1ὣς οἳ μὲν μάρναντο δέμας πυρὸς αιθομένοιο ,
2Αντίλοχος δ̓ Αχιλῆϊ πόδας ταχὺς άγγελος ῆλθε
3τὸν δ̓ εὗρε προπάροιθε νεῶν ορθοκραιράων
4τὰ φρονέοντ̓ ανὰ θυμὸν ἃ δὴ τετελεσμένα ῆεν
5οχθήσας δ̓ άρα εῖπε πρὸς ὃν μεγαλήτορα θυμόν
6ώ μοι εγώ , τί τ̓ άῤ αῦτε κάρη κομόωντες Αχαιοὶ
7νηυσὶν έπι κλονέονται ατυζόμενοι πεδίοιο
8μὴ δή μοι τελέσωσι θεοὶ κακὰ κήδεα θυμῷ ,
9ὥς ποτέ μοι μήτηρ διεπέφραδε καί μοι έειπε
10Μυρμιδόνων τὸν άριστον έτι ζώοντος εμεῖο
11χερσὶν ὕπο Τρώων λείψειν φάος ηελίοιο
12ῆ μάλα δὴ τέθνηκε Μενοιτίου άλκιμος υἱὸς
13σχέτλιος
ῆ τ̓ εκέλευον απωσάμενον δήϊον πῦρ
14ὰψ επὶ νῆας ίμεν , μη δ̓ Ἕκτορι ῖφι μάχεσθαι
15εἷος ὃ ταῦθ̓ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν ,
16τόφρά οἱ εγγύθεν ῆλθεν αγαυοῦ Νέστορος υἱὸς
17δάκρυα θερμὰ χέων , φάτο δ̓ αγγελίην αλεγεινήν
18ώ μοι Πηλέος υἱὲ δαΐφρονος ῆ μάλα λυγρῆς
19πεύσεαι αγγελίης , ἣ μὴ ώφελλε γενέσθαι
20κεῖται Πάτροκλος , νέκυος δὲ δὴ αμφιμάχονται
21γυμνοῦ
ατὰρ τά γε τεύχἐ έχει κορυθαίολος Ἕκτωρ
22ὣς φάτο , τὸν δ̓ άχεος νεφέλη εκάλυψε μέλαινα
23αμφοτέρῃσι δὲ χερσὶν ἑλὼν κόνιν αιθαλόεσσαν
24χεύατο κὰκ κεφαλῆς , χαρίεν δ̓ ῄσχυνε πρόσωπον
25νεκταρέῳ δὲ χιτῶνι μέλαιν̓ αμφίζανε τέφρη
26αυτὸς δ̓ εν κονίῃσι μέγας μεγαλωστὶ τανυσθεὶς
27κεῖτο , φίλῃσι δὲ χερσὶ κόμην ῄσχυνε δαΐζων
28δμῳαὶ δ̓ ἃς Αχιλεὺς ληΐσσατο Πάτροκλός τε
29θυμὸν ακηχέμεναι μεγάλ̓ ίαχον , εκ δὲ θύραζε
30έδραμον αμφ̓ Αχιλῆα δαΐφρονα , χερσὶ δὲ πᾶσαι
31στήθεα πεπλήγοντο , λύθεν δ̓ ὑπὸ γυῖα ἑκάστης
32Αντίλοχος δ̓ ἑτέρωθεν οδύρετο δάκρυα λείβων
33χεῖρας έχων Αχιλῆος
ὃ δ̓ έστενε κυδάλιμον κῆρ
34δείδιε γὰρ μὴ λαιμὸν απαμήσειε σιδήρῳ
35σμερδαλέον δ̓ ῴμωξεν
άκουσε δὲ πότνια μήτηρ
36ἡμένη εν βένθεσσιν ἁλὸς παρὰ πατρὶ γέροντι ,
37κώκυσέν τ̓ άῤ έπειτα
θεαὶ δέ μιν αμφαγέροντο
38πᾶσαι ὅσαι κατὰ βένθος ἁλὸς Νηρηΐδες ῆσαν
39ένθ̓ άῤ έην Γλαύκη τε Θάλειά τε Κυμοδόκη τε
40Νησαίη Σπειώ τε Θόη θ̓ Ἁλίη τε βοῶπις
41Κυμοθόη τε καὶ Ακταίη καὶ Λιμνώρεια
42καὶ Μελίτη καὶ Ίαιρα καὶ Αμφιθόη καὶ Αγαυὴ
43Δωτώ τε Πρωτώ τε Φέρουσά τε Δυναμένη τε
44Δεξαμένη τε καὶ Αμφινόμη καὶ Καλλιάνειρα
45Δωρὶς καὶ Πανόπη καὶ αγακλειτὴ Γαλάτεια
46Νημερτής τε καὶ Αψευδὴς καὶ Καλλιάνασσα
47ένθα δ̓ έην Κλυμένη Ιάνειρά τε καὶ Ιάνασσα
48Μαῖρα καὶ Ωρείθυια εϋπλόκαμός τ̓ Αμάθεια
49άλλαι θ̓ αἳ κατὰ βένθος ἁλὸς Νηρηΐδες ῆσαν
50τῶν δὲ καὶ αργύφεον πλῆτο σπέος
αἳ δ̓ ἅμα πᾶσαι
51στήθεα πεπλήγοντο , Θέτις δ̓ εξῆρχε γόοιο
52κλῦτε κασίγνηται Νηρηΐδες , όφῤ εῢ πᾶσαι
53είδετ̓ ακούουσαι όσ̓ εμῷ ένι κήδεα θυμῷ
54ώ μοι εγὼ δειλή , ώ μοι δυσαριστοτόκεια ,
55ἥ τ̓ επεὶ ὰρ τέκον υἱὸν αμύμονά τε κρατερόν τε
56έξοχον ἡρώων ·
ὃ δ̓ ανέδραμεν έρνεϊ ῖσος
57τὸν μὲν εγὼ θρέψασα φυτὸν ὣς γουνῷ αλωῆς
58νηυσὶν επιπροέηκα κορωνίσιν Ίλιον είσω
59Τρωσὶ μαχησόμενον ·
τὸν δ̓ ουχ ὑποδέξομαι αῦτις
60οίκαδε νοστήσαντα δόμον Πηλήϊον είσω .
61όφρα δέ μοι ζώει καὶ ὁρᾷ φάος ηελίοιο
62άχνυται , ου δέ τί οἱ δύναμαι χραισμῆσαι ιοῦσα
63αλλ̓ εῖμ̓ , όφρα ίδωμι φίλον τέκος , ηδ̓ επακούσω
64ὅττί μιν ἵκετο πένθος απὸ πτολέμοιο μένοντα
65ὣς άρα φωνήσασα λίπε σπέος
αἳ δὲ σὺν αυτῇ
66δακρυόεσσαι ίσαν , περὶ δέ σφισι κῦμα θαλάσσης
67ῥήγνυτο
ταὶ δ̓ ὅτε δὴ Τροίην ερίβωλον ἵκοντο
68ακτὴν εισανέβαινον επισχερώ , ένθα θαμειαὶ
69Μυρμιδόνων είρυντο νέες ταχὺν αμφ̓ Αχιλῆα
70τῷ δὲ βαρὺ στενάχοντι παρίστατο πότνια μήτηρ ,
71οξὺ δὲ κωκύσασα κάρη λάβε παιδὸς ἑοῖο ,
72καί ῥ̓ ολοφυρομένη έπεα πτερόεντα προσηύδα
73τέκνον τί κλαίεις
τί δέ σε φρένας ἵκετο πένθος
74εξαύδα , μὴ κεῦθε
τὰ μὲν δή τοι τετέλεσται
75εκ Διός , ὡς άρα δὴ πρίν γ̓ εύχεο χεῖρας ανασχὼν
76πάντας επὶ πρύμνῃσιν αλήμεναι υἷας Αχαιῶν
77σεῦ επιδευομένους , παθέειν τ̓ αεκήλια έργα
78τὴν δὲ βαρὺ στενάχων προσέφη πόδας ωκὺς Αχιλλεύς
79μῆτερ εμή , τὰ μὲν άρ μοι Ολύμπιος εξετέλεσσεν
80αλλὰ τί μοι τῶν ῆδος επεὶ φίλος ώλεθ̓ ἑταῖρος
81Πάτροκλος , τὸν εγὼ περὶ πάντων τῖον ἑταίρων
82ῖσον εμῇ κεφαλῇ ;
τὸν απώλεσα , τεύχεα δ̓ Ἕκτωρ
83δῃώσας απέδυσε πελώρια θαῦμα ιδέσθαι
84καλά ·
τὰ μὲν Πηλῆϊ θεοὶ δόσαν αγλαὰ δῶρα
85ήματι τῷ ὅτε σε βροτοῦ ανέρος έμβαλον ευνῇ
86αίθ̓ όφελες σὺ μὲν αῦθι μετ̓ αθανάτῃς ἁλίῃσι
87ναίειν , Πηλεὺς δὲ θνητὴν αγαγέσθαι άκοιτιν .
