1ου δ̓ έλαθ̓ Ατρέος υἱὸν αρηΐφιλον Μενέλαον
2Πάτροκλος Τρώεσσι δαμεὶς εν δηϊοτῆτι .
3βῆ δὲ διὰ προμάχων κεκορυθμένος αίθοπι χαλκῷ ,
4αμφὶ δ̓ άῤ αυτῷ βαῖν̓ ὥς τις περὶ πόρτακι μήτηρ
5πρωτοτόκος κινυρὴ ου πρὶν ειδυῖα τόκοιο ·
6ὣς περὶ Πατρόκλῳ βαῖνε ξανθὸς Μενέλαος
7πρόσθε δέ οἱ δόρυ τ̓ έσχε καὶ ασπίδα πάντοσ̓ εΐσην ,
8τὸν κτάμεναι μεμαὼς ὅς τις τοῦ γ̓ αντίος έλθοι
9ου δ̓ άρα Πάνθου υἱὸς εϋμμελίης αμέλησε
10Πατρόκλοιο πεσόντος αμύμονος
άγχι δ̓ άῤ αυτοῦ
11έστη , καὶ προσέειπεν αρηΐφιλον Μενέλαον
12Ατρεΐδη Μενέλαε διοτρεφὲς όρχαμε λαῶν
13χάζεο , λεῖπε δὲ νεκρόν , έα δ̓ έναρα βροτόεντα
14ου γάρ τις πρότερος Τρώων κλειτῶν τ̓ επικούρων
15Πάτροκλον βάλε δουρὶ κατὰ κρατερὴν ὑσμίνην
16τώ με έα κλέος εσθλὸν ενὶ Τρώεσσιν αρέσθαι ,
17μή σε βάλω , απὸ δὲ μελιηδέα θυμὸν ἕλωμαι
18τὸν δὲ μέγ̓ οχθήσας προσέφη ξανθὸς Μενέλαος
19Ζεῦ πάτερ ου μὲν καλὸν ὑπέρβιον ευχετάασθαι .
20ού τ̓ οῦν παρδάλιος τόσσον μένος ού τε λέοντος ού τε
21συὸς κάπρου ολοόφρονος , οὗ τε μέγιστος
22θυμὸς ενὶ στήθεσσι περὶ σθένεϊ βλεμεαίνει ,
23ὅσσον Πάνθου υἷες εϋμμελίαι φρονέουσιν .
24ου δὲ μὲν ου δὲ βίη Ὑπερήνορος ἱπποδάμοιο
25ἧς ἥβης απόνηθ̓ , ὅτε μ̓ ώνατο καί μ̓ ὑπέμεινε
26καί μ̓ έφατ̓ εν Δαναοῖσιν ελέγχιστον πολεμιστὴν
27έμμεναι
ου δέ ἕ φημι πόδεσσί γε οἷσι κιόντα
28ευφρῆναι άλοχόν τε φίλην κεδνούς τε τοκῆας
29ὥς θην καὶ σὸν εγὼ λύσω μένος εί κέ μευ άντα
30στήῃς
αλλά σ̓ έγωγ̓ αναχωρήσαντα κελεύω
31ες πληθὺν ιέναι , μη δ̓ αντίος ίστασ̓ εμεῖο
32πρίν τι κακὸν παθέειν
ῥεχθὲν δέ τε νήπιος έγνω
33ὣς φάτο , τὸν δ̓ ου πεῖθεν
αμειβόμενος δὲ προσηύδα
34νῦν μὲν δὴ Μενέλαε διοτρεφὲς ῆ μάλα τείσεις
35γνωτὸν εμὸν τὸν έπεφνες , επευχόμενος δ̓ αγορεύεις ,
36χήρωσας δὲ γυναῖκα μυχῷ θαλάμοιο νέοιο ,
37αρητὸν δὲ τοκεῦσι γόον καὶ πένθος έθηκας
38ῆ κέ σφιν δειλοῖσι γόου κατάπαυμα γενοίμην
39εί κεν εγὼ κεφαλήν τε τεὴν καὶ τεύχἐ ενείκας
40Πάνθῳ εν χείρεσσι βάλω καὶ Φρόντιδι δίῃ
41αλλ̓ ου μὰν έτι δηρὸν απείρητος πόνος έσται
42ου δ̓ έτ̓ αδήριτος ήτ̓ αλκῆς ήτε φόβοιο .
