Homer

Iliad    —    Ἰλιάς

Book 21

1αλλ̓ ὅτε δὴ πόρον ἷξον εϋρρεῖος ποταμοῖο
2Ξάνθου δινήεντος, ὃν αθάνατος τέκετο Ζεύς,
3ένθα διατμήξας τοὺς μὲν πεδίον δὲ δίωκε
4πρὸς πόλιν, περ Αχαιοὶ ατυζόμενοι φοβέοντο
5ήματι τῷ προτέρῳ, ὅτε μαίνετο φαίδιμος Ἕκτωρ

6τῇ ῥ̓ οἵ γε προχέοντο πεφυζότες, ηέρα δ̓ Ἥρη
7πίτνα πρόσθε βαθεῖαν ερυκέμεν
ἡμίσεες δὲ
8ες ποταμὸν ειλεῦντο βαθύρροον αργυροδίνην,
9εν δ̓ έπεσον μεγάλῳ πατάγῳ, βράχε δ̓ αιπὰ ῥέεθρα,
10όχθαι δ̓ αμφὶ περὶ μεγάλ̓ ίαχον
οἳ δ̓ αλαλητῷ
11έννεον ένθα καὶ ένθα ἑλισσόμενοι περὶ δίνας

12ὡς δ̓ όθ̓ ὑπὸ ῥιπῆς πυρὸς ακρίδες ηερέθονται
13φευγέμεναι ποταμὸν δέ·
τὸ δὲ φλέγει ακάματον πῦρ
14όρμενον εξαίφνης, ταὶ δὲ πτώσσουσι καθ̓ ὕδωρ·

15ὣς υπ̓ Αχιλλῆος Ξάνθου βαθυδινήεντος
16πλῆτο ῥόος κελάδων επιμὶξ ἵππων τε καὶ ανδρῶν

17αυτὰρ διογενὴς δόρυ μὲν λίπεν αυτοῦ επ̓ όχθῃ
18κεκλιμένον μυρίκῃσιν, δ̓ έσθορε δαίμονι ῖσος
19φάσγανον οῖον έχων, κακὰ δὲ φρεσὶ μήδετο έργα,
20τύπτε δ̓ επιστροφάδην
τῶν δὲ στόνος όρνυτ̓ αεικὴς
21άορι θεινομένων, ερυθαίνετο δ̓ αἵματι ὕδωρ

22ὡς δ̓ ὑπὸ δελφῖνος μεγακήτεος ιχθύες άλλοι
23φεύγοντες πιμπλᾶσι μυχοὺς λιμένος ευόρμου
24δειδιότες·
μάλα γάρ τε κατεσθίει ὅν κε λάβῃσιν·
25ὣς Τρῶες ποταμοῖο κατὰ δεινοῖο ῥέεθρα
26πτῶσσον ὑπὸ κρημνούς
δ̓ επεὶ κάμε χεῖρας εναίρων,
27ζωοὺς εκ ποταμοῖο δυώδεκα λέξατο κούρους
28ποινὴν Πατρόκλοιο Μενοιτιάδαο θανόντος

29τοὺς εξῆγε θύραζε τεθηπότας ηΰτε νεβρούς,
30δῆσε δ̓ οπίσσω χεῖρας εϋτμήτοισιν ἱμᾶσι,
31τοὺς αυτοὶ φορέεσκον επὶ στρεπτοῖσι χιτῶσι,
32δῶκε δ̓ ἑταίροισιν κατάγειν κοίλας επὶ νῆας.

33αυτὰρ ὰψ επόρουσε δαϊζέμεναι μενεαίνων

34ένθ̓ υἷι Πριάμοιο συνήντετο Δαρδανίδαο
35εκ ποταμοῦ φεύγοντι Λυκάονι, τόν ῥά ποτ̓ αυτὸς
36ῆγε λαβὼν εκ πατρὸς αλωῆς ουκ εθέλοντα
37εννύχιος προμολών
δ̓ ερινεὸν οξέϊ χαλκῷ
38τάμνε νέους όρπηκας, ίν̓ ἅρματος άντυγες εῖεν

39τῷ δ̓ άῤ ανώϊστον κακὸν ήλυθε δῖος Αχιλλεύς.

40καὶ τότε μέν μιν Λῆμνον εϋκτιμένην επέρασσε
41νηυσὶν άγων, ατὰρ υἱὸς Ιήσονος ῶνον έδωκε

42κεῖθεν δὲ ξεῖνός μιν ελύσατο πολλὰ δ̓ έδωκεν
43Ίμβριος Ηετίων, πέμψεν δ̓ ες δῖαν Αρίσβην

44ένθεν ὑπεκπροφυγὼν πατρώϊον ἵκετο δῶμα

45ἕνδεκα δ̓ ήματα θυμὸν ετέρπετο οἷσι φίλοισιν
46ελθὼν εκ Λήμνοιο
δυωδεκάτῃ δέ μιν αῦτις
47χερσὶν Αχιλλῆος θεὸς έμβαλεν, ὅς μιν έμελλε
48πέμψειν εις Αΐδαο καὶ ουκ εθέλοντα νέεσθαι.

49τὸν δ̓ ὡς οῦν ενόησε ποδάρκης δῖος Αχιλλεὺς
50γυμνὸν άτερ κόρυθός τε καὶ ασπίδος, ου δ̓ έχεν έγχος,
51αλλὰ τὰ μέν ῥ̓ απὸ πάντα χαμαὶ βάλε·
τεῖρε γὰρ ἱδρὼς
52φεύγοντ̓ εκ ποταμοῦ, κάματος δ̓ ὑπὸ γούνατ̓ εδάμνα·

53οχθήσας δ̓ άρα εῖπε πρὸς ὃν μεγαλήτορα θυμόν

54 πόποι μέγα θαῦμα τόδ̓ οφθαλμοῖσιν ὁρῶμαι

55 μάλα δὴ Τρῶες μεγαλήτορες οὕς περ έπεφνον
56αῦτις αναστήσονται ὑπὸ ζόφου ηερόεντος,
57οἷον δὴ καὶ όδ̓ ῆλθε φυγὼν ὕπο νηλεὲς ῆμαρ
58Λῆμνον ες ηγαθέην πεπερημένος
ου δέ μιν έσχε
59πόντος ἁλὸς πολιῆς, πολέας αέκοντας ερύκει

60αλλ̓ άγε δὴ καὶ δουρὸς ακωκῆς ἡμετέροιο
61γεύσεται, όφρα ίδωμαι ενὶ φρεσὶν ηδὲ δαείω
62 άῤ ὁμῶς καὶ κεῖθεν ελεύσεται, μιν ερύξει
63γῆ φυσίζοος, τε κατὰ κρατερόν περ ερύκει

64ὣς ὅρμαινε μένων
δέ οἱ σχεδὸν ῆλθε τεθηπὼς
65γούνων ἅψασθαι μεμαώς, περὶ δ̓ ήθελε θυμῷ
66εκφυγέειν θάνατόν τε κακὸν καὶ κῆρα μέλαιναν

67ήτοι μὲν δόρυ μακρὸν ανέσχετο δῖος Αχιλλεὺς
68ουτάμεναι μεμαώς, δ̓ ὑπέδραμε καὶ λάβε γούνων
69κύψας
εγχείη δ̓ άῤ ὑπὲρ νώτου ενὶ γαίῃ
70έστη ἱεμένη χροὸς άμεναι ανδρομέοιο

71αυτὰρ τῇ ἑτέρῃ μὲν ἑλὼν ελλίσσετο γούνων,
72τῇ δ̓ ἑτέρῃ έχεν έγχος ακαχμένον ου δὲ μεθίει

73καί μιν φωνήσας έπεα πτερόεντα προσηύδα

74γουνοῦμαι σ̓ Αχιλεῦ
σὺ δέ μ̓ αίδεο καί μ̓ ελέησον
75αντί τοί ειμ̓ ἱκέταο διοτρεφὲς αιδοίοιο

