Homer

Iliad    —    Ἰλιάς

Book 19

1Ηὼς μὲν κροκόπεπλος απ̓ Ωκεανοῖο ῥοάων
2όρνυθ̓, ίν̓ αθανάτοισι φόως φέροι ηδὲ βροτοῖσιν

3 δ̓ ες νῆας ἵκανε θεοῦ πάρα δῶρα φέρουσα

4εὗρε δὲ Πατρόκλῳ περικείμενον ὃν φίλον υἱὸν
5κλαίοντα λιγέως·
πολέες δ̓ αμφ̓ αυτὸν ἑταῖροι
6μύρονθ̓
δ̓ εν τοῖσι παρίστατο δῖα θεάων,
7έν τ̓ άρα οἱ φῦ χειρὶ έπος τ̓ έφατ̓ έκ τ̓ ονόμαζε·

8τέκνον εμὸν τοῦτον μὲν εάσομεν αχνύμενοί περ
9κεῖσθαι, επεὶ δὴ πρῶτα θεῶν ιότητι δαμάσθη

10τύνη δ̓ Ἡφαίστοιο πάρα κλυτὰ τεύχεα δέξο
11καλὰ μάλ̓, οῖ ού πώ τις ανὴρ ώμοισι φόρησεν

12ὡς άρα φωνήσασα θεὰ κατὰ τεύχἐ έθηκε
13πρόσθεν Αχιλλῆος
τὰ δ̓ ανέβραχε δαίδαλα πάντα
14Μυρμιδόνας δ̓ άρα πάντας ἕλε τρόμος, ου δέ τις έτλη
15άντην εισιδέειν, αλλ̓ έτρεσαν
αυτὰρ Αχιλλεὺς
16ὡς εῖδ̓, ὥς μιν μᾶλλον έδυ χόλος, εν δέ οἱ όσσε
17δεινὸν ὑπὸ βλεφάρων ὡς ει σέλας εξεφάανθεν·

18τέρπετο δ̓ εν χείρεσσιν έχων θεοῦ αγλαὰ δῶρα

19αυτὰρ επεὶ φρεσὶν ᾗσι τετάρπετο δαίδαλα λεύσσων
20αυτίκα μητέρα ἣν έπεα πτερόεντα προσηύδα

21μῆτερ εμὴ τὰ μὲν ὅπλα θεὸς πόρεν οῖ επιεικὲς
22έργ̓ έμεν αθανάτων, μὴ δὲ βροτὸν άνδρα τελέσσαι

23νῦν δ̓ ήτοι μὲν εγὼ θωρήξομαι
αλλὰ μάλ̓ αινῶς
24δείδω μή μοι τόφρα Μενοιτίου άλκιμον υἱὸν
25μυῖαι καδδῦσαι κατὰ χαλκοτύπους ωτειλὰς
26ευλὰς εγγείνωνται, αεικίσσωσι δὲ νεκρόν,
27εκ δ̓ αιὼν πέφαται, κατὰ δὲ χρόα πάντα σαπήῃ

28τὸν δ̓ ημείβετ̓ έπειτα θεὰ Θέτις αργυρόπεζα·

29τέκνον μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων

30τῷ μὲν εγὼ πειρήσω αλαλκεῖν άγρια φῦλα
31μυίας, αἵ ῥά τε φῶτας αρηϊφάτους κατέδουσιν·

32ήν περ γὰρ κεῖταί γε τελεσφόρον εις ενιαυτόν,
33αιεὶ τῷ γ̓ έσται χρὼς έμπεδος, καὶ αρείων

34αλλὰ σύ γ̓ εις αγορὴν καλέσας ἥρωας Αχαιοὺς
35μῆνιν αποειπὼν Αγαμέμνονι ποιμένι λαῶν
36αῖψα μάλ̓ ες πόλεμον θωρήσσεο, δύσεο δ̓ αλκήν

37ὣς άρα φωνήσασα μένος πολυθαρσὲς ενῆκε,
38Πατρόκλῳ δ̓ αῦτ̓ αμβροσίην καὶ νέκταρ ερυθρὸν
39στάξε κατὰ ῥινῶν, ἵνα οἱ χρὼς έμπεδος είη

40αυτὰρ βῆ παρὰ θῖνα θαλάσσης δῖος Αχιλλεὺς
41σμερδαλέα ιάχων, ῶρσεν δ̓ ἥρωας Αχαιούς.

42καί ῥ̓ οἵ περ τὸ πάρος γε νεῶν εν αγῶνι μένεσκον
43οἵ τε κυβερνῆται καὶ έχον οιήϊα νηῶν
44καὶ ταμίαι παρὰ νηυσὶν έσαν σίτοιο δοτῆρες,
45καὶ μὴν οἳ τότε γ̓ εις αγορὴν ίσαν, ούνεκ̓ Αχιλλεὺς
46εξεφάνη, δηρὸν δὲ μάχης επέπαυτ̓ αλεγεινῆς.