88νῦν δ̓ ἵνα καὶ σοὶ πένθος ενὶ φρεσὶ μυρίον είη
89παιδὸς αποφθιμένοιο , τὸν ουχ ὑποδέξεαι αῦτις
90οίκαδε νοστήσαντ̓ , επεὶ ου δ̓ εμὲ θυμὸς άνωγε
91ζώειν ου δ̓ άνδρεσσι μετέμμεναι , αί κε μὴ Ἕκτωρ
92πρῶτος εμῷ ὑπὸ δουρὶ τυπεὶς απὸ θυμὸν ολέσσῃ ,
93Πατρόκλοιο δ̓ ἕλωρα Μενοιτιάδεω αποτίσῃ .
94τὸν δ̓ αῦτε προσέειπε Θέτις κατὰ δάκρυ χέουσα
95ωκύμορος δή μοι τέκος έσσεαι , οῖ αγορεύεις
96αυτίκα γάρ τοι έπειτα μεθ̓ Ἕκτορα πότμος ἑτοῖμος .
97τὴν δὲ μέγ̓ οχθήσας προσέφη πόδας ωκὺς Αχιλλεύς
98αυτίκα τεθναίην , επεὶ ουκ άῤ έμελλον ἑταίρῳ
99κτεινομένῳ επαμῦναι
ὃ μὲν μάλα τηλόθι πάτρης
100έφθιτ̓ , εμεῖο δὲ δῆσεν αρῆς αλκτῆρα γενέσθαι
101νῦν δ̓ επεὶ ου νέομαί γε φίλην ες πατρίδα γαῖαν ,
102ου δέ τι Πατρόκλῳ γενόμην φάος ου δ̓ ἑτάροισι
103τοῖς άλλοις , οἳ δὴ πολέες δάμεν Ἕκτορι δίῳ ,
104αλλ̓ ἧμαι παρὰ νηυσὶν ετώσιον άχθος αρούρης ,
105τοῖος εὼν οἷος ού τις Αχαιῶν χαλκοχιτώνων
106εν πολέμῳ ·
αγορῇ δέ τ̓ αμείνονές εισι καὶ άλλοι
107ὡς έρις έκ τε θεῶν έκ τ̓ ανθρώπων απόλοιτο
108καὶ χόλος , ὅς τ̓ εφέηκε πολύφρονά περ χαλεπῆναι ,
109ὅς τε πολὺ γλυκίων μέλιτος καταλειβομένοιο
110ανδρῶν εν στήθεσσιν αέξεται ηΰτε καπνός ·
111ὡς εμὲ νῦν εχόλωσεν άναξ ανδρῶν Αγαμέμνων .
112αλλὰ τὰ μὲν προτετύχθαι εάσομεν αχνύμενοί περ ,
113θυμὸν ενὶ στήθεσσι φίλον δαμάσαντες ανάγκῃ
114νῦν δ̓ εῖμ̓ όφρα φίλης κεφαλῆς ολετῆρα κιχείω
115Ἕκτορα ·
κῆρα δ̓ εγὼ τότε δέξομαι ὁππότε κεν δὴ
116Ζεὺς εθέλῃ τελέσαι ηδ̓ αθάνατοι θεοὶ άλλοι
117ου δὲ γὰρ ου δὲ βίη Ἡρακλῆος φύγε κῆρα ,
118ὅς περ φίλτατος έσκε Διὶ Κρονίωνι άνακτι
119αλλά ἑ μοῖρα δάμασσε καὶ αργαλέος χόλος Ἥρης
120ὣς καὶ εγών , ει δή μοι ὁμοίη μοῖρα τέτυκται ,
121κείσομ̓ επεί κε θάνω
νῦν δὲ κλέος εσθλὸν αροίμην ,
122καί τινα Τρωϊάδων καὶ Δαρδανίδων βαθυκόλπων
123αμφοτέρῃσιν χερσὶ παρειάων ἁπαλάων
124δάκρὐ ομορξαμένην ἁδινὸν στοναχῆσαι εφείην ,
125γνοῖεν δ̓ ὡς δὴ δηρὸν εγὼ πολέμοιο πέπαυμαι
126μὴ δέ μ̓ έρυκε μάχης φιλέουσά περ
ου δέ με πείσεις
127τὸν δ̓ ημείβετ̓ έπειτα θεὰ Θέτις αργυρόπεζα ·
128ναὶ δὴ ταῦτά γε τέκνον ετήτυμον ου κακόν εστι
129τειρομένοις ἑτάροισιν αμυνέμεν αιπὺν όλεθρον
130αλλά τοι έντεα καλὰ μετὰ Τρώεσσιν έχονται
131χάλκεα μαρμαίροντα
τὰ μὲν κορυθαίολος Ἕκτωρ
132αυτὸς έχων ώμοισιν αγάλλεται
ου δέ ἕ φημι
133δηρὸν επαγλαϊεῖσθαι , επεὶ φόνος εγγύθεν αυτῷ .
134αλλὰ σὺ μὲν μή πω καταδύσεο μῶλον Άρηος
135πρίν γ̓ εμὲ δεῦῤ ελθοῦσαν εν οφθαλμοῖσιν ίδηαι
136ηῶθεν γὰρ νεῦμαι άμ̓ ηελίῳ ανιόντι
137τεύχεα καλὰ φέρουσα παῤ Ἡφαίστοιο άνακτος
138ὣς άρα φωνήσασα πάλιν τράπεθ̓ υἷος ἑοῖο ,
139καὶ στρεφθεῖσ̓ ἁλίῃσι κασιγνήτῃσι μετηύδα
140ὑμεῖς μὲν νῦν δῦτε θαλάσσης ευρέα κόλπον
141οψόμεναί τε γέρονθ̓ ἅλιον καὶ δώματα πατρός ,
142καί οἱ πάντ̓ αγορεύσατ̓
εγὼ δ̓ ες μακρὸν Όλυμπον
143εῖμι παῤ Ἥφαιστον κλυτοτέχνην , αί κ̓ εθέλῃσιν
144υἱεῖ εμῷ δόμεναι κλυτὰ τεύχεα παμφανόωντα .
145ὣς έφαθ̓ , αἳ δ̓ ὑπὸ κῦμα θαλάσσης αυτίκ̓ έδυσαν
146ἣ δ̓ αῦτ̓ Ούλυμπον δὲ θεὰ Θέτις αργυρόπεζα
147ήϊεν όφρα φίλῳ παιδὶ κλυτὰ τεύχἐ ενείκαι .
148τὴν μὲν άῤ Ούλυμπον δὲ πόδες φέρον
αυτὰρ Αχαιοὶ
149θεσπεσίῳ αλαλητῷ υφ̓ Ἕκτορος ανδροφόνοιο
150φεύγοντες νῆάς τε καὶ Ἑλλήσποντον ἵκοντο
151ου δέ κε Πάτροκλόν περ εϋκνήμιδες Αχαιοὶ
152εκ βελέων ερύσαντο νέκυν θεράποντ̓ Αχιλῆος ·
153αῦτις γὰρ δὴ τόν γε κίχον λαός τε καὶ ἵπποι
154Ἕκτωρ τε Πριάμοιο πάϊς φλογὶ είκελος αλκήν .
155τρὶς μέν μιν μετόπισθε ποδῶν λάβε φαίδιμος Ἕκτωρ
156ἑλκέμεναι μεμαώς , μέγα δὲ Τρώεσσιν ὁμόκλα
157τρὶς δὲ δύ̓ Αίαντες θοῦριν επιειμένοι αλκὴν
158νεκροῦ απεστυφέλιξαν
ὃ δ̓ έμπεδον αλκὶ πεποιθὼς
159άλλοτ̓ επαΐξασκε κατὰ μόθον , άλλοτε δ̓ αῦτε
160στάσκε μέγα ιάχων
οπίσω δ̓ ου χάζετο πάμπαν
161ὡς δ̓ απὸ σώματος ού τι λέοντ̓ αίθωνα δύνανται
162ποιμένες άγραυλοι μέγα πεινάοντα δίεσθαι ,
163ὥς ῥα τὸν ουκ εδύναντο δύω Αίαντε κορυστὰ
164Ἕκτορα Πριαμίδην απὸ νεκροῦ δειδίξασθαι .