76πὰρ γὰρ σοὶ πρώτῳ πασάμην Δημήτερος ακτὴν
77ήματι τῷ ὅτε μ̓ εἷλες εϋκτιμένῃ εν αλωῇ,
78καί μ̓ επέρασσας άνευθεν άγων πατρός τε φίλων τε
79Λῆμνον ες ηγαθέην, ἑκατόμβοιον δέ τοι ῆλφον

80νῦν δὲ λύμην τρὶς τόσσα πορών
ηὼς δέ μοί εστιν
81ἥδε δυωδεκάτη, ότ̓ ες Ίλιον ειλήλουθα
82πολλὰ παθών
νῦν αῦ με τεῇς εν χερσὶν έθηκε
83μοῖῤ ολοή
μέλλω που απεχθέσθαι Διὶ πατρί,
84ὅς με σοὶ αῦτις δῶκε
μινυνθάδιον δέ με μήτηρ
85γείνατο Λαοθόη θυγάτηρ Άλταο γέροντος
86Άλτεω, ὃς Λελέγεσσι φιλοπτολέμοισιν ανάσσει
87Πήδασον αιπήεσσαν έχων επὶ Σατνιόεντι

88τοῦ δ̓ έχε θυγατέρα Πρίαμος, πολλὰς δὲ καὶ άλλας·

89τῆς δὲ δύω γενόμεσθα, σὺ δ̓ άμφω δειροτομήσεις,
90ήτοι τὸν πρώτοισι μετὰ πρυλέεσσι δάμασσας
91αντίθεον Πολύδωρον, επεὶ βάλες οξέϊ δουρί

92νῦν δὲ δὴ ενθάδ̓ εμοὶ κακὸν έσσεται
ου γὰρ οΐω
93σὰς χεῖρας φεύξεσθαι, επεί ῥ̓ επέλασσέ γε δαίμων

94άλλο δέ τοι ερέω, σὺ δ̓ ενὶ φρεσὶ βάλλεο σῇσι

95μή με κτεῖν̓, επεὶ ουχ ὁμογάστριος Ἕκτορός ειμι,
96ὅς τοι ἑταῖρον έπεφνεν ενηέα τε κρατερόν τε

97ὣς άρα μιν Πριάμοιο προσηύδα φαίδιμος υἱὸς
98λισσόμενος επέεσσιν, αμείλικτον δ̓ όπ̓ άκουσε

99νήπιε μή μοι άποινα πιφαύσκεο μη δ̓ αγόρευε

100πρὶν μὲν γὰρ Πάτροκλον επισπεῖν αίσιμον ῆμαρ
101τόφρά τί μοι πεφιδέσθαι ενὶ φρεσὶ φίλτερον ῆεν
102Τρώων, καὶ πολλοὺς ζωοὺς ἕλον ηδ̓ επέρασσα

103νῦν δ̓ ουκ έσθ̓ ὅς τις θάνατον φύγῃ ὅν κε θεός γε
104Ιλίου προπάροιθεν εμῇς εν χερσὶ βάλῃσι
105καὶ πάντων Τρώων, περὶ δ̓ αῦ Πριάμοιό γε παίδων

106αλλὰ φίλος θάνε καὶ σύ
τί ολοφύρεαι οὕτως
107κάτθανε καὶ Πάτροκλος, περ σέο πολλὸν αμείνων.

108ουχ ὁράᾳς οἷος καὶ εγὼ καλός τε μέγας τε;

109πατρὸς δ̓ είμ̓ αγαθοῖο, θεὰ δέ με γείνατο μήτηρ

110αλλ̓ έπι τοι καὶ εμοὶ θάνατος καὶ μοῖρα κραταιή

111έσσεται ηὼς δείλη μέσον ῆμαρ
112ὁππότε τις καὶ εμεῖο Άρῃ εκ θυμὸν ἕληται
113 γε δουρὶ βαλὼν απὸ νευρῆφιν οϊστῷ

114ὣς φάτο, τοῦ δ̓ αυτοῦ λύτο γούνατα καὶ φίλον ῆτορ

115έγχος μέν ῥ̓ αφέηκεν, δ̓ ἕζετο χεῖρε πετάσσας
116αμφοτέρας
Αχιλεὺς δὲ ερυσσάμενος ξίφος οξὺ
117τύψε κατὰ κληῗδα παῤ αυχένα, πᾶν δέ οἱ είσω
118δῦ ξίφος άμφηκες
δ̓ άρα πρηνὴς επὶ γαίῃ
119κεῖτο ταθείς, εκ δ̓ αἷμα μέλαν ῥέε, δεῦε δὲ γαῖαν

120τὸν δ̓ Αχιλεὺς ποταμὸν δὲ λαβὼν ποδὸς ἧκε φέρεσθαι,
121καί οἱ επευχόμενος έπεα πτερόεντ̓ αγόρευεν

122ενταυθοῖ νῦν κεῖσο μετ̓ ιχθύσιν, οἵ σ̓ ωτειλὴν
123αῖμ̓ απολιχμήσονται ακηδέες
ου δέ σε μήτηρ
124ενθεμένη λεχέεσσι γοήσεται, αλλὰ Σκάμανδρος
125οίσει δινήεις είσω ἁλὸς ευρέα κόλπον

126θρῴσκων τις κατὰ κῦμα μέλαιναν φρῖχ̓ ὑπαΐξει
127ιχθύς, ὅς κε φάγῃσι Λυκάονος αργέτα δημόν

128φθείρεσθ̓ εις κεν άστυ κιχείομεν Ιλίου ἱρῆς
129ὑμεῖς μὲν φεύγοντες, εγὼ δ̓ όπιθεν κεραΐζων

130ου δ̓ ὑμῖν ποταμός περ εΰρροος αργυροδίνης
131αρκέσει, δὴ δηθὰ πολέας ἱερεύετε ταύρους,
132ζωοὺς δ̓ εν δίνῃσι καθίετε μώνυχας ἵππους

133αλλὰ καὶ ὧς ολέεσθε κακὸν μόρον, εις κε πάντες
134τίσετε Πατρόκλοιο φόνον καὶ λοιγὸν Αχαιῶν,
135οὓς επὶ νηυσὶ θοῇσιν επέφνετε νόσφιν εμεῖο

136ὣς άῤ έφη, ποταμὸς δὲ χολώσατο κηρόθι μᾶλλον,
137ὅρμηνεν δ̓ ανὰ θυμὸν ὅπως παύσειε πόνοιο
138δῖον Αχιλλῆα, Τρώεσσι δὲ λοιγὸν αλάλκοι

139τόφρα δὲ Πηλέος υἱὸς έχων δολιχόσκιον έγχος
140Αστεροπαίῳ επᾶλτο κατακτάμεναι μενεαίνων
141υἱέϊ Πηλεγόνος
τὸν δ̓ Αξιὸς ευρυρέεθρος
142γείνατο καὶ Περίβοια Ακεσσαμενοῖο θυγατρῶν
143πρεσβυτάτη
τῇ γάρ ῥα μίγη ποταμὸς βαθυδίνης
144τῷ ῥ̓ Αχιλεὺς επόρουσεν, δ̓ αντίος εκ ποταμοῖο
145έστη έχων δύο δοῦρε
μένος δέ οἱ εν φρεσὶ θῆκε
146Ξάνθος, επεὶ κεχόλωτο δαϊκταμένων αιζηῶν,
147τοὺς Αχιλεὺς εδάϊζε κατὰ ῥόον ου δ̓ ελέαιρεν

148οἳ δ̓ ὅτε δὴ σχεδὸν ῆσαν επ̓ αλλήλοισιν ιόντες,
149τὸν πρότερος προσέειπε ποδάρκης δῖος Αχιλλεύς

150τίς πόθεν εις ανδρῶν μευ έτλης αντίος ελθεῖν

151δυστήνων δέ τε παῖδες εμῷ μένει αντιόωσι

152τὸν δ̓ αῦ Πηλεγόνος προσεφώνεε φαίδιμος υἱός

153Πηλεΐδη μεγάθυμε τί γενεὴν ερεείνεις

154είμ̓ εκ Παιονίης εριβώλου τηλόθ̓ εούσης
155Παίονας άνδρας άγων δολιχεγχέας
ἥδε δέ μοι νῦν
156ηὼς ἑνδεκάτη ὅτε Ίλιον ειλήλουθα.