47τὼ δὲ δύω σκάζοντε βάτην Άρεος θεράποντε
48Τυδεΐδης τε μενεπτόλεμος καὶ δῖος Οδυσσεὺς
49έγχει ερειδομένω
έτι γὰρ έχον ἕλκεα λυγρά
50κὰδ δὲ μετὰ πρώτῃ αγορῇ ἵζοντο κιόντες

51αυτὰρ δεύτατος ῆλθεν άναξ ανδρῶν Αγαμέμνων
52ἕλκος έχων
καὶ γὰρ τὸν ενὶ κρατερῇ ὑσμίνῃ
53οῦτα Κόων Αντηνορίδης χαλκήρεϊ δουρί

54αυτὰρ επεὶ δὴ πάντες αολλίσθησαν Αχαιοί,
55τοῖσι δ̓ ανιστάμενος μετέφη πόδας ωκὺς Αχιλλεύς

56Ατρεΐδη άρ τι τόδ̓ αμφοτέροισιν άρειον
57έπλετο σοὶ καὶ εμοί, τε νῶΐ περ αχνυμένω κῆρ
58θυμοβόρῳ έριδι μενεήναμεν εἵνεκα κούρης

59τὴν όφελ̓ εν νήεσσι κατακτάμεν Άρτεμις ιῷ
60ήματι τῷ ότ̓ εγὼν ἑλόμην Λυρνησσὸν ολέσσας

61τώ κ̓ ου τόσσοι Αχαιοὶ οδὰξ ἕλον άσπετον οῦδας
62δυσμενέων ὑπὸ χερσὶν εμεῦ απομηνίσαντος

63Ἕκτορι μὲν καὶ Τρωσὶ τὸ κέρδιον·
αυτὰρ Αχαιοὺς
64δηρὸν εμῆς καὶ σῆς έριδος μνήσεσθαι οΐω

65αλλὰ τὰ μὲν προτετύχθαι εάσομεν αχνύμενοί περ
66θυμὸν ενὶ στήθεσσι φίλον δαμάσαντες ανάγκῃ

67νῦν δ̓ ήτοι μὲν εγὼ παύω χόλον, ου δέ τί με χρὴ
68ασκελέως αιεὶ μενεαινέμεν
αλλ̓ άγε θᾶσσον
69ότρυνον πόλεμον δὲ κάρη κομόωντας Αχαιούς,
70όφῤ έτι καὶ Τρώων πειρήσομαι αντίον ελθὼν
71αί κ̓ εθέλωσ̓ επὶ νηυσὶν ιαύειν
αλλά τιν̓ οίω
72ασπασίως αυτῶν γόνυ κάμψειν, ὅς κε φύγῃσι
73δηΐου εκ πολέμοιο υπ̓ έγχεος ἡμετέροιο

74ὣς έφαθ̓, οἳ δ̓ εχάρησαν εϋκνήμιδες Αχαιοὶ
75μῆνιν απειπόντος μεγαθύμου Πηλεΐωνος

76τοῖσι δὲ καὶ μετέειπεν άναξ ανδρῶν Αγαμέμνων
77αυτόθεν εξ ἕδρης, ου δ̓ εν μέσσοισιν αναστάς

78 φίλοι ἥρωες Δαναοὶ θεράποντες Άρηος
79ἑσταότος μὲν καλὸν ακούειν, ου δὲ έοικεν
80ὑββάλλειν·
χαλεπὸν γὰρ επισταμένῳ περ εόντι.
81ανδρῶν δ̓ εν πολλῷ ὁμάδῳ πῶς κέν τις ακούσαι
82 είποι
βλάβεται δὲ λιγύς περ εὼν αγορητής
83Πηλεΐδῃ μὲν εγὼν ενδείξομαι
αυτὰρ οἱ άλλοι
84σύνθεσθ̓ Αργεῖοι, μῦθόν τ̓ εῦ γνῶτε ἕκαστος

85πολλάκι δή μοι τοῦτον Αχαιοὶ μῦθον έειπον
86καί τέ με νεικείεσκον
εγὼ δ̓ ουκ αίτιός ειμι,
87αλλὰ Ζεὺς καὶ Μοῖρα καὶ ηεροφοῖτις Ερινύς,
88οἵ τέ μοι ειν αγορῇ φρεσὶν έμβαλον άγριον άτην,
89ήματι τῷ ότ̓ Αχιλλῆος γέρας αυτὸς απηύρων.

90αλλὰ τί κεν ῥέξαιμι
θεὸς διὰ πάντα τελευτᾷ
91πρέσβα Διὸς θυγάτηρ Άτη, πάντας αᾶται,
92ουλομένη·
τῇ μέν θ̓ ἁπαλοὶ πόδες· ου γὰρ επ̓ ούδει
93πίλναται, αλλ̓ άρα γε κατ̓ ανδρῶν κράατα βαίνει
94βλάπτουσ̓ ανθρώπους
κατὰ δ̓ οῦν ἕτερόν γε πέδησε
95καὶ γὰρ δή νύ ποτε Ζεὺς άσατο, τόν περ άριστον
96ανδρῶν ηδὲ θεῶν φασ̓ έμμεναι
αλλ̓ άρα καὶ τὸν
97Ἥρη θῆλυς εοῦσα δολοφροσύνῃς απάτησεν,
98ήματι τῷ ότ̓ έμελλε βίην Ἡρακληείην
99Αλκμήνη τέξεσθαι εϋστεφάνῳ ενὶ Θήβῃ

100ήτοι γ̓ ευχόμενος μετέφη πάντεσσι θεοῖσι

101κέκλυτέ μευ πάντές τε θεοὶ πᾶσαί τε θέαιναι,
102όφῤ είπω τά με θυμὸς ενὶ στήθεσσιν ανώγει.