43ὣς ειπὼν ούτησε κατ̓ ασπίδα πάντοσ̓ εΐσην
44ου δ̓ έρρηξεν χαλκός , ανεγνάμφθη δέ οἱ αιχμὴ
45ασπίδ̓ ενὶ κρατερῇ
ὃ δὲ δεύτερος όρνυτο χαλκῷ
46Ατρεΐδης Μενέλαος επευξάμενος Διὶ πατρί ·
47ὰψ δ̓ αναχαζομένοιο κατὰ στομάχοιο θέμεθλα
48νύξ̓ , επὶ δ̓ αυτὸς έρεισε βαρείῃ χειρὶ πιθήσας
49αντικρὺ δ̓ ἁπαλοῖο δἰ αυχένος ήλυθ̓ ακωκή ,
50δούπησεν δὲ πεσών , αράβησε δὲ τεύχἐ επ̓ αυτῷ
51αἵματί οἱ δεύοντο κόμαι Χαρίτεσσιν ὁμοῖαι
52πλοχμοί θ̓ , οἳ χρυσῷ τε καὶ αργύρῳ εσφήκωντο
53οἷον δὲ τρέφει έρνος ανὴρ εριθηλὲς ελαίης
54χώρῳ εν οιοπόλῳ , όθ̓ ἅλις αναβέβροχεν ὕδωρ ,
55καλὸν τηλεθάον ·
τὸ δέ τε πνοιαὶ δονέουσι
56παντοίων ανέμων , καί τε βρύει άνθεϊ λευκῷ ·
57ελθὼν δ̓ εξαπίνης άνεμος σὺν λαίλαπι πολλῇ
58βόθρου τ̓ εξέστρεψε καὶ εξετάνυσσ̓ επὶ γαίῃ ·
59τοῖον Πάνθου υἱὸν εϋμμελίην Εύφορβον
60Ατρεΐδης Μενέλαος επεὶ κτάνε τεύχἐ εσύλα .
61ὡς δ̓ ὅτε τίς τε λέων ορεσίτροφος αλκὶ πεποιθὼς
62βοσκομένης αγέλης βοῦν ἁρπάσῃ ἥ τις αρίστη ·
63τῆς δ̓ εξ αυχέν̓ έαξε λαβὼν κρατεροῖσιν οδοῦσι
64πρῶτον , έπειτα δέ θ̓ αἷμα καὶ έγκατα πάντα λαφύσσει
65δῃῶν ·
αμφὶ δὲ τόν γε κύνες τ̓ άνδρές τε νομῆες
66πολλὰ μάλ̓ ιύζουσιν απόπροθεν ου δ̓ εθέλουσιν
67αντίον ελθέμεναι ·
μάλα γὰρ χλωρὸν δέος αἱρεῖ ·
68ὣς τῶν ού τινι θυμὸς ενὶ στήθεσσιν ετόλμα
69αντίον ελθέμεναι Μενελάου κυδαλίμοιο
70ένθά κε ῥεῖα φέροι κλυτὰ τεύχεα Πανθοΐδαο
71Ατρεΐδης , ει μή οἱ αγάσσατο Φοῖβος Απόλλων ,
72ὅς ῥά οἱ Έκτοῤ επῶρσε θοῷ ατάλαντον Άρηϊ
73ανέρι εισάμενος Κικόνων ἡγήτορι Μέντῃ ·
74καί μιν φωνήσας έπεα πτερόεντα προσηύδα
75Ἕκτορ νῦν σὺ μὲν ὧδε θέεις ακίχητα διώκων
76ἵππους Αιακίδαο δαΐφρονος ·
οἳ δ̓ αλεγεινοὶ
77ανδράσι γε θνητοῖσι δαμήμεναι ηδ̓ οχέεσθαι
78άλλῳ γ̓ ὴ Αχιλῆϊ , τὸν αθανάτη τέκε μήτηρ .