165καί νύ κεν είρυσσέν τε καὶ άσπετον ήρατο κῦδος ,
166ει μὴ Πηλεΐωνι ποδήνεμος ωκέα Ι͂ρις
167άγγελος ῆλθε θέουσ̓ απ̓ Ολύμπου θωρήσσεσθαι
168κρύβδα Διὸς άλλων τε θεῶν
πρὸ γὰρ ἧκέ μιν Ἥρη
169αγχοῦ δ̓ ἱσταμένη έπεα πτερόεντα προσηύδα
170όρσεο Πηλεΐδη , πάντων εκπαγλότατ̓ ανδρῶν
171Πατρόκλῳ επάμυνον , οὗ εἵνεκα φύλοπις αινὴ
172ἕστηκε πρὸ νεῶν
οἳ δ̓ αλλήλους ολέκουσιν
173οἳ μὲν αμυνόμενοι νέκυος πέρι τεθνηῶτος ,
174οἳ δὲ ερύσσασθαι ποτὶ Ίλιον ηνεμόεσσαν
175Τρῶες επιθύουσι ·
μάλιστα δὲ φαίδιμος Ἕκτωρ
176ἑλκέμεναι μέμονεν
κεφαλὴν δέ ἑ θυμὸς άνωγε
177πῆξαι ανὰ σκολόπεσσι ταμόνθ̓ ἁπαλῆς απὸ δειρῆς
178αλλ̓ άνα μη δ̓ έτι κεῖσο
σέβας δέ σε θυμὸν ἱκέσθω
179Πάτροκλον Τρῳῇσι κυσὶν μέλπηθρα γενέσθαι
180σοὶ λώβη , αί κέν τι νέκυς ῃσχυμμένος έλθῃ .
181τὴν δ̓ ημείβετ̓ έπειτα ποδάρκης δῖος Αχιλλεύς
182Ι͂ρι θεὰ τίς γάρ σε θεῶν εμοὶ άγγελον ἧκε ;
183τὸν δ̓ αῦτε προσέειπε ποδήνεμος ωκέα Ι͂ρις
184Ἥρη με προέηκε Διὸς κυδρὴ παράκοιτις ·
185ου δ̓ οῖδε Κρονίδης ὑψίζυγος ου δέ τις άλλος
186αθανάτων , οἳ Όλυμπον αγάννιφον αμφινέμονται .
187τὴν δ̓ απαμειβόμενος προσέφη πόδας ωκὺς Αχιλλεύς
188πῶς τὰρ ίω μετὰ μῶλον
έχουσι δὲ τεύχἐ εκεῖνοι
189μήτηρ δ̓ ού με φίλη πρίν γ̓ εία θωρήσσεσθαι
190πρίν γ̓ αυτὴν ελθοῦσαν εν οφθαλμοῖσιν ίδωμαι
191στεῦτο γὰρ Ἡφαίστοιο πάῤ οισέμεν έντεα καλά
192άλλου δ̓ ού τευ οῖδα τεῦ ὰν κλυτὰ τεύχεα δύω ,
193ει μὴ Αίαντός γε σάκος Τελαμωνιάδαο .
194αλλὰ καὶ αυτὸς ὅ γ̓ έλπομ̓ ενὶ πρώτοισιν ὁμιλεῖ
195έγχεϊ δηϊόων περὶ Πατρόκλοιο θανόντος
196τὸν δ̓ αῦτε προσέειπε ποδήνεμος ωκέα Ι͂ρις
197εῦ νυ καὶ ἡμεῖς ίδμεν ὅ τοι κλυτὰ τεύχἐ έχονται
198αλλ̓ αύτως επὶ τάφρον ιὼν Τρώεσσι φάνηθι ,
199αί κέ σ̓ ὑποδείσαντες απόσχωνται πολέμοιο
200Τρῶες , αναπνεύσωσι δ̓ αρήϊοι υἷες Αχαιῶν
201τειρόμενοι
ολίγη δέ τ̓ ανάπνευσις πολέμοιο .
202ἣ μὲν άῤ ὣς ειποῦσ̓ απέβη πόδας ωκέα Ι͂ρις ,
203αυτὰρ Αχιλλεὺς ῶρτο Διῒ φίλος ·
αμφὶ δ̓ Αθήνη
204ώμοις ιφθίμοισι βάλ̓ αιγίδα θυσσανόεσσαν ,
205αμφὶ δέ οἱ κεφαλῇ νέφος έστεφε δῖα θεάων
206χρύσεον , εκ δ̓ αυτοῦ δαῖε φλόγα παμφανόωσαν
207ὡς δ̓ ὅτε καπνὸς ιὼν εξ άστεος αιθέῤ ἵκηται
208τηλόθεν εκ νήσου , τὴν δήϊοι αμφιμάχωνται ,
209οἵ τε πανημέριοι στυγερῷ κρίνονται Άρηϊ
210άστεος εκ σφετέρου ·
ἅμα δ̓ ηελίῳ καταδύντι
211πυρσοί τε φλεγέθουσιν επήτριμοι , ὑψόσε δ̓ αυγὴ
212γίγνεται αΐσσουσα περικτιόνεσσιν ιδέσθαι ,
213αί κέν πως σὺν νηυσὶν άρεω αλκτῆρες ἵκωνται ·
214ὣς απ̓ Αχιλλῆος κεφαλῆς σέλας αιθέῤ ἵκανε
215στῆ δ̓ επὶ τάφρον ιὼν απὸ τείχεος , ου δ̓ ες Αχαιοὺς
216μίσγετο
μητρὸς γὰρ πυκινὴν ωπίζετ̓ εφετμήν
217ένθα στὰς ήϋσ̓ , απάτερθε δὲ Παλλὰς Αθήνη
218φθέγξατ̓
ατὰρ Τρώεσσιν εν άσπετον ῶρσε κυδοιμόν
219ὡς δ̓ ότ̓ αριζήλη φωνή , ὅτε τ̓ ίαχε σάλπιγξ
220άστυ περιπλομένων δηΐων ὕπο θυμοραϊστέων ,
221ὣς τότ̓ αριζήλη φωνὴ γένετ̓ Αιακίδαο .
222οἳ δ̓ ὡς οῦν άϊον όπα χάλκεον Αιακίδαο ,
223πᾶσιν ορίνθη θυμός
ατὰρ καλλίτριχες ἵπποι
224ὰψ όχεα τρόπεον
όσσοντο γὰρ άλγεα θυμῷ
225ἡνίοχοι δ̓ έκπληγεν , επεὶ ίδον ακάματον πῦρ
226δεινὸν ὑπὲρ κεφαλῆς μεγαθύμου Πηλεΐωνος
227δαιόμενον
τὸ δὲ δαῖε θεὰ γλαυκῶπις Αθήνη .