103σήμερον άνδρα φόως δὲ μογοστόκος Ειλείθυια
104εκφανεῖ, ὃς πάντεσσι περικτιόνεσσιν ανάξει,
105τῶν ανδρῶν γενεῆς οἵ θ̓ αἵματος εξ εμεῦ εισί

106τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη

107ψευστήσεις, ου δ̓ αῦτε τέλος μύθῳ επιθήσεις

108ει δ̓ άγε νῦν μοι όμοσσον Ολύμπιε καρτερὸν ὅρκον,
109 μὲν τὸν πάντεσσι περικτιόνεσσιν ανάξειν
110ὅς κεν επ̓ ήματι τῷδε πέσῃ μετὰ ποσσὶ γυναικὸς
111τῶν ανδρῶν οἳ σῆς εξ αἵματός εισι γενέθλης

112ὣς έφατο
Ζεὺς δ̓ ού τι δολοφροσύνην ενόησεν,
113αλλ̓ όμοσεν μέγαν ὅρκον, έπειτα δὲ πολλὸν αάσθη

114Ἥρη δ̓ αΐξασα λίπεν ῥίον Ουλύμποιο,
115καρπαλίμως δ̓ ίκετ̓ Άργος Αχαιικόν, ένθ̓ άρα ῄδη
116ιφθίμην άλοχον Σθενέλου Περσηϊάδαο

117 δ̓ εκύει φίλον υἱόν, δ̓ ἕβδομος ἑστήκει μείς

118εκ δ̓ άγαγε πρὸ φόως δὲ καὶ ηλιτόμηνον εόντα,
119Αλκμήνης δ̓ απέπαυσε τόκον, σχέθε δ̓ Ειλειθυίας

120αυτὴ δ̓ αγγελέουσα Δία Κρονίωνα προσηύδα

121Ζεῦ πάτερ αργικέραυνε έπος τί τοι εν φρεσὶ θήσω

122ήδη ανὴρ γέγον̓ εσθλὸς ὃς Αργείοισιν ανάξει
123Ευρυσθεὺς Σθενέλοιο πάϊς Περσηϊάδαο
124σὸν γένος·
ού οἱ αεικὲς ανασσέμεν Αργείοισιν.
125ὣς φάτο, τὸν δ̓ άχος οξὺ κατὰ φρένα τύψε βαθεῖαν

126αυτίκα δ̓ εῖλ̓ Άτην κεφαλῆς λιπαροπλοκάμοιο
127χωόμενος φρεσὶν ᾗσι, καὶ ώμοσε καρτερὸν ὅρκον
128μή ποτ̓ ες Ούλυμπόν τε καὶ ουρανὸν αστερόεντα
129αῦτις ελεύσεσθαι Άτην, πάντας αᾶται

130ὣς ειπὼν έρριψεν απ̓ ουρανοῦ αστερόεντος
131χειρὶ περιστρέψας
τάχα δ̓ ἵκετο έργ̓ ανθρώπων
132τὴν αιεὶ στενάχεσχ̓ όθ̓ ἑὸν φίλον υἱὸν ὁρῷτο
133έργον αεικὲς έχοντα υπ̓ Ευρυσθῆος αέθλων

134ὣς καὶ εγών, ὅτε δ̓ αῦτε μέγας κορυθαίολος Ἕκτωρ
135Αργείους ολέκεσκεν επὶ πρυμνῇσι νέεσσιν,
136ου δυνάμην λελαθέσθ̓ Άτης πρῶτον αάσθην

137αλλ̓ επεὶ αασάμην καί μευ φρένας εξέλετο Ζεύς,
138ὰψ εθέλω αρέσαι, δόμεναί τ̓ απερείσἰ άποινα

139αλλ̓ όρσευ πόλεμον δὲ καὶ άλλους όρνυθι λαούς

140δῶρα δ̓ εγὼν ὅδε πάντα παρασχέμεν ὅσσά τοι ελθὼν
141χθιζὸς ενὶ κλισίῃσιν ὑπέσχετο δῖος Οδυσσεύς.

142ει δ̓ εθέλεις, επίμεινον επειγόμενός περ Άρηος,
143δῶρα δέ τοι θεράποντες εμῆς παρὰ νηὸς ἑλόντες
144οίσουσ̓, όφρα ίδηαι τοι μενοεικέα δώσω

145τὸν δ̓ απαμειβόμενος προσέφη πόδας ωκὺς Αχιλλεύς

146Ατρεΐδη κύδιστε άναξ ανδρῶν Αγάμεμνον
147δῶρα μὲν αί κ̓ εθέλῃσθα παρασχέμεν, ὡς επιεικές,
148ή τ̓ εχέμεν παρὰ σοί·
νῦν δὲ μνησώμεθα χάρμης
149αῖψα μάλ̓
ου γὰρ χρὴ κλοτοπεύειν ενθάδ̓ εόντας
150ου δὲ διατρίβειν
έτι γὰρ μέγα έργον άρεκτον·
151ὥς κέ τις αῦτ̓ Αχιλῆα μετὰ πρώτοισιν ίδηται
152έγχεϊ χαλκείῳ Τρώων ολέκοντα φάλαγγας

153ὧδέ τις ὑμείων μεμνημένος ανδρὶ μαχέσθω

154τὸν δ̓ απαμειβόμενος προσέφη πολύμητις Οδυσσεύς

155μὴ δ̓ οὕτως, αγαθός περ εών, θεοείκελ̓ Αχιλλεῦ
156νήστιας ότρυνε προτὶ Ίλιον υἷας Αχαιῶν
157Τρωσὶ μαχησομένους, επεὶ ουκ ολίγον χρόνον έσται
158φύλοπις, εῦτ̓ ὰν πρῶτον ὁμιλήσωσι φάλαγγες
159ανδρῶν, εν δὲ θεὸς πνεύσῃ μένος αμφοτέροισιν