79τόφρα δέ τοι Μενέλαος αρήϊος Ατρέος υἱὸς
80Πατρόκλῳ περιβὰς Τρώων τὸν άριστον έπεφνε
81Πανθοΐδην Εύφορβον , έπαυσε δὲ θούριδος αλκῆς .
82ὣς ειπὼν ὃ μὲν αῦτις έβη θεὸς ὰμ πόνον ανδρῶν ,
83Ἕκτορα δ̓ αινὸν άχος πύκασε φρένας αμφὶ μελαίνας
84πάπτηνεν δ̓ άῤ έπειτα κατὰ στίχας , αυτίκα δ̓ έγνω
85τὸν μὲν απαινύμενον κλυτὰ τεύχεα , τὸν δ̓ επὶ γαίῃ
86κείμενον
έρρει δ̓ αἷμα κατ̓ ουταμένην ωτειλήν
87βῆ δὲ διὰ προμάχων κεκορυθμένος αίθοπι χαλκῷ
88οξέα κεκλήγων φλογὶ είκελος Ἡφαίστοιο
89ασβέστῳ
ου δ̓ υἱὸν λάθεν Ατρέος οξὺ βοήσας
90οχθήσας δ̓ άρα εῖπε πρὸς ὃν μεγαλήτορα θυμόν
91ώ μοι εγὼν ει μέν κε λίπω κάτα τεύχεα καλὰ
92Πάτροκλόν θ̓ , ὃς κεῖται εμῆς ένεκ̓ ενθάδε τιμῆς ,
93μή τίς μοι Δαναῶν νεμεσήσεται ὅς κεν ίδηται .
94ει δέ κεν Ἕκτορι μοῦνος εὼν καὶ Τρωσὶ μάχωμαι
95αιδεσθείς , μή πώς με περιστήωσ̓ ἕνα πολλοί ·
96Τρῶας δ̓ ενθάδε πάντας άγει κορυθαίολος Ἕκτωρ
97αλλὰ τί ή μοι ταῦτα φίλος διελέξατο θυμός
98οππότ̓ ανὴρ εθέλῃ πρὸς δαίμονα φωτὶ μάχεσθαι
99ὅν κε θεὸς τιμᾷ , τάχα οἱ μέγα πῆμα κυλίσθη
100τώ μ̓ ού τις Δαναῶν νεμεσήσεται ὅς κεν ίδηται
101Ἕκτορι χωρήσαντ̓ , επεὶ εκ θεόφιν πολεμίζει
102ει δέ που Αίαντός γε βοὴν αγαθοῖο πυθοίμην ,
103άμφω κ̓ αῦτις ιόντες επιμνησαίμεθα χάρμης
104καὶ πρὸς δαίμονά περ , εί πως ερυσαίμεθα νεκρὸν
105Πηλεΐδῃ Αχιλῆϊ
κακῶν δέ κε φέρτατον είη
106εἷος ὁ ταῦθ̓ ὅρμαινε κατὰ φρένα καὶ κατὰ θυμὸν
107τόφρα δ̓ επὶ Τρώων στίχες ήλυθον
ῆρχε δ̓ άῤ Ἕκτωρ
108αυτὰρ ὅ γ̓ εξοπίσω ανεχάζετο , λεῖπε δὲ νεκρὸν
109εντροπαλιζόμενος ὥς τε λὶς ηϋγένειος ,
110ὅν ῥα κύνες τε καὶ άνδρες απὸ σταθμοῖο δίωνται
111έγχεσι καὶ φωνῇ ·
τοῦ δ̓ εν φρεσὶν άλκιμον ῆτορ
112παχνοῦται , αέκων δέ τ̓ έβη απὸ μεσσαύλοιο
113ὣς απὸ Πατρόκλοιο κίε ξανθὸς Μενέλαος
114στῆ δὲ μεταστρεφθεὶς επεὶ ἵκετο έθνος ἑταίρων
115παπταίνων Αίαντα μέγαν Τελαμώνιον υἱόν .