157αυτὰρ εμοὶ γενεὴ εξ Αξιοῦ ευρὺ ῥέοντος
158Αξιοῦ, ὃς κάλλιστον ὕδωρ επὶ γαῖαν ἵησιν,
159ὃς τέκε Πηλεγόνα κλυτὸν έγχεϊ·
τὸν δ̓ εμέ φασι
160γείνασθαι
νῦν αῦτε μαχώμεθα φαίδιμ̓ Αχιλλεῦ
161ὣς φάτ̓ απειλήσας, δ̓ ανέσχετο δῖος Αχιλλεὺς
162Πηλιάδα μελίην
δ̓ ἁμαρτῇ δούρασιν αμφὶς
163ἥρως Αστεροπαῖος, επεὶ περιδέξιος ῆεν.

164καί ῥ̓ ἑτέρῳ μὲν δουρὶ σάκος βάλεν, ου δὲ διὰ πρὸ
165ῥῆξε σάκος
χρυσὸς γὰρ ερύκακε δῶρα θεοῖο·
166τῷ δ̓ ἑτέρῳ μιν πῆχυν επιγράβδην βάλε χειρὸς
167δεξιτερῆς, σύτο δ̓ αἷμα κελαινεφές
δ̓ ὑπὲρ αυτοῦ
168γαίῃ ενεστήρικτο λιλαιομένη χροὸς ᾶσαι

169δεύτερος αῦτ̓ Αχιλεὺς μελίην ιθυπτίωνα
170Αστεροπαίῳ εφῆκε κατακτάμεναι μενεαίνων

171καὶ τοῦ μέν ῥ̓ αφάμαρτεν, δ̓ ὑψηλὴν βάλεν όχθην,
172μεσσοπαγὲς δ̓ άῤ έθηκε κατ̓ όχθης μείλινον έγχος

173Πηλεΐδης δ̓ άορ οξὺ ερυσσάμενος παρὰ μηροῦ
174ᾶλτ̓ επί οἱ μεμαώς
δ̓ άρα μελίην Αχιλῆος
175ου δύνατ̓ εκ κρημνοῖο ερύσσαι χειρὶ παχείῃ

176τρὶς μέν μιν πελέμιξεν ερύσσασθαι μενεαίνων,
177τρὶς δὲ μεθῆκε βίης
τὸ δὲ τέτρατον ήθελε θυμῷ
178ᾶξαι επιγνάμψας δόρυ μείλινον Αιακίδαο,
179αλλὰ πρὶν Αχιλεὺς σχεδὸν άορι θυμὸν απηύρα

180γαστέρα γάρ μιν τύψε παῤ ομφαλόν, εκ δ̓ άρα πᾶσαι
181χύντο χαμαὶ χολάδες
τὸν δὲ σκότος όσσε κάλυψεν
182ασθμαίνοντ̓
Αχιλεὺς δ̓ άῤ ενὶ στήθεσσιν ορούσας
183τεύχεά τ̓ εξενάριξε καὶ ευχόμενος έπος ηύδα

184κεῖσ̓ οὕτως
χαλεπόν τοι ερισθενέος Κρονίωνος
185παισὶν εριζέμεναι ποταμοῖό περ εκγεγαῶτι.

186φῆσθα σὺ μὲν ποταμοῦ γένος έμμεναι ευρὺ ῥέοντος,
187αυτὰρ εγὼ γενεὴν μεγάλου Διὸς εύχομαι εῖναι

188τίκτέ μ̓ ανὴρ πολλοῖσιν ανάσσων Μυρμιδόνεσσι
189Πηλεὺς Αιακίδης
δ̓ άῤ Αιακὸς εκ Διὸς ῆεν
190τὼ κρείσσων μὲν Ζεὺς ποταμῶν ἁλιμυρηέντων,
191κρείσσων αῦτε Διὸς γενεὴ ποταμοῖο τέτυκται.

192καὶ γὰρ σοὶ ποταμός γε πάρα μέγας, ει δύναταί τι
193χραισμεῖν
αλλ̓ ουκ έστι Διὶ Κρονίωνι μάχεσθαι,
194τῷ ου δὲ κρείων Αχελώϊος ισοφαρίζει,
195ου δὲ βαθυρρείταο μέγα σθένος Ωκεανοῖο,
196εξ οὗ περ πάντες ποταμοὶ καὶ πᾶσα θάλασσα
197καὶ πᾶσαι κρῆναι καὶ φρείατα μακρὰ νάουσιν·

198αλλὰ καὶ ὃς δείδοικε Διὸς μεγάλοιο κεραυνὸν
199δεινήν τε βροντήν, ότ̓ απ̓ ουρανόθεν σμαραγήσῃ

200 ῥα, καὶ εκ κρημνοῖο ερύσσατο χάλκεον έγχος,
201τὸν δὲ κατ̓ αυτόθι λεῖπεν, επεὶ φίλον ῆτορ απηύρα,
202κείμενον εν ψαμάθοισι, δίαινε δέ μιν μέλαν ὕδωρ

203τὸν μὲν άῤ εγχέλυές τε καὶ ιχθύες αμφεπένοντο
204δημὸν ερεπτόμενοι επινεφρίδιον κείροντες

205αυτὰρ βῆ ῥ̓ ιέναι μετὰ Παίονας ἱπποκορυστάς,
206οἵ ῥ̓ έτι πὰρ ποταμὸν πεφοβήατο δινήεντα,
207ὡς εῖδον τὸν άριστον ενὶ κρατερῇ ὑσμίνῃ
208χέρσ̓ ὕπο Πηλεΐδαο καὶ άορι ῖφι δαμέντα

209ένθ̓ ἕλε Θερσίλοχόν τε Μύδωνά τε Αστύπυλόν τε
210Μνῆσόν τε Θρασίον τε καὶ Αίνιον ηδ̓ Οφελέστην

211καί νύ κ̓ έτι πλέονας κτάνε Παίονας ωκὺς Αχιλλεύς,
212ει μὴ χωσάμενος προσέφη ποταμὸς βαθυδίνης
213ανέρι εισάμενος, βαθέης δ̓ εκ φθέγξατο δίνης

214 Αχιλεῦ, περὶ μὲν κρατέεις, περὶ δ̓ αίσυλα ῥέζεις
215ανδρῶν
αιεὶ γάρ τοι αμύνουσιν θεοὶ αυτοί
216εί τοι Τρῶας έδωκε Κρόνου παῖς πάντας ολέσσαι,
217εξ εμέθεν γ̓ ελάσας πεδίον κάτα μέρμερα ῥέζε

218πλήθει γὰρ δή μοι νεκύων ερατεινὰ ῥέεθρα,
219ου δέ τί πῃ δύναμαι προχέειν ῥόον εις ἅλα δῖαν
220στεινόμενος νεκύεσσι, σὺ δὲ κτείνεις αϊδήλως

221αλλ̓ άγε δὴ καὶ έασον
άγη μ̓ έχει όρχαμε λαῶν
222τὸν δ̓ απαμειβόμενος προσέφη πόδας ωκὺς Αχιλλεύς

223έσται ταῦτα Σκάμανδρε διοτρεφές, ὡς σὺ κελεύεις

224Τρῶας δ̓ ου πρὶν λήξω ὑπερφιάλους εναρίζων,
225πρὶν έλσαι κατὰ άστυ καὶ Ἕκτορι πειρηθῆναι
226αντιβίην, ή κέν με δαμάσσεται, κεν εγὼ τόν.