160αλλὰ πάσασθαι άνωχθι θοῇς επὶ νηυσὶν Αχαιοὺς
161σίτου καὶ οίνοιο
τὸ γὰρ μένος εστὶ καὶ αλκή
162ου γὰρ ανὴρ πρόπαν ῆμαρ ες ηέλιον καταδύντα
163άκμηνος σίτοιο δυνήσεται άντα μάχεσθαι

164εί περ γὰρ θυμῷ γε μενοινάᾳ πολεμίζειν,
165αλλά τε λάθρῃ γυῖα βαρύνεται, ηδὲ κιχάνει
166δίψά τε καὶ λιμός, βλάβεται δέ τε γούνατ̓ ιόντι

167ὃς δέ κ̓ ανὴρ οίνοιο κορεσσάμενος καὶ εδωδῆς
168ανδράσι δυσμενέεσσι πανημέριος πολεμίζῃ,
169θαρσαλέον νύ οἱ ῆτορ ενὶ φρεσίν, ου δέ τι γυῖα
170πρὶν κάμνει πρὶν πάντας ερωῆσαι πολέμοιο.

171αλλ̓ άγε λαὸν μὲν σκέδασον καὶ δεῖπνον άνωχθι
172ὅπλεσθαι
τὰ δὲ δῶρα άναξ ανδρῶν Αγαμέμνων
173οισέτω ες μέσσην αγορήν, ἵνα πάντες Αχαιοὶ
174οφθαλμοῖσιν ίδωσι, σὺ δὲ φρεσὶ σῇσιν ιανθῇς

175ομνυέτω δέ τοι ὅρκον εν Αργείοισιν αναστὰς
176μή ποτε τῆς ευνῆς επιβήμεναι ηδὲ μιγῆναι

177 θέμις εστὶν άναξ ή τ̓ ανδρῶν ή τε γυναικῶν

178καὶ δὲ σοὶ αυτῷ θυμὸς ενὶ φρεσὶν ἵλαος έστω

179αυτὰρ έπειτά σε δαιτὶ ενὶ κλισίῃς αρεσάσθω
180πιείρῃ, ἵνα μή τι δίκης επιδευὲς έχῃσθα

181Ατρεΐδη σὺ δ̓ έπειτα δικαιότερος καὶ επ̓ άλλῳ
182έσσεαι
ου μὲν γάρ τι νεμεσσητὸν βασιλῆα
183άνδῤ απαρέσσασθαι ὅτε τις πρότερος χαλεπήνῃ.

184τὸν δ̓ αῦτε προσέειπεν άναξ ανδρῶν Αγαμέμνων

185χαίρω σεῦ Λαερτιάδη τὸν μῦθον ακούσας

186εν μοίρῃ γὰρ πάντα διίκεο καὶ κατέλεξας

187ταῦτα δ̓ εγὼν εθέλω ομόσαι, κέλεται δέ με θυμός,
188ου δ̓ επιορκήσω πρὸς δαίμονος
αυτὰρ Αχιλλεὺς
189μιμνέτω αυτόθι τεῖος επειγόμενός περ Άρηος

190μίμνετε δ̓ άλλοι πάντες αολλέες, όφρά κε δῶρα
191εκ κλισίης έλθῃσι καὶ ὅρκια πιστὰ τάμωμεν

192σοὶ δ̓ αυτῷ τόδ̓ εγὼν επιτέλλομαι ηδὲ κελεύω

193κρινάμενος κούρητας αριστῆας Παναχαιῶν
194δῶρα εμῆς παρὰ νηὸς ενεικέμεν, όσσ̓ Αχιλῆϊ
195χθιζὸν ὑπέστημεν δώσειν, αγέμεν τε γυναῖκας

196Ταλθύβιος δέ μοι ῶκα κατὰ στρατὸν ευρὺν Αχαιῶν
197κάπρον ἑτοιμασάτω ταμέειν Διί τ̓ Ηελίῳ τε

198τὸν δ̓ απαμειβόμενος προσέφη πόδας ωκὺς Αχιλλεύς

199Ατρεΐδη κύδιστε άναξ ανδρῶν Αγάμεμνον
200άλλοτέ περ καὶ μᾶλλον οφέλλετε ταῦτα πένεσθαι,
201ὁππότε τις μεταπαυσωλὴ πολέμοιο γένηται
202καὶ μένος ου τόσον ῇσιν ενὶ στήθεσσιν εμοῖσι

203νῦν δ̓ οἳ μὲν κέαται δεδαϊγμένοι, οὓς εδάμασσεν
204Ἕκτωρ Πριαμίδης, ὅτε οἱ Ζεὺς κῦδος έδωκεν,
205ὑμεῖς δ̓ ες βρωτὺν οτρύνετον
τ̓ ὰν έγωγε
206νῦν μὲν ανώγοιμι πτολεμίζειν υἷας Αχαιῶν
207νήστιας ακμήνους, ἅμα δ̓ ηελίῳ καταδύντι
208τεύξεσθαι μέγα δόρπον, επὴν τεισαίμεθα λώβην

209πρὶν δ̓ ού πως ὰν έμοιγε φίλον κατὰ λαιμὸν ιείη
210ου πόσις ου δὲ βρῶσις ἑταίρου τεθνηῶτος
211ὅς μοι ενὶ κλισίῃ δεδαϊγμένος οξέϊ χαλκῷ
212κεῖται ανὰ πρόθυρον τετραμμένος, αμφὶ δ̓ ἑταῖροι
213μύρονται
τό μοι ού τι μετὰ φρεσὶ ταῦτα μέμηλεν,
214αλλὰ φόνος τε καὶ αἷμα καὶ αργαλέος στόνος ανδρῶν.