116τὸν δὲ μάλ̓ αῖψ̓ ενόησε μάχης επ̓ αριστερὰ πάσης
117θαρσύνονθ̓ ἑτάρους καὶ εποτρύνοντα μάχεσθαι
118θεσπέσιον γάρ σφιν φόβον έμβαλε Φοῖβος Απόλλων
119βῆ δὲ θέειν , εῖθαρ δὲ παριστάμενος έπος ηύδα
120Αῖαν δεῦρο πέπον , περὶ Πατρόκλοιο θανόντος
121σπεύσομεν , αί κε νέκυν περ Αχιλλῆϊ προφέρωμεν
122γυμνόν
ατὰρ τά γε τεύχἐ έχει κορυθαίολος Ἕκτωρ
123ὣς έφατ̓ , Αίαντι δὲ δαΐφρονι θυμὸν όρινε
124βῆ δὲ διὰ προμάχων , ἅμα δὲ ξανθὸς Μενέλαος .
125Ἕκτωρ μὲν Πάτροκλον επεὶ κλυτὰ τεύχἐ απηύρα ,
126έλχ̓ ίν̓ απ̓ ώμοιιν κεφαλὴν τάμοι οξέϊ χαλκῷ ,
127τὸν δὲ νέκυν Τρῳῇσιν ερυσσάμενος κυσὶ δοίη
128Αίας δ̓ εγγύθεν ῆλθε φέρων σάκος ηΰτε πύργον ·
129Ἕκτωρ δ̓ ὰψ ες ὅμιλον ιὼν ανεχάζεθ̓ ἑταίρων ,
130ες δίφρον δ̓ ανόρουσε
δίδου δ̓ ὅ γε τεύχεα καλὰ
131Τρωσὶ φέρειν προτὶ άστυ , μέγα κλέος έμμεναι αυτῷ
132Αίας δ̓ αμφὶ Μενοιτιάδῃ σάκος ευρὺ καλύψας
133ἑστήκει ὥς τίς τε λέων περὶ οἷσι τέκεσσιν ,
134ᾧ ῥά τε νήπἰ άγοντι συναντήσωνται εν ὕλῃ
135άνδρες επακτῆρες ·
ὃ δέ τε σθένεϊ βλεμεαίνει ,
136πᾶν δέ τ̓ επισκύνιον κάτω ἕλκεται όσσε καλύπτων
137ὣς Αίας περὶ Πατρόκλῳ ἥρωϊ βεβήκει
138Ατρεΐδης δ̓ ἑτέρωθεν αρηΐφιλος Μενέλαος
139ἑστήκει , μέγα πένθος ενὶ στήθεσσιν αέξων
140Γλαῦκος δ̓ Ἱππολόχοιο πάϊς Λυκίων αγὸς ανδρῶν
141Έκτοῤ ὑπόδρα ιδὼν χαλεπῷ ηνίπαπε μύθῳ ·
142Ἕκτορ εῖδος άριστε μάχης άρα πολλὸν εδεύεο
143ῆ σ̓ αύτως κλέος εσθλὸν έχει φύξηλιν εόντα
144φράζεο νῦν ὅππως κε πόλιν καὶ άστυ σαώσῃς
145οῖος σὺν λαοῖς τοὶ Ιλίῳ εγγεγάασιν
146ου γάρ τις Λυκίων γε μαχησόμενος Δαναοῖσιν
147εῖσι περὶ πτόλιος , επεὶ ουκ άρα τις χάρις ῆεν
148μάρνασθαι δηΐοισιν επ̓ ανδράσι νωλεμὲς αιεί
149πῶς κε σὺ χείρονα φῶτα σαώσειας μεθ̓ ὅμιλον
150σχέτλἰ , επεὶ Σαρπηδόν̓ ἅμα ξεῖνον καὶ ἑταῖρον
151κάλλιπες Αργείοισιν ἕλωρ καὶ κύρμα γενέσθαι ,
152ὅς τοι πόλλ̓ όφελος γένετο πτόλεΐ τε καὶ αυτῷ
153ζωὸς εών ·
νῦν δ̓ ού οἱ αλαλκέμεναι κύνας έτλης
154τὼ νῦν εί τις εμοὶ Λυκίων επιπείσεται ανδρῶν
155οίκαδ̓ ίμεν , Τροίῃ δὲ πεφήσεται αιπὺς όλεθρος
156ει γὰρ νῦν Τρώεσσι μένος πολυθαρσὲς ενείη
157άτρομον , οἷόν τ̓ άνδρας εσέρχεται οἳ περὶ πάτρης
158ανδράσι δυσμενέεσσι πόνον καὶ δῆριν έθεντο ,
159αῖψά κε Πάτροκλον ερυσαίμεθα Ίλιον είσω
160ει δ̓ οὗτος προτὶ άστυ μέγα Πριάμοιο άνακτος
161έλθοι τεθνηὼς καί μιν ερυσαίμεθα χάρμης ,
162αῖψά κεν Αργεῖοι Σαρπηδόνος έντεα καλὰ
163λύσειαν , καί κ̓ αυτὸν αγοίμεθα Ίλιον είσω
164τοίου γὰρ θεράπων πέφατ̓ ανέρος , ὃς μέγ̓ άριστος
165Αργείων παρὰ νηυσὶ καὶ αγχέμαχοι θεράποντες .
