Homer

Iliad    —    Ἰλιάς

Book 20

1ὣς οἳ μὲν παρὰ νηυσὶ κορωνίσι θωρήσσοντο
2αμφὶ σὲ Πηλέος υἱὲ μάχης ακόρητον Αχαιοί,
3Τρῶες δ̓ αῦθ̓ ἑτέρωθεν επὶ θρωσμῷ πεδίοιο·

4Ζεὺς δὲ Θέμιστα κέλευσε θεοὺς αγορὴν δὲ καλέσσαι
5κρατὸς απ̓ Ουλύμποιο πολυπτύχου
δ̓ άρα πάντῃ
6φοιτήσασα κέλευσε Διὸς πρὸς δῶμα νέεσθαι

7ούτέ τις οῦν ποταμῶν απέην νόσφ̓ Ωκεανοῖο,
8ού τ̓ άρα νυμφάων αἵ τ̓ άλσεα καλὰ νέμονται
9καὶ πηγὰς ποταμῶν καὶ πίσεα ποιήεντα

10ελθόντες δ̓ ες δῶμα Διὸς νεφεληγερέταο
11ξεστῇς αιθούσῃσιν ενίζανον, ἃς Διὶ πατρὶ
12Ἥφαιστος ποίησεν ιδυίῃσι πραπίδεσσιν

13ὣς οἳ μὲν Διὸς ένδον αγηγέρατ̓
ου δ̓ ενοσίχθων
14νηκούστησε θεᾶς, αλλ̓ εξ ἁλὸς ῆλθε μετ̓ αυτούς,
15ἷζε δ̓ άῤ εν μέσσοισι, Διὸς δ̓ εξείρετο βουλήν

16τίπτ̓ αῦτ̓ αργικέραυνε θεοὺς αγορὴν δὲ κάλεσσας

17 τι περὶ Τρώων καὶ Αχαιῶν μερμηρίζεις

18τῶν γὰρ νῦν άγχιστα μάχη πόλεμός τε δέδηε

19τὸν δ̓ απαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς

20έγνως εννοσίγαιε εμὴν εν στήθεσι βουλὴν
21ὧν ἕνεκα ξυνάγειρα
μέλουσί μοι ολλύμενοί περ.
22αλλ̓ ήτοι μὲν εγὼ μενέω πτυχὶ Ουλύμποιο
23ἥμενος, ένθ̓ ὁρόων φρένα τέρψομαι
οἳ δὲ δὴ άλλοι
24έρχεσθ̓ όφῤ ὰν ἵκησθε μετὰ Τρῶας καὶ Αχαιούς,
25αμφοτέροισι δ̓ αρήγεθ̓ ὅπῃ νόος εστὶν ἑκάστου

26ει γὰρ Αχιλλεὺς οῖος επὶ Τρώεσσι μαχεῖται
27ου δὲ μίνυνθ̓ ἕξουσι ποδώκεα Πηλεΐωνα

28καὶ δέ τί μιν καὶ πρόσθεν ὑποτρομέεσκον ὁρῶντες

29νῦν δ̓ ὅτε δὴ καὶ θυμὸν ἑταίρου χώεται αινῶς
30δείδω μὴ καὶ τεῖχος ὑπέρμορον εξαλαπάξῃ

31ὣς έφατο Κρονίδης, πόλεμον δ̓ αλίαστον έγειρε

32βὰν δ̓ ίμεναι πόλεμον δὲ θεοὶ δίχα θυμὸν έχοντες

33Ἥρη μὲν μετ̓ αγῶνα νεῶν καὶ Παλλὰς Αθήνη
34ηδὲ Ποσειδάων γαιήοχος ηδ̓ εριούνης
35Ἑρμείας, ὃς επὶ φρεσὶ πευκαλίμῃσι κέκασται·

36Ἥφαιστος δ̓ ἅμα τοῖσι κίε σθένεϊ βλεμεαίνων
37χωλεύων, ὑπὸ δὲ κνῆμαι ῥώοντο αραιαί

38ες δὲ Τρῶας Άρης κορυθαίολος, αυτὰρ άμ̓ αυτῷ
39Φοῖβος ακερσεκόμης ηδ̓ Άρτεμις ιοχέαιρα
40Λητώ τε Ξάνθός τε φιλομειδής τ̓ Αφροδίτη.

41εἷος μέν ῥ̓ απάνευθε θεοὶ θνητῶν έσαν ανδρῶν,
42τεῖος Αχαιοὶ μὲν μέγα κύδανον, ούνεκ̓ Αχιλλεὺς
43εξεφάνη, δηρὸν δὲ μάχης επέπαυτ̓ αλεγεινῆς

44Τρῶας δὲ τρόμος αινὸς ὑπήλυθε γυῖα ἕκαστον
45δειδιότας, όθ̓ ὁρῶντο ποδώκεα Πηλεΐωνα
46τεύχεσι λαμπόμενον βροτολοιγῷ ῖσον Άρηϊ

47αυτὰρ επεὶ μεθ̓ ὅμιλον Ολύμπιοι ήλυθον ανδρῶν,
48ῶρτο δ̓ Έρις κρατερὴ λαοσσόος, αῦε δ̓ Αθήνη
49στᾶσ̓ ὁτὲ μὲν παρὰ τάφρον ορυκτὴν τείχεος εκτός,
50άλλοτ̓ επ̓ ακτάων εριδούπων μακρὸν αΰτει

51αῦε δ̓ Άρης ἑτέρωθεν ερεμνῇ λαίλαπι ῖσος
52οξὺ κατ̓ ακροτάτης πόλιος Τρώεσσι κελεύων,
53άλλοτε πὰρ Σιμόεντι θέων επὶ Καλλικολώνῃ

54ὣς τοὺς αμφοτέρους μάκαρες θεοὶ οτρύνοντες
55σύμβαλον, εν δ̓ αυτοῖς έριδα ῥήγνυντο βαρεῖαν

56δεινὸν δὲ βρόντησε πατὴρ ανδρῶν τε θεῶν τε
57ὑψόθεν
αυτὰρ νέρθε Ποσειδάων ετίναξε
58γαῖαν απειρεσίην ορέων τ̓ αιπεινὰ κάρηνα

59πάντες δ̓ εσσείοντο πόδες πολυπίδακος Ίδης
60καὶ κορυφαί, Τρώων τε πόλις καὶ νῆες Αχαιῶν