215τὸν δ̓ απαμειβόμενος προσέφη πολύμητις Οδυσσεύς

216 Αχιλεῦ Πηλῆος υἱὲ μέγα φέρτατ̓ Αχαιῶν,
217κρείσσων εις εμέθεν καὶ φέρτερος ουκ ολίγον περ
218έγχει, εγὼ δέ κε σεῖο νοήματί γε προβαλοίμην
219πολλόν, επεὶ πρότερος γενόμην καὶ πλείονα οῖδα

220τώ τοι επιτλήτω κραδίη μύθοισιν εμοῖσιν

221αῖψά τε φυλόπιδος πέλεται κόρος ανθρώποισιν,
222ἧς τε πλείστην μὲν καλάμην χθονὶ χαλκὸς έχευεν,
223άμητος δ̓ ολίγιστος, επὴν κλίνῃσι τάλαντα
224Ζεύς, ὅς τ̓ ανθρώπων ταμίης πολέμοιο τέτυκται.

225γαστέρι δ̓ ού πως έστι νέκυν πενθῆσαι Αχαιούς

226λίην γὰρ πολλοὶ καὶ επήτριμοι ήματα πάντα
227πίπτουσιν
πότε κέν τις αναπνεύσειε πόνοιο
228αλλὰ χρὴ τὸν μὲν καταθάπτειν ὅς κε θάνῃσι
229νηλέα θυμὸν έχοντας επ̓ ήματι δακρύσαντας

230ὅσσοι δ̓ ὰν πολέμοιο περὶ στυγεροῖο λίπωνται
231μεμνῆσθαι πόσιος καὶ εδητύος, όφῤ έτι μᾶλλον
232ανδράσι δυσμενέεσσι μαχώμεθα νωλεμὲς αιεὶ
233ἑσσάμενοι χροῒ χαλκὸν ατειρέα
μη δέ τις άλλην
234λαῶν οτρυντὺν ποτιδέγμενος ισχαναάσθω

235ἥδε γὰρ οτρυντὺς κακὸν έσσεται ὅς κε λίπηται
236νηυσὶν επ̓ Αργείων·
αλλ̓ αθρόοι ὁρμηθέντες
237Τρωσὶν εφ̓ ἱπποδάμοισιν εγείρομεν οξὺν Άρηα

238, καὶ Νέστορος υἷας οπάσσατο κυδαλίμοιο
239Φυλεΐδην τε Μέγητα Θόαντά τε Μηριόνην τε
240καὶ Κρειοντιάδην Λυκομήδεα καὶ Μελάνιππον

241βὰν δ̓ ίμεν ες κλισίην Αγαμέμνονος Ατρεΐδαο

242αυτίκ̓ έπειθ̓ ἅμα μῦθος έην, τετέλεστο δὲ έργον

243ἑπτὰ μὲν εκ κλισίης τρίποδας φέρον, οὕς οἱ ὑπέστη,
244αίθωνας δὲ λέβητας εείκοσι, δώδεκα δ̓ ἵππους

245εκ δ̓ άγον αῖψα γυναῖκας αμύμονα έργα ιδυίας
246έπτ̓, ατὰρ ογδοάτην Βρισηΐδα καλλιπάρῃον

247χρυσοῦ δὲ στήσας Οδυσεὺς δέκα πάντα τάλαντα
248ῆρχ̓, ἅμα δ̓ άλλοι δῶρα φέρον κούρητες Αχαιῶν

249καὶ τὰ μὲν εν μέσσῃ αγορῇ θέσαν, ὰν δ̓ Αγαμέμνων
250ἵστατο
Ταλθύβιος δὲ θεῷ εναλίγκιος αυδὴν
251κάπρον έχων εν χερσὶ παρίστατο ποιμένι λαῶν

252Ατρεΐδης δὲ ερυσσάμενος χείρεσσι μάχαιραν,
253 οἱ πὰρ ξίφεος μέγα κουλεὸν αιὲν άωρτο,
254κάπρου απὸ τρίχας αρξάμενος Διὶ χεῖρας ανασχὼν
255εύχετο
τοὶ δ̓ άρα πάντες επ̓ αυτόφιν εἵατο σιγῇ
256Αργεῖοι κατὰ μοῖραν ακούοντες βασιλῆος

257ευξάμενος δ̓ άρα εῖπεν ιδὼν εις ουρανὸν ευρύν

258ίστω νῦν Ζεὺς πρῶτα θεῶν ὕπατος καὶ άριστος
259Γῆ τε καὶ Ηέλιος καὶ Ερινύες, αἵ θ̓ ὑπὸ γαῖαν
260ανθρώπους τίνυνται, ὅτις κ̓ επίορκον ομόσσῃ,
261μὴ μὲν εγὼ κούρῃ Βρισηΐδι χεῖῤ επένεικα,
262ού τ̓ ευνῆς πρόφασιν κεχρημένος ούτέ τευ άλλου

263αλλ̓ έμεν̓ απροτίμαστος ενὶ κλισίῃσιν εμῇσιν

264ει δέ τι τῶνδ̓ επίορκον εμοὶ θεοὶ άλγεα δοῖεν
265πολλὰ μάλ̓, ὅσσα διδοῦσιν ὅτίς σφ̓ αλίτηται ομόσσας.

