Homer

Iliad    —    Ἰλιάς

Book 2

1άλλοι μέν ῥα θεοί τε καὶ ανέρες ἱπποκορυσταὶ
2εὗδον παννύχιοι, Δία δ̓ ουκ έχε νήδυμος ὕπνος,
3αλλ̓ γε μερμήριζε κατὰ φρένα ὡς Αχιλῆα
4τιμήσῃ, ολέσῃ δὲ πολέας επὶ νηυσὶν Αχαιῶν

5ἥδε δέ οἱ κατὰ θυμὸν αρίστη φαίνετο βουλή,
6πέμψαι επ̓ Ατρεΐδῃ Αγαμέμνονι οῦλον όνειρον

7καί μιν φωνήσας έπεα πτερόεντα προσηύδα

8βάσκ̓ ίθι οῦλε όνειρε θοὰς επὶ νῆας Αχαιῶν

9ελθὼν ες κλισίην Αγαμέμνονος Ατρεΐδαο
10πάντα μάλ̓ ατρεκέως αγορευέμεν ὡς επιτέλλω

11θωρῆξαί κέλευε κάρη κομόωντας Αχαιοὺς
12πανσυδίῃ
νῦν γάρ κεν ἕλοι πόλιν ευρυάγυιαν
13Τρώων
ου γὰρ έτ̓ αμφὶς Ολύμπια δώματ̓ έχοντες
14αθάνατοι φράζονται
επέγναμψεν γὰρ ἅπαντας
15Ἥρη λισσομένη, Τρώεσσι δὲ κήδἐ εφῆπται

16ὣς φάτο, βῆ δ̓ άῤ όνειρος επεὶ τὸν μῦθον άκουσε

17καρπαλίμως δ̓ ἵκανε θοὰς επὶ νῆας Αχαιῶν,
18βῆ δ̓ άῤ επ̓ Ατρεΐδην Αγαμέμνονα
τὸν δὲ κίχανεν
19εύδοντ̓ εν κλισίῃ, περὶ δ̓ αμβρόσιος κέχυθ̓ ὕπνος

20στῆ δ̓ άῤ ὑπὲρ κεφαλῆς Νηληΐῳ υἷι εοικώς
21Νέστορι, τόν ῥα μάλιστα γερόντων τῖ̓ Αγαμέμνων

22τῷ μιν εεισάμενος προσεφώνεε θεῖος όνειρος

23εὕδεις Ατρέος υἱὲ δαΐφρονος ἱπποδάμοιο

24ου χρὴ παννύχιον εὕδειν βουληφόρον άνδρα
25 λαοί τ̓ επιτετράφαται καὶ τόσσα μέμηλε

26νῦν δ̓ εμέθεν ξύνες ῶκα
Διὸς δέ τοι άγγελός ειμι,
27ὃς σεῦ άνευθεν εὼν μέγα κήδεται ηδ̓ ελεαίρει

28θωρῆξαί σε κέλευσε κάρη κομόωντας Αχαιοὺς
29πανσυδίῃ
νῦν γάρ κεν ἕλοις πόλιν ευρυάγυιαν
30Τρώων
ου γὰρ έτ̓ αμφὶς Ολύμπια δώματ̓ έχοντες
31αθάνατοι φράζονται
επέγναμψεν γὰρ ἅπαντας
32Ἥρη λισσομένη, Τρώεσσι δὲ κήδἐ εφῆπται
33εκ Διός
αλλὰ σὺ σῇσιν έχε φρεσί, μη δέ σε λήθη
34αἱρείτω εῦτ̓ άν σε μελίφρων ὕπνος ανήῃ

35ὣς άρα φωνήσας απεβήσετο, τὸν δὲ λίπ̓ αυτοῦ
36τὰ φρονέοντ̓ ανὰ θυμὸν ῥ̓ ου τελέεσθαι έμελλον

37φῆ γὰρ γ̓ αἱρήσειν Πριάμου πόλιν ήματι κείνῳ
38νήπιος, ου δὲ τὰ ῄδη ῥα Ζεὺς μήδετο έργα

39θήσειν γὰρ έτ̓ έμελλεν επ̓ άλγεά τε στοναχάς τε
40Τρωσί τε καὶ Δαναοῖσι διὰ κρατερὰς ὑσμίνας

41έγρετο δ̓ εξ ὕπνου, θείη δέ μιν αμφέχυτ̓ ομφή

42ἕζετο δ̓ ορθωθείς, μαλακὸν δ̓ ένδυνε χιτῶνα
43καλὸν νηγάτεον, περὶ δὲ μέγα βάλλετο φᾶρος

44ποσσὶ δ̓ ὑπὸ λιπαροῖσιν εδήσατο καλὰ πέδιλα,
45αμφὶ δ̓ άῤ ώμοισιν βάλετο ξίφος αργυρόηλον

46εἵλετο δὲ σκῆπτρον πατρώϊον άφθιτον αιεὶ
47σὺν τῷ έβη κατὰ νῆας Αχαιῶν χαλκοχιτώνων

48ηὼς μέν ῥα θεὰ προσεβήσετο μακρὸν Όλυμπον
49Ζηνὶ φόως ερέουσα καὶ άλλοις αθανάτοισιν

50αυτὰρ κηρύκεσσι λιγυφθόγγοισι κέλευσε
51κηρύσσειν αγορὴν δὲ κάρη κομόωντας Αχαιούς

52οἳ μὲν εκήρυσσον, τοὶ δ̓ ηγείροντο μάλ̓ ῶκα

53βουλὴν δὲ πρῶτον μεγαθύμων ἷζε γερόντων
54Νεστορέῃ παρὰ νηῒ Πυλοιγενέος βασιλῆος

55τοὺς γε συγκαλέσας πυκινὴν αρτύνετο βουλήν

56κλῦτε φίλοι
θεῖός μοι ενύπνιον ῆλθεν όνειρος
57αμβροσίην διὰ νύκτα
μάλιστα δὲ Νέστορι δίῳ
58εῖδός τε μέγεθός τε φυήν τ̓ άγχιστα εῴκει

59στῆ δ̓ άῤ ὑπὲρ κεφαλῆς καί με πρὸς μῦθον έειπεν

60εὕδεις Ατρέος υἱὲ δαΐφρονος ἱπποδάμοιο

61ου χρὴ παννύχιον εὕδειν βουληφόρον άνδρα,
62 λαοί τ̓ επιτετράφαται καὶ τόσσα μέμηλε

63νῦν δ̓ εμέθεν ξύνες ῶκα
Διὸς δέ τοι άγγελός ειμι,
64ὃς σεῦ άνευθεν εὼν μέγα κήδεται ηδ̓ ελεαίρει

65θωρῆξαί σε κέλευσε κάρη κομόωντας Αχαιοὺς
66πανσυδίῃ
νῦν γάρ κεν ἕλοις πόλιν ευρυάγυιαν
67Τρώων
ου γὰρ έτ̓ αμφὶς Ολύμπια δώματ̓ έχοντες
68αθάνατοι φράζονται
επέγναμψεν γὰρ ἅπαντας
69Ἥρη λισσομένη, Τρώεσσι δὲ κήδἐ εφῆπται
70εκ Διός
αλλὰ σὺ σῇσιν έχε φρεσίν ὣς μὲν ειπὼν
71ῴχετ̓ αποπτάμενος, εμὲ δὲ γλυκὺς ὕπνος ανῆκεν

72αλλ̓ άγετ̓ αί κέν πως θωρήξομεν υἷας Αχαιῶν·

73πρῶτα δ̓ εγὼν έπεσιν πειρήσομαι, θέμις εστί,
74καὶ φεύγειν σὺν νηυσὶ πολυκλήϊσι κελεύσω

75ὑμεῖς δ̓ άλλοθεν άλλος ερητύειν επέεσσιν

76ήτοι γ̓ ὣς ειπὼν κατ̓ άῤ ἕζετο, τοῖσι δ̓ ανέστη
77Νέστωρ, ὅς ῥα Πύλοιο άναξ ῆν ημαθόεντος,
78 σφιν εὺ φρονέων αγορήσατο καὶ μετέειπεν

79 φίλοι Αργείων ἡγήτορες ηδὲ μέδοντες
80ει μέν τις τὸν όνειρον Αχαιῶν άλλος ένισπε
81ψεῦδός κεν φαῖμεν καὶ νοσφιζοίμεθα μᾶλλον·

82νῦν δ̓ ίδεν ὃς μέγ̓ άριστος Αχαιῶν εύχεται εῖναι

83αλλ̓ άγετ̓ αί κέν πως θωρήξομεν υἷας Αχαιῶν.

84ὣς άρα φωνήσας βουλῆς εξῆρχε νέεσθαι,
85οἳ δ̓ επανέστησαν πείθοντό τε ποιμένι λαῶν
86σκηπτοῦχοι βασιλῆες
επεσσεύοντο δὲ λαοί
87ηΰτε έθνεα εῖσι μελισσάων ἁδινάων
88πέτρης εκ γλαφυρῆς αιεὶ νέον ερχομενάων,
89βοτρυδὸν δὲ πέτονται επ̓ άνθεσιν ειαρινοῖσιν

90αἳ μέν τ̓ ένθα ἅλις πεποτήαται, αἳ δέ τε ένθα·

91ὣς τῶν έθνεα πολλὰ νεῶν άπο καὶ κλισιάων
92ηϊόνος προπάροιθε βαθείης εστιχόωντο
93ιλαδὸν εις αγορήν
μετὰ δέ σφισιν όσσα δεδήει
94οτρύνουσ̓ ιέναι Διὸς άγγελος
οἳ δ̓ αγέροντο
95τετρήχει δ̓ αγορή, ὑπὸ δὲ στεναχίζετο γαῖα
96λαῶν ἱζόντων, ὅμαδος δ̓ ῆν
εννέα δέ σφεας
97κήρυκες βοόωντες ερήτυον, εί ποτ̓ αϋτῆς
98σχοίατ̓, ακούσειαν δὲ διοτρεφέων βασιλήων

99σπουδῇ δ̓ ἕζετο λαός, ερήτυθεν δὲ καθ̓ ἕδρας
100παυσάμενοι κλαγγῆς
ανὰ δὲ κρείων Αγαμέμνων
101έστη σκῆπτρον έχων τὸ μὲν Ἥφαιστος κάμε τεύχων

102Ἥφαιστος μὲν δῶκε Διὶ Κρονίωνι άνακτι,
103αυτὰρ άρα Ζεὺς δῶκε διακτόρῳ αργεϊφόντῃ

104Ἑρμείας δὲ άναξ δῶκεν Πέλοπι πληξίππῳ,
105αυτὰρ αῦτε Πέλοψ δῶκ̓ Ατρέϊ ποιμένι λαῶν,
106Ατρεὺς δὲ θνῄσκων έλιπεν πολύαρνι Θυέστῃ,
107αυτὰρ αῦτε Θυέστ̓ Αγαμέμνονι λεῖπε φορῆναι,
108πολλῇσιν νήσοισι καὶ Άργεϊ παντὶ ανάσσειν