227ὣς ειπὼν Τρώεσσιν επέσσυτο δαίμονι ῖσος

228καὶ τότ̓ Απόλλωνα προσέφη ποταμὸς βαθυδίνης

229 πόποι αργυρότοξε Διὸς τέκος ου σύ γε βουλὰς
230ειρύσαο Κρονίωνος, τοι μάλα πόλλ̓ επέτελλε
231Τρωσὶ παρεστάμεναι καὶ αμύνειν, εις κεν έλθῃ
232δείελος οψὲ δύων, σκιάσῃ δ̓ ερίβωλον άρουραν.

233, καὶ Αχιλλεὺς μὲν δουρικλυτὸς ένθορε μέσσῳ
234κρημνοῦ απαΐξας
δ̓ επέσσυτο οίδματι θύων,
235πάντα δ̓ όρινε ῥέεθρα κυκώμενος, ῶσε δὲ νεκροὺς
236πολλούς, οἵ ῥα κατ̓ αυτὸν ἅλις έσαν, οὓς κτάν̓ Αχιλλεύς
237τοὺς έκβαλλε θύραζε μεμυκὼς ηΰτε ταῦρος
238χέρσον δέ·
ζωοὺς δὲ σάω κατὰ καλὰ ῥέεθρα,
239κρύπτων εν δίνῃσι βαθείῃσιν μεγάλῃσι

240δεινὸν δ̓ αμφ̓ Αχιλῆα κυκώμενον ἵστατο κῦμα,
241ώθει δ̓ εν σάκεϊ πίπτων ῥόος
ου δὲ πόδεσσιν
242εῖχε στηρίξασθαι
δὲ πτελέην ἕλε χερσὶν
243ευφυέα μεγάλην
δ̓ εκ ῥιζῶν εριποῦσα
244κρημνὸν ἅπαντα διῶσεν, επέσχε δὲ καλὰ ῥέεθρα
245όζοισιν πυκινοῖσι, γεφύρωσεν δέ μιν αυτὸν
246είσω πᾶσ̓ εριποῦσ̓
δ̓ άῤ εκ δίνης ανορούσας
247ήϊξεν πεδίοιο ποσὶ κραιπνοῖσι πέτεσθαι
248δείσας
ου δέ τ̓ έληγε θεὸς μέγας, ῶρτο δ̓ επ̓ αυτῷ
249ακροκελαινιόων, ἵνα μιν παύσειε πόνοιο
250δῖον Αχιλλῆα, Τρώεσσι δὲ λοιγὸν αλάλκοι.

251Πηλεΐδης δ̓ απόρουσεν ὅσον τ̓ επὶ δουρὸς ερωή,
252αιετοῦ οίματ̓ έχων μέλανος τοῦ θηρητῆρος,
253ὅς θ̓ ἅμα κάρτιστός τε καὶ ώκιστος πετεηνῶν·

254τῷ εϊκὼς ήϊξεν, επὶ στήθεσσι δὲ χαλκὸς
255σμερδαλέον κονάβιζεν
ὕπαιθα δὲ τοῖο λιασθεὶς
256φεῦγ̓, δ̓ όπισθε ῥέων ἕπετο μεγάλῳ ορυμαγδῷ

257ὡς δ̓ ότ̓ ανὴρ οχετηγὸς απὸ κρήνης μελανύδρου
258ὰμ φυτὰ καὶ κήπους ὕδατι ῥόον ἡγεμονεύῃ
259χερσὶ μάκελλαν έχων, αμάρης εξ έχματα βάλλων·

260τοῦ μέν τε προρέοντος ὑπὸ ψηφῖδες ἅπασαι
261οχλεῦνται·
τὸ δέ τ̓ ῶκα κατειβόμενον κελαρύζει
262χώρῳ ένι προαλεῖ, φθάνει δέ τε καὶ τὸν άγοντα·

263ὣς αιεὶ Αχιλῆα κιχήσατο κῦμα ῥόοιο
264καὶ λαιψηρὸν εόντα
θεοὶ δέ τε φέρτεροι ανδρῶν.
265ὁσσάκι δ̓ ὁρμήσειε ποδάρκης δῖος Αχιλλεὺς
266στῆναι εναντίβιον καὶ γνώμεναι εί μιν ἅπαντες
267αθάνατοι φοβέουσι, τοὶ ουρανὸν ευρὺν έχουσι,
268τοσσάκι μιν μέγα κῦμα διιπετέος ποταμοῖο
269πλάζ̓ ώμους καθύπερθεν
δ̓ ὑψόσε ποσσὶν επήδα
270θυμῷ ανιάζων
ποταμὸς δ̓ ὑπὸ γούνατ̓ εδάμνα
271λάβρος ὕπαιθα ῥέων, κονίην δ̓ ὑπέρεπτε ποδοῖιν

272Πηλεΐδης δ̓ ῴμωξεν ιδὼν εις ουρανὸν ευρύν

273Ζεῦ πάτερ ὡς ού τίς με θεῶν ελεεινὸν ὑπέστη
274εκ ποταμοῖο σαῶσαι
έπειτα δὲ καί τι πάθοιμι
275άλλος δ̓ ού τις μοι τόσον αίτιος Ουρανιώνων,
276αλλὰ φίλη μήτηρ, με ψεύδεσσιν έθελγεν·

277 μ̓ έφατο Τρώων ὑπὸ τείχεϊ θωρηκτάων
278λαιψηροῖς ολέεσθαι Απόλλωνος βελέεσσιν

279ὥς μ̓ όφελ̓ Ἕκτωρ κτεῖναι ὃς ενθάδε γ̓ έτραφ̓ άριστος

280τώ κ̓ αγαθὸς μὲν έπεφν̓, αγαθὸν δέ κεν εξενάριξε

281νῦν δέ με λευγαλέῳ θανάτῳ εἵμαρτο ἁλῶναι
282ερχθέντ̓ εν μεγάλῳ ποταμῷ ὡς παῖδα συφορβόν,
283ὅν ῥά τ̓ έναυλος αποέρσῃ χειμῶνι περῶντα.

284ὣς φάτο, τῷ δὲ μάλ̓ ῶκα Ποσειδάων καὶ Αθήνη
285στήτην εγγὺς ιόντε, δέμας δ̓ άνδρεσσιν εΐκτην,
286χειρὶ δὲ χεῖρα λαβόντες επιστώσαντ̓ επέεσσι

287τοῖσι δὲ μύθων ῆρχε Ποσειδάων ενοσίχθων

288Πηλεΐδη μήτ̓ άρ τι λίην τρέε μήτέ τι τάρβει

289τοίω γάρ τοι νῶϊ θεῶν επιταρρόθω ειμὲν
290Ζηνὸς επαινήσαντος εγὼ καὶ Παλλὰς Αθήνη·

291ὡς ού τοι ποταμῷ γε δαμήμεναι αίσιμόν εστιν,
292αλλ̓ ὅδε μὲν τάχα λωφήσει, σὺ δὲ είσεαι αυτός

293αυτάρ τοι πυκινῶς υποθησόμεθ̓ αί κε πίθηαι

294μὴ πρὶν παύειν χεῖρας ὁμοιΐου πολέμοιο
295πρὶν κατὰ Ιλιόφι κλυτὰ τείχεα λαὸν εέλσαι
296Τρωϊκόν, ὅς κε φύγῃσι
σὺ δ̓ Ἕκτορι θυμὸν απούρας
297ὰψ επὶ νῆας ίμεν
δίδομεν δέ τοι εῦχος αρέσθαι
298τὼ μὲν άῤ ὣς ειπόντε μετ̓ αθανάτους απεβήτην