266, καὶ απὸ στόμαχον κάπρου τάμε νηλέϊ χαλκῷ

267τὸν μὲν Ταλθύβιος πολιῆς ἁλὸς ες μέγα λαῖτμα
268ῥῖψ̓ επιδινήσας βόσιν ιχθύσιν
αυτὰρ Αχιλλεὺς
269ανστὰς Αργείοισι φιλοπτολέμοισι μετηύδα

270Ζεῦ πάτερ μεγάλας άτας άνδρεσσι διδοῖσθα

271ουκ ὰν δή ποτε θυμὸν ενὶ στήθεσσιν εμοῖσιν
272Ατρεΐδης ώρινε διαμπερές, ου δέ κε κούρην
273ῆγεν εμεῦ αέκοντος αμήχανος·
αλλά ποθι Ζεὺς
274ήθελ̓ Αχαιοῖσιν θάνατον πολέεσσι γενέσθαι

275νῦν δ̓ έρχεσθ̓ επὶ δεῖπνον, ἵνα ξυνάγωμεν Άρηα

276ὣς άῤ εφώνησεν, λῦσεν δ̓ αγορὴν αιψηρήν

277οἳ μὲν άῤ εσκίδναντο ἑὴν επὶ νῆα ἕκαστος,
278δῶρα δὲ Μυρμιδόνες μεγαλήτορες αμφεπένοντο,
279βὰν δ̓ επὶ νῆα φέροντες Αχιλλῆος θείοιο

280καὶ τὰ μὲν εν κλισίῃσι θέσαν, κάθισαν δὲ γυναῖκας,
281ἵππους δ̓ εις αγέλην έλασαν θεράποντες αγαυοί

282Βρισηῒς δ̓ άῤ έπειτ̓ ικέλη χρυσέῃ Αφροδίτῃ
283ὡς ίδε Πάτροκλον δεδαϊγμένον οξέϊ χαλκῷ,
284αμφ̓ αυτῷ χυμένη λίγ̓ εκώκυε, χερσὶ δ̓ άμυσσε
285στήθεά τ̓ ηδ̓ ἁπαλὴν δειρὴν ιδὲ καλὰ πρόσωπα

286εῖπε δ̓ άρα κλαίουσα γυνὴ εϊκυῖα θεῇσι

287Πάτροκλέ μοι δειλῇ πλεῖστον κεχαρισμένε θυμῷ
288ζωὸν μέν σε έλειπον εγὼ κλισίηθεν ιοῦσα,
289νῦν δέ σε τεθνηῶτα κιχάνομαι όρχαμε λαῶν
290ὰψ ανιοῦσ̓
ὥς μοι δέχεται κακὸν εκ κακοῦ αιεί
291άνδρα μὲν έδοσάν με πατὴρ καὶ πότνια μήτηρ
292εῖδον πρὸ πτόλιος δεδαϊγμένον οξέϊ χαλκῷ,
293τρεῖς τε κασιγνήτους, τούς μοι μία γείνατο μήτηρ,
294κηδείους, οἳ πάντες ολέθριον ῆμαρ επέσπον

295ου δὲ μὲν ου δέ μ̓ έασκες, ότ̓ άνδῤ εμὸν ωκὺς Αχιλλεὺς
296έκτεινεν, πέρσεν δὲ πόλιν θείοιο Μύνητος,
297κλαίειν, αλλά μ̓ έφασκες Αχιλλῆος θείοιο
298κουριδίην άλοχον θήσειν, άξειν τ̓ ενὶ νηυσὶν
299ες Φθίην, δαίσειν δὲ γάμον μετὰ Μυρμιδόνεσσι

300τώ σ̓ άμοτον κλαίω τεθνηότα μείλιχον αιεί

301ὣς έφατο κλαίουσ̓, επὶ δὲ στενάχοντο γυναῖκες
302Πάτροκλον πρόφασιν, σφῶν δ̓ αυτῶν κήδἐ ἑκάστη.

303αυτὸν δ̓ αμφὶ γέροντες Αχαιῶν ηγερέθοντο
304λισσόμενοι δειπνῆσαι
δ̓ ηρνεῖτο στεναχίζων
305λίσσομαι, εί τις έμοιγε φίλων επιπείθεθ̓ ἑταίρων,
306μή με πρὶν σίτοιο κελεύετε μη δὲ ποτῆτος
307άσασθαι φίλον ῆτορ, επεί μ̓ άχος αινὸν ἱκάνει

308δύντα δ̓ ες ηέλιον μενέω καὶ τλήσομαι έμπης

309ὣς ειπὼν άλλους μὲν απεσκέδασεν βασιλῆας,
310δοιὼ δ̓ Ατρεΐδα μενέτην καὶ δῖος Οδυσσεὺς
311Νέστωρ Ιδομενεύς τε γέρων θ̓ ἱππηλάτα Φοῖνιξ
312τέρποντες πυκινῶς ακαχήμενον
ου δέ τι θυμῷ
313τέρπετο, πρὶν πολέμου στόμα δύμεναι αἱματόεντος

314μνησάμενος δ̓ ἁδινῶς ανενείκατο φώνησέν τε

315 ῥά νύ μοί ποτε καὶ σὺ δυσάμμορε φίλταθ̓ ἑταίρων
316αυτὸς ενὶ κλισίῃ λαρὸν παρὰ δεῖπνον έθηκας
317αῖψα καὶ οτραλέως, ὁπότε σπερχοίατ̓ Αχαιοὶ
318Τρωσὶν εφ̓ ἱπποδάμοισι φέρειν πολύδακρυν Άρηα