109τῷ γ̓ ερεισάμενος έπἐ Αργείοισι μετηύδα

110 φίλοι ἥρωες Δαναοὶ θεράποντες Άρηος
111Ζεύς με μέγα Κρονίδης άτῃ ενέδησε βαρείῃ,
112σχέτλιος, ὃς πρὶν μέν μοι ὑπέσχετο καὶ κατένευσεν
113Ίλιον εκπέρσαντ̓ ευτείχεον απονέεσθαι,
114νῦν δὲ κακὴν απάτην βουλεύσατο, καί με κελεύει
115δυσκλέα Άργος ἱκέσθαι, επεὶ πολὺν ώλεσα λαόν

116οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εῖναι,
117ὃς δὴ πολλάων πολίων κατέλυσε κάρηνα
118ηδ̓ έτι καὶ λύσει
τοῦ γὰρ κράτος εστὶ μέγιστον
119αισχρὸν γὰρ τόδε γ̓ εστὶ καὶ εσσομένοισι πυθέσθαι
120μὰψ οὕτω τοιόνδε τοσόνδε τε λαὸν Αχαιῶν
121άπρηκτον πόλεμον πολεμίζειν ηδὲ μάχεσθαι
122ανδράσι παυροτέροισι, τέλος δ̓ ού πώ τι πέφανται

123εί περ γάρ κ̓ εθέλοιμεν Αχαιοί τε Τρῶές τε
124ὅρκια πιστὰ ταμόντες αριθμηθήμεναι άμφω,
125Τρῶας μὲν λέξασθαι εφέστιοι ὅσσοι έασιν,
126ἡμεῖς δ̓ ες δεκάδας διακοσμηθεῖμεν Αχαιοί,
127Τρώων δ̓ άνδρα ἕκαστοι ἑλοίμεθα οινοχοεύειν,
128πολλαί κεν δεκάδες δευοίατο οινοχόοιο

129τόσσον εγώ φημι πλέας έμμεναι υἷας Αχαιῶν
130Τρώων, οἳ ναίουσι κατὰ πτόλιν
αλλ̓ επίκουροι
131πολλέων εκ πολίων εγχέσπαλοι άνδρες έασιν,
132οἵ με μέγα πλάζουσι καὶ ουκ ειῶσ̓ εθέλοντα
133Ιλίου εκπέρσαι εῦ ναιόμενον πτολίεθρον

134εννέα δὴ βεβάασι Διὸς μεγάλου ενιαυτοί,
135καὶ δὴ δοῦρα σέσηπε νεῶν καὶ σπάρτα λέλυνται

136αἳ δέ που ἡμέτεραί τ̓ άλοχοι καὶ νήπια τέκνα
137είατ̓ ενὶ μεγάροις ποτιδέγμεναι
άμμι δὲ έργον
138αύτως ακράαντον οὗ εἵνεκα δεῦῤ ἱκόμεσθα.

139αλλ̓ άγεθ̓ ὡς ὰν εγὼ είπω πειθώμεθα πάντες

140φεύγωμεν σὺν νηυσὶ φίλην ες πατρίδα γαῖαν

141ου γὰρ έτι Τροίην αἱρήσομεν ευρυάγυιαν

142ὣς φάτο, τοῖσι δὲ θυμὸν ενὶ στήθεσσιν όρινε
143πᾶσι μετὰ πληθὺν ὅσοι ου βουλῆς επάκουσαν

144κινήθη δ̓ αγορὴ φὴ κύματα μακρὰ θαλάσσης
145πόντου Ικαρίοιο, τὰ μέν τ̓ Εῦρός τε Νότος τε
146ώροῤ επαΐξας πατρὸς Διὸς εκ νεφελάων.

147ὡς δ̓ ὅτε κινήσῃ Ζέφυρος βαθὺ λήϊον ελθὼν
148λάβρος επαιγίζων, επί τ̓ ημύει ασταχύεσσιν,
149ὣς τῶν πᾶσ̓ αγορὴ κινήθη
τοὶ δ̓ αλαλητῷ
150νῆας έπ̓ εσσεύοντο, ποδῶν δ̓ ὑπένερθε κονίη
151ίστατ̓ αειρομένη
τοὶ δ̓ αλλήλοισι κέλευον
152ἅπτεσθαι νηῶν ηδ̓ ἑλκέμεν εις ἅλα δῖαν,
153ουρούς τ̓ εξεκάθαιρον
αϋτὴ δ̓ ουρανὸν ἷκεν
154οίκαδε ἱεμένων
ὑπὸ δ̓ ᾕρεον ἕρματα νηῶν
155ένθά κεν Αργείοισιν ὑπέρμορα νόστος ετύχθη
156ει μὴ Αθηναίην Ἥρη πρὸς μῦθον έειπεν

157 πόποι αιγιόχοιο Διὸς τέκος Ατρυτώνη,
158οὕτω δὴ οῖκον δὲ φίλην ες πατρίδα γαῖαν
159Αργεῖοι φεύξονται επ̓ ευρέα νῶτα θαλάσσης,
160κὰδ δέ κεν ευχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιεν
161Αργείην Ἑλένην, ἧς εἵνεκα πολλοὶ Αχαιῶν
162εν Τροίῃ απόλοντο φίλης απὸ πατρίδος αίης·

163αλλ̓ ίθι νῦν κατὰ λαὸν Αχαιῶν χαλκοχιτώνων

164σοῖς αγανοῖς επέεσσιν ερήτυε φῶτα ἕκαστον,
165μη δὲ έα νῆας ἅλα δ̓ ἑλκέμεν αμφιελίσσας

166ὣς έφατ̓, ου δ̓ απίθησε θεὰ γλαυκῶπις Αθήνη,
167βῆ δὲ κατ̓ Ουλύμποιο καρήνων αΐξασα

168καρπαλίμως δ̓ ἵκανε θοὰς επὶ νῆας Αχαιῶν

169εὗρεν έπειτ̓ Οδυσῆα Διὶ μῆτιν ατάλαντον
170εσταότ̓
ου δ̓ γε νηὸς εϋσσέλμοιο μελαίνης
171άπτετ̓, επεί μιν άχος κραδίην καὶ θυμὸν ἵκανεν

172αγχοῦ δ̓ ἱσταμένη προσέφη γλαυκῶπις Αθήνη

173διογενὲς Λαερτιάδη πολυμήχαν̓ Οδυσσεῦ,
174οὕτω δὴ οῖκον δὲ φίλην ες πατρίδα γαῖαν
175φεύξεσθ̓ εν νήεσσι πολυκλήϊσι πεσόντες,
176κὰδ δέ κεν ευχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιτε
177Αργείην Ἑλένην, ἧς εἵνεκα πολλοὶ Αχαιῶν
178εν Τροίῃ απόλοντο φίλης απὸ πατρίδος αίης;

179αλλ̓ ίθι νῦν κατὰ λαὸν Αχαιῶν, μη δ̓ έτ̓ ερώει,
180σοῖς δ̓ αγανοῖς επέεσσιν ερήτυε φῶτα ἕκαστον,
181μη δὲ έα νῆας ἅλα δ̓ ἑλκέμεν αμφιελίσσας

182ὣς φάθ̓, δὲ ξυνέηκε θεᾶς όπα φωνησάσης,
183βῆ δὲ θέειν, απὸ δὲ χλαῖναν βάλε
τὴν δὲ κόμισσε
184κῆρυξ Ευρυβάτης Ιθακήσιος ὅς οἱ οπήδει

185αυτὸς δ̓ Ατρεΐδεω Αγαμέμνονος αντίος ελθὼν
186δέξατό οἱ σκῆπτρον πατρώϊον άφθιτον αιεί

187σὺν τῷ έβη κατὰ νῆας Αχαιῶν χαλκοχιτώνων

188ὅν τινα μὲν βασιλῆα καὶ έξοχον άνδρα κιχείη
189τὸν δ̓ αγανοῖς επέεσσιν ερητύσασκε παραστάς

190δαιμόνἰ ού σε έοικε κακὸν ὣς δειδίσσεσθαι,
191αλλ̓ αυτός τε κάθησο καὶ άλλους ἵδρυε λαούς

192ου γάρ πω σάφα οῖσθ̓ οἷος νόος Ατρεΐωνος·

193νῦν μὲν πειρᾶται, τάχα δ̓ ίψεται υἷας Αχαιῶν

194εν βουλῇ δ̓ ου πάντες ακούσαμεν οἷον έειπε

195μή τι χολωσάμενος ῥέξῃ κακὸν υἷας Αχαιῶν

196θυμὸς δὲ μέγας εστὶ διοτρεφέων βασιλήων,
197τιμὴ δ̓ εκ Διός εστι, φιλεῖ δέ μητίετα Ζεύς

198ὃν δ̓ αῦ δήμου τ̓ άνδρα ίδοι βοόωντά τ̓ εφεύροι,
199τὸν σκήπτρῳ ελάσασκεν ὁμοκλήσασκέ τε μύθῳ

200δαιμόνἰ ατρέμας ἧσο καὶ άλλων μῦθον άκουε,
201οἳ σέο φέρτεροί εισι, σὺ δ̓ απτόλεμος καὶ άναλκις
202ούτέ ποτ̓ εν πολέμῳ εναρίθμιος ού τ̓ ενὶ βουλῇ·

203ου μέν πως πάντες βασιλεύσομεν ενθάδ̓ Αχαιοί

204ουκ αγαθὸν πολυκοιρανίη·
εἷς κοίρανος έστω,
205εἷς βασιλεύς, δῶκε Κρόνου πάϊς αγκυλομήτεω
206σκῆπτρόν τ̓ ηδὲ θέμιστας, ἵνά σφισι βουλεύῃσι

207ὣς γε κοιρανέων δίεπε στρατόν
οἳ δ̓ αγορὴν δὲ
208αῦτις επεσσεύοντο νεῶν άπο καὶ κλισιάων
209ηχῇ, ὡς ὅτε κῦμα πολυφλοίσβοιο θαλάσσης
210αιγιαλῷ μεγάλῳ βρέμεται, σμαραγεῖ δέ τε πόντος

211άλλοι μέν ῥ̓ ἕζοντο, ερήτυθεν δὲ καθ̓ ἕδρας

212Θερσίτης δ̓ έτι μοῦνος αμετροεπὴς εκολῴα,
213ὃς έπεα φρεσὶν ᾗσιν άκοσμά τε πολλά τε ῄδη
214μάψ, ατὰρ ου κατὰ κόσμον, εριζέμεναι βασιλεῦσιν,
215αλλ̓ τι οἱ είσαιτο γελοίϊον Αργείοισιν
216έμμεναι
αίσχιστος δὲ ανὴρ ὑπὸ Ίλιον ῆλθε
217φολκὸς έην, χωλὸς δ̓ ἕτερον πόδα
τὼ δέ οἱ ώμω
218κυρτὼ επὶ στῆθος συνοχωκότε·
αυτὰρ ὕπερθε
219φοξὸς έην κεφαλήν, ψεδνὴ δ̓ επενήνοθε λάχνη

220έχθιστος δ̓ Αχιλῆϊ μάλιστ̓ ῆν ηδ̓ Οδυσῆϊ

221τὼ γὰρ νεικείεσκε
τότ̓ αῦτ̓ Αγαμέμνονι δίῳ
222οξέα κεκλήγων λέγ̓ ονείδεα
τῷ δ̓ άῤ Αχαιοὶ
223εκπάγλως κοτέοντο νεμέσσηθέν τ̓ ενὶ θυμῷ

224αυτὰρ μακρὰ βοῶν Αγαμέμνονα νείκεε μύθῳ

225Ατρεΐδη τέο δ̓ αῦτ̓ επιμέμφεαι ηδὲ χατίζεις

226πλεῖαί τοι χαλκοῦ κλισίαι, πολλαὶ δὲ γυναῖκες
227εισὶν ενὶ κλισίῃς εξαίρετοι, ἅς τοι Αχαιοὶ
228πρωτίστῳ δίδομεν εῦτ̓ ὰν πτολίεθρον ἕλωμεν.