299αυτὰρ βῆ, μέγα γάρ ῥα θεῶν ότρυνεν εφετμή,
300ες πεδίον
τὸ δὲ πᾶν πλῆθ̓ ὕδατος εκχυμένοιο,
301πολλὰ δὲ τεύχεα καλὰ δαὶ κταμένων αιζηῶν
302πλῶον καὶ νέκυες
τοῦ δ̓ ὑψόσε γούνατ̓ επήδα
303πρὸς ῥόον αΐσσοντος αν̓ ιθύν, ου δέ μιν ίσχεν
304ευρὺ ῥέων ποταμός
μέγα γὰρ σθένος έμβαλ̓ Αθήνη
305ου δὲ Σκάμανδρος έληγε τὸ ὃν μένος, αλλ̓ έτι μᾶλλον
306χώετο Πηλεΐωνι, κόρυσσε δὲ κῦμα ῥόοιο
307υψόσ̓ αειρόμενος, Σιμόεντι δὲ κέκλετ̓ αΰσας

308φίλε κασίγνητε σθένος ανέρος αμφότεροί περ
309σχῶμεν, επεὶ τάχα άστυ μέγα Πριάμοιο άνακτος
310εκπέρσει, Τρῶες δὲ κατὰ μόθον ου μενέουσιν

311αλλ̓ επάμυνε τάχιστα, καὶ εμπίπληθι ῥέεθρα
312ὕδατος εκ πηγέων, πάντας δ̓ ορόθυνον εναύλους,
313ἵστη δὲ μέγα κῦμα, πολὺν δ̓ ορυμαγδὸν όρινε
314φιτρῶν καὶ λάων, ἵνα παύσομεν άγριον άνδρα
315ὃς δὴ νῦν κρατέει, μέμονεν δ̓ γε ῖσα θεοῖσι

316φημὶ γὰρ ού τε βίην χραισμησέμεν ούτέ τι εῖδος
317ού τε τὰ τεύχεα καλά, τά που μάλα νειόθι λίμνης
318κείσεθ̓ υπ̓ ιλύος κεκαλυμμένα·
κὰδ δέ μιν αυτὸν
319ειλύσω ψαμάθοισιν ἅλις χέραδος περιχεύας
320μυρίον, ου δέ οἱ οστέ̓ επιστήσονται Αχαιοὶ
321αλλέξαι
τόσσην οἱ άσιν καθύπερθε καλύψω
322αυτοῦ οἱ καὶ σῆμα τετεύξεται, ου δέ τί μιν χρεὼ
323έσται τυμβοχόης, ὅτε μιν θάπτωσιν Αχαιοί

324, καὶ επῶρτ̓ Αχιλῆϊ κυκώμενος ὑψόσε θύων
325μορμύρων αφρῷ τε καὶ αἵματι καὶ νεκύεσσι

326πορφύρεον δ̓ άρα κῦμα διιπετέος ποταμοῖο
327ίστατ̓ αειρόμενον, κατὰ δ̓ ᾕρεε Πηλεΐωνα

328Ἥρη δὲ μέγ̓ άϋσε περιδείσασ̓ Αχιλῆϊ
329μή μιν αποέρσειε μέγας ποταμὸς βαθυδίνης,
330αυτίκα δ̓ Ἥφαιστον προσεφώνεεν ὃν φίλον υἱόν

331όρσεο κυλλοπόδιον εμὸν τέκος
άντα σέθεν γὰρ
332Ξάνθον δινήεντα μάχῃ ηΐσκομεν εῖναι

333αλλ̓ επάμυνε τάχιστα, πιφαύσκεο δὲ φλόγα πολλήν

334αυτὰρ εγὼ Ζεφύροιο καὶ αργεστᾶο Νότοιο
335είσομαι εξ ἁλόθεν χαλεπὴν όρσουσα θύελλαν,
336 κεν απὸ Τρώων κεφαλὰς καὶ τεύχεα κήαι
337φλέγμα κακὸν φορέουσα
σὺ δὲ Ξάνθοιο παῤ όχθας
338δένδρεα καῖ̓, εν δ̓ αυτὸν ἵει πυρί
μὴ δέ σε πάμπαν
339μειλιχίοις επέεσσιν αποτρεπέτω καὶ αρειῇ

340μὴ δὲ πρὶν απόπαυε τεὸν μένος, αλλ̓ οπότ̓ ὰν δὴ
341φθέγξομ̓ εγὼν ιάχουσα, τότε σχεῖν ακάματον πῦρ

342ὣς έφαθ̓, Ἥφαιστος δὲ τιτύσκετο θεσπιδαὲς πῦρ

343πρῶτα μὲν εν πεδίῳ πῦρ δαίετο, καῖε δὲ νεκροὺς
344πολλούς, οἵ ῥα κατ̓ αυτὸν ἅλις έσαν, οὓς κτάν̓ Αχιλλεύς

345πᾶν δ̓ εξηράνθη πεδίον, σχέτο δ̓ αγλαὸν ὕδωρ

346ὡς δ̓ ότ̓ οπωρινὸς Βορέης νεοαρδέ̓ αλωὴν
347αῖψ̓ αγξηράνῃ·
χαίρει δέ μιν ὅς τις εθείρῃ·
348ὣς εξηράνθη πεδίον πᾶν, κὰδ δ̓ άρα νεκροὺς
349κῆεν
δ̓ ες ποταμὸν τρέψε φλόγα παμφανόωσαν
350καίοντο πτελέαι τε καὶ ιτέαι ηδὲ μυρῖκαι,
351καίετο δὲ λωτός τε ιδὲ θρύον ηδὲ κύπειρον,
352τὰ περὶ καλὰ ῥέεθρα ἅλις ποταμοῖο πεφύκει

353τείροντ̓ εγχέλυές τε καὶ ιχθύες οἳ κατὰ δίνας,
354οἳ κατὰ καλὰ ῥέεθρα κυβίστων ένθα καὶ ένθα
355πνοιῇ τειρόμενοι πολυμήτιος Ἡφαίστοιο.

356καίετο δ̓ ὶς ποταμοῖο έπος τ̓ έφατ̓ έκ τ̓ ονόμαζεν

357Ήφαιστ̓, ού τις σοί γε θεῶν δύνατ̓ αντιφερίζειν,
358ου δ̓ ὰν εγὼ σοί γ̓ ὧδε πυρὶ φλεγέθοντι μαχοίμην

359λῆγ̓ έριδος, Τρῶας δὲ καὶ αυτίκα δῖος Αχιλλεὺς
360άστεος εξελάσειε
τί μοι έριδος καὶ αρωγῆς;
361φῆ πυρὶ καιόμενος, ανὰ δ̓ έφλυε καλὰ ῥέεθρα

362ὡς δὲ λέβης ζεῖ ένδον επειγόμενος πυρὶ πολλῷ
363κνίσην μελδόμενος ἁπαλοτρεφέος σιάλοιο
364πάντοθεν αμβολάδην, ὑπὸ δὲ ξύλα κάγκανα κεῖται,
365ὣς τοῦ καλὰ ῥέεθρα πυρὶ φλέγετο, ζέε δ̓ ὕδωρ

366ου δ̓ έθελε προρέειν, αλλ̓ ίσχετο
τεῖρε δ̓ αϋτμὴ
367Ἡφαίστοιο βίηφι πολύφρονος
αυτὰρ γ̓ Ἥρην
368πολλὰ λισσόμενος έπεα πτερόεντα προσηύδα

369Ἥρη τίπτε σὸς υἱὸς εμὸν ῥόον έχραε κήδειν
370εξ άλλων
ου μέν τοι εγὼ τόσον αίτιός ειμι
371ὅσσον οἱ άλλοι πάντες, ὅσοι Τρώεσσιν αρωγοί.