228τρὶς μὲν ὑπὲρ τάφρου μεγάλ̓ ίαχε δῖος Αχιλλεύς ,
229τρὶς δὲ κυκήθησαν Τρῶες κλειτοί τ̓ επίκουροι
230ένθα δὲ καὶ τότ̓ όλοντο δυώδεκα φῶτες άριστοι
231αμφὶ σφοῖς οχέεσσι καὶ έγχεσιν
αυτὰρ Αχαιοὶ
232ασπασίως Πάτροκλον υπ̓ εκ βελέων ερύσαντες
233κάτθεσαν εν λεχέεσσι
φίλοι δ̓ αμφέσταν ἑταῖροι
234μυρόμενοι
μετὰ δέ σφι ποδώκης είπετ̓ Αχιλλεὺς
235δάκρυα θερμὰ χέων , επεὶ είσιδε πιστὸν ἑταῖρον
236κείμενον εν φέρτρῳ δεδαϊγμένον οξέϊ χαλκῷ ,
237τόν ῥ̓ ήτοι μὲν έπεμπε σὺν ἵπποισιν καὶ όχεσφιν
238ες πόλεμον , ου δ̓ αῦτις εδέξατο νοστήσαντα
239Ηέλιον δ̓ ακάμαντα βοῶπις πότνια Ἥρη
240πέμψεν επ̓ Ωκεανοῖο ῥοὰς αέκοντα νέεσθαι
241ηέλιος μὲν έδυ , παύσαντο δὲ δῖοι Αχαιοὶ
242φυλόπιδος κρατερῆς καὶ ὁμοιΐου πολέμοιο
243Τρῶες δ̓ αῦθ̓ ἑτέρωθεν απὸ κρατερῆς ὑσμίνης
244χωρήσαντες έλυσαν υφ̓ ἅρμασιν ωκέας ἵππους ,
245ες δ̓ αγορὴν αγέροντο πάρος δόρποιο μέδεσθαι
246ορθῶν δ̓ ἑσταότων αγορὴ γένετ̓ , ου δέ τις έτλη
247ἕζεσθαι
πάντας γὰρ έχε τρόμος , ούνεκ̓ Αχιλλεὺς
248εξεφάνη , δηρὸν δὲ μάχης επέπαυτ̓ αλεγεινῆς
249τοῖσι δὲ Πουλυδάμας πεπνυμένος ῆρχ̓ αγορεύειν
250Πανθοΐδης
ὃ γὰρ οῖος ὅρα πρόσσω καὶ οπίσσω
251Ἕκτορι δ̓ ῆεν ἑταῖρος , ιῇ δ̓ εν νυκτὶ γένοντο ,
252αλλ̓ ὃ μὲν ὰρ μύθοισιν , ὃ δ̓ έγχεϊ πολλὸν ενίκα ·
253ὅ σφιν εϋφρονέων αγορήσατο καὶ μετέειπεν
254αμφὶ μάλα φράζεσθε φίλοι
κέλομαι γὰρ έγωγε
255άστυδε νῦν ιέναι , μὴ μίμνειν ηῶ δῖαν
256εν πεδίῳ παρὰ νηυσίν
ἑκὰς δ̓ απὸ τείχεός ειμεν
257όφρα μὲν οὗτος ανὴρ Αγαμέμνονι μήνιε δίῳ
258τόφρα δὲ ῥηΐτεροι πολεμίζειν ῆσαν Αχαιοί
259χαίρεσκον γὰρ έγωγε θοῇς επὶ νηυσὶν ιαύων
260ελπόμενος νῆας αἱρησέμεν αμφιελίσσας
261νῦν δ̓ αινῶς δείδοικα ποδώκεα Πηλεΐωνα
262οἷος κείνου θυμὸς ὑπέρβιος , ουκ εθελήσει
263μίμνειν εν πεδίῳ , ὅθι περ Τρῶες καὶ Αχαιοὶ
264εν μέσῳ αμφότεροι μένος Άρηος δατέονται ,
265αλλὰ περὶ πτόλιός τε μαχήσεται ηδὲ γυναικῶν .
266αλλ̓ ίομεν προτὶ άστυ , πίθεσθέ μοι
ὧδε γὰρ έσται
267νῦν μὲν νὺξ απέπαυσε ποδώκεα Πηλεΐωνα
268αμβροσίη
ει δ̓ άμμε κιχήσεται ενθάδ̓ εόντας
269αύριον ὁρμηθεὶς σὺν τεύχεσιν , εῦ νύ τις αυτὸν
270γνώσεται
ασπασίως γὰρ αφίξεται Ίλιον ἱρὴν
271ὅς κε φύγῃ , πολλοὺς δὲ κύνες καὶ γῦπες έδονται
272Τρώων
αὶ γὰρ δή μοι απ̓ ούατος ὧδε γένοιτο
273ει δ̓ ὰν εμοῖς επέεσσι πιθώμεθα κηδόμενοί περ ,
274νύκτα μὲν ειν αγορῇ σθένος ἕξομεν , άστυ δὲ πύργοι
275ὑψηλαί τε πύλαι σανίδες τ̓ επὶ τῇς αραρυῖαι
276μακραὶ εΰξεστοι εζευγμέναι ειρύσσονται
277πρῶϊ δ̓ ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντες
278στησόμεθ̓ ὰμ πύργους
τῷ δ̓ άλγιον , αί κ̓ εθέλῃσιν
279ελθὼν εκ νηῶν περὶ τείχεος άμμι μάχεσθαι .
280ὰψ πάλιν εῖσ̓ επὶ νῆας , επεί κ̓ εριαύχενας ἵππους
281παντοίου δρόμου άσῃ ὑπὸ πτόλιν ηλασκάζων
282είσω δ̓ ού μιν θυμὸς εφορμηθῆναι εάσει ,
283ου δέ ποτ̓ εκπέρσει
πρίν μιν κύνες αργοὶ έδονται
284τὸν δ̓ άῤ ὑπόδρα ιδὼν προσέφη κορυθαίολος Ἕκτωρ
285Πουλυδάμα σὺ μὲν ουκέτ̓ εμοὶ φίλα ταῦτ̓ αγορεύεις ,
286ὃς κέλεαι κατὰ άστυ αλήμεναι αῦτις ιόντας
287ῆ ού πω κεκόρησθε εελμένοι ένδοθι πύργων
288πρὶν μὲν γὰρ Πριάμοιο πόλιν μέροπες άνθρωποι
289πάντες μυθέσκοντο πολύχρυσον πολύχαλκον
290νῦν δὲ δὴ εξαπόλωλε δόμων κειμήλια καλά ,
291πολλὰ δὲ δὴ Φρυγίην καὶ Μῃονίην ερατεινὴν
292κτήματα περνάμεν̓ ἵκει , επεὶ μέγας ωδύσατο Ζεύς
293νῦν δ̓ ὅτε πέρ μοι έδωκε Κρόνου πάϊς αγκυλομήτεω
294κῦδος αρέσθ̓ επὶ νηυσί , θαλάσσῃ τ̓ έλσαι Αχαιούς ,
295νήπιε μηκέτι ταῦτα νοήματα φαῖν̓ ενὶ δήμῳ
296ου γάρ τις Τρώων επιπείσεται
ου γὰρ εάσω
297αλλ̓ άγεθ̓ ὡς ὰν εγὼ είπω , πειθώμεθα πάντες
298νῦν μὲν δόρπον ἕλεσθε κατὰ στρατὸν εν τελέεσσι ,
299καὶ φυλακῆς μνήσασθε , καὶ εγρήγορθε ἕκαστος
300Τρώων δ̓ ὃς κτεάτεσσιν ὑπερφιάλως ανιάζει ,
301συλλέξας λαοῖσι δότω καταδημοβορῆσαι
302τῶν τινὰ βέλτερόν εστιν επαυρέμεν ή περ Αχαιούς .
303πρῶϊ δ̓ ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντες
304νηυσὶν έπι γλαφυρῇσιν εγείρομεν οξὺν Άρηα
305ει δ̓ ετεὸν παρὰ ναῦφιν ανέστη δῖος Αχιλλεύς ,
306άλγιον αί κ̓ εθέλῃσι τῷ έσσεται
ού μιν έγωγε
307φεύξομαι εκ πολέμοιο δυσηχέος , αλλὰ μάλ̓ άντην
308στήσομαι , ή κε φέρῃσι μέγα κράτος , ῆ κε φεροίμην
309ξυνὸς Ενυάλιος , καί τε κτανέοντα κατέκτα .
310ὣς Ἕκτωρ αγόρεὐ , επὶ δὲ Τρῶες κελάδησαν
311νήπιοι
εκ γάρ σφεων φρένας εἵλετο Παλλὰς Αθήνη
312Ἕκτορι μὲν γὰρ επῄνησαν κακὰ μητιόωντι ,
313Πουλυδάμαντι δ̓ άῤ ού τις ὃς εσθλὴν φράζετο βουλήν .