229 έτι καὶ χρυσοῦ επιδεύεαι, ὅν κέ τις οίσει
230Τρώων ἱπποδάμων εξ Ιλίου υἷος άποινα,
231ὅν κεν εγὼ δήσας αγάγω άλλος Αχαιῶν,
232ηὲ γυναῖκα νέην, ἵνα μίσγεαι εν φιλότητι,
233ἥν τ̓ αυτὸς απονόσφι κατίσχεαι;
ου μὲν έοικεν
234αρχὸν εόντα κακῶν επιβασκέμεν υἷας Αχαιῶν

235 πέπονες κάκ̓ ελέγχἐ Αχαιΐδες ουκέτ̓ Αχαιοὶ
236οίκαδέ περ σὺν νηυσὶ νεώμεθα, τόνδε δ̓ εῶμεν
237αυτοῦ ενὶ Τροίῃ γέρα πεσσέμεν, όφρα ίδηται
238ή ῥά τί οἱ χἠμεῖς προσαμύνομεν ῆε καὶ ουκί·

239ὃς καὶ νῦν Αχιλῆα ἕο μέγ̓ αμείνονα φῶτα
240ητίμησεν·
ἑλὼν γὰρ έχει γέρας αυτὸς απούρας
241αλλὰ μάλ̓ ουκ Αχιλῆϊ χόλος φρεσίν, αλλὰ μεθήμων·

242 γὰρ ὰν Ατρεΐδη νῦν ὕστατα λωβήσαιο

243ὣς φάτο νεικείων Αγαμέμνονα ποιμένα λαῶν,
244Θερσίτης
τῷ δ̓ ῶκα παρίστατο δῖος Οδυσσεύς,
245καί μιν ὑπόδρα ιδὼν χαλεπῷ ηνίπαπε μύθῳ

246Θερσῖτ̓ ακριτόμυθε, λιγύς περ εὼν αγορητής,
247ίσχεο, μη δ̓ έθελ̓ οῖος εριζέμεναι βασιλεῦσιν

248ου γὰρ εγὼ σέο φημὶ χερειότερον βροτὸν άλλον
249έμμεναι, ὅσσοι άμ̓ Ατρεΐδῃς ὑπὸ Ίλιον ῆλθον

250τὼ ουκ ὰν βασιλῆας ανὰ στόμ̓ έχων αγορεύοις,
251καί σφιν ονείδεά τε προφέροις, νόστόν τε φυλάσσοις

252ου δέ τί πω σάφα ίδμεν ὅπως έσται τάδε έργα,
253 εῦ ῆε κακῶς νοστήσομεν υἷες Αχαιῶν

254τὼ νῦν Ατρεΐδῃ Αγαμέμνονι ποιμένι λαῶν
255ἧσαι ονειδίζων, ὅτι οἱ μάλα πολλὰ διδοῦσιν
256ἥρωες Δαναοί
σὺ δὲ κερτομέων αγορεύεις
257αλλ̓ έκ τοι ερέω, τὸ δὲ καὶ τετελεσμένον έσται

258εί κ̓ έτι σ̓ αφραίνοντα κιχήσομαι ὥς νύ περ ὧδε,
259μηκέτ̓ έπειτ̓ Οδυσῆϊ κάρη ώμοισιν επείη,
260μη δ̓ έτι Τηλεμάχοιο πατὴρ κεκλημένος είην,
261ει μὴ εγώ σε λαβὼν απὸ μὲν φίλα εἵματα δύσω,
262χλαῖνάν τ̓ ηδὲ χιτῶνα, τά τ̓ αιδῶ αμφικαλύπτει,
263αυτὸν δὲ κλαίοντα θοὰς επὶ νῆας αφήσω
264πεπλήγων αγορῆθεν αεικέσσι πληγῇσιν.

265ὣς άῤ έφη, σκήπτρῳ δὲ μετάφρενον ηδὲ καὶ ώμω
266πλῆξεν
δ̓ ιδνώθη, θαλερὸν δέ οἱ έκπεσε δάκρυ
267σμῶδιξ δ̓ αἱματόεσσα μεταφρένου εξυπανέστη
268σκήπτρου ὕπο χρυσέου
δ̓ άῤ ἕζετο τάρβησέν τε,
269αλγήσας δ̓ αχρεῖον ιδὼν απομόρξατο δάκρυ

270οἳ δὲ καὶ αχνύμενοί περ επ̓ αυτῷ ἡδὺ γέλασσαν

271ὧδε δέ τις είπεσκεν ιδὼν ες πλησίον άλλον

272 πόποι δὴ μυρί̓ Οδυσσεὺς εσθλὰ έοργε
273βουλάς τ̓ εξάρχων αγαθὰς πόλεμόν τε κορύσσων

274νῦν δὲ τόδε μέγ̓ άριστον εν Αργείοισιν έρεξεν,
275ὃς τὸν λωβητῆρα επεσβόλον έσχ̓ αγοράων

276ού θήν μιν πάλιν αῦτις ανήσει θυμὸς αγήνωρ
277νεικείειν βασιλῆας ονειδείοις επέεσσιν

278ὣς φάσαν πληθύς
ανὰ δ̓ πτολίπορθος Οδυσσεὺς
279έστη σκῆπτρον έχων
παρὰ δὲ γλαυκῶπις Αθήνη
280ειδομένη κήρυκι σιωπᾶν λαὸν ανώγει,
281ὡς ἅμα θ̓ οἳ πρῶτοί τε καὶ ὕστατοι υἷες Αχαιῶν
282μῦθον ακούσειαν καὶ επιφρασσαίατο βουλήν

283 σφιν εὺ φρονέων αγορήσατο καὶ μετέειπεν

284Ατρεΐδη νῦν δή σε άναξ εθέλουσιν Αχαιοὶ
285πᾶσιν ελέγχιστον θέμεναι μερόπεσσι βροτοῖσιν,
286ου δέ τοι εκτελέουσιν ὑπόσχεσιν ἥν περ ὑπέσταν
287ενθάδ̓ έτι στείχοντες απ̓ Άργεος ἱπποβότοιο
288Ίλιον εκπέρσαντ̓ ευτείχεον απονέεσθαι.

289ὥς τε γὰρ παῖδες νεαροὶ χῆραί τε γυναῖκες
290αλλήλοισιν οδύρονται οῖκον δὲ νέεσθαι.

291 μὴν καὶ πόνος εστὶν ανιηθέντα νέεσθαι

292καὶ γάρ τίς θ̓ ἕνα μῆνα μένων απὸ ἧς αλόχοιο
293ασχαλάᾳ σὺν νηῒ πολυζύγῳ, ὅν περ άελλαι
294χειμέριαι ειλέωσιν ορινομένη τε θάλασσα

295ἡμῖν δ̓ είνατός εστι περιτροπέων ενιαυτὸς
296ενθάδε μιμνόντεσσι
τὼ ου νεμεσίζομ̓ Αχαιοὺς
297ασχαλάαν παρὰ νηυσὶ κορωνίσιν
αλλὰ καὶ έμπης
298αισχρόν τοι δηρόν τε μένειν κενεόν τε νέεσθαι.

299τλῆτε φίλοι, καὶ μείνατ̓ επὶ χρόνον όφρα δαῶμεν
300 ετεὸν Κάλχας μαντεύεται ῆε καὶ ουκί.

301εῦ γὰρ δὴ τόδε ίδμεν ενὶ φρεσίν, εστὲ δὲ πάντες
302μάρτυροι, οὓς μὴ κῆρες έβαν θανάτοιο φέρουσαι

303χθιζά τε καὶ πρωΐζ̓ ότ̓ ες Αυλίδα νῆες Αχαιῶν
304ηγερέθοντο κακὰ Πριάμῳ καὶ Τρωσὶ φέρουσαι,
305ἡμεῖς δ̓ αμφὶ περὶ κρήνην ἱεροὺς κατὰ βωμοὺς
306ἕρδομεν αθανάτοισι τεληέσσας ἑκατόμβας
307καλῇ ὑπὸ πλατανίστῳ ὅθεν ῥέεν αγλαὸν ὕδωρ·

308ένθ̓ εφάνη μέγα σῆμα
δράκων επὶ νῶτα δαφοινὸς
309σμερδαλέος, τόν ῥ̓ αυτὸς Ολύμπιος ἧκε φόως δέ,
310βωμοῦ ὑπαΐξας πρός ῥα πλατάνιστον όρουσεν

311ένθα δ̓ έσαν στρουθοῖο νεοσσοί, νήπια τέκνα,
312όζῳ επ̓ ακροτάτῳ πετάλοις ὑποπεπτηῶτες
313οκτώ, ατὰρ μήτηρ ενάτη ῆν τέκε τέκνα

314ένθ̓ γε τοὺς ελεεινὰ κατήσθιε τετριγῶτας

315μήτηρ δ̓ αμφεποτᾶτο οδυρομένη φίλα τέκνα

316τὴν δ̓ ελελιξάμενος πτέρυγος λάβεν αμφιαχυῖαν

317αυτὰρ επεὶ κατὰ τέκνα φάγε στρουθοῖο καὶ αυτήν,
318τὸν μὲν αρίζηλον θῆκεν θεὸς ὅς περ έφηνε

319λᾶαν γάρ μιν έθηκε Κρόνου πάϊς αγκυλομήτεω

320ἡμεῖς δ̓ ἑσταότες θαυμάζομεν οἷον ετύχθη

321ὡς οῦν δεινὰ πέλωρα θεῶν εισῆλθ̓ ἑκατόμβας,
322Κάλχας δ̓ αυτίκ̓ έπειτα θεοπροπέων αγόρευε

323τίπτ̓ άνεῳ εγένεσθε κάρη κομόωντες Αχαιοί

324ἡμῖν μὲν τόδ̓ έφηνε τέρας μέγα μητίετα Ζεὺς
325όψιμον οψιτέλεστον, ὅου κλέος ού ποτ̓ ολεῖται

