν έειπεν
477Ἕκτορ εγὼ δύστηνος ·
ιῇ άρα γεινόμεθ̓ αίσῃ
478αμφότεροι , σὺ μὲν εν Τροίῃ Πριάμου κατὰ δῶμα ,
479αυτὰρ εγὼ Θήβῃσιν ὑπὸ Πλάκῳ ὑληέσσῃ
480εν δόμῳ Ηετίωνος , ὅ μ̓ έτρεφε τυτθὸν εοῦσαν
481δύσμορος αινόμορον ·
ὡς μὴ ώφελλε τεκέσθαι
482νῦν δὲ σὺ μὲν Αΐδαο δόμους ὑπὸ κεύθεσι γαίης
483έρχεαι , αυτὰρ εμὲ στυγερῷ ενὶ πένθεϊ λείπεις
484χήρην εν μεγάροισι ·
πάϊς δ̓ έτι νήπιος αύτως ,
485ὃν τέκομεν σύ τ̓ εγώ τε δυσάμμοροι ·
ού τε σὺ τούτῳ
486έσσεαι Ἕκτορ όνειαρ επεὶ θάνες , ού τε σοὶ οὗτος .
487ήν περ γὰρ πόλεμόν γε φύγῃ πολύδακρυν Αχαιῶν ,
488αιεί τοι τούτῳ γε πόνος καὶ κήδἐ οπίσσω
489έσσοντ̓
άλλοι γάρ οἱ απουρίσσουσιν αρούρας
490ῆμαρ δ̓ ορφανικὸν παναφήλικα παῖδα τίθησι
491πάντα δ̓ ὑπεμνήμυκε , δεδάκρυνται δὲ παρειαί ,
492δευόμενος δέ τ̓ άνεισι πάϊς ες πατρὸς ἑταίρους ,
493άλλον μὲν χλαίνης ερύων , άλλον δὲ χιτῶνος ·
494τῶν δ̓ ελεησάντων κοτύλην τις τυτθὸν επέσχε
495χείλεα μέν τ̓ εδίην̓ , ὑπερῴην δ̓ ουκ εδίηνε
496τὸν δὲ καὶ αμφιθαλὴς εκ δαιτύος εστυφέλιξε
497χερσὶν πεπλήγων καὶ ονειδείοισιν ενίσσων
498έρῤ οὕτως
ου σός γε πατὴρ μεταδαίνυται ἡμῖν
499δακρυόεις δέ τ̓ άνεισι πάϊς ες μητέρα χήρην
500Αστυάναξ , ὃς πρὶν μὲν ἑοῦ επὶ γούνασι πατρὸς
501μυελὸν οῖον έδεσκε καὶ οιῶν πίονα δημόν ·
502αυτὰρ όθ̓ ὕπνος ἕλοι , παύσαιτό τε νηπιαχεύων ,
503εύδεσκ̓ εν λέκτροισιν εν αγκαλίδεσσι τιθήνης
504ευνῇ ένι μαλακῇ θαλέων εμπλησάμενος κῆρ
505νῦν δ̓ ὰν πολλὰ πάθῃσι φίλου απὸ πατρὸς ἁμαρτὼν
506Αστυάναξ , ὃν Τρῶες επίκλησιν καλέουσιν
507οῖος γάρ σφιν έρυσο πύλας καὶ τείχεα μακρά
508νῦν δὲ σὲ μὲν παρὰ νηυσὶ κορωνίσι νόσφι τοκήων
509αιόλαι ευλαὶ έδονται , επεί κε κύνες κορέσωνται
510γυμνόν
ατάρ τοι είματ̓ ενὶ μεγάροισι κέονται
511λεπτά τε καὶ χαρίεντα τετυγμένα χερσὶ γυναικῶν
512αλλ̓ ήτοι τάδε πάντα καταφλέξω πυρὶ κηλέῳ
513ουδὲν σοί γ̓ όφελος , επεὶ ουκ εγκείσεαι αυτοῖς ,
514αλλὰ πρὸς Τρώων καὶ Τρωϊάδων κλέος εῖναι
515ὣς έφατο κλαίουσ̓ , επὶ δὲ στενάχοντο γυναῖκες
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52
53
54
55
56
57
58
59
60
61
62
63
64
65
66
67
68
69
70
71
72
73
74
75
76
77
78
79
80
81
82
83
84
85
86
87
88
89
90
91
92
93
94
95
96
97
98
99
100
101
102
103
104
105
106
107
108
109
110
111
112
113
114
115
116
117
118
119
120
121
122
123
124
125
126
127
128
129
130
131
132
133
134
135
136
137
138
139
140
141
142
143
144
145
146
147
148
149
150
151
152
153
154
155
156
157
158
159
160
161
162
163
164
165
166
167
168
169
170
171
172
173
174
175
176
177
178
179
180
181
182
183
184
185
186
187
188
189
190
191
192
193
194
195
196
197
198
199
200
201
202
203
204
205
206
207
208
209
210
211
212
213
214
215
216
217
218
219
220
221
222
223
224
225
226
227
228
229
230
231
232
233
234
235
236
237
238
239
240
241
242
243
244
245
246
247
248
249
250
251
252
253
254
255
256
257
258
259
260
261
262
263
264
265
266
267
268
269
270
271
272
273
274
275
276
277
278
279
280
281
282
283
284
285
286
287
288
289
290
291
292
293
294
295
296
297
298
299
300
301
302
303
304
305
306
307
308
309
310
311
312
313
314
315
316
317
318
319
320
321
322
323
324
325
326
327
328
329
330
331
332
333
334
335
336
337
338
339
340
341
342
343
344
345
346
347
348
349
350
351
352
353
354
355
356
357
358
359
360
361
362
363
364
365
366
367
368
369
370
371
372
373
374
375
376
377
378
379
380
381
382
383
384
385
386
387
388
389
390
391
392
393
394
395
396
397
398
399
400
401
402
403
404
405
406
407
408
409
410
411
412
413
414
415
416
417
418
419
420
421
422
423
424
425
426
427
428
429
430
431
432
433
434
435
436
437
438
439
440
441
442
443
444
445
446
447
448
449
450
451
452
453
454
455
456
457
458
459
460
461
462
463
464
465
466
467
468
469
470
471
472
473
474
475
476
477
478
479
480
481
482
483
484
485
486
487
488
489
490
491
492
493
494
495
496
497
498
499
500
501
502
503
504
505
506
507
508
509
510
511
512
513
514
515