314δόρπον έπειθ̓ εἵλοντο κατὰ στρατόν
αυτὰρ Αχαιοὶ
315παννύχιοι Πάτροκλον ανεστενάχοντο γοῶντες
316τοῖσι δὲ Πηλεΐδης ἁδινοῦ εξῆρχε γόοιο
317χεῖρας επ̓ ανδροφόνους θέμενος στήθεσσιν ἑταίρου
318πυκνὰ μάλα στενάχων ὥς τε λὶς ηϋγένειος ,
319ᾧ ῥά θ̓ ὑπὸ σκύμνους ελαφηβόλος ἁρπάσῃ ανὴρ
320ὕλης εκ πυκινῆς ·
ὃ δέ τ̓ άχνυται ὕστερος ελθών ,
321πολλὰ δέ τ̓ άγκἐ επῆλθε μετ̓ ανέρος ίχνἰ ερευνῶν
322εί ποθεν εξεύροι ·
μάλα γὰρ δριμὺς χόλος αἱρεῖ ·
323ὣς ὃ βαρὺ στενάχων μετεφώνεε Μυρμιδόνεσσιν
324ὼ πόποι ῆ ῥ̓ ἅλιον έπος έκβαλον ήματι κείνῳ
325θαρσύνων ἥρωα Μενοίτιον εν μεγάροισι
326φῆν δέ οἱ εις Οπόεντα περικλυτὸν υἱὸν απάξειν
327Ίλιον εκπέρσαντα , λαχόντα τε ληΐδος αῖσαν
328αλλ̓ ου Ζεὺς άνδρεσσι νοήματα πάντα τελευτᾷ
329άμφω γὰρ πέπρωται ὁμοίην γαῖαν ερεῦσαι
330αυτοῦ ενὶ Τροίῃ , επεὶ ου δ̓ εμὲ νοστήσαντα
331δέξεται εν μεγάροισι γέρων ἱππηλάτα Πηλεὺς
332ου δὲ Θέτις μήτηρ , αλλ̓ αυτοῦ γαῖα καθέξει .
333νῦν δ̓ επεὶ οῦν Πάτροκλε σεῦ ὕστερος εῖμ̓ ὑπὸ γαῖαν ,
334ού σε πρὶν κτεριῶ πρίν γ̓ Ἕκτορος ενθάδ̓ ενεῖκαι
335τεύχεα καὶ κεφαλὴν μεγαθύμου σοῖο φονῆος ·
336δώδεκα δὲ προπάροιθε πυρῆς αποδειροτομήσω
337Τρώων αγλαὰ τέκνα σέθεν κταμένοιο χολωθείς
338τόφρα δέ μοι παρὰ νηυσὶ κορωνίσι κείσεαι αύτως ,
339αμφὶ δὲ σὲ Τρῳαὶ καὶ Δαρδανίδες βαθύκολποι
340κλαύσονται νύκτάς τε καὶ ήματα δάκρυ χέουσαι ,
341τὰς αυτοὶ καμόμεσθα βίηφί τε δουρί τε μακρῷ
342πιείρας πέρθοντε πόλεις μερόπων ανθρώπων
343ὣς ειπὼν ἑτάροισιν εκέκλετο δῖος Αχιλλεὺς
344αμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν , όφρα τάχιστα
345Πάτροκλον λούσειαν άπο βρότον αἱματόεντα
346οἳ δὲ λοετροχόον τρίποδ̓ ἵστασαν εν πυρὶ κηλέῳ ,
347εν δ̓ άῤ ὕδωρ έχεαν , ὑπὸ δὲ ξύλα δαῖον ἑλόντες
348γάστρην μὲν τρίποδος πῦρ άμφεπε , θέρμετο δ̓ ὕδωρ
349αυτὰρ επεὶ δὴ ζέσσεν ὕδωρ ενὶ ήνοπι χαλκῷ ,
350καὶ τότε δὴ λοῦσάν τε καὶ ήλειψαν λίπ̓ ελαίῳ ,
351εν δ̓ ωτειλὰς πλῆσαν αλείφατος εννεώροιο ·
352εν λεχέεσσι δὲ θέντες ἑανῷ λιτὶ κάλυψαν
353ες πόδας εκ κεφαλῆς , καθύπερθε δὲ φάρεϊ λευκῷ .
354παννύχιοι μὲν έπειτα πόδας ταχὺν αμφ̓ Αχιλῆα
355Μυρμιδόνες Πάτροκλον ανεστενάχοντο γοῶντες
356Ζεὺς δ̓ Ἥρην προσέειπε κασιγνήτην άλοχόν τε ·
357έπρηξας καὶ έπειτα βοῶπις πότνια Ἥρη
358ανστήσασ̓ Αχιλῆα πόδας ταχύν
ῆ ῥά νυ σεῖο
359εξ αυτῆς εγένοντο κάρη κομόωντες Αχαιοί
360τὸν δ̓ ημείβετ̓ έπειτα βοῶπις πότνια Ἥρη
361αινότατε Κρονίδη ποῖον τὸν μῦθον έειπες
362καὶ μὲν δή πού τις μέλλει βροτὸς ανδρὶ τελέσσαι ,
363ὅς περ θνητός τ̓ εστὶ καὶ ου τόσα μήδεα οῖδε
364πῶς δὴ έγωγ̓ , ἥ φημι θεάων έμμεν αρίστη ,
365αμφότερον γενεῇ τε καὶ οὕνεκα σὴ παράκοιτις
366κέκλημαι , σὺ δὲ πᾶσι μετ̓ αθανάτοισιν ανάσσεις ,
367ουκ όφελον Τρώεσσι κοτεσσαμένη κακὰ ῥάψαι
368ὣς οἳ μὲν τοιαῦτα πρὸς αλλήλους αγόρευον
369Ἡφαίστου δ̓ ἵκανε δόμον Θέτις αργυρόπεζα
370άφθιτον αστερόεντα μεταπρεπέ̓ αθανάτοισι
371χάλκεον , ὅν ῥ̓ αυτὸς ποιήσατο κυλλοποδίων
372τὸν δ̓ εῦῤ ἱδρώοντα ἑλισσόμενον περὶ φύσας
373σπεύδοντα
τρίποδας γὰρ εείκοσι πάντας έτευχεν
374ἑστάμεναι περὶ τοῖχον εϋσταθέος μεγάροιο ,
375χρύσεα δέ σφ̓ ὑπὸ κύκλα ἑκάστῳ πυθμένι θῆκεν ,
376όφρά οἱ αυτόματοι θεῖον δυσαίατ̓ αγῶνα
377ηδ̓ αῦτις πρὸς δῶμα νεοίατο θαῦμα ιδέσθαι .
378οἳ δ̓ ήτοι τόσσον μὲν έχον τέλος , ούατα δ̓ ού πω
379δαιδάλεα προσέκειτο
τά ῥ̓ ήρτυε , κόπτε δὲ δεσμούς
380όφῤ ὅ γε ταῦτ̓ επονεῖτο ιδυίῃσι πραπίδεσσι ,
381τόφρά οἱ εγγύθεν ῆλθε θεὰ Θέτις αργυρόπεζα .
382τὴν δὲ ίδε προμολοῦσα Χάρις λιπαροκρήδεμνος
383καλή , τὴν ώπυιε περικλυτὸς αμφιγυήεις
384έν τ̓ άρα οἱ φῦ χειρὶ έπος τ̓ έφατ̓ έκ τ̓ ονόμαζε
385τίπτε Θέτι τανύπεπλε ἱκάνεις ἡμέτερον δῶ
386αιδοίη τε φίλη τε
πάρος γε μὲν ού τι θαμίζεις
387αλλ̓ ἕπεο προτέρω , ἵνα τοι πὰρ ξείνια θείω
388ὣς άρα φωνήσασα πρόσω άγε δῖα θεάων
389τὴν μὲν έπειτα καθεῖσεν επὶ θρόνου αργυροήλου
390καλοῦ δαιδαλέου
ὑπὸ δὲ θρῆνυς ποσὶν ῆεν
391κέκλετο δ̓ Ἥφαιστον κλυτοτέχνην εῖπέ τε μῦθον
392Ἥφαιστε πρόμολ̓ ὧδε
Θέτις νύ τι σεῖο χατίζει
393τὴν δ̓ ημείβετ̓ έπειτα περικλυτὸς αμφιγυήεις
394ῆ ῥά νύ μοι δεινή τε καὶ αιδοίη θεὸς ένδον ,
395ἥ μ̓ εσάωσ̓ ὅτε μ̓ άλγος αφίκετο τῆλε πεσόντα
396μητρὸς εμῆς ιότητι κυνώπιδος , ἥ μ̓ εθέλησε
397κρύψαι χωλὸν εόντα ·
τότ̓ ὰν πάθον άλγεα θυμῷ ,
398ει μή μ̓ Ευρυνόμη τε Θέτις θ̓ ὑπεδέξατο κόλπῳ
399Ευρυνόμη θυγάτηρ αψορρόου Ωκεανοῖο .