372αλλ̓ ήτοι μὲν εγὼν αποπαύσομαι ει σὺ κελεύεις,
373παυέσθω δὲ καὶ οὗτος
εγὼ δ̓ επὶ καὶ τόδ̓ ομοῦμαι,
374μή ποτ̓ επὶ Τρώεσσιν αλεξήσειν κακὸν ῆμαρ,
375μὴ δ̓ οπότ̓ ὰν Τροίη μαλερῷ πυρὶ πᾶσα δάηται
376καιομένη, καίωσι δ̓ αρήϊοι υἷες Αχαιῶν

377αυτὰρ επεὶ τό γ̓ άκουσε θεὰ λευκώλενος Ἥρη,
378αυτίκ̓ άῤ Ἥφαιστον προσεφώνεεν ὃν φίλον υἱόν

379Ἥφαιστε σχέο τέκνον αγακλεές
ου γὰρ έοικεν
380αθάνατον θεὸν ὧδε βροτῶν ἕνεκα στυφελίζειν

381ὣς έφαθ̓, Ἥφαιστος δὲ κατέσβεσε θεσπιδαὲς πῦρ,
382άψορρον δ̓ άρα κῦμα κατέσσυτο καλὰ ῥέεθρα

383αυτὰρ επεὶ Ξάνθοιο δάμη μένος, οἳ μὲν έπειτα
384παυσάσθην, Ἥρη γὰρ ερύκακε χωομένη περ

385εν δ̓ άλλοισι θεοῖσιν έρις πέσε βεβριθυῖα
386αργαλέη, δίχα δέ σφιν ενὶ φρεσὶ θυμὸς άητο

387σὺν δ̓ έπεσον μεγάλῳ πατάγῳ, βράχε δ̓ ευρεῖα χθών,
388αμφὶ δὲ σάλπιγξεν μέγας ουρανός
άϊε δὲ Ζεὺς
389ἥμενος Ουλύμπῳ
εγέλασσε δέ οἱ φίλον ῆτορ
390γηθοσύνῃ, όθ̓ ὁρᾶτο θεοὺς έριδι ξυνιόντας

391ένθ̓ οἵ γ̓ ουκέτι δηρὸν αφέστασαν
ῆρχε γὰρ Άρης
392ῥινοτόρος, καὶ πρῶτος Αθηναίῃ επόρουσε
393χάλκεον έγχος έχων, καὶ ονείδειον φάτο μῦθον

394τίπτ̓ αῦτ̓ κυνάμυια θεοὺς έριδι ξυνελαύνεις
395θάρσος άητον έχουσα, μέγας δέ σε θυμὸς ανῆκεν

396 ου μέμνῃ ὅτε Τυδεΐδην Διομήδἐ ανῆκας
397ουτάμεναι, αυτὴ δὲ πανόψιον έγχος ἑλοῦσα
398ιθὺς εμεῦ ῶσας, διὰ δὲ χρόα καλὸν έδαψας

399τώ σ̓ αῦ νῦν οΐω αποτισέμεν ὅσσα έοργας

400ὣς ειπὼν ούτησε κατ̓ αιγίδα θυσσανόεσσαν
401σμερδαλέην, ἣν ου δὲ Διὸς δάμνησι κεραυνός

402τῇ μιν Άρης ούτησε μιαιφόνος έγχεϊ μακρῷ

403 δ̓ αναχασσαμένη λίθον εἵλετο χειρὶ παχείῃ
404κείμενον εν πεδίῳ μέλανα τρηχύν τε μέγαν τε,
405τόν ῥ̓ άνδρες πρότεροι θέσαν έμμεναι οῦρον αρούρης

406τῷ βάλε θοῦρον Άρηα κατ̓ αυχένα, λῦσε δὲ γυῖα

407ἑπτὰ δ̓ επέσχε πέλεθρα πεσών, εκόνισε δὲ χαίτας,
408τεύχεά τ̓ αμφαράβησε
γέλασσε δὲ Παλλὰς Αθήνη,
409καί οἱ επευχομένη έπεα πτερόεντα προσηύδα

410νηπύτἰ ου δέ νύ πώ περ επεφράσω ὅσσον αρείων
411εύχομ̓ εγὼν έμεναι, ὅτι μοι μένος ισοφαρίζεις

412οὕτω κεν τῆς μητρὸς ερινύας εξαποτίνοις,
413 τοι χωομένη κακὰ μήδεται ούνεκ̓ Αχαιοὺς
414κάλλιπες, αυτὰρ Τρωσὶν ὑπερφιάλοισιν αμύνεις

415ὣς άρα φωνήσασα πάλιν τρέπεν όσσε φαεινώ

416τὸν δ̓ άγε χειρὸς ἑλοῦσα Διὸς θυγάτηρ Αφροδίτη
417πυκνὰ μάλα στενάχοντα
μόγις δ̓ εσαγείρετο θυμόν
418τὴν δ̓ ὡς οῦν ενόησε θεὰ λευκώλενος Ἥρη,
419αυτίκ̓ Αθηναίην έπεα πτερόεντα προσηύδα

420 πόποι αιγιόχοιο Διὸς τέκος Ατρυτώνη
421καὶ δ̓ αῦθ̓ κυνάμυια άγει βροτολοιγὸν Άρηα
422δηΐου εκ πολέμοιο κατὰ κλόνον·
αλλὰ μέτελθε
423ὣς φάτ̓, Αθηναίη δὲ μετέσσυτο, χαῖρε δὲ θυμῷ,
424καί ῥ̓ επιεισαμένη πρὸς στήθεα χειρὶ παχείῃ
425ήλασε
τῆς δ̓ αυτοῦ λύτο γούνατα καὶ φίλον ῆτορ
426τὼ μὲν άῤ άμφω κεῖντο επὶ χθονὶ πουλυβοτείρῃ,
427 δ̓ άῤ επευχομένη έπεα πτερόεντ̓ αγόρευε

428τοιοῦτοι νῦν πάντες ὅσοι Τρώεσσιν αρωγοὶ
429εῖεν, ότ̓ Αργείοισι μαχοίατο θωρηκτῇσιν,
430ὧδέ τε θαρσαλέοι καὶ τλήμονες, ὡς Αφροδίτη
431ῆλθεν Άρῃ επίκουρος εμῷ μένει αντιόωσα·

432τώ κεν δὴ πάλαι άμμες επαυσάμεθα πτολέμοιο
433Ιλίου εκπέρσαντες εϋκτίμενον πτολίεθρον

434ὣς φάτο, μείδησεν δὲ θεὰ λευκώλενος Ἥρη

435αυτὰρ Απόλλωνα προσέφη κρείων ενοσίχθων

436Φοῖβε τί δὴ νῶϊ διέσταμεν
ου δὲ έοικεν
437αρξάντων ἑτέρων
τὸ μὲν αίσχιον αί κ̓ αμαχητὶ
438ίομεν Ούλυμπον δὲ Διὸς ποτὶ χαλκοβατὲς δῶ.

439 άρχε
σὺ γὰρ γενεῆφι νεώτερος· ου γὰρ έμοιγε
440καλόν, επεὶ πρότερος γενόμην καὶ πλείονα οῖδα.

441νηπύτἰ ὡς άνοον κραδίην έχες
ου δέ νυ τῶν περ
442μέμνηαι ὅσα δὴ πάθομεν κακὰ Ίλιον αμφὶ
443μοῦνοι νῶϊ θεῶν, ότ̓ αγήνορι Λαομέδοντι
444πὰρ Διὸς ελθόντες θητεύσαμεν εις ενιαυτὸν
445μισθῷ έπι ῥητῷ
δὲ σημαίνων επέτελλεν
446ήτοι εγὼ Τρώεσσι πόλιν πέρι τεῖχος έδειμα
447ευρύ τε καὶ μάλα καλόν, ίν̓ άρρηκτος πόλις είη

448Φοῖβε σὺ δ̓ ειλίποδας ἕλικας βοῦς βουκολέεσκες
449Ίδης εν κνημοῖσι πολυπτύχου ὑληέσσης

450αλλ̓ ὅτε δὴ μισθοῖο τέλος πολυγηθέες ὧραι
451εξέφερον, τότε νῶϊ βιήσατο μισθὸν ἅπαντα
452Λαομέδων έκπαγλος, απειλήσας δ̓ απέπεμπε

453σὺν μὲν γ̓ ηπείλησε πόδας καὶ χεῖρας ὕπερθε
454δήσειν, καὶ περάαν νήσων έπι τηλεδαπάων

455στεῦτο δ̓ γ̓ αμφοτέρων απολεψέμεν ούατα χαλκῷ

456νῶϊ δὲ άψορροι κίομεν κεκοτηότι θυμῷ
457μισθοῦ χωόμενοι, τὸν ὑποστὰς ουκ ετέλεσσε