326ὡς οὗτος κατὰ τέκνα φάγε στρουθοῖο καὶ αυτὴν
327οκτώ, ατὰρ μήτηρ ενάτη ῆν τέκε τέκνα,
328ὣς ἡμεῖς τοσσαῦτ̓ έτεα πτολεμίξομεν αῦθι,
329τῷ δεκάτῳ δὲ πόλιν αἱρήσομεν ευρυάγυιαν

330κεῖνος τὼς αγόρευε
τὰ δὴ νῦν πάντα τελεῖται
331αλλ̓ άγε μίμνετε πάντες εϋκνήμιδες Αχαιοὶ
332αυτοῦ εις κεν άστυ μέγα Πριάμοιο ἕλωμεν

333ὣς έφατ̓, Αργεῖοι δὲ μέγ̓ ίαχον, αμφὶ δὲ νῆες
334σμερδαλέον κονάβησαν αϋσάντων υπ̓ Αχαιῶν,
335μῦθον επαινήσαντες Οδυσσῆος θείοιο

336τοῖσι δὲ καὶ μετέειπε Γερήνιος ἱππότα Νέστωρ

337 πόποι δὴ παισὶν εοικότες αγοράασθε
338νηπιάχοις οἷς ού τι μέλει πολεμήϊα έργα

339πῇ δὴ συνθεσίαι τε καὶ ὅρκια βήσεται ἥμιν

340εν πυρὶ δὴ βουλαί τε γενοίατο μήδεά τ̓ ανδρῶν
341σπονδαί τ̓ άκρητοι καὶ δεξιαί, ᾗς επέπιθμεν

342αύτως γὰρ επέεσσ̓ εριδαίνομεν, ου δέ τι μῆχος
343εὑρέμεναι δυνάμεσθα, πολὺν χρόνον ενθάδ̓ εόντες

344Ατρεΐδη σὺ δ̓ έθ̓ ὡς πρὶν έχων αστεμφέα βουλὴν
345άρχεὐ Αργείοισι κατὰ κρατερὰς ὑσμίνας,
346τούσδε δ̓ έα φθινύθειν ἕνα καὶ δύο, τοί κεν Αχαιῶν
347νόσφιν βουλεύωσ̓·
άνυσις δ̓ ουκ έσσεται αυτῶν
348πρὶν Άργος δ̓ ιέναι πρὶν καὶ Διὸς αιγιόχοιο
349γνώμεναι εί τε ψεῦδος ὑπόσχεσις εί τε καὶ ουκί.

350φημὶ γὰρ οῦν κατανεῦσαι ὑπερμενέα Κρονίωνα
351ήματι τῷ ὅτε νηυσὶν εν ωκυπόροισιν έβαινον
352Αργεῖοι Τρώεσσι φόνον καὶ κῆρα φέροντες
353αστράπτων επιδέξἰ εναίσιμα σήματα φαίνων

354τὼ μή τις πρὶν επειγέσθω οῖκον δὲ νέεσθαι
355πρίν τινα πὰρ Τρώων αλόχῳ κατακοιμηθῆναι,
356τίσασθαι δ̓ Ἑλένης ὁρμήματά τε στοναχάς τε

357ει δέ τις εκπάγλως εθέλει οῖκον δὲ νέεσθαι
358ἁπτέσθω ἧς νηὸς εϋσσέλμοιο μελαίνης,
359όφρα πρόσθ̓ άλλων θάνατον καὶ πότμον επίσπῃ

360αλλὰ άναξ αυτός τ̓ εῦ μήδεο πείθεό τ̓ άλλῳ

361ού τοι απόβλητον έπος έσσεται ὅττί κεν είπω

362κρῖν̓ άνδρας κατὰ φῦλα κατὰ φρήτρας Αγάμεμνον,
363ὡς φρήτρη φρήτρηφιν αρήγῃ, φῦλα δὲ φύλοις.

364ει δέ κεν ὣς ἕρξῃς καί τοι πείθωνται Αχαιοί,
365γνώσῃ έπειθ̓ ὅς θ̓ ἡγεμόνων κακὸς ὅς τέ νυ λαῶν
366ηδ̓ ὅς κ̓ εσθλὸς έῃσι·
κατὰ σφέας γὰρ μαχέονται
367γνώσεαι δ̓ ει καὶ θεσπεσίῃ πόλιν ουκ αλαπάξεις,
368 ανδρῶν κακότητι καὶ αφραδίῃ πολέμοιο

369τὸν δ̓ απαμειβόμενος προσέφη κρείων Αγαμέμνων

370 μὰν αῦτ̓ αγορῇ νικᾷς γέρον υἷας Αχαιῶν

371αὶ γὰρ Ζεῦ τε πάτερ καὶ Αθηναίη καὶ Άπολλον
372τοιοῦτοι δέκα μοι συμφράδμονες εῖεν Αχαιῶν

373τώ κε τάχ̓ ημύσειε πόλις Πριάμοιο άνακτος
374χερσὶν υφ̓ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε

375αλλά μοι αιγίοχος Κρονίδης Ζεὺς άλγἐ έδωκεν,
376ὅς με μετ̓ απρήκτους έριδας καὶ νείκεα βάλλει

377καὶ γὰρ εγὼν Αχιλεύς τε μαχεσσάμεθ̓ εἵνεκα κούρης
378αντιβίοις επέεσσιν, εγὼ δ̓ ῆρχον χαλεπαίνων

379ει δέ ποτ̓ ές γε μίαν βουλεύσομεν, ουκέτ̓ έπειτα
380Τρωσὶν ανάβλησις κακοῦ έσσεται ου δ̓ ηβαιόν

381νῦν δ̓ έρχεσθ̓ επὶ δεῖπνον ἵνα ξυνάγωμεν Άρηα

382εῦ μέν τις δόρυ θηξάσθω, εῦ δ̓ ασπίδα θέσθω,
383εῦ δέ τις ἵπποισιν δεῖπνον δότω ωκυπόδεσσιν,
384εῦ δέ τις ἅρματος αμφὶς ιδὼν πολέμοιο μεδέσθω,
385ὥς κε πανημέριοι στυγερῷ κρινώμεθ̓ Άρηϊ

386ου γὰρ παυσωλή γε μετέσσεται ου δ̓ ηβαιὸν
387ει μὴ νὺξ ελθοῦσα διακρινέει μένος ανδρῶν

388ἱδρώσει μέν τευ τελαμὼν αμφὶ στήθεσφιν
389ασπίδος αμφιβρότης, περὶ δ̓ έγχεϊ χεῖρα καμεῖται

390ἱδρώσει δέ τευ ἵππος εΰξοον ἅρμα τιταίνων

391ὃν δέ κ̓ εγὼν απάνευθε μάχης εθέλοντα νοήσω
392μιμνάζειν παρὰ νηυσὶ κορωνίσιν, ού οἱ έπειτα
393άρκιον εσσεῖται φυγέειν κύνας ηδ̓ οιωνούς

394ὣς έφατ̓, Αργεῖοι δὲ μέγ̓ ίαχον ὡς ὅτε κῦμα
395ακτῇ εφ̓ ὑψηλῇ, ὅτε κινήσῃ Νότος ελθών,
396προβλῆτι σκοπέλῳ·
τὸν δ̓ ού ποτε κύματα λείπει
397παντοίων ανέμων, ότ̓ ὰν ένθ̓ ένθα γένωνται

398ανστάντες δ̓ ορέοντο κεδασθέντες κατὰ νῆας,
399κάπνισσάν τε κατὰ κλισίας, καὶ δεῖπνον ἕλοντο

400άλλος δ̓ άλλῳ έρεζε θεῶν αιειγενετάων
401ευχόμενος θάνατόν τε φυγεῖν καὶ μῶλον Άρηος

402αυτὰρ βοῦν ἱέρευσε άναξ ανδρῶν Αγαμέμνων
403πίονα πενταέτηρον ὑπερμενέϊ Κρονίωνι,
404κίκλησκεν δὲ γέροντας αριστῆας Παναχαιῶν,
405Νέστορα μὲν πρώτιστα καὶ Ιδομενῆα άνακτα,
406αυτὰρ έπειτ̓ Αίαντε δύω καὶ Τυδέος υἱόν,
407ἕκτον δ̓ αῦτ̓ Οδυσῆα Διὶ μῆτιν ατάλαντον

408αυτόματος δέ οἱ ῆλθε βοὴν αγαθὸς Μενέλαος

409ῄδεε γὰρ κατὰ θυμὸν αδελφεὸν ὡς επονεῖτο

410βοῦν δὲ περιστήσαντο καὶ ουλοχύτας ανέλοντο

411τοῖσιν δ̓ ευχόμενος μετέφη κρείων Αγαμέμνων

412Ζεῦ κύδιστε μέγιστε κελαινεφὲς αιθέρι ναίων
413μὴ πρὶν επ̓ ηέλιον δῦναι καὶ επὶ κνέφας ελθεῖν
414πρίν με κατὰ πρηνὲς βαλέειν Πριάμοιο μέλαθρον
415αιθαλόεν, πρῆσαι δὲ πυρὸς δηΐοιο θύρετρα,
416Ἑκτόρεον δὲ χιτῶνα περὶ στήθεσσι δαΐξαι
417χαλκῷ ῥωγαλέον
πολέες δ̓ αμφ̓ αυτὸν ἑταῖροι
418πρηνέες εν κονίῃσιν οδὰξ λαζοίατο γαῖαν

419ὣς έφατ̓, ου δ̓ άρα πώ οἱ επεκραίαινε Κρονίων,
420αλλ̓ γε δέκτο μὲν ἱρά, πόνον δ̓ αμέγαρτον όφελλεν

421αυτὰρ επεί ῥ̓ εύξαντο καὶ ουλοχύτας προβάλοντο,
422αυέρυσαν μὲν πρῶτα καὶ έσφαξαν καὶ έδειραν,
423μηρούς τ̓ εξέταμον κατά τε κνίσῃ εκάλυψαν
424δίπτυχα ποιήσαντες, επ̓ αυτῶν δ̓ ωμοθέτησαν

425καὶ τὰ μὲν ὰρ σχίζῃσιν αφύλλοισιν κατέκαιον,
426σπλάγχνα δ̓ άῤ αμπείραντες ὑπείρεχον Ἡφαίστοιο.