400τῇσι παῤ εινάετες χάλκευον δαίδαλα πολλά ,
401πόρπας τε γναμπτάς θ̓ ἕλικας κάλυκάς τε καὶ ὅρμους
402εν σπῆϊ γλαφυρῷ
περὶ δὲ ῥόος Ωκεανοῖο
403αφρῷ μορμύρων ῥέεν άσπετος
ου δέ τις άλλος
404ῄδεεν ού τε θεῶν ού τε θνητῶν ανθρώπων ,
405αλλὰ Θέτις τε καὶ Ευρυνόμη ίσαν , αἵ μ̓ εσάωσαν
406ἣ νῦν ἡμέτερον δόμον ἵκει
τώ με μάλα χρεὼ
407πάντα Θέτι καλλιπλοκάμῳ ζῳάγρια τίνειν .
408αλλὰ σὺ μὲν νῦν οἱ παράθες ξεινήϊα καλά ,
409όφῤ ὰν εγὼ φύσας αποθείομαι ὅπλά τε πάντα
410ῆ , καὶ απ̓ ακμοθέτοιο πέλωρ αίητον ανέστη
411χωλεύων
ὑπὸ δὲ κνῆμαι ῥώοντο αραιαί
412φύσας μέν ῥ̓ απάνευθε τίθει πυρός , ὅπλά τε πάντα
413λάρνακ̓ ες αργυρέην συλλέξατο , τοῖς επονεῖτο
414σπόγγῳ δ̓ αμφὶ πρόσωπα καὶ άμφω χεῖῤ απομόργνυ
415αυχένα τε στιβαρὸν καὶ στήθεα λαχνήεντα ,
416δῦ δὲ χιτῶν̓ , ἕλε δὲ σκῆπτρον παχύ , βῆ δὲ θύραζε
417χωλεύων
ὑπὸ δ̓ αμφίπολοι ῥώοντο άνακτι
418χρύσειαι ζωῇσι νεήνισιν ειοικυῖαι
419τῇς εν μὲν νόος εστὶ μετὰ φρεσίν , εν δὲ καὶ αυδὴ
420καὶ σθένος , αθανάτων δὲ θεῶν άπο έργα ίσασιν .
421αἳ μὲν ὕπαιθα άνακτος εποίπνυον
αυτὰρ ὃ έρρων
422πλησίον , ένθα Θέτις περ , επὶ θρόνου ἷζε φαεινοῦ ,
423έν τ̓ άρα οἱ φῦ χειρὶ έπος τ̓ έφατ̓ έκ τ̓ ονόμαζε ·
424τίπτε Θέτι τανύπεπλε ἱκάνεις ἡμέτερον δῶ
425αιδοίη τε φίλη τε
πάρος γε μὲν ού τι θαμίζεις
426αύδα ὅ τι φρονέεις
τελέσαι δέ με θυμὸς άνωγεν ,
427ει δύναμαι τελέσαι γε καὶ ει τετελεσμένον εστίν
428τὸν δ̓ ημείβετ̓ έπειτα Θέτις κατὰ δάκρυ χέουσα
429Ήφαιστ̓ , ῆ άρα δή τις , ὅσαι θεαί εισ̓ εν Ολύμπῳ ,
430τοσσάδ̓ ενὶ φρεσὶν ᾗσιν ανέσχετο κήδεα λυγρὰ
431όσσ̓ εμοὶ εκ πασέων Κρονίδης Ζεὺς άλγἐ έδωκεν
432εκ μέν μ̓ αλλάων ἁλιάων ανδρὶ δάμασσεν
433Αιακίδῃ Πηλῆϊ , καὶ έτλην ανέρος ευνὴν
434πολλὰ μάλ̓ ουκ εθέλουσα .
ὃ μὲν δὴ γήραϊ λυγρῷ
435κεῖται ενὶ μεγάροις αρημένος , άλλα δέ μοι νῦν ,
436υἱὸν επεί μοι δῶκε γενέσθαί τε τραφέμεν τε
437έξοχον ἡρώων ·
ὃ δ̓ ανέδραμεν έρνεϊ ῖσος
438τὸν μὲν εγὼ θρέψασα φυτὸν ὣς γουνῷ αλωῆς
439νηυσὶν επιπροέηκα κορωνίσιν Ίλιον είσω
440Τρωσὶ μαχησόμενον ·
τὸν δ̓ ουχ ὑποδέξομαι αῦτις
441οίκαδε νοστήσαντα δόμον Πηλήϊον είσω .
442όφρα δέ μοι ζώει καὶ ὁρᾷ φάος ηελίοιο
443άχνυται , ου δέ τί οἱ δύναμαι χραισμῆσαι ιοῦσα
444κούρην ἣν άρα οἱ γέρας έξελον υἷες Αχαιῶν ,
445τὴν ὰψ εκ χειρῶν ἕλετο κρείων Αγαμέμνων
446ήτοι ὃ τῆς αχέων φρένας έφθιεν
αυτὰρ Αχαιοὺς
447Τρῶες επὶ πρύμνῃσιν εείλεον , ου δὲ θύραζε
448είων εξιέναι
τὸν δὲ λίσσοντο γέροντες
449Αργείων , καὶ πολλὰ περικλυτὰ δῶῤ ονόμαζον
450ένθ̓ αυτὸς μὲν έπειτ̓ ηναίνετο λοιγὸν αμῦναι ,
451αυτὰρ ὃ Πάτροκλον περὶ μὲν τὰ ἃ τεύχεα ἕσσε ,
452πέμπε δέ μιν πόλεμον δέ , πολὺν δ̓ ἅμα λαὸν όπασσε
453πᾶν δ̓ ῆμαρ μάρναντο περὶ Σκαιῇσι πύλῃσι
454καί νύ κεν αυτῆμαρ πόλιν έπραθον , ει μὴ Απόλλων
455πολλὰ κακὰ ῥέξαντα Μενοιτίου άλκιμον υἱὸν
456έκταν̓ ενὶ προμάχοισι καὶ Ἕκτορι κῦδος έδωκε
457τοὔνεκα νῦν τὰ σὰ γούναθ̓ ἱκάνομαι , αί κ̓ εθέλῃσθα
458υἱεῖ εμῷ ωκυμόρῳ δόμεν ασπίδα καὶ τρυφάλειαν
459καὶ καλὰς κνημῖδας επισφυρίοις αραρυίας
460καὶ θώρηχ̓
ὃ γὰρ ῆν οἱ απώλεσε πιστὸς ἑταῖρος
461Τρωσὶ δαμείς
ὃ δὲ κεῖται επὶ χθονὶ θυμὸν αχεύων
462τὴν δ̓ ημείβετ̓ έπειτα περικλυτὸς αμφιγυήεις
463θάρσει
μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων
464αὶ γάρ μιν θανάτοιο δυσηχέος ὧδε δυναίμην
465νόσφιν αποκρύψαι , ὅτε μιν μόρος αινὸς ἱκάνοι ,
466ὥς οἱ τεύχεα καλὰ παρέσσεται , οἷά τις αῦτε
467ανθρώπων πολέων θαυμάσσεται , ὅς κεν ίδηται
468ὣς ειπὼν τὴν μὲν λίπεν αυτοῦ , βῆ δ̓ επὶ φύσας
469τὰς δ̓ ες πῦρ έτρεψε κέλευσέ τε εργάζεσθαι
470φῦσαι δ̓ εν χοάνοισιν εείκοσι πᾶσαι εφύσων
471παντοίην εύπρηστον αϋτμὴν εξανιεῖσαι ,
472άλλοτε μὲν σπεύδοντι παρέμμεναι , άλλοτε δ̓ αῦτε ,
473ὅππως Ἥφαιστός τ̓ εθέλοι καὶ έργον άνοιτο .
474χαλκὸν δ̓ εν πυρὶ βάλλεν ατειρέα κασσίτερόν τε
475καὶ χρυσὸν τιμῆντα καὶ άργυρον
αυτὰρ έπειτα
476θῆκεν εν ακμοθέτῳ μέγαν άκμονα , γέντο δὲ χειρὶ
477ῥαιστῆρα κρατερήν , ἑτέρηφι δὲ γέντο πυράγρην
478ποίει δὲ πρώτιστα σάκος μέγα τε στιβαρόν τε
479πάντοσε δαιδάλλων , περὶ δ̓ άντυγα βάλλε φαεινὴν
480τρίπλακα μαρμαρέην , εκ δ̓ αργύρεον τελαμῶνα .