458τοῦ δὴ νῦν λαοῖσι φέρεις χάριν, ου δὲ μεθ̓ ἡμέων
459πειρᾷ ὥς κε Τρῶες ὑπερφίαλοι απόλωνται
460πρόχνυ κακῶς σὺν παισὶ καὶ αιδοίῃς αλόχοισι
461τὸν δ̓ αῦτε προσέειπεν άναξ ἑκάεργος Απόλλων

462εννοσίγαἰ ουκ άν με σαόφρονα μυθήσαιο
463έμμεναι, ει δὴ σοί γε βροτῶν ἕνεκα πτολεμίξω
464δειλῶν, οἳ φύλλοισιν εοικότες άλλοτε μέν τε
465ζαφλεγέες τελέθουσιν αρούρης καρπὸν έδοντες,
466άλλοτε δὲ φθινύθουσιν ακήριοι
αλλὰ τάχιστα
467παυώμεσθα μάχης
οἳ δ̓ αυτοὶ δηριαάσθων
468ὣς άρα φωνήσας πάλιν ετράπετ̓
αίδετο γάρ ῥα
469πατροκασιγνήτοιο μιγήμεναι εν παλάμῃσι

470τὸν δὲ κασιγνήτη μάλα νείκεσε πότνια θηρῶν
471Άρτεμις αγροτέρη, καὶ ονείδειον φάτο μῦθον

472φεύγεις δὴ ἑκάεργε, Ποσειδάωνι δὲ νίκην
473πᾶσαν επέτρεψας, μέλεον δέ οἱ εῦχος έδωκας

474νηπύτιε τί νυ τόξον έχεις ανεμώλιον αύτως

475μή σευ νῦν έτι πατρὸς ενὶ μεγάροισιν ακούσω
476ευχομένου, ὡς τὸ πρὶν εν αθανάτοισι θεοῖσιν,
477άντα Ποσειδάωνος εναντίβιον πολεμίζειν.

478ὣς φάτο, τὴν δ̓ ού τι προσέφη ἑκάεργος Απόλλων,
479αλλὰ χολωσαμένη Διὸς αιδοίη παράκοιτις
480νείκεσεν ιοχέαιραν ονειδείοις επέεσσι

481πῶς δὲ σὺ νῦν μέμονας κύον αδεὲς αντί̓ εμεῖο
482στήσεσθαι
χαλεπή τοι εγὼ μένος αντιφέρεσθαι
483τοξοφόρῳ περ εούσῃ, επεὶ σὲ λέοντα γυναιξὶ
484Ζεὺς θῆκεν, καὶ έδωκε κατακτάμεν ἥν κ̓ εθέλῃσθα.

485ήτοι βέλτερόν εστι κατ̓ ούρεα θῆρας εναίρειν
486αγροτέρας τ̓ ελάφους κρείσσοσιν ῖφι μάχεσθαι

487ει δ̓ εθέλεις πολέμοιο δαήμεναι, όφῤ εῢ ειδῇς
488ὅσσον φερτέρη είμ̓, ὅτι μοι μένος αντιφερίζεις

489 ῥα, καὶ αμφοτέρας επὶ καρπῷ χεῖρας έμαρπτε
490σκαιῇ, δεξιτερῇ δ̓ άῤ απ̓ ώμων αίνυτο τόξα,
491αυτοῖσιν δ̓ άῤ έθεινε παῤ ούατα μειδιόωσα
492εντροπαλιζομένην
ταχέες δ̓ έκπιπτον οϊστοί
493δακρυόεσσα δ̓ ὕπαιθα θεὰ φύγεν ὥς τε πέλεια,
494 ῥά θ̓ υπ̓ ίρηκος κοίλην εισέπτατο πέτρην
495χηραμόν·
ου δ̓ άρα τῇ γε ἁλώμεναι αίσιμον ῆεν
496ὣς δακρυόεσσα φύγεν, λίπε δ̓ αυτόθι τόξα

497Λητὼ δὲ προσέειπε διάκτορος αργεϊφόντης

498Λητοῖ εγὼ δέ τοι ού τι μαχήσομαι
αργαλέον δὲ
499πληκτίζεσθ̓ αλόχοισι Διὸς νεφεληγερέταο·

500αλλὰ μάλα πρόφρασσα μετ̓ αθανάτοισι θεοῖσιν
501εύχεσθαι εμὲ νικῆσαι κρατερῆφι βίηφιν

502ὣς άῤ έφη, Λητὼ δὲ συναίνυτο καμπύλα τόξα
503πεπτεῶτ̓ άλλυδις άλλα μετὰ στροφάλιγγι κονίης

504 μὲν τόξα λαβοῦσα πάλιν κίε θυγατέρος ἧς

505 δ̓ άῤ Όλυμπον ἵκανε Διὸς ποτὶ χαλκοβατὲς δῶ,
506δακρυόεσσα δὲ πατρὸς εφέζετο γούνασι κούρη,
507αμφὶ δ̓ άῤ αμβρόσιος ἑανὸς τρέμε
τὴν δὲ προτὶ οἷ
508εἷλε πατὴρ Κρονίδης, καὶ ανείρετο ἡδὺ γελάσσας·

509τίς νύ σε τοιάδ̓ έρεξε φίλον τέκος Ουρανιώνων
510μαψιδίως, ὡς εί τι κακὸν ῥέζουσαν ενωπῇ

511τὸν δ̓ αῦτε προσέειπεν εϋστέφανος κελαδεινή

512σή μ̓ άλοχος στυφέλιξε πάτερ λευκώλενος Ἥρη,
513εξ ἧς αθανάτοισιν έρις καὶ νεῖκος εφῆπται.

514ὣς οἳ μὲν τοιαῦτα πρὸς αλλήλους αγόρευον

515αυτὰρ Απόλλων Φοῖβος εδύσετο Ίλιον ἱρήν

516μέμβλετο γάρ οἱ τεῖχος εϋδμήτοιο πόληος
517μὴ Δαναοὶ πέρσειαν ὑπὲρ μόρον ήματι κείνῳ

518οἳ δ̓ άλλοι πρὸς Όλυμπον ίσαν θεοὶ αιὲν εόντες,
519οἳ μὲν χωόμενοι, οἳ δὲ μέγα κυδιόωντες

520κὰδ δ̓ ἷζον παρὰ πατρὶ κελαινεφεῖ
αυτὰρ Αχιλλεὺς
521Τρῶας ὁμῶς αυτούς τ̓ όλεκεν καὶ μώνυχας ἵππους

522ὡς δ̓ ὅτε καπνὸς ιὼν εις ουρανὸν ευρὺν ἵκηται
523άστεος αιθομένοιο, θεῶν δέ μῆνις ανῆκε,
524πᾶσι δ̓ έθηκε πόνον, πολλοῖσι δὲ κήδἐ εφῆκεν,
525ὣς Αχιλεὺς Τρώεσσι πόνον καὶ κήδἐ έθηκεν

526ἑστήκει δ̓ γέρων Πρίαμος θείου επὶ πύργου,
527ες δ̓ ενόησ̓ Αχιλῆα πελώριον
αυτὰρ υπ̓ αυτοῦ
528Τρῶες άφαρ κλονέοντο πεφυζότες, ου δέ τις αλκὴ
529γίγνεθ̓
δ̓ οιμώξας απὸ πύργου βαῖνε χαμᾶζε
530οτρύνων παρὰ τεῖχος αγακλειτοὺς πυλαωρούς

531πεπταμένας εν χερσὶ πύλας έχετ̓ εις κε λαοὶ
532έλθωσι προτὶ άστυ πεφυζότες
γὰρ Αχιλλεὺς
533εγγὺς ὅδε κλονέων·
νῦν οίω λοίγἰ έσεσθαι
534αυτὰρ επεί κ̓ ες τεῖχος αναπνεύσωσιν αλέντες,
535αῦτις επανθέμεναι σανίδας πυκινῶς αραρυίας