61έδεισεν δ̓ ὑπένερθεν άναξ ενέρων Αϊδωνεύς,
62δείσας δ̓ εκ θρόνου ᾶλτο καὶ ίαχε, μή οἱ ὕπερθε
63γαῖαν αναρρήξειε Ποσειδάων ενοσίχθων,
64οικία δὲ θνητοῖσι καὶ αθανάτοισι φανείη
65σμερδαλέ̓ ευρώεντα, τά τε στυγέουσι θεοί περ

66τόσσος άρα κτύπος ῶρτο θεῶν έριδι ξυνιόντων

67ήτοι μὲν γὰρ έναντα Ποσειδάωνος άνακτος
68ίστατ̓ Απόλλων Φοῖβος έχων ιὰ πτερόεντα,
69άντα δ̓ Ενυαλίοιο θεὰ γλαυκῶπις Αθήνη·

70Ἥρῃ δ̓ αντέστη χρυσηλάκατος κελαδεινὴ
71Άρτεμις ιοχέαιρα κασιγνήτη ἑκάτοιο

72Λητοῖ δ̓ αντέστη σῶκος εριούνιος Ἑρμῆς,
73άντα δ̓ άῤ Ἡφαίστοιο μέγας ποταμὸς βαθυδίνης,
74ὃν Ξάνθον καλέουσι θεοί, άνδρες δὲ Σκάμανδρον.

75ὣς οἳ μὲν θεοὶ άντα θεῶν ίσαν
αυτὰρ Αχιλλεὺς
76Ἕκτορος άντα μάλιστα λιλαίετο δῦναι ὅμιλον
77Πριαμίδεω
τοῦ γάρ ῥα μάλιστά θυμὸς ανώγει
78αἵματος ᾶσαι Άρηα ταλαύρινον πολεμιστήν

79Αινείαν δ̓ ιθὺς λαοσσόος ῶρσεν Απόλλων
80αντία Πηλεΐωνος, ενῆκε δέ οἱ μένος ηΰ

81υἱέϊ δὲ Πριάμοιο Λυκάονι είσατο φωνήν

82τῷ μιν εεισάμενος προσέφη Διὸς υἱὸς Απόλλων

83Αινεία Τρώων βουληφόρε ποῦ τοι απειλαὶ
84ἃς Τρώων βασιλεῦσιν ὑπίσχεο οινοποτάζων
85Πηλεΐδεω Αχιλῆος εναντίβιον πολεμίξειν;

86τὸν δ̓ αῦτ̓ Αινείας απαμειβόμενος προσέειπε

87Πριαμίδη τί με ταῦτα καὶ ουκ εθέλοντα κελεύεις
88αντία Πηλεΐωνος ὑπερθύμοιο μάχεσθαι;

89ου μὲν γὰρ νῦν πρῶτα ποδώκεος άντ̓ Αχιλῆος
90στήσομαι, αλλ̓ ήδη με καὶ άλλοτε δουρὶ φόβησεν
91εξ Ίδης, ὅτε βουσὶν επήλυθεν ἡμετέρῃσι,
92πέρσε δὲ Λυρνησσὸν καὶ Πήδασον
αυτὰρ εμὲ Ζεὺς
93ειρύσαθ̓, ὅς μοι επῶρσε μένος λαιψηρά τε γοῦνα

94 κ̓ εδάμην ὑπὸ χερσὶν Αχιλλῆος καὶ Αθήνης,
95 οἱ πρόσθεν ιοῦσα τίθει φάος ηδ̓ εκέλευεν
96έγχεϊ χαλκείῳ Λέλεγας καὶ Τρῶας εναίρειν

97τὼ ουκ έστ̓ Αχιλῆος εναντίον άνδρα μάχεσθαι

98αιεὶ γὰρ πάρα εἷς γε θεῶν ὃς λοιγὸν αμύνει

99καὶ δ̓ άλλως τοῦ γ̓ ιθὺ βέλος πέτετ̓, ου δ̓ απολήγει
100πρὶν χροὸς ανδρομέοιο διελθέμεν
ει δὲ θεός περ
101ῖσον τείνειεν πολέμου τέλος, ού κε μάλα ῥέα
102νικήσεἰ, ου δ̓ ει παγχάλκεος εύχεται εῖναι

103τὸν δ̓ αῦτε προσέειπεν άναξ Διὸς υἱὸς Απόλλων

104ἥρως αλλ̓ άγε καὶ σὺ θεοῖς αιειγενέτῃσιν
105εύχεο
καὶ δὲ σέ φασι Διὸς κούρης Αφροδίτης
106εκγεγάμεν, κεῖνος δὲ χερείονος εκ θεοῦ εστίν

107 μὲν γὰρ Διός εσθ̓, δ̓ εξ ἁλίοιο γέροντος.

108αλλ̓ ιθὺς φέρε χαλκὸν ατειρέα, μη δέ σε πάμπαν
109λευγαλέοις επέεσσιν αποτρεπέτω καὶ αρειῇ

110ὣς ειπὼν έμπνευσε μένος μέγα ποιμένι λαῶν,
111βῆ δὲ διὰ προμάχων κεκορυθμένος αίθοπι χαλκῷ

112ου δ̓ έλαθ̓ Αγχίσαο πάϊς λευκώλενον Ἥρην
113αντία Πηλεΐωνος ιὼν ανὰ ουλαμὸν ανδρῶν

114 δ̓ άμυδις στήσασα θεοὺς μετὰ μῦθον έειπε

115φράζεσθον δὴ σφῶϊ Ποσείδαον καὶ Αθήνη
116εν φρεσὶν ὑμετέρῃσιν, ὅπως έσται τάδε έργα.

117Αινείας όδ̓ έβη κεκορυθμένος αίθοπι χαλκῷ
118αντία Πηλεΐωνος, ανῆκε δὲ Φοῖβος Απόλλων

119αλλ̓ άγεθ̓, ἡμεῖς πέρ μιν αποτρωπῶμεν οπίσσω
120αυτόθεν, ή τις έπειτα καὶ ἡμείων Αχιλῆϊ
121παρσταίη, δοίη δὲ κράτος μέγα, μη δέ τι θυμῷ
122δευέσθω, ἵνα ειδῇ μιν φιλέουσιν άριστοι
123αθανάτων, οἳ δ̓ αῦτ̓ ανεμώλιοι οἳ τὸ πάρος περ
124Τρωσὶν αμύνουσιν πόλεμον καὶ δηϊοτῆτα.