166αλλὰ σύ γ̓ Αίαντος μεγαλήτορος ουκ ετάλασσας
167στήμεναι άντα κατ̓ όσσε ιδὼν δηΐων εν αϋτῇ ,
168ου δ̓ ιθὺς μαχέσασθαι , επεὶ σέο φέρτερός εστι
169τὸν δ̓ άῤ ὑπόδρα ιδὼν προσέφη κορυθαίολος Ἕκτωρ
170Γλαῦκε τί ὴ δὲ σὺ τοῖος εὼν ὑπέροπλον έειπες
171ὼ πόποι ῆ τ̓ εφάμην σὲ περὶ φρένας έμμεναι άλλων
172τῶν ὅσσοι Λυκίην εριβώλακα ναιετάουσι
173νῦν δέ σευ ωνοσάμην πάγχυ φρένας οἷον έειπες ,
174ὅς τέ με φῂς Αίαντα πελώριον ουχ ὑπομεῖναι
175ού τοι εγὼν έρριγα μάχην ου δὲ κτύπον ἵππων
176αλλ̓ αιεί τε Διὸς κρείσσων νόος αιγιόχοιο ,
177ὅς τε καὶ άλκιμον άνδρα φοβεῖ καὶ αφείλετο νίκην
178ῥηϊδίως , ὁτὲ δ̓ αυτὸς εποτρύνει μαχέσασθαι .
179αλλ̓ άγε δεῦρο πέπον , παῤ έμ̓ ἵστασο καὶ ίδε έργον ,
180ηὲ πανημέριος κακὸς έσσομαι , ὡς αγορεύεις ,
181ῆ τινα καὶ Δαναῶν αλκῆς μάλα περ μεμαῶτα
182σχήσω αμυνέμεναι περὶ Πατρόκλοιο θανόντος
183ὣς ειπὼν Τρώεσσιν εκέκλετο μακρὸν αΰσας
184Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι αγχιμαχηταί ,
185ανέρες έστε φίλοι , μνήσασθε δὲ θούριδος αλκῆς ,
186όφῤ ὰν εγὼν Αχιλῆος αμύμονος έντεα δύω
187καλά , τὰ Πατρόκλοιο βίην ενάριξα κατακτάς
188ὣς άρα φωνήσας απέβη κορυθαίολος Ἕκτωρ
189δηΐου εκ πολέμοιο
θέων δ̓ εκίχανεν ἑταίρους
190ῶκα μάλ̓ ού πω τῆλε ποσὶ κραιπνοῖσι μετασπών ,
191οἳ προτὶ άστυ φέρον κλυτὰ τεύχεα Πηλεΐωνος
192στὰς δ̓ απάνευθε μάχης πολυδακρύου έντἐ άμειβεν
193ήτοι ὃ μὲν τὰ ἃ δῶκε φέρειν προτὶ Ίλιον ἱρὴν
194Τρωσὶ φιλοπτολέμοισιν , ὃ δ̓ άμβροτα τεύχεα δῦνε
195Πηλεΐδεω Αχιλῆος ἅ οἱ θεοὶ Ουρανίωνες
196πατρὶ φίλῳ έπορον
ὃ δ̓ άρα ᾧ παιδὶ όπασσε
197γηράς
αλλ̓ ουχ υἱὸς εν έντεσι πατρὸς εγήρα
198τὸν δ̓ ὡς οῦν απάνευθεν ίδεν νεφεληγερέτα Ζεὺς
199τεύχεσι Πηλεΐδαο κορυσσόμενον θείοιο ,
200κινήσας ῥα κάρη προτὶ ὃν μυθήσατο θυμόν
201ᾶ δείλ̓ ου δέ τί τοι θάνατος καταθύμιός εστιν
202ὃς δή τοι σχεδὸν εῖσι