427αυτὰρ επεὶ κατὰ μῆρε κάη καὶ σπλάγχνα πάσαντο,
428μίστυλλόν τ̓ άρα τἆλλα καὶ αμφ̓ οβελοῖσιν έπειραν,
429ώπτησάν τε περιφραδέως, ερύσαντό τε πάντα

430αυτὰρ επεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα
431δαίνυντ̓, ου δέ τι θυμὸς εδεύετο δαιτὸς εΐσης

432αυτὰρ επεὶ πόσιος καὶ εδητύος εξ έρον ἕντο,
433τοῖς άρα μύθων ῆρχε Γερήνιος ἱππότα Νέστωρ

434Ατρεΐδη κύδιστε άναξ ανδρῶν Αγάμεμνον,
435μηκέτι νῦν δήθ̓ αῦθι λεγώμεθα, μη δ̓ έτι δηρὸν
436αμβαλλώμεθα έργον δὴ θεὸς εγγυαλίζει

437αλλ̓ άγε κήρυκες μὲν Αχαιῶν χαλκοχιτώνων
438λαὸν κηρύσσοντες αγειρόντων κατὰ νῆας,
439ἡμεῖς δ̓ αθρόοι ὧδε κατὰ στρατὸν ευρὺν Αχαιῶν
440ίομεν όφρα κε θᾶσσον εγείρομεν οξὺν Άρηα

441ὣς έφατ̓, ου δ̓ απίθησεν άναξ ανδρῶν Αγαμέμνων

442αυτίκα κηρύκεσσι λιγυφθόγγοισι κέλευσε
443κηρύσσειν πόλεμον δὲ κάρη κομόωντας Αχαιούς

444οἳ μὲν εκήρυσσον, τοὶ δ̓ ηγείροντο μάλ̓ ῶκα

445οἳ δ̓ αμφ̓ Ατρεΐωνα διοτρεφέες βασιλῆες
446θῦνον κρίνοντες, μετὰ δὲ γλαυκῶπις Αθήνη
447αιγίδ̓ έχουσ̓ ερίτιμον αγήρων αθανάτην τε,
448τῆς ἑκατὸν θύσανοι παγχρύσεοι ηερέθονται,
449πάντες εϋπλεκέες, ἑκατόμβοιος δὲ ἕκαστος·

450σὺν τῇ παιφάσσουσα διέσσυτο λαὸν Αχαιῶν
451οτρύνουσ̓ ιέναι
εν δὲ σθένος ῶρσεν ἑκάστῳ
452καρδίῃ άλληκτον πολεμίζειν ηδὲ μάχεσθαι

453τοῖσι δ̓ άφαρ πόλεμος γλυκίων γένετ̓ ηὲ νέεσθαι
454εν νηυσὶ γλαφυρῇσι φίλην ες πατρίδα γαῖαν.

455ηΰτε πῦρ αΐδηλον επιφλέγει άσπετον ὕλην
456ούρεος εν κορυφῇς, ἕκαθεν δέ τε φαίνεται αυγή,
457ὣς τῶν ερχομένων απὸ χαλκοῦ θεσπεσίοιο
458αίγλη παμφανόωσα δἰ αιθέρος ουρανὸν ἷκε

459τῶν δ̓ ὥς τ̓ ορνίθων πετεηνῶν έθνεα πολλὰ
460χηνῶν γεράνων κύκνων δουλιχοδείρων
461Ασίω εν λειμῶνι Καϋστρίου αμφὶ ῥέεθρα
462ένθα καὶ ένθα ποτῶνται αγαλλόμενα πτερύγεσσι
463κλαγγηδὸν προκαθιζόντων, σμαραγεῖ δέ τε λειμών,
464ὣς τῶν έθνεα πολλὰ νεῶν άπο καὶ κλισιάων
465ες πεδίον προχέοντο Σκαμάνδριον·
αυτὰρ ὑπὸ χθὼν
466σμερδαλέον κονάβιζε ποδῶν αυτῶν τε καὶ ἵππων

467έσταν δ̓ εν λειμῶνι Σκαμανδρίῳ ανθεμόεντι
468μυρίοι, ὅσσά τε φύλλα καὶ άνθεα γίγνεται ὥρῃ

469ηΰτε μυιάων ἁδινάων έθνεα πολλὰ
470αἵ τε κατὰ σταθμὸν ποιμνήϊον ηλάσκουσιν
471ὥρῃ εν ειαρινῇ ὅτε τε γλάγος άγγεα δεύει,
472τόσσοι επὶ Τρώεσσι κάρη κομόωντες Αχαιοὶ
473εν πεδίῳ ἵσταντο διαρραῖσαι μεμαῶτες.

474τοὺς δ̓ ὥς τ̓ αιπόλια πλατέ̓ αιγῶν αιπόλοι άνδρες
475ῥεῖα διακρίνωσιν επεί κε νομῷ μιγέωσιν,
476ὣς τοὺς ἡγεμόνες διεκόσμεον ένθα καὶ ένθα
477ὑσμίνην δ̓ ιέναι, μετὰ δὲ κρείων Αγαμέμνων
478όμματα καὶ κεφαλὴν ίκελος Διὶ τερπικεραύνῳ,
479Άρεϊ δὲ ζώνην, στέρνον δὲ Ποσειδάωνι.

480ηΰτε βοῦς αγέληφι μέγ̓ έξοχος έπλετο πάντων
481ταῦρος·
γάρ τε βόεσσι μεταπρέπει αγρομένῃσι·
482τοῖον άῤ Ατρεΐδην θῆκε Ζεὺς ήματι κείνῳ
483εκπρεπέ̓ εν πολλοῖσι καὶ έξοχον ἡρώεσσιν.

484έσπετε νῦν μοι Μοῦσαι Ολύμπια δώματ̓ έχουσαι

485ὑμεῖς γὰρ θεαί εστε πάρεστέ τε ίστέ τε πάντα,
486ἡμεῖς δὲ κλέος οῖον ακούομεν ου δέ τι ίδμεν

487οἵ τινες ἡγεμόνες Δαναῶν καὶ κοίρανοι ῆσαν·

488πληθὺν δ̓ ουκ ὰν εγὼ μυθήσομαι ου δ̓ ονομήνω, ου δ̓
489εί μοι δέκα μὲν γλῶσσαι, δέκα δὲ στόματ̓ εῖεν,
490φωνὴ δ̓ άρρηκτος, χάλκεον δέ μοι ῆτορ ενείη,
491ει μὴ Ολυμπιάδες Μοῦσαι Διὸς αιγιόχοιο
492θυγατέρες μνησαίαθ̓ ὅσοι ὑπὸ Ίλιον ῆλθον·

493αρχοὺς αῦ νηῶν ερέω νῆάς τε προπάσας

494Βοιωτῶν μὲν Πηνέλεως καὶ Λήϊτος ῆρχον
495Αρκεσίλαός τε Προθοήνωρ τε Κλονίος τε,
496οἵ θ̓ Ὑρίην ενέμοντο καὶ Αυλίδα πετρήεσσαν
497Σχοῖνόν τε Σκῶλόν τε πολύκνημόν τ̓ Ετεωνόν,
498Θέσπειαν Γραῖάν τε καὶ ευρύχορον Μυκαλησσόν,
499οἵ τ̓ αμφ̓ Άρμ̓ ενέμοντο καὶ Ειλέσιον καὶ Ερυθράς,
500οἵ τ̓ Ελεῶν̓ εῖχον ηδ̓ Ὕλην καὶ Πετεῶνα,
501Ωκαλέην Μεδεῶνά τ̓ εϋκτίμενον πτολίεθρον,
502Κώπας Εύτρησίν τε πολυτρήρωνά τε Θίσβην,
503οἵ τε Κορώνειαν καὶ ποιήενθ̓ Ἁλίαρτον,
504οἵ τε Πλάταιαν έχον ηδ̓ οἳ Γλισᾶντ̓ ενέμοντο,
505οἵ θ̓ Ὑποθήβας εῖχον εϋκτίμενον πτολίεθρον,
506Ογχηστόν θ̓ ἱερὸν Ποσιδήϊον αγλαὸν άλσος,
507οἵ τε πολυστάφυλον Άρνην έχον, οἵ τε Μίδειαν
508Νῖσάν τε ζαθέην Ανθηδόνα τ̓ εσχατόωσαν·

509τῶν μὲν πεντήκοντα νέες κίον, εν δὲ ἑκάστῃ
510κοῦροι Βοιωτῶν ἑκατὸν καὶ είκοσι βαῖνον

511οἳ δ̓ Ασπληδόνα ναῖον ιδ̓ Ορχομενὸν Μινύειον,
512τῶν ῆρχ̓ Ασκάλαφος καὶ Ιάλμενος υἷες Άρηος
513οὓς τέκεν Αστυόχη δόμῳ Άκτορος Αζεΐδαο,
514παρθένος αιδοίη ὑπερώϊον εισαναβᾶσα
515Άρηϊ κρατερῷ·
δέ οἱ παρελέξατο λάθρῃ
516τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες εστιχόωντο

517αυτὰρ Φωκήων Σχεδίος καὶ Επίστροφος ῆρχον
518υἷες Ιφίτου μεγαθύμου Ναυβολίδαο,
519οἳ Κυπάρισσον έχον Πυθῶνά τε πετρήεσσαν
520Κρῖσάν τε ζαθέην καὶ Δαυλίδα καὶ Πανοπῆα,
521οἵ τ̓ Ανεμώρειαν καὶ Ὑάμπολιν αμφενέμοντο,
522οἵ τ̓ άρα πὰρ ποταμὸν Κηφισὸν δῖον έναιον,
523οἵ τε Λίλαιαν έχον πηγῇς έπι Κηφισοῖο·

524τοῖς δ̓ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο

525οἳ μὲν Φωκήων στίχας ἵστασαν αμφιέποντες,
526Βοιωτῶν δ̓ έμπλην επ̓ αριστερὰ θωρήσσοντο

527Λοκρῶν δ̓ ἡγεμόνευεν Οϊλῆος ταχὺς Αίας
528μείων, ού τι τόσος γε ὅσος Τελαμώνιος Αίας
529αλλὰ πολὺ μείων·
ολίγος μὲν έην λινοθώρηξ,
530εγχείῃ δ̓ εκέκαστο Πανέλληνας καὶ Αχαιούς·

531οἳ Κῦνόν τ̓ ενέμοντ̓ Οπόεντά τε Καλλίαρόν τε
532Βῆσσάν τε Σκάρφην τε καὶ Αυγειὰς ερατεινὰς
533Τάρφην τε Θρόνιον τε Βοαγρίου αμφὶ ῥέεθρα

534τῷ δ̓ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο
535Λοκρῶν, οἳ ναίουσι πέρην ἱερῆς Ευβοίης

536οἳ δ̓ Εύβοιαν έχον μένεα πνείοντες Άβαντες
537Χαλκίδα τ̓ Ειρέτριάν τε πολυστάφυλόν θ̓ Ἱστίαιαν
538Κήρινθόν τ̓ έφαλον Δίου τ̓ αιπὺ πτολίεθρον,
539οἵ τε Κάρυστον έχον ηδ̓ οἳ Στύρα ναιετάασκον,
540τῶν αῦθ̓ ηγεμόνεὐ Ελεφήνωρ όζος Άρηος
541Χαλκωδοντιάδης μεγαθύμων αρχὸς Αβάντων.

542τῷ δ̓ άμ̓ Άβαντες ἕποντο θοοὶ όπιθεν κομόωντες
543αιχμηταὶ μεμαῶτες ορεκτῇσιν μελίῃσι
544θώρηκας ῥήξειν δηΐων αμφὶ στήθεσσι·

545τῷ δ̓ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο

546οἳ δ̓ άῤ Αθήνας εῖχον εϋκτίμενον πτολίεθρον
547δῆμον Ερεχθῆος μεγαλήτορος, ὅν ποτ̓ Αθήνη
548θρέψε Διὸς θυγάτηρ, τέκε δὲ ζείδωρος άρουρα,
549κὰδ δ̓ εν Αθήνῃς εἷσεν ἑῷ εν πίονι νηῷ·

550ένθα δέ μιν ταύροισι καὶ αρνειοῖς ἱλάονται
551κοῦροι Αθηναίων περιτελλομένων ενιαυτῶν

552τῶν αῦθ̓ ηγεμόνεὐ υἱὸς Πετεῶο Μενεσθεύς.