125πάντες δ̓ Ουλύμποιο κατήλθομεν αντιόωντες
126τῆσδε μάχης, ἵνα μή τι μετὰ Τρώεσσι πάθῃσι
127σήμερον
ὕστερον αῦτε τὰ πείσεται ἅσσά οἱ αῖσα
128γιγνομένῳ επένησε λίνῳ ὅτε μιν τέκε μήτηρ

129ει δ̓ Αχιλεὺς ου ταῦτα θεῶν εκ πεύσεται ομφῆς
130δείσετ̓ έπειθ̓, ὅτε κέν τις εναντίβιον θεὸς έλθῃ
131εν πολέμῳ
χαλεποὶ δὲ θεοὶ φαίνεσθαι εναργεῖς.
132τὴν δ̓ ημείβετ̓ έπειτα Ποσειδάων ενοσίχθων

133Ἥρη μὴ χαλέπαινε παῤ εκ νόον
ου δέ τί σε χρή.
134ουκ ὰν έγωγ̓ εθέλοιμι θεοὺς έριδι ξυνελάσσαι
135ἡμέας τοὺς άλλους, επεὶ πολὺ φέρτεροί ειμεν

136αλλ̓ ἡμεῖς μὲν έπειτα καθεζώμεσθα κιόντες
137εκ πάτου ες σκοπιήν, πόλεμος δ̓ άνδρεσσι μελήσει

138ει δέ κ̓ Άρης άρχωσι μάχης Φοῖβος Απόλλων,
139 Αχιλῆ̓ ίσχωσι καὶ ουκ ειῶσι μάχεσθαι,
140αυτίκ̓ έπειτα καὶ άμμι παῤ αυτόθι νεῖκος ορεῖται
141φυλόπιδος
μάλα δ̓ ῶκα διακρινθέντας οΐω
142ὰψ ίμεν Ούλυμπον δὲ θεῶν μεθ̓ ὁμήγυριν άλλων
143ἡμετέρῃς ὑπὸ χερσὶν αναγκαίηφι δαμέντας

144ὣς άρα φωνήσας ἡγήσατο κυανοχαίτης
145τεῖχος ες αμφίχυτον Ἡρακλῆος θείοιο
146ὑψηλόν, τό ῥά οἱ Τρῶες καὶ Παλλὰς Αθήνη
147ποίεον, όφρα τὸ κῆτος ὑπεκπροφυγὼν αλέαιτο,
148ὁππότε μιν σεύαιτο απ̓ ηϊόνος πεδίον δέ

149ένθα Ποσειδάων κατ̓ άῤ ἕζετο καὶ θεοὶ άλλοι,
150αμφὶ δ̓ άῤ άρρηκτον νεφέλην ώμοισιν ἕσαντο

151οἳ δ̓ ἑτέρωσε καθῖζον επ̓ οφρύσι Καλλικολώνης
152αμφὶ σὲ ήϊε Φοῖβε καὶ Άρηα πτολίπορθον

153ὣς οἳ μέν ῥ̓ ἑκάτερθε καθήατο μητιόωντες
154βουλάς
αρχέμεναι δὲ δυσηλεγέος πολέμοιο
155όκνεον αμφότεροι, Ζεὺς δ̓ ἥμενος ὕψι κέλευε

156τῶν δ̓ ἅπαν επλήσθη πεδίον καὶ λάμπετο χαλκῷ
157ανδρῶν ηδ̓ ἵππων
κάρκαιρε δὲ γαῖα πόδεσσιν
158ορνυμένων άμυδις
δύο δ̓ ανέρες έξοχ̓ άριστοι
159ες μέσον αμφοτέρων συνίτην μεμαῶτε μάχεσθαι
160Αινείας τ̓ Αγχισιάδης καὶ δῖος Αχιλλεύς.

161Αινείας δὲ πρῶτος απειλήσας εβεβήκει
162νευστάζων κόρυθι βριαρῇ
ατὰρ ασπίδα θοῦριν
163πρόσθεν έχε στέρνοιο, τίνασσε δὲ χάλκεον έγχος

164Πηλεΐδης δ̓ ἑτέρωθεν εναντίον ῶρτο λέων ὣς
165σίντης, ὅν τε καὶ άνδρες αποκτάμεναι μεμάασιν
166αγρόμενοι πᾶς δῆμος·
δὲ πρῶτον μὲν ατίζων
167έρχεται, αλλ̓ ὅτε κέν τις αρηϊθόων αιζηῶν
168δουρὶ βάλῃ εάλη τε χανών, περί τ̓ αφρὸς οδόντας
169γίγνεται, εν δέ τέ οἱ κραδίῃ στένει άλκιμον ῆτορ,
170ουρῇ δὲ πλευράς τε καὶ ισχία αμφοτέρωθεν
171μαστίεται, ἑὲ δ̓ αυτὸν εποτρύνει μαχέσασθαι,
172γλαυκιόων δ̓ ιθὺς φέρεται μένει, ήν τινα πέφνῃ
173ανδρῶν, αυτὸς φθίεται πρώτῳ εν ὁμίλῳ

174ὣς Αχιλῆ̓ ότρυνε μένος καὶ θυμὸς αγήνωρ
175αντίον ελθέμεναι μεγαλήτορος Αινείαο

176οἳ δ̓ ὅτε δὴ σχεδὸν ῆσαν επ̓ αλλήλοισιν ιόντες,
177τὸν πρότερος προσέειπε ποδάρκης δῖος Αχιλλεύς

178Αινεία τί σὺ τόσσον ὁμίλου πολλὸν επελθὼν
179έστης
σέ γε θυμὸς εμοὶ μαχέσασθαι ανώγει
180ελπόμενον Τρώεσσιν ανάξειν ἱπποδάμοισι
181τιμῆς τῆς Πριάμου
ατὰρ εί κεν έμ̓ εξεναρίξῃς,
182ού τοι τοὔνεκά γε Πρίαμος γέρας εν χερὶ θήσει

183εισὶν γάρ οἱ παῖδες, δ̓ έμπεδος ου δ̓ αεσίφρων.