σὺ δ̓ άμβροτα τεύχεα δύνεις
203ανδρὸς αριστῆος , τόν τε τρομέουσι καὶ άλλοι
204τοῦ δὴ ἑταῖρον έπεφνες ενηέα τε κρατερόν τε ,
205τεύχεα δ̓ ου κατὰ κόσμον απὸ κρατός τε καὶ ώμων
206εἵλευ
ατάρ τοι νῦν γε μέγα κράτος εγγυαλίξω ,
207τῶν ποινὴν ὅ τοι ού τι μάχης εκνοστήσαντι
208δέξεται Ανδρομάχη κλυτὰ τεύχεα Πηλεΐωνος
209ῆ καὶ κυανέῃσιν επ̓ οφρύσι νεῦσε Κρονίων
210Ἕκτορι δ̓ ἥρμοσε τεύχἐ επὶ χροΐ , δῦ δέ μιν Άρης
211δεινὸς ενυάλιος , πλῆσθεν δ̓ άρα οἱ μέλἐ εντὸς
212αλκῆς καὶ σθένεος
μετὰ δὲ κλειτοὺς επικούρους
213βῆ ῥα μέγα ιάχων
ινδάλλετο δέ σφισι πᾶσι
214τεύχεσι λαμπόμενος μεγαθύμου Πηλεΐωνος
215ότρυνεν δὲ ἕκαστον εποιχόμενος επέεσσι
216Μέσθλην τε Γλαῦκόν τε Μέδοντά τε Θερσίλοχόν τε
217Αστεροπαῖόν τε Δεισήνορά θ̓ Ἱππόθοόν τε
218Φόρκυν τε Χρομίον τε καὶ Έννομον οιωνιστήν ·
219τοὺς ὅ γ̓ εποτρύνων έπεα πτερόεντα προσηύδα
220κέκλυτε μυρία φῦλα περικτιόνων επικούρων
221ου γὰρ εγὼ πληθὺν διζήμενος ου δὲ χατίζων
222ενθάδ̓ αφ̓ ὑμετέρων πολίων ήγειρα ἕκαστον ,
223αλλ̓ ἵνα μοι Τρώων αλόχους καὶ νήπια τέκνα
224προφρονέως ῥύοισθε φιλοπτολέμων υπ̓ Αχαιῶν
225τὰ φρονέων δώροισι κατατρύχω καὶ εδωδῇ
226λαούς , ὑμέτερον δὲ ἑκάστου θυμὸν αέξω
227τώ τις νῦν ιθὺς τετραμμένος ὴ απολέσθω
228ηὲ σαωθήτω
ἣ γὰρ πολέμου οαριστύς .
229ὃς δέ κε Πάτροκλον καὶ τεθνηῶτά περ έμπης
230Τρῶας ες ἱπποδάμους ερύσῃ , είξῃ δέ οἱ Αίας ,
231ἥμισυ τῷ ενάρων αποδάσσομαι , ἥμισυ δ̓ αυτὸς
232ἕξω εγώ
τὸ δέ οἱ κλέος έσσεται ὅσσον εμοί περ .
233ὣς έφαθ̓ , οἳ δ̓ ιθὺς Δαναῶν βρίσαντες έβησαν
234δούρατ̓ ανασχόμενοι
μάλα δέ σφισιν έλπετο θυμὸς
235νεκρὸν υπ̓ Αίαντος ερύειν Τελαμωνιάδαο
236νήπιοι
ῆ τε πολέσσιν επ̓ αυτῷ θυμὸν απηύρα
237καὶ τότ̓ άῤ Αίας εῖπε βοὴν αγαθὸν Μενέλαον
238ῶ πέπον ῶ Μενέλαε διοτρεφὲς ουκέτι νῶϊ
239έλπομαι αυτώ περ νοστησέμεν εκ πολέμοιο .