319νῦν δὲ σὺ μὲν κεῖσαι δεδαϊγμένος, αυτὰρ εμὸν κῆρ
320άκμηνον πόσιος καὶ εδητύος ένδον εόντων
321σῇ ποθῇ·
ου μὲν γάρ τι κακώτερον άλλο πάθοιμι,
322ου δ̓ εί κεν τοῦ πατρὸς αποφθιμένοιο πυθοίμην,
323ὅς που νῦν Φθίηφι τέρεν κατὰ δάκρυον είβει
324χήτεϊ τοιοῦδ̓ υἷος
δ̓ αλλοδαπῷ ενὶ δήμῳ
325εἵνεκα ῥιγεδανῆς Ἑλένης Τρωσὶν πολεμίζω

326ηὲ τὸν ὃς Σκύρῳ μοι ένι τρέφεται φίλος υἱός,
327εί που έτι ζώει γε Νεοπτόλεμος θεοειδής.

328πρὶν μὲν γάρ μοι θυμὸς ενὶ στήθεσσιν εώλπει
329οῖον εμὲ φθίσεσθαι απ̓ Άργεος ἱπποβότοιο
330αυτοῦ ενὶ Τροίῃ, σὲ δέ τε Φθίην δὲ νέεσθαι,
331ὡς άν μοι τὸν παῖδα θοῇ ενὶ νηῒ μελαίνῃ
332Σκυρόθεν εξαγάγοις καί οἱ δείξειας ἕκαστα
333κτῆσιν εμὴν δμῶάς τε καὶ ὑψερεφὲς μέγα δῶμα.

334ήδη γὰρ Πηλῆά γ̓ οΐομαι κατὰ πάμπαν
335τεθνάμεν, ή που τυτθὸν έτι ζώοντ̓ ακάχησθαι
336γήραΐ τε στυγερῷ καὶ εμὴν ποτιδέγμενον αιεὶ
337λυγρὴν αγγελίην, ότ̓ αποφθιμένοιο πύθηται

338ὣς έφατο κλαίων, επὶ δὲ στενάχοντο γέροντες,
339μνησάμενοι τὰ ἕκαστος ενὶ μεγάροισιν έλειπον

340μυρομένους δ̓ άρα τούς γε ιδὼν ελέησε Κρονίων,
341αῖψα δ̓ Αθηναίην έπεα πτερόεντα προσηύδα

342τέκνον εμόν, δὴ πάμπαν αποίχεαι ανδρὸς ἑῆος

343 νύ τοι ουκέτι πάγχυ μετὰ φρεσὶ μέμβλετ̓ Αχιλλεύς

344κεῖνος γε προπάροιθε νεῶν ορθοκραιράων
345ἧσται οδυρόμενος ἕταρον φίλον
οἳ δὲ δὴ άλλοι
346οίχονται μετὰ δεῖπνον, δ̓ άκμηνος καὶ άπαστος.

347αλλ̓ ίθι οἱ νέκτάρ τε καὶ αμβροσίην ερατεινὴν
348στάξον ενὶ στήθεσσ̓, ἵνα μή μιν λιμὸς ἵκηται

349ὣς ειπὼν ότρυνε πάρος μεμαυῖαν Αθήνην

350 δ̓ ἅρπῃ εϊκυῖα τανυπτέρυγι λιγυφώνῳ
351ουρανοῦ εκκατεπᾶλτο δἰ αιθέρος
αυτὰρ Αχαιοὶ
352αυτίκα θωρήσσοντο κατὰ στρατόν
δ̓ Αχιλῆϊ
353νέκταρ ενὶ στήθεσσι καὶ αμβροσίην ερατεινὴν
354στάξ̓, ἵνα μή μιν λιμὸς ατερπὴς γούναθ̓ ἵκοιτο

355αυτὴ δὲ πρὸς πατρὸς ερισθενέος πυκινὸν δῶ
356ῴχετο, τοὶ δ̓ απάνευθε νεῶν εχέοντο θοάων

357ὡς δ̓ ὅτε ταρφειαὶ νιφάδες Διὸς εκποτέονται
358ψυχραὶ ὑπὸ ῥιπῆς αιθρηγενέος Βορέαο,
359ὣς τότε ταρφειαὶ κόρυθες λαμπρὸν γανόωσαι
360νηῶν εκφορέοντο καὶ ασπίδες ομφαλόεσσαι
361θώρηκές τε κραταιγύαλοι καὶ μείλινα δοῦρα

362αίγλη δ̓ ουρανὸν ἷκε, γέλασσε δὲ πᾶσα περὶ χθὼν
363χαλκοῦ ὑπὸ στεροπῆς
ὑπὸ δὲ κτύπος όρνυτο ποσσὶν
364ανδρῶν
εν δὲ μέσοισι κορύσσετο δῖος Αχιλλεύς
365τοῦ καὶ οδόντων μὲν καναχὴ πέλε, τὼ δέ οἱ όσσε
366λαμπέσθην ὡς εί τε πυρὸς σέλας, εν δέ οἱ ῆτορ
367δῦν̓ άχος άτλητον·
δ̓ άρα Τρωσὶν μενεαίνων
368δύσετο δῶρα θεοῦ, τά οἱ Ἥφαιστος κάμε τεύχων

369κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν έθηκε
370καλὰς αργυρέοισιν επισφυρίοις αραρυίας

371δεύτερον αῦ θώρηκα περὶ στήθεσσιν έδυνεν

372αμφὶ δ̓ άῤ ώμοισιν βάλετο ξίφος αργυρόηλον
373χάλκεον
αυτὰρ έπειτα σάκος μέγα τε στιβαρόν τε
374εἵλετο, τοῦ δ̓ απάνευθε σέλας γένετ̓ ηΰτε μήνης.