184 νύ τί τοι Τρῶες τέμενος τάμον έξοχον άλλων
185καλὸν φυταλιῆς καὶ αρούρης, όφρα νέμηαι
186αί κεν εμὲ κτείνῃς
χαλεπῶς δέ σ̓ έολπα τὸ ῥέξειν
187ήδη μὲν σέ γέ φημι καὶ άλλοτε δουρὶ φοβῆσαι

188 ου μέμνῃ ὅτε πέρ σε βοῶν άπο μοῦνον εόντα
189σεῦα κατ̓ Ιδαίων ορέων ταχέεσσι πόδεσσι
190καρπαλίμως
τότε δ̓ ού τι μετατροπαλίζεο φεύγων
191ένθεν δ̓ ες Λυρνησσὸν ὑπέκφυγες
αυτὰρ εγὼ τὴν
192πέρσα μεθορμηθεὶς σὺν Αθήνῃ καὶ Διὶ πατρί,
193ληϊάδας δὲ γυναῖκας ελεύθερον ῆμαρ απούρας
194ῆγον
ατὰρ σὲ Ζεὺς ερρύσατο καὶ θεοὶ άλλοι
195αλλ̓ ου νῦν ερύεσθαι οΐομαι, ὡς ενὶ θυμῷ
196βάλλεαι
αλλά σ̓ έγωγ̓ αναχωρήσαντα κελεύω
197ες πληθὺν ιέναι, μη δ̓ αντίος ίστασ̓ εμεῖο,
198πρίν τι κακὸν παθέειν
ῥεχθὲν δέ τε νήπιος έγνω
199τὸν δ̓ αῦτ̓ Αινείας απαμείβετο φώνησέν τε

200Πηλεΐδη μὴ δὴ επέεσσί με νηπύτιον ὣς
201έλπεο δειδίξεσθαι, επεὶ σάφα οῖδα καὶ αυτὸς
202ημὲν κερτομίας ηδ̓ αίσυλα μυθήσασθαι.

203ίδμεν δ̓ αλλήλων γενεήν, ίδμεν δὲ τοκῆας
204πρόκλυτ̓ ακούοντες έπεα θνητῶν ανθρώπων

205όψει δ̓ ού τ̓ άρ πω σὺ εμοὺς ίδες ού τ̓ άῤ εγὼ σούς.

206φασὶ σὲ μὲν Πηλῆος αμύμονος έκγονον εῖναι,
207μητρὸς δ̓ εκ Θέτιδος καλλιπλοκάμου ἁλοσύδνης

208αυτὰρ εγὼν υἱὸς μεγαλήτορος Αγχίσαο
209εύχομαι εκγεγάμεν, μήτηρ δέ μοί εστ̓ Αφροδίτη

210τῶν δὴ νῦν ἕτεροί γε φίλον παῖδα κλαύσονται
211σήμερον
ου γάρ φημ̓ επέεσσί γε νηπυτίοισιν
212ὧδε διακρινθέντε μάχης εξαπονέεσθαι

213ει δ̓ εθέλεις καὶ ταῦτα δαήμεναι, όφῤ εῢ ειδῇς
214ἡμετέρην γενεήν, πολλοὶ δέ μιν άνδρες ίσασι

215Δάρδανον αῦ πρῶτον τέκετο νεφεληγερέτα Ζεύς,
216κτίσσε δὲ Δαρδανίην, επεὶ ού πω Ίλιος ἱρὴ
217εν πεδίῳ πεπόλιστο πόλις μερόπων ανθρώπων,
218αλλ̓ έθ̓ ὑπωρείας ῴκεον πολυπίδακος Ίδης

219Δάρδανος αῦ τέκεθ̓ υἱὸν Εριχθόνιον βασιλῆα,
220ὃς δὴ αφνειότατος γένετο θνητῶν ανθρώπων

221τοῦ τρισχίλιαι ἵπποι ἕλος κάτα βουκολέοντο
222θήλειαι, πώλοισιν αγαλλόμεναι αταλῇσι

223τάων καὶ Βορέης ηράσσατο βοσκομενάων,
224ἵππῳ δ̓ εισάμενος παρελέξατο κυανοχαίτῃ

225αἳ δ̓ ὑποκυσάμεναι έτεκον δυοκαίδεκα πώλους

226αἳ δ̓ ὅτε μὲν σκιρτῷεν επὶ ζείδωρον άρουραν,
227άκρον επ̓ ανθερίκων καρπὸν θέον ου δὲ κατέκλων

228αλλ̓ ὅτε δὴ σκιρτῷεν επ̓ ευρέα νῶτα θαλάσσης,
229άκρον επὶ ῥηγμῖνος ἁλὸς πολιοῖο θέεσκον

230Τρῶα δ̓ Εριχθόνιος τέκετο Τρώεσσιν άνακτα

231Τρωὸς δ̓ αῦ τρεῖς παῖδες αμύμονες εξεγένοντο
232Ι͂λός τ̓ Ασσάρακός τε καὶ αντίθεος Γανυμήδης,
233ὃς δὴ κάλλιστος γένετο θνητῶν ανθρώπων·

234τὸν καὶ ανηρείψαντο θεοὶ Διὶ οινοχοεύειν
235κάλλεος εἵνεκα οἷο ίν̓ αθανάτοισι μετείη

236Ι͂λος δ̓ αῦ τέκεθ̓ υἱὸν αμύμονα Λαομέδοντα

237Λαομέδων δ̓ άρα Τιθωνὸν τέκετο Πρίαμόν τε
238Λάμπόν τε Κλυτίον θ̓ Ἱκετάονά τ̓ όζον Άρηος

239Ασσάρακος δὲ Κάπυν, δ̓ άῤ Αγχίσην τέκε παῖδα·

240αυτὰρ έμ̓ Αγχίσης, Πρίαμος δ̓ έτεχ̓ Ἕκτορα δῖον.

241ταύτης τοι γενεῆς τε καὶ αἵματος εύχομαι εῖναι

242Ζεὺς δ̓ αρετὴν άνδρεσσιν οφέλλει τε μινύθει τε
243ὅππως κεν εθέλῃσιν
γὰρ κάρτιστος ἁπάντων.
244αλλ̓ άγε μηκέτι ταῦτα λεγώμεθα νηπύτιοι ὣς
245εσταότ̓ εν μέσσῃ ὑσμίνῃ δηϊοτῆτος.

246έστι γὰρ αμφοτέροισιν ονείδεα μυθήσασθαι
247πολλὰ μάλ̓, ου δ̓ ὰν νηῦς ἑκατόζυγος άχθος άροιτο

248στρεπτὴ δὲ γλῶσσ̓ εστὶ βροτῶν, πολέες δ̓ ένι μῦθοι
249παντοῖοι, επέων δὲ πολὺς νομὸς ένθα καὶ ένθα.