553τῷ δ̓ ού πώ τις ὁμοῖος επιχθόνιος γένετ̓ ανὴρ
554κοσμῆσαι ἵππους τε καὶ ανέρας ασπιδιώτας

555Νέστωρ οῖος έριζεν
γὰρ προγενέστερος ῆεν
556τῷ δ̓ ἅμα πεντήκοντα μέλαιναι νῆες ἕποντο

557Αίας δ̓ εκ Σαλαμῖνος άγεν δυοκαίδεκα νῆας,
558στῆσε δ̓ άγων ίν̓ Αθηναίων ἵσταντο φάλαγγες

559οἳ δ̓ Άργός τ̓ εῖχον Τίρυνθά τε τειχιόεσσαν
560Ἑρμιόνην Ασίνην τε, βαθὺν κατὰ κόλπον εχούσας,
561Τροιζῆν̓ Ηϊόνας τε καὶ αμπελόεντ̓ Επίδαυρον,
562οἵ τ̓ έχον Αίγιναν Μάσητά τε κοῦροι Αχαιῶν,
563τῶν αῦθ̓ ἡγεμόνευε βοὴν αγαθὸς Διομήδης
564καὶ Σθένελος, Καπανῆος αγακλειτοῦ φίλος υἱός

565τοῖσι δ̓ άμ̓ Ευρύαλος τρίτατος κίεν ισόθεος φὼς
566Μηκιστέος υἱὸς Ταλαϊονίδαο άνακτος·

567συμπάντων δ̓ ἡγεῖτο βοὴν αγαθὸς Διομήδης

568τοῖσι δ̓ άμ̓ ογδώκοντα μέλαιναι νῆες ἕποντο

569οἳ δὲ Μυκήνας εῖχον εϋκτίμενον πτολίεθρον
570αφνειόν τε Κόρινθον εϋκτιμένας τε Κλεωνάς,
571Ορνειάς τ̓ ενέμοντο Αραιθυρέην τ̓ ερατεινὴν
572καὶ Σικυῶν̓, όθ̓ άῤ Άδρηστος πρῶτ̓ εμβασίλευεν,
573οἵ θ̓ Ὑπερησίην τε καὶ αιπεινὴν Γονόεσσαν
574Πελλήνην τ̓ εῖχον ηδ̓ Αίγιον αμφενέμοντο
575Αιγιαλόν τ̓ ανὰ πάντα καὶ αμφ̓ Ἑλίκην ευρεῖαν,
576τῶν ἑκατὸν νηῶν ῆρχε κρείων Αγαμέμνων
577Ατρεΐδης·
ἅμα τῷ γε πολὺ πλεῖστοι καὶ άριστοι
578λαοὶ έποντ̓
εν δ̓ αυτὸς εδύσετο νώροπα χαλκὸν
579κυδιόων, πᾶσιν δὲ μετέπρεπεν ἡρώεσσιν
580ούνεκ̓ άριστος έην πολὺ δὲ πλείστους άγε λαούς

581οἳ δ̓ εῖχον κοίλην Λακεδαίμονα κητώεσσαν,
582Φᾶρίν τε Σπάρτην τε πολυτρήρωνά τε Μέσσην,
583Βρυσειάς τ̓ ενέμοντο καὶ Αυγειὰς ερατεινάς,
584οἵ τ̓ άῤ Αμύκλας εῖχον Ἕλος τ̓ έφαλον πτολίεθρον,
585οἵ τε Λάαν εῖχον ηδ̓ Οίτυλον αμφενέμοντο,
586τῶν οἱ αδελφεὸς ῆρχε βοὴν αγαθὸς Μενέλαος
587ἑξήκοντα νεῶν·
απάτερθε δὲ θωρήσσοντο
588εν δ̓ αυτὸς κίεν ᾗσι προθυμίῃσι πεποιθὼς
589οτρύνων πόλεμον δέ·
μάλιστα δὲ ἵετο θυμῷ
590τίσασθαι Ἑλένης ὁρμήματά τε στοναχάς τε

591οἳ δὲ Πύλον τ̓ ενέμοντο καὶ Αρήνην ερατεινὴν
592καὶ Θρύον Αλφειοῖο πόρον καὶ εΰκτιτον Αιπὺ
593καὶ Κυπαρισσήεντα καὶ Αμφιγένειαν έναιον
594καὶ Πτελεὸν καὶ Ἕλος καὶ Δώριον, ένθά τε Μοῦσαι
595αντόμεναι Θάμυριν τὸν Θρήϊκα παῦσαν αοιδῆς
596Οιχαλίηθεν ιόντα παῤ Ευρύτου Οιχαλιῆος·

597στεῦτο γὰρ ευχόμενος νικησέμεν εί περ ὰν αυταὶ
598Μοῦσαι αείδοιεν κοῦραι Διὸς αιγιόχοιο·

599αἳ δὲ χολωσάμεναι πηρὸν θέσαν, αυτὰρ αοιδὴν
600θεσπεσίην αφέλοντο καὶ εκλέλαθον κιθαριστύν·

601τῶν αῦθ̓ ἡγεμόνευε Γερήνιος ἱππότα Νέστωρ·

602τῷ δ̓ ενενήκοντα γλαφυραὶ νέες εστιχόωντο

603οἳ δ̓ έχον Αρκαδίην ὑπὸ Κυλλήνης όρος αιπὺ
604Αιπύτιον παρὰ τύμβον ίν̓ ανέρες αγχιμαχηταί,
605οἳ Φενεόν τ̓ ενέμοντο καὶ Ορχομενὸν πολύμηλον
606Ῥίπην τε Στρατίην τε καὶ ηνεμόεσσαν Ενίσπην
607καὶ Τεγέην εῖχον καὶ Μαντινέην ερατεινὴν
608Στύμφηλόν τ̓ εῖχον καὶ Παρρασίην ενέμοντο,
609τῶν ῆρχ̓ Αγκαίοιο πάϊς κρείων Αγαπήνωρ
610ἑξήκοντα νεῶν·
πολέες δ̓ εν νηῒ ἑκάστῃ
611Αρκάδες άνδρες έβαινον επιστάμενοι πολεμίζειν

612αυτὸς γάρ σφιν δῶκεν άναξ ανδρῶν Αγαμέμνων
613νῆας εϋσσέλμους περάαν επὶ οίνοπα πόντον
614Ατρεΐδης, επεὶ ού σφι θαλάσσια έργα μεμήλει

615οἳ δ̓ άρα Βουπράσιόν τε καὶ Ήλιδα δῖαν έναιον
616ὅσσον εφ̓ Ὑρμίνη καὶ Μύρσινος εσχατόωσα
617πέτρη τ̓ Ωλενίη καὶ Αλήσιον εντὸς εέργει,
618τῶν αῦ τέσσαρες αρχοὶ έσαν, δέκα δ̓ ανδρὶ ἑκάστῳ
619νῆες ἕποντο θοαί, πολέες δ̓ έμβαινον Επειοί.

620τῶν μὲν άῤ Αμφίμαχος καὶ Θάλπιος ἡγησάσθην
621υἷες μὲν Κτεάτου, δ̓ άῤ Ευρύτου, Ακτορίωνε·

622τῶν δ̓ Αμαρυγκεΐδης ῆρχε κρατερὸς Διώρης

623τῶν δὲ τετάρτων ῆρχε Πολύξεινος θεοειδὴς
624υἱὸς Αγασθένεος Αυγηϊάδαο άνακτος.

625οἳ δ̓ εκ Δουλιχίοιο Εχινάων θ̓ ἱεράων
626νήσων, αἳ ναίουσι πέρην ἁλὸς Ήλιδος άντα,
627τῶν αῦθ̓ ἡγεμόνευε Μέγης ατάλαντος Άρηϊ
628Φυλεΐδης, ὃν τίκτε Διῒ φίλος ἱππότα Φυλεύς,
629ὅς ποτε Δουλίχιον δ̓ απενάσσατο πατρὶ χολωθείς·

630τῷ δ̓ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο

631αυτὰρ Οδυσσεὺς ῆγε Κεφαλλῆνας μεγαθύμους,
632οἵ ῥ̓ Ιθάκην εῖχον καὶ Νήριτον εινοσίφυλλον
633καὶ Κροκύλεἰ ενέμοντο καὶ Αιγίλιπα τρηχεῖαν,
634οἵ τε Ζάκυνθον έχον ηδ̓ οἳ Σάμον αμφενέμοντο,
635οἵ τ̓ ήπειρον έχον ηδ̓ αντιπέραἰ ενέμοντο

636τῶν μὲν Οδυσσεὺς ῆρχε Διὶ μῆτιν ατάλαντος

637τῷ δ̓ ἅμα νῆες ἕποντο δυώδεκα μιλτοπάρῃοι

638Αιτωλῶν δ̓ ἡγεῖτο Θόας Ανδραίμονος υἱός,
639οἳ Πλευρῶν̓ ενέμοντο καὶ Ώλενον ηδὲ Πυλήνην
640Χαλκίδα τ̓ αγχίαλον Καλυδῶνά τε πετρήεσσαν·

641ου γὰρ έτ̓ Οινῆος μεγαλήτορος υἱέες ῆσαν,
642ου δ̓ άῤ έτ̓ αυτὸς έην, θάνε δὲ ξανθὸς Μελέαγρος

643τῷ δ̓ επὶ πάντ̓ ετέταλτο ανασσέμεν Αιτωλοῖσι

644τῷ δ̓ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο

645Κρητῶν δ̓ Ιδομενεὺς δουρὶ κλυτὸς ἡγεμόνευεν,
646οἳ Κνωσόν τ̓ εῖχον Γόρτυνά τε τειχιόεσσαν,
647Λύκτον Μίλητόν τε καὶ αργινόεντα Λύκαστον
648Φαιστόν τε Ῥύτιόν τε, πόλεις εῦ ναιετοώσας,
649άλλοι θ̓ οἳ Κρήτην ἑκατόμπολιν αμφενέμοντο

650τῶν μὲν άῤ Ιδομενεὺς δουρὶ κλυτὸς ἡγεμόνευε
651Μηριόνης τ̓ ατάλαντος Ενυαλίῳ ανδρειφόντῃ

652τοῖσι δ̓ άμ̓ ογδώκοντα μέλαιναι νῆες ἕποντο

653Τληπόλεμος δ̓ Ἡρακλεΐδης ηΰς τε μέγας τε
654εκ Ῥόδου εννέα νῆας άγεν Ῥοδίων αγερώχων,
655οἳ Ῥόδον αμφενέμοντο διὰ τρίχα κοσμηθέντες
656Λίνδον Ιηλυσόν τε καὶ αργινόεντα Κάμειρον.