536δείδια γὰρ μὴ οῦλος ανὴρ ες τεῖχος ἅληται

537ὣς έφαθ̓, οἳ δ̓ άνεσάν τε πύλας καὶ απῶσαν οχῆας

538αἳ δὲ πετασθεῖσαι τεῦξαν φάος
αυτὰρ Απόλλων
539αντίος εξέθορε Τρώων ἵνα λοιγὸν αλάλκοι

540οἳ δ̓ ιθὺς πόλιος καὶ τείχεος ὑψηλοῖο
541δίψῃ καρχαλέοι κεκονιμένοι εκ πεδίοιο
542φεῦγον
δὲ σφεδανὸν έφεπ̓ έγχεϊ, λύσσα δέ οἱ κῆρ
543αιὲν έχε κρατερή, μενέαινε δὲ κῦδος αρέσθαι

544ένθά κεν ὑψίπυλον Τροίην ἕλον υἷες Αχαιῶν,
545ει μὴ Απόλλων Φοῖβος Αγήνορα δῖον ανῆκε
546φῶτ̓ Αντήνορος υἱὸν αμύμονά τε κρατερόν τε

547εν μέν οἱ κραδίῃ θάρσος βάλε, πὰρ δέ οἱ αυτὸς
548έστη, ὅπως θανάτοιο βαρείας χεῖρας αλάλκοι
549φηγῷ κεκλιμένος
κεκάλυπτο δ̓ άῤ ηέρι πολλῇ
550αυτὰρ γ̓ ὡς ενόησεν Αχιλλῆα πτολίπορθον
551έστη, πολλὰ δέ οἱ κραδίη πόρφυρε μένοντι

552οχθήσας δ̓ άρα εῖπε πρὸς ὃν μεγαλήτορα θυμόν

553ώ μοι εγών·
ει μέν κεν ὑπὸ κρατεροῦ Αχιλῆος
554φεύγω, τῇ περ οἱ άλλοι ατυζόμενοι κλονέονται,
555αἱρήσει με καὶ ὧς, καὶ ανάλκιδα δειροτομήσει

556ει δ̓ ὰν εγὼ τούτους μὲν ὑποκλονέεσθαι εάσω
557Πηλεΐδῃ Αχιλῆϊ, ποσὶν δ̓ απὸ τείχεος άλλῃ
558φεύγω πρὸς πεδίον Ιλήϊον, όφῤ ὰν ἵκωμαι
559Ίδης τε κνημοὺς κατά τε ῥωπήϊα δύω

560ἑσπέριος δ̓ ὰν έπειτα λοεσσάμενος ποταμοῖο
561ἱδρῶ αποψυχθεὶς προτὶ Ίλιον απονεοίμην

562αλλὰ τί ή μοι ταῦτα φίλος διελέξατο θυμός

563μή μ̓ απαειρόμενον πόλιος πεδίον δὲ νοήσῃ
564καί με μεταΐξας μάρψῃ ταχέεσσι πόδεσσιν

565ουκέτ̓ έπειτ̓ έσται θάνατον καὶ κῆρας αλύξαι

566λίην γὰρ κρατερὸς περὶ πάντων έστ̓ ανθρώπων

567ει δέ κέ οἱ προπάροιθε πόλεος κατεναντίον έλθω

568καὶ γάρ θην τούτῳ τρωτὸς χρὼς οξέϊ χαλκῷ,
569εν δὲ ία ψυχή, θνητὸν δέ φασ̓ άνθρωποι
570έμμεναι·
αυτάρ οἱ Κρονίδης Ζεὺς κῦδος οπάζει
571ὣς ειπὼν Αχιλῆα αλεὶς μένεν, εν δέ οἱ ῆτορ
572άλκιμον ὁρμᾶτο πτολεμίζειν ηδὲ μάχεσθαι

573ηΰτε πάρδαλις εῖσι βαθείης εκ ξυλόχοιο
574ανδρὸς θηρητῆρος εναντίον, ου δέ τι θυμῷ
575ταρβεῖ ου δὲ φοβεῖται, επεί κεν ὑλαγμὸν ακούσῃ·

576εί περ γὰρ φθάμενός μιν ουτάσῃ ηὲ βάλῃσιν,
577αλλά τε καὶ περὶ δουρὶ πεπαρμένη ουκ απολήγει
578αλκῆς, πρίν γ̓ ηὲ ξυμβλήμεναι ηὲ δαμῆναι

579ὣς Αντήνορος υἱὸς αγαυοῦ δῖος Αγήνωρ
580ουκ έθελεν φεύγειν, πρὶν πειρήσαιτ̓ Αχιλῆος

581αλλ̓ γ̓ άῤ ασπίδα μὲν πρόσθ̓ έσχετο πάντοσ̓ εΐσην,
582εγχείῃ δ̓ αυτοῖο τιτύσκετο, καὶ μέγ̓ αΰτει

583 δή που μάλ̓ έολπας ενὶ φρεσὶ φαίδιμ̓ Αχιλλεῦ
584ήματι τῷδε πόλιν πέρσειν Τρώων αγερώχων
585νηπύτἰ
τ̓ έτι πολλὰ τετεύξεται άλγἐ επ̓ αυτῇ
586εν γάρ οἱ πολέες τε καὶ άλκιμοι ανέρες ειμέν,
587οἳ καὶ πρόσθε φίλων τοκέων αλόχων τε καὶ υἱῶν
588Ίλιον ειρυόμεσθα
σὺ δ̓ ενθάδε πότμον εφέψεις
589ῶδ̓ έκπαγλος εὼν καὶ θαρσαλέος πολεμιστής

590 ῥα, καὶ οξὺν άκοντα βαρείης χειρὸς αφῆκε,
591καί ῥ̓ έβαλε κνήμην ὑπὸ γούνατος ου δ̓ αφάμαρτεν

592αμφὶ δέ οἱ κνημὶς νεοτεύκτου κασσιτέροιο
593σμερδαλέον κονάβησε
πάλιν δ̓ απὸ χαλκὸς όρουσε
594βλημένου, ου δ̓ επέρησε, θεοῦ δ̓ ηρύκακε δῶρα

595Πηλεΐδης δ̓ ορμήσατ̓ Αγήνορος αντιθέοιο
596δεύτερος
ου δ̓ έτ̓ έασεν Απόλλων κῦδος αρέσθαι,
597αλλά μιν εξήρπαξε, κάλυψε δ̓ άῤ ηέρι πολλῇ,
598ἡσύχιον δ̓ άρα μιν πολέμου έκπεμπε νέεσθαι

599αυτὰρ Πηλεΐωνα δόλῳ αποέργαθε λαοῦ

600αυτῷ γὰρ ἑκάεργος Αγήνορι πάντα εοικὼς
601έστη πρόσθε ποδῶν, δ̓ επέσσυτο ποσσὶ διώκειν

602εἷος τὸν πεδίοιο διώκετο πυροφόροιο
603τρέψας πὰρ ποταμὸν βαθυδινήεντα Σκάμανδρον
604τυτθὸν ὑπεκπροθέοντα·
δόλῳ δ̓ άῤ έθελγεν Απόλλων
605ὡς αιεὶ έλποιτο κιχήσεσθαι ποσὶν οἷσι

606τόφῤ άλλοι Τρῶες πεφοβημένοι ῆλθον ὁμίλῳ
607ασπάσιοι προτὶ άστυ, πόλις δ̓ έμπλητο αλέντων

608ου δ̓ άρα τοί γ̓ έτλαν πόλιος καὶ τείχεος εκτὸς
609μεῖναι έτ̓ αλλήλους, καὶ γνώμεναι ὅς τε πεφεύγοι
610ὅς τ̓ έθαν̓ εν πολέμῳ
αλλ̓ εσσυμένως εσέχυντο
611ες πόλιν, ὅν τινα τῶν γε πόδες καὶ γοῦνα σαώσαι