250ὁπποῖόν κ̓ είπῃσθα έπος, τοῖόν κ̓ επακούσαις

251αλλὰ τί έριδας καὶ νείκεα νῶϊν ανάγκη
252νεικεῖν αλλήλοισιν εναντίον ὥς τε γυναῖκας,
253αἵ τε χολωσάμεναι έριδος πέρι θυμοβόροιο
254νεικεῦσ̓ αλλήλῃσι μέσην ες άγυιαν ιοῦσαι
255πόλλ̓ ετεά τε καὶ ουκί·
χόλος δέ τε καὶ τὰ κελεύει
256αλκῆς δ̓ ού μ̓ επέεσσιν αποτρέψεις μεμαῶτα
257πρὶν χαλκῷ μαχέσασθαι εναντίον
αλλ̓ άγε θᾶσσον
258γευσόμεθ̓ αλλήλων χαλκήρεσιν εγχείῃσιν

259 ῥα καὶ εν δεινῷ σάκει ήλασεν όβριμον έγχος
260σμερδαλέῳ
μέγα δ̓ αμφὶ σάκος μύκε δουρὸς ακωκῇ
261Πηλεΐδης δὲ σάκος μὲν απὸ ἕο χειρὶ παχείῃ
262έσχετο ταρβήσας
φάτο γὰρ δολιχόσκιον έγχος
263ῥέα διελεύσεσθαι μεγαλήτορος Αινείαο
264νήπιος, ου δ̓ ενόησε κατὰ φρένα καὶ κατὰ θυμὸν
265ὡς ου ῥηΐδἰ εστὶ θεῶν ερικυδέα δῶρα
266ανδράσι γε θνητοῖσι δαμήμεναι ου δ̓ ὑποείκειν
ου δὲ
267τότ̓ Αινείαο δαΐφρονος όβριμον έγχος
268ῥῆξε σάκος
χρυσὸς γὰρ ερύκακε, δῶρα θεοῖο
269αλλὰ δύω μὲν έλασσε διὰ πτύχας, αἳ δ̓ άῤ έτι τρεῖς
270ῆσαν, επεὶ πέντε πτύχας ήλασε κυλλοποδίων,
271τὰς δύο χαλκείας, δύο δ̓ ένδοθι κασσιτέροιο,
272τὴν δὲ μίαν χρυσῆν, τῇ ῥ̓ έσχετο μείλινον έγχος

273δεύτερος αῦτ̓ Αχιλεὺς προΐει δολιχόσκιον έγχος,
274καὶ βάλεν Αινείαο κατ̓ ασπίδα πάντοσ̓ εΐσην
275άντυγ̓ ὕπο πρώτην, λεπτότατος θέε χαλκός,
276λεπτοτάτη δ̓ επέην ῥινὸς βοός
δὲ διὰ πρὸ
277Πηλιὰς ήϊξεν μελίη, λάκε δ̓ ασπὶς υπ̓ αυτῆς

278Αινείας δ̓ εάλη καὶ απὸ ἕθεν ασπίδ̓ ανέσχε
279δείσας
εγχείη δ̓ άῤ ὑπὲρ νώτου ενὶ γαίῃ
280έστη ἱεμένη, διὰ δ̓ αμφοτέρους ἕλε κύκλους
281ασπίδος αμφιβρότης
δ̓ αλευάμενος δόρυ μακρὸν
282έστη, κὰδ δ̓ άχος οἱ χύτο μυρίον οφθαλμοῖσι,
283ταρβήσας οἱ άγχι πάγη βέλος
αυτὰρ Αχιλλεὺς
284εμμεμαὼς επόρουσεν ερυσσάμενος ξίφος οξὺ
285σμερδαλέα ιάχων
δὲ χερμάδιον λάβε χειρὶ
286Αινείας, μέγα έργον, ου δύο γ̓ άνδρε φέροιεν,
287οἷοι νῦν βροτοί εισ̓
δέ μιν ῥέα πάλλε καὶ οῖος
288ένθά κεν Αινείας μὲν επεσσύμενον βάλε πέτρῳ
289 κόρυθ̓ ηὲ σάκος, τό οἱ ήρκεσε λυγρὸν όλεθρον,
290τὸν δέ κε Πηλεΐδης σχεδὸν άορι θυμὸν απηύρα,
291ει μὴ άῤ οξὺ νόησε Ποσειδάων ενοσίχθων

292αυτίκα δ̓ αθανάτοισι θεοῖς μετὰ μῦθον έειπεν

293 πόποι μοι άχος μεγαλήτορος Αινείαο,
294ὃς τάχα Πηλεΐωνι δαμεὶς Άϊδος δὲ κάτεισι
295πειθόμενος μύθοισιν Απόλλωνος ἑκάτοιο
296νήπιος, ου δέ τί οἱ χραισμήσει λυγρὸν όλεθρον.

297αλλὰ τί νῦν οὗτος αναίτιος άλγεα πάσχει
298μὰψ ένεκ̓ αλλοτρίων αχέων, κεχαρισμένα δ̓ αιεὶ
299δῶρα θεοῖσι δίδωσι τοὶ ουρανὸν ευρὺν έχουσιν

300αλλ̓ άγεθ̓ ἡμεῖς πέρ μιν ὑπὲκ θανάτου αγάγωμεν,
301μή πως καὶ Κρονίδης κεχολώσεται, αί κεν Αχιλλεὺς
302τόνδε κατακτείνῃ
μόριμον δέ οἵ εστ̓ αλέασθαι,
303όφρα μὴ άσπερμος γενεὴ καὶ άφαντος όληται
304Δαρδάνου, ὃν Κρονίδης περὶ πάντων φίλατο παίδων
305οἳ ἕθεν εξεγένοντο γυναικῶν τε θνητάων

306ήδη γὰρ Πριάμου γενεὴν έχθηρε Κρονίων

307νῦν δὲ δὴ Αινείαο βίη Τρώεσσιν ανάξει
308καὶ παίδων παῖδες, τοί κεν μετόπισθε γένωνται

309τὸν δ̓ ημείβετ̓ έπειτα βοῶπις πότνια Ἥρη

310εννοσίγαἰ, αυτὸς σὺ μετὰ φρεσὶ σῇσι νόησον
311Αινείαν ή κέν μιν ερύσσεαι κεν εάσῃς
312Πηλεΐδῃ Αχιλῆϊ δαμήμεναι, εσθλὸν εόντα

313ήτοι μὲν γὰρ νῶϊ πολέας ωμόσσαμεν ὅρκους
314πᾶσι μετ̓ αθανάτοισιν εγὼ καὶ Παλλὰς Αθήνη
315μή ποτ̓ επὶ Τρώεσσιν αλεξήσειν κακὸν ῆμαρ,
316μη δ̓ οπότ̓ ὰν Τροίη μαλερῷ πυρὶ πᾶσα δάηται
317καιομένη, καίωσι δ̓ αρήϊοι υἷες Αχαιῶν.