375ὡς δ̓ ότ̓ ὰν εκ πόντοιο σέλας ναύτῃσι φανήῃ
376καιομένοιο πυρός, τό τε καίεται υψόθ̓ όρεσφι
377σταθμῷ εν οιοπόλῳ·
τοὺς δ̓ ουκ εθέλοντας άελλαι
378πόντον επ̓ ιχθυόεντα φίλων απάνευθε φέρουσιν

379ὣς απ̓ Αχιλλῆος σάκεος σέλας αιθέῤ ἵκανε
380καλοῦ δαιδαλέου
περὶ δὲ τρυφάλειαν αείρας
381κρατὶ θέτο βριαρήν
δ̓ αστὴρ ὣς απέλαμπεν
382ἵππουρις τρυφάλεια, περισσείοντο δ̓ έθειραι
383χρύσεαι, ἃς Ἥφαιστος ἵει λόφον αμφὶ θαμειάς.

384πειρήθη δ̓ ἕο αυτοῦ εν έντεσι δῖος Αχιλλεύς,
385ει οἷ εφαρμόσσειε καὶ εντρέχοι αγλαὰ γυῖα

386τῷ δ̓ εῦτε πτερὰ γίγνετ̓, άειρε δὲ ποιμένα λαῶν.

387εκ δ̓ άρα σύριγγος πατρώϊον εσπάσατ̓ έγχος
388βριθὺ μέγα στιβαρόν
τὸ μὲν ου δύνατ̓ άλλος Αχαιῶν
389πάλλειν, αλλά μιν οῖος επίστατο πῆλαι Αχιλλεύς

390Πηλιάδα μελίην, τὴν πατρὶ φίλῳ πόρε Χείρων
391Πηλίου εκ κορυφῆς φόνον έμμεναι ἡρώεσσιν·

392ἵππους δ̓ Αυτομέδων τε καὶ Άλκιμος αμφιέποντες
393ζεύγνυον
αμφὶ δὲ καλὰ λέπαδν̓ ἕσαν, εν δὲ χαλινοὺς
394γαμφηλῇς έβαλον, κατὰ δ̓ ἡνία τεῖναν οπίσσω
395κολλητὸν ποτὶ δίφρον
δὲ μάστιγα φαεινὴν
396χειρὶ λαβὼν αραρυῖαν εφ̓ ἵπποιιν ανόρουσεν
397Αυτομέδων
όπιθεν δὲ κορυσσάμενος βῆ Αχιλλεὺς
398τεύχεσι παμφαίνων ὥς τ̓ ηλέκτωρ Ὑπερίων,
399σμερδαλέον δ̓ ἵπποισιν εκέκλετο πατρὸς ἑοῖο·

400Ξάνθέ τε καὶ Βαλίε τηλεκλυτὰ τέκνα Ποδάργης
401άλλως δὴ φράζεσθε σαωσέμεν ἡνιοχῆα
402ὰψ Δαναῶν ες ὅμιλον επεί χ̓ ἕωμεν πολέμοιο,
403μη δ̓ ὡς Πάτροκλον λίπετ̓ αυτόθι τεθνηῶτα.

404τὸν δ̓ άῤ ὑπὸ ζυγόφι προσέφη πόδας αιόλος ἵππος
405Ξάνθος, άφαρ δ̓ ήμυσε καρήατι
πᾶσα δὲ χαίτη
406ζεύγλης εξεριποῦσα παρὰ ζυγὸν οῦδας ἵκανεν

407αυδήεντα δ̓ έθηκε θεὰ λευκώλενος Ἥρη

408καὶ λίην σ̓ έτι νῦν γε σαώσομεν όβριμ̓ Αχιλλεῦ

409αλλά τοι εγγύθεν ῆμαρ ολέθριον·
ου δέ τοι ἡμεῖς
410αίτιοι, αλλὰ θεός τε μέγας καὶ Μοῖρα κραταιή.

411ου δὲ γὰρ ἡμετέρῃ βραδυτῆτί τε νωχελίῃ τε
412Τρῶες απ̓ ώμοιιν Πατρόκλου τεύχἐ ἕλοντο

413αλλὰ θεῶν ώριστος, ὃν ηΰκομος τέκε Λητώ,
414έκταν̓ ενὶ προμάχοισι καὶ Ἕκτορι κῦδος έδωκε

415νῶϊ δὲ καί κεν ἅμα πνοιῇ Ζεφύροιο θέοιμεν,
416ἥν περ ελαφροτάτην φάσ̓ έμμεναι
αλλὰ σοὶ αυτῷ
417μόρσιμόν εστι θεῷ τε καὶ ανέρι ῖφι δαμῆναι

418ὣς άρα φωνήσαντος Ερινύες έσχεθον αυδήν

419τὸν δὲ μέγ̓ οχθήσας προσέφη πόδας ωκὺς Αχιλλεύς

420Ξάνθε τί μοι θάνατον μαντεύεαι
ου δέ τί σε χρή.
421εῦ νυ τὸ οῖδα καὶ αυτὸς μοι μόρος ενθάδ̓ ολέσθαι
422νόσφι φίλου πατρὸς καὶ μητέρος·
αλλὰ καὶ έμπης
423ου λήξω πρὶν Τρῶας ἅδην ελάσαι πολέμοιο

424 ῥα, καὶ εν πρώτοις ιάχων έχε μώνυχας ἵππους