657τῶν μὲν Τληπόλεμος δουρὶ κλυτὸς ἡγεμόνευεν,
658ὃν τέκεν Αστυόχεια βίῃ Ἡρακληείῃ,
659τὴν άγετ̓ εξ Εφύρης ποταμοῦ άπο Σελλήεντος
660πέρσας άστεα πολλὰ διοτρεφέων αιζηῶν.

661Τληπόλεμος δ̓ επεὶ οῦν τράφ̓ ενὶ μεγάρῳ ευπήκτῳ,
662αυτίκα πατρὸς ἑοῖο φίλον μήτρωα κατέκτα
663ήδη γηράσκοντα Λικύμνιον όζον Άρηος·

664αῖψα δὲ νῆας έπηξε, πολὺν δ̓ γε λαὸν αγείρας
665βῆ φεύγων επὶ πόντον
απείλησαν γάρ οἱ άλλοι
666υἱέες υἱωνοί τε βίης Ἡρακληείης

667αυτὰρ γ̓ ες Ῥόδον ἷξεν αλώμενος άλγεα πάσχων

668τριχθὰ δὲ ῴκηθεν καταφυλαδόν, ηδὲ φίληθεν
669εκ Διός, ὅς τε θεοῖσι καὶ ανθρώποισιν ανάσσει,
670καί σφιν θεσπέσιον πλοῦτον κατέχευε Κρονίων

671Νιρεὺς αῦ Σύμηθεν άγε τρεῖς νῆας εΐσας
672Νιρεὺς Αγλαΐης υἱὸς Χαρόποιό τ̓ άνακτος
673Νιρεύς, ὃς κάλλιστος ανὴρ ὑπὸ Ίλιον ῆλθε
674τῶν άλλων Δαναῶν μετ̓ αμύμονα Πηλεΐωνα·

675αλλ̓ αλαπαδνὸς έην, παῦρος δέ οἱ εἵπετο λαός

676οἳ δ̓ άρα Νίσυρόν τ̓ εῖχον Κράπαθόν τε Κάσον τε
677καὶ Κῶν Ευρυπύλοιο πόλιν νήσους τε Καλύδνας,
678τῶν αῦ Φείδιππός τε καὶ Άντιφος ἡγησάσθην
679Θεσσαλοῦ υἷε δύω Ἡρακλεΐδαο άνακτος·

680τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες εστιχόωντο

681νῦν αῦ τοὺς ὅσσοι τὸ Πελασγικὸν Άργος έναιον,
682οἵ τ̓ Άλον οἵ τ̓ Αλόπην οἵ τε Τρηχῖνα νέμοντο,
683οἵ τ̓ εῖχον Φθίην ηδ̓ Ἑλλάδα καλλιγύναικα,
684Μυρμιδόνες δὲ καλεῦντο καὶ Ἕλληνες καὶ Αχαιοί,
685τῶν αῦ πεντήκοντα νεῶν ῆν αρχὸς Αχιλλεύς.

686αλλ̓ οἵ γ̓ ου πολέμοιο δυσηχέος εμνώοντο

687ου γὰρ έην ὅς τίς σφιν επὶ στίχας ἡγήσαιτο

688κεῖτο γὰρ εν νήεσσι ποδάρκης δῖος Αχιλλεὺς
689κούρης χωόμενος Βρισηΐδος ηϋκόμοιο,
690τὴν εκ Λυρνησσοῦ εξείλετο πολλὰ μογήσας
691Λυρνησσὸν διαπορθήσας καὶ τείχεα Θήβης,
692κὰδ δὲ Μύνητ̓ έβαλεν καὶ Επίστροφον εγχεσιμώρους,
693υἱέας Ευηνοῖο Σεληπιάδαο άνακτος·

694τῆς γε κεῖτ̓ αχέων, τάχα δ̓ ανστήσεσθαι έμελλεν

695οἳ δ̓ εῖχον Φυλάκην καὶ Πύρασον ανθεμόεντα
696Δήμητρος τέμενος, Ίτωνά τε μητέρα μήλων,
697αγχίαλόν τ̓ Αντρῶνα ιδὲ Πτελεὸν λεχεποίην,
698τῶν αῦ Πρωτεσίλαος αρήϊος ἡγεμόνευε
699ζωὸς εών·
τότε δ̓ ήδη έχεν κάτα γαῖα μέλαινα
700τοῦ δὲ καὶ αμφιδρυφὴς άλοχος Φυλάκῃ ελέλειπτο
701καὶ δόμος ἡμιτελής
τὸν δ̓ έκτανε Δάρδανος ανὴρ
702νηὸς αποθρῴσκοντα πολὺ πρώτιστον Αχαιῶν

703ου δὲ μὲν ου δ̓ οἳ άναρχοι έσαν, πόθεόν γε μὲν αρχόν

704αλλά σφεας κόσμησε Ποδάρκης όζος Άρηος
705Ιφίκλου υἱὸς πολυμήλου Φυλακίδαο
706αυτοκασίγνητος μεγαθύμου Πρωτεσιλάου
707ὁπλότερος γενεῇ·
δ̓ ἅμα πρότερος καὶ αρείων
708ἥρως Πρωτεσίλαος αρήϊος·
ου δέ τι λαοὶ
709δεύονθ̓ ἡγεμόνος, πόθεόν γε μὲν εσθλὸν εόντα

710τῷ δ̓ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο

711οἳ δὲ Φερὰς ενέμοντο παραὶ Βοιβηΐδα λίμνην
712Βοίβην καὶ Γλαφύρας καὶ εϋκτιμένην Ιαωλκόν,
713τῶν ῆρχ̓ Αδμήτοιο φίλος πάϊς ἕνδεκα νηῶν
714Εύμηλος, τὸν υπ̓ Αδμήτῳ τέκε δῖα γυναικῶν
715Άλκηστις Πελίαο θυγατρῶν εῖδος αρίστη.

716οἳ δ̓ άρα Μηθώνην καὶ Θαυμακίην ενέμοντο
717καὶ Μελίβοιαν έχον καὶ Ολιζῶνα τρηχεῖαν,
718τῶν δὲ Φιλοκτήτης ῆρχεν τόξων εῢ ειδὼς
719ἑπτὰ νεῶν
ερέται δ̓ εν ἑκάστῃ πεντήκοντα
720εμβέβασαν τόξων εῦ ειδότες ῖφι μάχεσθαι.

721αλλ̓ μὲν εν νήσῳ κεῖτο κρατέῤ άλγεα πάσχων
722Λήμνῳ εν ηγαθέῃ, ὅθι μιν λίπον υἷες Αχαιῶν
723ἕλκεϊ μοχθίζοντα κακῷ ολοόφρονος ὕδρου·

724ένθ̓ γε κεῖτ̓ αχέων
τάχα δὲ μνήσεσθαι έμελλον
725Αργεῖοι παρὰ νηυσὶ Φιλοκτήταο άνακτος

726ου δὲ μὲν ου δ̓ οἳ άναρχοι έσαν, πόθεόν γε μὲν αρχόν

727αλλὰ Μέδων κόσμησεν Οϊλῆος νόθος υἱός,
728τόν ῥ̓ έτεκεν Ῥήνη υπ̓ Οϊλῆϊ πτολιπόρθῳ.

729οἳ δ̓ εῖχον Τρίκκην καὶ Ιθώμην κλωμακόεσσαν,
730οἵ τ̓ έχον Οιχαλίην πόλιν Ευρύτου Οιχαλιῆος,
731τῶν αῦθ̓ ἡγείσθην Ασκληπιοῦ δύο παῖδε
732ιητῆῤ αγαθὼ Ποδαλείριος ηδὲ Μαχάων·

733τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες εστιχόωντο

734οἳ δ̓ έχον Ορμένιον, οἵ τε κρήνην Ὑπέρειαν,
735οἵ τ̓ έχον Αστέριον Τιτάνοιό τε λευκὰ κάρηνα,
736τῶν ῆρχ̓ Ευρύπυλος Ευαίμονος αγλαὸς υἱός·

737τῷ δ̓ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο

738οἳ δ̓ Άργισσαν έχον καὶ Γυρτώνην ενέμοντο,
739Όρθην Ηλώνην τε πόλιν τ̓ Ολοοσσόνα λευκήν,
740τῶν αῦθ̓ ἡγεμόνευε μενεπτόλεμος Πολυποίτης
741υἱὸς Πειριθόοιο τὸν αθάνατος τέκετο Ζεύς·

742τόν ῥ̓ ὑπὸ Πειριθόῳ τέκετο κλυτὸς Ἱπποδάμεια
743ήματι τῷ ὅτε Φῆρας ετίσατο λαχνήεντας,
744τοὺς δ̓ εκ Πηλίου ῶσε καὶ Αιθίκεσσι πέλασσεν

745ουκ οῖος, ἅμα τῷ γε Λεοντεὺς όζος Άρηος
746υἱὸς ὑπερθύμοιο Κορώνου Καινεΐδαο·

747τοῖς δ̓ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο

748Γουνεὺς δ̓ εκ Κύφου ῆγε δύω καὶ είκοσι νῆας

749τῷ δ̓ Ενιῆνες ἕποντο μενεπτόλεμοί τε Περαιβοὶ
750οἳ περὶ Δωδώνην δυσχείμερον οικί̓ έθεντο,
751οἵ τ̓ αμφ̓ ἱμερτὸν Τιταρησσὸν έργα νέμοντο
752ὅς ῥ̓ ες Πηνειὸν προΐει καλλίρροον ὕδωρ,
753ου δ̓ γε Πηνειῷ συμμίσγεται αργυροδίνῃ,
754αλλά τέ μιν καθύπερθεν επιρρέει ηΰτ̓ έλαιον·

755ὅρκου γὰρ δεινοῦ Στυγὸς ὕδατός εστιν απορρώξ.