318αυτὰρ επεὶ τό γ̓ άκουσε Ποσειδάων ενοσίχθων,
319βῆ ῥ̓ ίμεν άν τε μάχην καὶ ανὰ κλόνον εγχειάων,
320ἷξε δ̓ όθ̓ Αινείας ηδ̓ κλυτὸς ῆεν Αχιλλεύς

321αυτίκα τῷ μὲν έπειτα κατ̓ οφθαλμῶν χέεν αχλὺν
322Πηλεΐδῃ Αχιλῆϊ
δὲ μελίην εύχαλκον
323ασπίδος εξέρυσεν μεγαλήτορος Αινείαο

324καὶ τὴν μὲν προπάροιθε ποδῶν Αχιλῆος έθηκεν,
325Αινείαν δ̓ έσσευεν απὸ χθονὸς υψόσ̓ αείρας

326πολλὰς δὲ στίχας ἡρώων, πολλὰς δὲ καὶ ἵππων
327Αινείας ὑπερᾶλτο θεοῦ απὸ χειρὸς ορούσας,
328ἷξε δ̓ επ̓ εσχατιὴν πολυάϊκος πολέμοιο,
329ένθά τε Καύκωνες πόλεμον μέτα θωρήσσοντο

330τῷ δὲ μάλ̓ εγγύθεν ῆλθε Ποσειδάων ενοσίχθων,
331καί μιν φωνήσας έπεα πτερόεντα προσηύδα

332Αινεία, τίς σ̓ ὧδε θεῶν ατέοντα κελεύει
333αντία Πηλεΐωνος ὑπερθύμοιο μάχεσθαι,
334ὃς σεῦ ἅμα κρείσσων καὶ φίλτερος αθανάτοισιν;

335αλλ̓ αναχωρῆσαι ὅτε κεν συμβλήσεαι αυτῷ,
336μὴ καὶ ὑπὲρ μοῖραν δόμον Άϊδος εισαφίκηαι

337αυτὰρ επεί κ̓ Αχιλεὺς θάνατον καὶ πότμον επίσπῃ,
338θαρσήσας δὴ έπειτα μετὰ πρώτοισι μάχεσθαι

339ου μὲν γάρ τίς σ̓ άλλος Αχαιῶν εξεναρίξει

340ὣς ειπὼν λίπεν αυτόθ̓, επεὶ διεπέφραδε πάντα

341αῖψα δ̓ έπειτ̓ Αχιλῆος απ̓ οφθαλμῶν σκέδασ̓ αχλὺν
342θεσπεσίην
δ̓ έπειτα μέγ̓ έξιδεν οφθαλμοῖσιν,
343οχθήσας δ̓ άρα εῖπε πρὸς ὃν μεγαλήτορα θυμόν

344 πόποι μέγα θαῦμα τόδ̓ οφθαλμοῖσιν ὁρῶμαι

345έγχος μὲν τόδε κεῖται επὶ χθονός, ου δέ τι φῶτα
346λεύσσω, τῷ εφέηκα κατακτάμεναι μενεαίνων

347 ῥα καὶ Αινείας φίλος αθανάτοισι θεοῖσιν
348ῆεν
ατάρ μιν έφην μὰψ αύτως ευχετάασθαι
349 ερρέτω
ού οἱ θυμὸς εμεῦ έτι πειρηθῆναι
350έσσεται, ὃς καὶ νῦν φύγεν άσμενος εκ θανάτοιο

351αλλ̓ άγε δὴ Δαναοῖσι φιλοπτολέμοισι κελεύσας
352τῶν άλλων Τρώων πειρήσομαι αντίος ελθών

353, καὶ επὶ στίχας ᾶλτο, κέλευε δὲ φωτὶ ἑκάστῳ

354μηκέτι νῦν Τρώων ἑκὰς ἕστατε δῖοι Αχαιοί,
355αλλ̓ άγ̓ ανὴρ άντ̓ ανδρὸς ίτω, μεμάτω δὲ μάχεσθαι

356αργαλέον δέ μοί εστι καὶ ιφθίμῳ περ εόντι
357τοσσούσδ̓ ανθρώπους εφέπειν καὶ πᾶσι μάχεσθαι

358ου δέ κ̓ Άρης, ὅς περ θεὸς άμβροτος, ου δέ κ̓ Αθήνη
359τοσσῆσδ̓ ὑσμίνης εφέποι στόμα καὶ πονέοιτο·

360αλλ̓ ὅσσον μὲν εγὼ δύναμαι χερσίν τε ποσίν τε
361καὶ σθένει, ού μ̓ έτι φημὶ μεθησέμεν ου δ̓ ηβαιόν,
362αλλὰ μάλα στιχὸς εῖμι διαμπερές, ου δέ τιν̓ οίω
363Τρώων χαιρήσειν, ὅς τις σχεδὸν έγχεος έλθῃ

364ὣς φάτ̓ εποτρύνων
Τρώεσσι δὲ φαίδιμος Ἕκτωρ
365κέκλεθ̓ ὁμοκλήσας, φάτο δ̓ ίμεναι άντ̓ Αχιλῆος

366Τρῶες ὑπέρθυμοι μὴ δείδιτε Πηλεΐωνα

367καί κεν εγὼ επέεσσι καὶ αθανάτοισι μαχοίμην,
368έγχεϊ δ̓ αργαλέον, επεὶ πολὺ φέρτεροί εισιν.

369ου δ̓ Αχιλεὺς πάντεσσι τέλος μύθοις επιθήσει,
370αλλὰ τὸ μὲν τελέει, τὸ δὲ καὶ μεσσηγὺ κολούει

371τοῦ δ̓ εγὼ αντίος εῖμι καὶ ει πυρὶ χεῖρας έοικεν,
372ει πυρὶ χεῖρας έοικε, μένος δ̓ αίθωνι σιδήρῳ.