481πέντε δ̓ άῤ αυτοῦ έσαν σάκεος πτύχες
αυτὰρ εν αυτῷ
482ποίει δαίδαλα πολλὰ ιδυίῃσι πραπίδεσσιν
483εν μὲν γαῖαν έτευξ̓ , εν δ̓ ουρανόν , εν δὲ θάλασσαν ,
484ηέλιόν τ̓ ακάμαντα σελήνην τε πλήθουσαν ,
485εν δὲ τὰ τείρεα πάντα , τά τ̓ ουρανὸς εστεφάνωται ,
486Πληϊάδας θ̓ Ὑάδας τε τό τε σθένος Ωρίωνος
487Άρκτόν θ̓ , ἣν καὶ Άμαξαν επίκλησιν καλέουσιν ,
488ἥ τ̓ αυτοῦ στρέφεται καί τ̓ Ωρίωνα δοκεύει ,
489οίη δ̓ άμμορός εστι λοετρῶν Ωκεανοῖο .
490εν δὲ δύω ποίησε πόλεις μερόπων ανθρώπων
491καλάς
εν τῇ μέν ῥα γάμοι τ̓ έσαν ειλαπίναι τε ,
492νύμφας δ̓ εκ θαλάμων δαΐδων ὕπο λαμπομενάων
493ηγίνεον ανὰ άστυ , πολὺς δ̓ ὑμέναιος ορώρει
494κοῦροι δ̓ ορχηστῆρες εδίνεον , εν δ̓ άρα τοῖσιν
495αυλοὶ φόρμιγγές τε βοὴν έχον
αἳ δὲ γυναῖκες
496ἱστάμεναι θαύμαζον επὶ προθύροισιν ἑκάστη
497λαοὶ δ̓ ειν αγορῇ έσαν αθρόοι
ένθα δὲ νεῖκος
498ωρώρει , δύο δ̓ άνδρες ενείκεον εἵνεκα ποινῆς
499ανδρὸς αποφθιμένου
ὃ μὲν εύχετο πάντ̓ αποδοῦναι
500δήμῳ πιφαύσκων , ὃ δ̓ αναίνετο μηδὲν ἑλέσθαι
501άμφω δ̓ ἱέσθην επὶ ίστορι πεῖραρ ἑλέσθαι
502λαοὶ δ̓ αμφοτέροισιν επήπυον αμφὶς αρωγοί
503κήρυκες δ̓ άρα λαὸν ερήτυον
οἳ δὲ γέροντες
504είατ̓ επὶ ξεστοῖσι λίθοις ἱερῷ ενὶ κύκλῳ ,
505σκῆπτρα δὲ κηρύκων εν χέρσ̓ έχον ηεροφώνων
506τοῖσιν έπειτ̓ ήϊσσον , αμοιβηδὶς δὲ δίκαζον
507κεῖτο δ̓ άῤ εν μέσσοισι δύω χρυσοῖο τάλαντα ,
508τῷ δόμεν ὃς μετὰ τοῖσι δίκην ιθύντατα είποι
509τὴν δ̓ ἑτέρην πόλιν αμφὶ δύω στρατοὶ ἥατο λαῶν
510τεύχεσι λαμπόμενοι
δίχα δέ σφισιν ἥνδανε βουλή ,
511ηὲ διαπραθέειν ὴ άνδιχα πάντα δάσασθαι
512κτῆσιν ὅσην πτολίεθρον επήρατον εντὸς έεργεν
513οἳ δ̓ ού πω πείθοντο , λόχῳ δ̓ ὑπεθωρήσσοντο
514τεῖχος μέν ῥ̓ άλοχοί τε φίλαι καὶ νήπια τέκνα
515ῥύατ̓ εφεσταότες , μετὰ δ̓ ανέρες οὓς έχε γῆρας ·
516οἳ δ̓ ίσαν
ῆρχε δ̓ άρά σφιν Άρης καὶ Παλλὰς Αθήνη
517άμφω χρυσείω , χρύσεια δὲ εἵματα ἕσθην ,
518καλὼ καὶ μεγάλω σὺν τεύχεσιν , ὥς τε θεώ περ
519αμφὶς αριζήλω ·
λαοὶ δ̓ ὑπολίζονες ῆσαν
520οἳ δ̓ ὅτε δή ῥ̓ ἵκανον ὅθι σφίσιν εῖκε λοχῆσαι
521εν ποταμῷ , ὅθι τ̓ αρδμὸς έην πάντεσσι βοτοῖσιν ,
522ένθ̓ άρα τοί γ̓ ίζοντ̓ ειλυμένοι αίθοπι χαλκῷ
523τοῖσι δ̓ έπειτ̓ απάνευθε δύω σκοποὶ εἵατο λαῶν
524δέγμενοι ὁππότε μῆλα ιδοίατο καὶ ἕλικας βοῦς
525οἳ δὲ τάχα προγένοντο , δύω δ̓ άμ̓ ἕποντο νομῆες
526τερπόμενοι σύριγξι
δόλον δ̓ ού τι προνόησαν
527οἳ μὲν τὰ προϊδόντες επέδραμον , ῶκα δ̓ έπειτα
528τάμνοντ̓ αμφὶ βοῶν αγέλας καὶ πώεα καλὰ
529αργεννέων οιῶν , κτεῖνον δ̓ επὶ μηλοβοτῆρας
530οἳ δ̓ ὡς οῦν επύθοντο πολὺν κέλαδον παρὰ βουσὶν
531ειράων προπάροιθε καθήμενοι , αυτίκ̓ εφ̓ ἵππων
532βάντες αερσιπόδων μετεκίαθον , αῖψα δ̓ ἵκοντο
533στησάμενοι δ̓ εμάχοντο μάχην ποταμοῖο παῤ όχθας ,
534βάλλον δ̓ αλλήλους χαλκήρεσιν εγχείῃσιν
535εν δ̓ Έρις εν δὲ Κυδοιμὸς ὁμίλεον , εν δ̓ ολοὴ Κήρ ,
536άλλον ζωὸν έχουσα νεούτατον , άλλον άουτον ,
537άλλον τεθνηῶτα κατὰ μόθον ἕλκε ποδοῖιν ·
538εἷμα δ̓ έχ̓ αμφ̓ ώμοισι δαφοινεὸν αἵματι φωτῶν
539ὡμίλευν δ̓ ὥς τε ζωοὶ βροτοὶ ηδ̓ εμάχοντο ,
540νεκρούς τ̓ αλλήλων έρυον κατατεθνηῶτας .