756Μαγνήτων δ̓ ῆρχε Πρόθοος Τενθρηδόνος υἱός,
757οἳ περὶ Πηνειὸν καὶ Πήλιον εινοσίφυλλον
758ναίεσκον·
τῶν μὲν Πρόθοος θοὸς ἡγεμόνευε,
759τῷ δ̓ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο

760οὗτοι άῤ ἡγεμόνες Δαναῶν καὶ κοίρανοι ῆσαν

761τίς τὰρ τῶν όχ̓ άριστος έην σύ μοι έννεπε Μοῦσα
762αυτῶν ηδ̓ ἵππων, οἳ άμ̓ Ατρεΐδῃσιν ἕποντο

763ἵπποι μὲν μέγ̓ άρισται έσαν Φηρητιάδαο,
764τὰς Εύμηλος έλαυνε ποδώκεας όρνιθας ὣς
765ότριχας οιέτεας σταφύλῇ επὶ νῶτον εΐσας·

766τὰς εν Πηρείῃ θρέψ̓ αργυρότοξος Απόλλων
767άμφω θηλείας, φόβον Άρηος φορεούσας

768ανδρῶν αῦ μέγ̓ άριστος έην Τελαμώνιος Αίας
769όφῤ Αχιλεὺς μήνιεν
γὰρ πολὺ φέρτατος ῆεν,
770ἵπποι θ̓ οἳ φορέεσκον αμύμονα Πηλεΐωνα

771αλλ̓ μὲν εν νήεσσι κορωνίσι ποντοπόροισι
772κεῖτ̓ απομηνίσας Αγαμέμνονι ποιμένι λαῶν
773Ατρεΐδῃ
λαοὶ δὲ παρὰ ῥηγμῖνι θαλάσσης
774δίσκοισιν τέρποντο καὶ αιγανέῃσιν ἱέντες
775τόξοισίν θ̓
ἵπποι δὲ παῤ ἅρμασιν οἷσιν ἕκαστος
776λωτὸν ερεπτόμενοι ελεόθρεπτόν τε σέλινον
777ἕστασαν
ἅρματα δ̓ εῦ πεπυκασμένα κεῖτο ανάκτων
778εν κλισίῃς
οἳ δ̓ αρχὸν αρηΐφιλον ποθέοντες
779φοίτων ένθα καὶ ένθα κατὰ στρατὸν ου δὲ μάχοντο

780οἳ δ̓ άῤ ίσαν ὡς εί τε πυρὶ χθὼν πᾶσα νέμοιτο·

781γαῖα δ̓ ὑπεστενάχιζε Διὶ ὣς τερπικεραύνῳ
782χωομένῳ ὅτε τ̓ αμφὶ Τυφωέϊ γαῖαν ἱμάσσῃ
783ειν Αρίμοις, ὅθι φασὶ Τυφωέος έμμεναι ευνάς·

784ὣς άρα τῶν ὑπὸ ποσσὶ μέγα στεναχίζετο γαῖα
785ερχομένων
μάλα δ̓ ῶκα διέπρησσον πεδίοιο
786Τρωσὶν δ̓ άγγελος ῆλθε ποδήνεμος ωκέα Ι͂ρις
787πὰρ Διὸς αιγιόχοιο σὺν αγγελίῃ αλεγεινῇ

788οἳ δ̓ αγορὰς αγόρευον επὶ Πριάμοιο θύρῃσι
789πάντες ὁμηγερέες ημὲν νέοι ηδὲ γέροντες·

790αγχοῦ δ̓ ἱσταμένη προσέφη πόδας ωκέα Ι͂ρις

791είσατο δὲ φθογγὴν υἷϊ Πριάμοιο Πολίτῃ,
792ὃς Τρώων σκοπὸς ἷζε ποδωκείῃσι πεποιθὼς
793τύμβῳ επ̓ ακροτάτῳ Αισυήταο γέροντος,
794δέγμενος ὁππότε ναῦφιν αφορμηθεῖεν Αχαιοί·

795τῷ μιν εεισαμένη προσέφη πόδας ωκέα Ι͂ρις

796 γέρον αιεί τοι μῦθοι φίλοι άκριτοί εισιν,
797ὥς ποτ̓ επ̓ ειρήνης·
πόλεμος δ̓ αλίαστος όρωρεν
798ήδη μὲν μάλα πολλὰ μάχας εισήλυθον ανδρῶν,
799αλλ̓ ού πω τοιόνδε τοσόνδέ τε λαὸν όπωπα

800λίην γὰρ φύλλοισιν εοικότες ψαμάθοισιν
801έρχονται πεδίοιο μαχησόμενοι προτὶ άστυ

802Ἕκτορ σοὶ δὲ μάλιστ̓ επιτέλλομαι, ὧδε δὲ ῥέξαι

803πολλοὶ γὰρ κατὰ άστυ μέγα Πριάμου επίκουροι,
804άλλη δ̓ άλλων γλῶσσα πολυσπερέων ανθρώπων·

805τοῖσιν ἕκαστος ανὴρ σημαινέτω οἷσί περ άρχει,
806τῶν δ̓ εξηγείσθω κοσμησάμενος πολιήτας

807ὣς έφαθ̓, Ἕκτωρ δ̓ ού τι θεᾶς έπος ηγνοίησεν,
808αῖψα δ̓ έλυσ̓ αγορήν
επὶ τεύχεα δ̓ εσσεύοντο
809πᾶσαι δ̓ ωΐγνυντο πύλαι, εκ δ̓ έσσυτο λαὸς
810πεζοί θ̓ ἱππῆές τε·
πολὺς δ̓ ορυμαγδὸς ορώρει
811έστι δέ τις προπάροιθε πόλιος αιπεῖα κολώνη
812εν πεδίῳ απάνευθε περίδρομος ένθα καὶ ένθα,
813τὴν ήτοι άνδρες Βατίειαν κικλήσκουσιν,
814αθάνατοι δέ τε σῆμα πολυσκάρθμοιο Μυρίνης·

815ένθα τότε Τρῶές τε διέκριθεν ηδ̓ επίκουροι

816Τρωσὶ μὲν ἡγεμόνευε μέγας κορυθαίολος Ἕκτωρ
817Πριαμίδης
ἅμα τῷ γε πολὺ πλεῖστοι καὶ άριστοι
818λαοὶ θωρήσσοντο μεμαότες εγχείῃσι

819Δαρδανίων αῦτ̓ ῆρχεν εῢς πάϊς Αγχίσαο
820Αινείας, τὸν υπ̓ Αγχίσῃ τέκε δῖ̓ Αφροδίτη
821Ίδης εν κνημοῖσι θεὰ βροτῷ ευνηθεῖσα,
822ουκ οῖος, ἅμα τῷ γε δύω Αντήνορος υἷε
823Αρχέλοχός τ̓ Ακάμας τε μάχης εῦ ειδότε πάσης.

824οἳ δὲ Ζέλειαν έναιον ὑπαὶ πόδα νείατον Ίδης
825αφνειοὶ πίνοντες ὕδωρ μέλαν Αισήποιο
826Τρῶες, τῶν αῦτ̓ ῆρχε Λυκάονος αγλαὸς υἱὸς
827Πάνδαρος, καὶ τόξον Απόλλων αυτὸς έδωκεν.

828οἳ δ̓ Αδρήστειάν τ̓ εῖχον καὶ δῆμον Απαισοῦ
829καὶ Πιτύειαν έχον καὶ Τηρείης όρος αιπύ,
830τῶν ῆρχ̓ Άδρηστός τε καὶ Άμφιος λινοθώρηξ
831υἷε δύω Μέροπος Περκωσίου, ὃς περὶ πάντων
832ῄδεε μαντοσύνας, ου δὲ οὓς παῖδας έασκε
833στείχειν ες πόλεμον φθισήνορα·
τὼ δέ οἱ ού τι
834πειθέσθην
κῆρες γὰρ άγον μέλανος θανάτοιο
835οἳ δ̓ άρα Περκώτην καὶ Πράκτιον αμφενέμοντο
836καὶ Σηστὸν καὶ Άβυδον έχον καὶ δῖαν Αρίσβην,
837τῶν αῦθ̓ Ὑρτακίδης ῆρχ̓ Άσιος όρχαμος ανδρῶν,
838Άσιος Ὑρτακίδης ὃν Αρίσβηθεν φέρον ἵπποι
839αίθωνες μεγάλοι ποταμοῦ άπο Σελλήεντος.

840Ἱππόθοος δ̓ άγε φῦλα Πελασγῶν εγχεσιμώρων
841τῶν οἳ Λάρισαν εριβώλακα ναιετάασκον

842τῶν ῆρχ̓ Ἱππόθοός τε Πύλαιός τ̓ όζος Άρηος,
843υἷε δύω Λήθοιο Πελασγοῦ Τευταμίδαο.

844αυτὰρ Θρήϊκας ῆγ̓ Ακάμας καὶ Πείροος ἥρως
845ὅσσους Ἑλλήσποντος αγάρροος εντὸς εέργει

846Εύφημος δ̓ αρχὸς Κικόνων ῆν αιχμητάων
847υἱὸς Τροιζήνοιο διοτρεφέος Κεάδαο.

848αυτὰρ Πυραίχμης άγε Παίονας αγκυλοτόξους
849τηλόθεν εξ Αμυδῶνος απ̓ Αξιοῦ ευρὺ ῥέοντος,
850Αξιοῦ οὗ κάλλιστον ὕδωρ επικίδναται αῖαν.

851Παφλαγόνων δ̓ ἡγεῖτο Πυλαιμένεος λάσιον κῆρ
852εξ Ενετῶν, ὅθεν ἡμιόνων γένος αγροτεράων,
853οἵ ῥα Κύτωρον έχον καὶ Σήσαμον αμφενέμοντο
854αμφί τε Παρθένιον ποταμὸν κλυτὰ δώματ̓ έναιον
855Κρῶμνάν τ̓ Αιγιαλόν τε καὶ ὑψηλοὺς Ερυθίνους.

856αυτὰρ Ἁλιζώνων Οδίος καὶ Επίστροφος ῆρχον
857τηλόθεν εξ Αλύβης, ὅθεν αργύρου εστὶ γενέθλη.

858Μυσῶν δὲ Χρόμις ῆρχε καὶ Έννομος οιωνιστής·

859αλλ̓ ουκ οιωνοῖσιν ερύσατο κῆρα μέλαιναν,
860αλλ̓ εδάμη ὑπὸ χερσὶ ποδώκεος Αιακίδαο
861εν ποταμῷ, ὅθι περ Τρῶας κεράϊζε καὶ άλλους

862Φόρκυς αῦ Φρύγας ῆγε καὶ Ασκάνιος θεοειδὴς
863τῆλ̓ εξ Ασκανίης
μέμασαν δ̓ ὑσμῖνι μάχεσθαι
864Μῄοσιν αῦ Μέσθλης τε καὶ Άντιφος ἡγησάσθην
865υἷε Ταλαιμένεος τὼ Γυγαίη τέκε λίμνη,
866οἳ καὶ Μῄονας ῆγον ὑπὸ Τμώλῳ γεγαῶτας.

867Νάστης αῦ Καρῶν ἡγήσατο βαρβαροφώνων,
868οἳ Μίλητον έχον Φθιρῶν τ̓ όρος ακριτόφυλλον
869Μαιάνδρου τε ῥοὰς Μυκάλης τ̓ αιπεινὰ κάρηνα

870τῶν μὲν άῤ Αμφίμαχος καὶ Νάστης ἡγησάσθην,
871Νάστης Αμφίμαχός τε Νομίονος αγλαὰ τέκνα,
872ὃς καὶ χρυσὸν έχων πόλεμον δ̓ ίεν ηΰτε κούρη
873νήπιος, ου δέ τί οἱ τό γ̓ επήρκεσε λυγρὸν όλεθρον,
874αλλ̓ εδάμη ὑπὸ χερσὶ ποδώκεος Αιακίδαο
875εν ποταμῷ, χρυσὸν δ̓ Αχιλεὺς εκόμισσε δαΐφρων.

876Σαρπηδὼν δ̓ ῆρχεν Λυκίων καὶ Γλαῦκος αμύμων
877τηλόθεν εκ Λυκίης, Ξάνθου άπο δινήεντος.