373ὣς φάτ̓ εποτρύνων, οἳ δ̓ αντίοι έγχἐ άειραν
374Τρῶες
τῶν δ̓ άμυδις μίχθη μένος, ῶρτο δ̓ αϋτή
375καὶ τότ̓ άῤ Ἕκτορα εῖπε παραστὰς Φοῖβος Απόλλων

376Ἕκτορ μηκέτι πάμπαν Αχιλλῆϊ προμάχιζε,
377αλλὰ κατὰ πληθύν τε καὶ εκ φλοίσβοιο δέδεξο,
378μή πώς σ̓ ηὲ βάλῃ ηὲ σχεδὸν άορι τύψῃ

379ὣς έφαθ̓, Ἕκτωρ δ̓ αῦτις εδύσετο ουλαμὸν ανδρῶν
380ταρβήσας, ότ̓ άκουσε θεοῦ όπα φωνήσαντος

381εν δ̓ Αχιλεὺς Τρώεσσι θόρε φρεσὶν εἱμένος αλκὴν
382σμερδαλέα ιάχων, πρῶτον δ̓ ἕλεν Ιφιτίωνα
383εσθλὸν Οτρυντεΐδην πολέων ἡγήτορα λαῶν,
384ὃν νύμφη τέκε νηῒς Οτρυντῆϊ πτολιπόρθῳ
385Τμώλῳ ὕπο νιφόεντι Ὕδης εν πίονι δήμῳ

386τὸν δ̓ ιθὺς μεμαῶτα βάλ̓ έγχεϊ δῖος Αχιλλεὺς
387μέσσην κὰκ κεφαλήν
δ̓ άνδιχα πᾶσα κεάσθη,
388δούπησεν δὲ πεσών, δ̓ επεύξατο δῖος Αχιλλεύς

389κεῖσαι Οτρυντεΐδη πάντων εκπαγλότατ̓ ανδρῶν

390ενθάδε τοι θάνατος, γενεὴ δέ τοί εστ̓ επὶ λίμνῃ
391Γυγαίῃ, ὅθι τοι τέμενος πατρώϊόν εστιν
392Ὕλλῳ επ̓ ιχθυόεντι καὶ Ἕρμῳ δινήεντι.

393ὣς έφατ̓ ευχόμενος, τὸν δὲ σκότος όσσε κάλυψε

394τὸν μὲν Αχαιῶν ἵπποι επισσώτροις δατέοντο
395πρώτῃ εν ὑσμίνῃ
δ̓ επ̓ αυτῷ Δημολέοντα
396εσθλὸν αλεξητῆρα μάχης Αντήνορος υἱὸν
397νύξε κατὰ κρόταφον, κυνέης διὰ χαλκοπαρῄου

398ου δ̓ άρα χαλκείη κόρυς έσχεθεν, αλλὰ δἰ αυτῆς
399αιχμὴ ἱεμένη ῥῆξ̓ οστέον, εγκέφαλος δὲ
400ένδον ἅπας πεπάλακτο
δάμασσε δέ μιν μεμαῶτα
401Ἱπποδάμαντα δ̓ έπειτα καθ̓ ἵππων αΐξαντα
402πρόσθεν ἕθεν φεύγοντα μετάφρενον ούτασε δουρί

403αυτὰρ θυμὸν άϊσθε καὶ ήρυγεν, ὡς ὅτε ταῦρος
404ήρυγεν ἑλκόμενος Ἑλικώνιον αμφὶ άνακτα
405κούρων ἑλκόντων
γάνυται δέ τε τοῖς ενοσίχθων
406ὣς άρα τόν γ̓ ερυγόντα λίπ̓ οστέα θυμὸς αγήνωρ

407αυτὰρ βῆ σὺν δουρὶ μετ̓ αντίθεον Πολύδωρον
408Πριαμίδην
τὸν δ̓ ού τι πατὴρ είασκε μάχεσθαι,
409οὕνεκά οἱ μετὰ παισὶ νεώτατος έσκε γόνοιο,
410καί οἱ φίλτατος έσκε, πόδεσσι δὲ πάντας ενίκα
411δὴ τότε νηπιέῃσι ποδῶν αρετὴν αναφαίνων
412θῦνε διὰ προμάχων, εἷος φίλον ώλεσε θυμόν

413τὸν βάλε μέσσον άκοντι ποδάρκης δῖος Αχιλλεὺς
414νῶτα παραΐσσοντος, ὅθι ζωστῆρος οχῆες
415χρύσειοι σύνεχον καὶ διπλόος ήντετο θώρηξ

416αντικρὺ δὲ διέσχε παῤ ομφαλὸν έγχεος αιχμή,
417γνὺξ δ̓ έριπ̓ οιμώξας, νεφέλη δέ μιν αμφεκάλυψε
418κυανέη, προτὶ οἷ δ̓ έλαβ̓ έντερα χερσὶ λιασθείς

419Ἕκτωρ δ̓ ὡς ενόησε κασίγνητον Πολύδωρον
420έντερα χερσὶν έχοντα λιαζόμενον ποτὶ γαίη
421κάρ ῥά οἱ οφθαλμῶν κέχυτ̓ αχλύς
ου δ̓ άῤ έτ̓ έτλη
422δηρὸν ἑκὰς στρωφᾶσθ̓, αλλ̓ αντίος ῆλθ̓ Αχιλῆϊ
423οξὺ δόρυ κραδάων φλογὶ είκελος
αυτὰρ Αχιλλεὺς
424ὡς εῖδ̓, ὣς ανεπᾶλτο, καὶ ευχόμενος έπος ηύδα

425εγγὺς ανὴρ ὃς εμόν γε μάλιστ̓ εσεμάσσατο θυμόν,
426ὅς μοι ἑταῖρον έπεφνε τετιμένον·
ου δ̓ ὰν έτι δὴν
427αλλήλους πτώσσοιμεν ανὰ πτολέμοιο γεφύρας

428, καὶ ὑπόδρα ιδὼν προσεφώνεεν Ἕκτορα δῖον

429ᾶσσον ίθ̓ ὥς κεν θᾶσσον ολέθρου πείραθ̓ ἵκηαι

430τὸν δ̓ ου ταρβήσας προσέφη κορυθαίολος Ἕκτωρ

431Πηλεΐδη μὴ δὴ επέεσσί με νηπύτιον ὣς
432έλπεο δειδίξεσθαι, επεὶ σάφα οῖδα καὶ αυτὸς
433ημὲν κερτομίας ηδ̓ αίσυλα μυθήσασθαι.

434οῖδα δ̓ ὅτι σὺ μὲν εσθλός, εγὼ δὲ σέθεν πολὺ χείρων.

435αλλ̓ ήτοι μὲν ταῦτα θεῶν εν γούνασι κεῖται,
436αί κέ σε χειρότερός περ εὼν απὸ θυμὸν ἕλωμαι
437δουρὶ βαλών, επεὶ καὶ εμὸν βέλος οξὺ πάροιθεν.

438 ῥα, καὶ αμπεπαλὼν προΐει δόρυ, καὶ τό γ̓ Αθήνη
439πνοιῇ Αχιλλῆος πάλιν έτραπε κυδαλίμοιο
440ῆκα μάλα ψύξασα
τὸ δ̓ ὰψ ίκεθ̓ Ἕκτορα δῖον,
441αυτοῦ δὲ προπάροιθε ποδῶν πέσεν
αυτὰρ Αχιλλεὺς
442εμμεμαὼς επόρουσε κατακτάμεναι μενεαίνων,
443σμερδαλέα ιάχων
τὸν δ̓ εξήρπαξεν Απόλλων
444ῥεῖα μάλ̓ ὥς τε θεός, εκάλυψε δ̓ άῤ ηέρι πολλῇ.