541εν δ̓ ετίθει νειὸν μαλακὴν πίειραν άρουραν
542ευρεῖαν τρίπολον ·
πολλοὶ δ̓ αροτῆρες εν αυτῇ
543ζεύγεα δινεύοντες ελάστρεον ένθα καὶ ένθα
544οἳ δ̓ ὁπότε στρέψαντες ἱκοίατο τέλσον αρούρης ,
545τοῖσι δ̓ έπειτ̓ εν χερσὶ δέπας μελιηδέος οίνου
546δόσκεν ανὴρ επιών
τοὶ δὲ στρέψασκον αν̓ όγμους ,
547ἱέμενοι νειοῖο βαθείης τέλσον ἱκέσθαι
548ἣ δὲ μελαίνετ̓ όπισθεν , αρηρομένῃ δὲ εῴκει ,
549χρυσείη περ εοῦσα
τὸ δὴ περὶ θαῦμα τέτυκτο
550εν δ̓ ετίθει τέμενος βασιλήϊον
ένθα δ̓ έριθοι
551ήμων οξείας δρεπάνας εν χερσὶν έχοντες
552δράγματα δ̓ άλλα μετ̓ όγμον επήτριμα πῖπτον έραζε ,
553άλλα δ̓ αμαλλοδετῆρες εν ελλεδανοῖσι δέοντο
554τρεῖς δ̓ άῤ αμαλλοδετῆρες εφέστασαν
αυτὰρ όπισθε
555παῖδες δραγμεύοντες εν αγκαλίδεσσι φέροντες
556ασπερχὲς πάρεχον
βασιλεὺς δ̓ εν τοῖσι σιωπῇ
557σκῆπτρον έχων ἑστήκει επ̓ όγμου γηθόσυνος κῆρ
558κήρυκες δ̓ απάνευθεν ὑπὸ δρυῒ δαῖτα πένοντο ,
559βοῦν δ̓ ἱερεύσαντες μέγαν άμφεπον
αἳ δὲ γυναῖκες
560δεῖπνον ερίθοισιν λεύκ̓ άλφιτα πολλὰ πάλυνον
561εν δ̓ ετίθει σταφυλῇσι μέγα βρίθουσαν αλωὴν
562καλὴν χρυσείην
μέλανες δ̓ ανὰ βότρυες ῆσαν ,
563ἑστήκει δὲ κάμαξι διαμπερὲς αργυρέῃσιν
564αμφὶ δὲ κυανέην κάπετον , περὶ δ̓ ἕρκος έλασσε
565κασσιτέρου ·
μία δ̓ οίη αταρπιτὸς ῆεν επ̓ αυτήν ,
566τῇ νίσοντο φορῆες ὅτε τρυγόῳεν αλωήν
567παρθενικαὶ δὲ καὶ ηΐθεοι αταλὰ φρονέοντες
568πλεκτοῖς εν ταλάροισι φέρον μελιηδέα καρπόν
569τοῖσιν δ̓ εν μέσσοισι πάϊς φόρμιγγι λιγείῃ
570ἱμερόεν κιθάριζε , λίνον δ̓ ὑπὸ καλὸν άειδε
571λεπταλέῃ φωνῇ
τοὶ δὲ ῥήσσοντες ἁμαρτῇ
572μολπῇ τ̓ ιυγμῷ τε ποσὶ σκαίροντες ἕποντο
573εν δ̓ αγέλην ποίησε βοῶν ορθοκραιράων
574αἳ δὲ βόες χρυσοῖο τετεύχατο κασσιτέρου τε ,
575μυκηθμῷ δ̓ απὸ κόπρου επεσσεύοντο νομὸν δὲ
576πὰρ ποταμὸν κελάδοντα , παρὰ ῥοδανὸν δονακῆα
577χρύσειοι δὲ νομῆες άμ̓ εστιχόωντο βόεσσι
578τέσσαρες , εννέα δέ σφι κύνες πόδας αργοὶ ἕποντο
579σμερδαλέω δὲ λέοντε δύ̓ εν πρώτῃσι βόεσσι
580ταῦρον ερύγμηλον εχέτην
ὃ δὲ μακρὰ μεμυκὼς
581ἕλκετο
τὸν δὲ κύνες μετεκίαθον ηδ̓ αιζηοί
582τὼ μὲν αναρρήξαντε βοὸς μεγάλοιο βοείην
583έγκατα καὶ μέλαν αἷμα λαφύσσετον
οἳ δὲ νομῆες
584αύτως ενδίεσαν ταχέας κύνας οτρύνοντες
585οἳ δ̓ ήτοι δακέειν μὲν απετρωπῶντο λεόντων ,
586ἱστάμενοι δὲ μάλ̓ εγγὺς ὑλάκτεον έκ τ̓ αλέοντο
587εν δὲ νομὸν ποίησε περικλυτὸς αμφιγυήεις
588εν καλῇ βήσσῃ μέγαν οιῶν αργεννάων ,
589σταθμούς τε κλισίας τε κατηρεφέας ιδὲ σηκούς
590εν δὲ χορὸν ποίκιλλε περικλυτὸς αμφιγυήεις ,
591τῷ ίκελον οἷόν ποτ̓ ενὶ Κνωσῷ ευρείῃ
592Δαίδαλος ήσκησεν καλλιπλοκάμῳ Αριάδνῃ
593ένθα μὲν ηΐθεοι καὶ παρθένοι αλφεσίβοιαι
594ορχεῦντ̓ αλλήλων επὶ καρπῷ χεῖρας έχοντες
595τῶν δ̓ αἳ μὲν λεπτὰς οθόνας έχον , οἳ δὲ χιτῶνας
596είατ̓ εϋννήτους , ῆκα στίλβοντας ελαίῳ
597καί ῥ̓ αἳ μὲν καλὰς στεφάνας έχον , οἳ δὲ μαχαίρας
598εῖχον χρυσείας εξ αργυρέων τελαμώνων
599οἳ δ̓ ὁτὲ μὲν θρέξασκον επισταμένοισι πόδεσσι
600ῥεῖα μάλ̓ , ὡς ὅτε τις τροχὸν άρμενον εν παλάμῃσιν
601ἑζόμενος κεραμεὺς πειρήσεται , αί κε θέῃσιν
602άλλοτε δ̓ αῦ θρέξασκον επὶ στίχας αλλήλοισι
603πολλὸς δ̓ ἱμερόεντα χορὸν περιίσταθ̓ ὅμιλος
604τερπόμενοι
605δοιὼ δὲ κυβιστητῆρε κατ̓ αυτοὺς
606μολπῆς εξάρχοντες εδίνευον κατὰ μέσσους .
607εν δ̓ ετίθει ποταμοῖο μέγα σθένος Ωκεανοῖο
608άντυγα πὰρ πυμάτην σάκεος πύκα ποιητοῖο .
609αυτὰρ επεὶ δὴ τεῦξε σάκος μέγα τε στιβαρόν τε ,
610τεῦξ̓ άρα οἱ θώρηκα φαεινότερον πυρὸς αυγῆς ,
611τεῦξε δέ οἱ κόρυθα βριαρὴν κροτάφοις αραρυῖαν
612καλὴν δαιδαλέην , επὶ δὲ χρύσεον λόφον ἧκε ,
613τεῦξε δέ οἱ κνημῖδας ἑανοῦ κασσιτέροιο
614αυτὰρ επεὶ πάνθ̓ ὅπλα κάμε κλυτὸς αμφιγυήεις ,
615μητρὸς Αχιλλῆος θῆκε προπάροιθεν αείρας
616ἣ δ̓ ίρηξ ὣς ᾶλτο κατ̓ Ουλύμπου νιφόεντος
617τεύχεα μαρμαίροντα παῤ Ἡφαίστοιο φέρουσα .
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52
53
54
55
56
57
58
59
60
61
62
63
64
65
66
67
68
69
70
71
72
73
74
75
76
77
78
79
80
81
82
83
84
85
86
87
88
89
90
91
92
93
94
95
96
97
98
99
100
101
102
103
104
105
106
107
108
109
110
111
112
113
114
115
116
117
118
119
120
121
122
123
124
125
126
127
128
129
130
131
132
133
134
135
136
137
138
139
140
141
142
143
144
145
146
147
148
149
150
151
152
153
154
155
156
157
158
159
160
161
162
163
164
165
166
167
168
169
170
171
172
173
174
175
176
177
178
179
180
181
182
183
184
185
186
187
188
189
190
191
192
193
194
195
196
197
198
199
200
201
202
203
204
205
206
207
208
209
210
211
212
213
214
215
216
217
218
219
220
221
222
223
224
225
226
227
228
229
230
231
232
233
234
235
236
237
238
239
240
241
242
243
244
245
246
247
248
249
250
251
252
253
254
255
256
257
258
259
260
261
262
263
264
265
266
267
268
269
270
271
272
273
274
275
276
277
278
279
280
281
282
283
284
285
286
287
288
289
290
291
292
293
294
295
296
297
298
299
300
301
302
303
304
305
306
307
308
309
310
311
312
313
314
315
316
317
318
319
320
321
322
323
324
325
326
327
328
329
330
331
332
333
334
335
336
337
338
339
340
341
342
343
344
345
346
347
348
349
350
351
352
353
354
355
356
357
358
359
360
361
362
363
364
365
366
367
368
369
370
371
372
373
374
375
376
377
378
379
380
381
382
383
384
385
386
387
388
389
390
391
392
393
394
395
396
397
398
399
400
401
402
403
404
405
406
407
408
409
410
411
412
413
414
415
416
417
418
419
420
421
422
423
424
425
426
427
428
429
430
431
432
433
434
435
436
437
438
439
440
441
442
443
444
445
446
447
448
449
450
451
452
453
454
455
456
457
458
459
460
461
462
463
464
465
466
467
468
469
470
471
472
473
474
475
476
477
478
479
480
481
482
483
484
485
486
487
488
489
490
491
492
493
494
495
496
497
498
499
500
501
502
503
504
505
506
507
508
509
510
511
512
513
514
515
516
517
518
519
520
521
522
523
524
525
526
527
528
529
530
531
532
533
534
535
536
537
538
539
540
541
542
543
544
545
546
547
548
549
550
551
552
553
554
555
556
557
558
559
560
561
562
563
564
565
566
567
568
569
570
571
572
573
574
575
576
577
578
579
580
581
582
583
584
585
586
587
588
589
590
591
592
593
594
595
596
597
598
599
600
601
602
603
604
605
606
607
608
609
610
611
612
613
614
615
616
617