445τρὶς μὲν έπειτ̓ επόρουσε ποδάρκης δῖος Αχιλλεὺς
446έγχεϊ χαλκείῳ, τρὶς δ̓ ηέρα τύψε βαθεῖαν

447αλλ̓ ὅτε δὴ τὸ τέταρτον επέσσυτο δαίμονι ῖσος,
448δεινὰ δ̓ ὁμοκλήσας έπεα πτερόεντα προσηύδα

449εξ αῦ νῦν έφυγες θάνατον κύον
τέ τοι άγχι
450ῆλθε κακόν
νῦν αῦτέ σ̓ ερύσατο Φοῖβος Απόλλων,
451 μέλλεις εύχεσθαι ιὼν ες δοῦπον ακόντων

452 θήν σ̓ εξανύω γε καὶ ὕστερον αντιβολήσας,
453εί πού τις καὶ έμοιγε θεῶν επιτάρροθός εστι

454νῦν αῦ τοὺς άλλους επιείσομαι, ὅν κε κιχείω

455ὣς ειπὼν Δρύοπ̓ οῦτα κατ̓ αυχένα μέσσον άκοντι

456ήριπε δὲ προπάροιθε ποδῶν
δὲ τὸν μὲν έασε,
457Δημοῦχον δὲ Φιλητορίδην ηΰν τε μέγαν τε
458κὰγ γόνυ δουρὶ βαλὼν ηρύκακε
τὸν μὲν έπειτα
459ουτάζων ξίφεϊ μεγάλῳ εξαίνυτο θυμόν

460αυτὰρ Λαόγονον καὶ Δάρδανον υἷε Βίαντος
461άμφω εφορμηθεὶς εξ ἵππων ῶσε χαμᾶζε,
462τὸν μὲν δουρὶ βαλών, τὸν δὲ σχεδὸν άορι τύψας

463Τρῶα δ̓ Αλαστορίδην, μὲν αντίος ήλυθε γούνων,
464εί πώς εὑ πεφίδοιτο λαβὼν καὶ ζωὸν αφείη
465μη δὲ κατακτείνειεν ὁμηλικίην ελεήσας,
466νήπιος, ου δὲ τὸ ῄδη ου πείσεσθαι έμελλεν·

467ου γάρ τι γλυκύθυμος ανὴρ ῆν ου δ̓ αγανόφρων,
468αλλὰ μάλ̓ εμμεμαώς
μὲν ἥπτετο χείρεσι γούνων
469ἱέμενος λίσσεσθ̓, δὲ φασγάνῳ οῦτα καθ̓ ἧπαρ

470εκ δέ οἱ ἧπαρ όλισθεν, ατὰρ μέλαν αἷμα κατ̓ αυτοῦ
471κόλπον ενέπλησεν
τὸν δὲ σκότος όσσε κάλυψε
472θυμοῦ δευόμενον
δὲ Μούλιον οῦτα παραστὰς
473δουρὶ κατ̓ οῦς
εῖθαρ δὲ δἰ ούατος ῆλθ̓ ἑτέροιο
474αιχμὴ χαλκείη
δ̓ Αγήνορος υἱὸν Έχεκλον
475μέσσην κὰκ κεφαλὴν ξίφει ήλασε κωπήεντι,
476πᾶν δ̓ ὑπεθερμάνθη ξίφος αἵματι
τὸν δὲ κατ̓ όσσε
477έλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή

478Δευκαλίωνα δ̓ έπειθ̓, ἵνα τε ξυνέχουσι τένοντες
479αγκῶνος, τῇ τόν γε φίλης διὰ χειρὸς έπειρεν
480αιχμῇ χαλκείῃ
δέ μιν μένε χεῖρα βαρυνθεὶς
481πρόσθ̓ ὁρόων θάνατον
δὲ φασγάνῳ αυχένα θείνας
482τῆλ̓ αυτῇ πήληκι κάρη βάλε
μυελὸς αῦτε
483σφονδυλίων έκπαλθ̓, δ̓ επὶ χθονὶ κεῖτο τανυσθείς

484αυτὰρ βῆ ῥ̓ ιέναι μετ̓ αμύμονα Πείρεω υἱὸν
485Ῥίγμον, ὃς εκ Θρῄκης εριβώλακος ειληλούθει

486τὸν βάλε μέσσον άκοντι, πάγη δ̓ εν νηδύϊ χαλκός,
487ήριπε δ̓ εξ οχέων
δ̓ Αρηΐθοον θεράποντα
488ὰψ ἵππους στρέψαντα μετάφρενον οξέϊ δουρὶ
489νύξ̓, απὸ δ̓ ἅρματος ῶσε
κυκήθησαν δέ οἱ ἵπποι
490ὡς δ̓ αναμαιμάει βαθέ̓ άγκεα θεσπιδαὲς πῦρ
491ούρεος αζαλέοιο, βαθεῖα δὲ καίεται ὕλη,
492πάντῃ τε κλονέων άνεμος φλόγα ειλυφάζει,
493ὣς γε πάντῃ θῦνε σὺν έγχεϊ δαίμονι ῖσος
494κτεινομένους εφέπων
ῥέε δ̓ αἵματι γαῖα μέλαινα
495ὡς δ̓ ὅτε τις ζεύξῃ βόας άρσενας ευρυμετώπους
496τριβέμεναι κρῖ λευκὸν εϋκτιμένῃ εν αλωῇ,
497ῥίμφά τε λέπτ̓ εγένοντο βοῶν ὑπὸ πόσσ̓ εριμύκων,
498ὣς υπ̓ Αχιλλῆος μεγαθύμου μώνυχες ἵπποι
499στεῖβον ὁμοῦ νέκυάς τε καὶ ασπίδας
αἵματι δ̓ άξων
500νέρθεν ἅπας πεπάλακτο καὶ άντυγες αἳ περὶ δίφρον,
501ἃς άῤ αφ̓ ἱππείων ὁπλέων ῥαθάμιγγες έβαλλον
502αἵ τ̓ απ̓ επισσώτρων·
δὲ ἵετο κῦδος αρέσθαι
503Πηλεΐδης, λύθρῳ δὲ παλάσσετο χεῖρας αάπτους