240ού τι τόσον νέκυος περιδείδια Πατρόκλοιο ,
241ὅς κε τάχα Τρώων κορέει κύνας ηδ̓ οιωνούς ,
242ὅσσον εμῇ κεφαλῇ περιδείδια μή τι πάθῃσι ,
243καὶ σῇ , επεὶ πολέμοιο νέφος περὶ πάντα καλύπτει
244Ἕκτωρ , ἡμῖν δ̓ αῦτ̓ αναφαίνεται αιπὺς όλεθρος .
245αλλ̓ άγ̓ αριστῆας Δαναῶν κάλει , ήν τις ακούσῃ
246ὣς έφατ̓ , ου δ̓ απίθησε βοὴν αγαθὸς Μενέλαος ,
247ήϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς
248ῶ φίλοι Αργείων ἡγήτορες ηδὲ μέδοντες
249οἵ τε παῤ Ατρεΐδῃς Αγαμέμνονι καὶ Μενελάῳ
250δήμια πίνουσιν καὶ σημαίνουσιν ἕκαστος
251λαοῖς ·
εκ δὲ Διὸς τιμὴ καὶ κῦδος οπηδεῖ
252αργαλέον δέ μοί εστι διασκοπιᾶσθαι ἕκαστον
253ἡγεμόνων
τόσση γὰρ έρις πολέμοιο δέδηεν
254αλλά τις αυτὸς ίτω , νεμεσιζέσθω δ̓ ενὶ θυμῷ
255Πάτροκλον Τρῳῇσι κυσὶν μέλπηθρα γενέσθαι
256ὣς έφατ̓ , οξὺ δ̓ άκουσεν Οϊλῆος ταχὺς Αίας
257πρῶτος δ̓ αντίος ῆλθε θέων ανὰ δηϊοτῆτα ,
258τὸν δὲ μετ̓ Ιδομενεὺς καὶ οπάων Ιδομενῆος
259Μηριόνης ατάλαντος Ενυαλίῳ ανδρειφόντῃ .
260τῶν δ̓ άλλων τίς κεν ᾗσι φρεσὶν ουνόματ̓ είποι ,
261ὅσσοι δὴ μετόπισθε μάχην ήγειραν Αχαιῶν
262Τρῶες δὲ προὔτυψαν αολλέες
ῆρχε δ̓ άῤ Ἕκτωρ
263ὡς δ̓ ότ̓ επὶ προχοῇσι διιπετέος ποταμοῖο
264βέβρυχεν μέγα κῦμα ποτὶ ῥόον , αμφὶ δέ τ̓ άκραι
265ηϊόνες βοόωσιν ερευγομένης ἁλὸς έξω ,
266τόσσῃ άρα Τρῶες ιαχῇ ίσαν
αυτὰρ Αχαιοὶ
267ἕστασαν αμφὶ Μενοιτιάδῃ ἕνα θυμὸν έχοντες
268φραχθέντες σάκεσιν χαλκήρεσιν
αμφὶ δ̓ άρά σφι
269λαμπρῇσιν κορύθεσσι Κρονίων ηέρα πολλὴν
270χεῦ̓ , επεὶ ου δὲ Μενοιτιάδην έχθαιρε πάρος γε ,
271όφρα ζωὸς εὼν θεράπων ῆν Αιακίδαο
272μίσησεν δ̓ άρα μιν δηΐων κυσὶ κύρμα γενέσθαι
273Τρῳῇσιν
τὼ καί οἱ αμυνέμεν ῶρσεν ἑταίρους
274ῶσαν δὲ πρότεροι Τρῶες ἑλίκωπας Αχαιούς
275νεκρὸν δὲ προλιπόντες ὑπέτρεσαν , ου δέ τιν̓ αυτῶν
276Τρῶες ὑπέρθυμοι ἕλον έγχεσιν ἱέμενοί περ ,
277αλλὰ νέκυν ερύοντο
μίνυνθα δὲ καὶ τοῦ Αχαιοὶ
278μέλλον απέσσεσθαι
μάλα γάρ σφεας ῶκ̓ ελέλιξεν
279Αίας , ὃς περὶ μὲν εῖδος , περὶ δ̓ έργα τέτυκτο
280τῶν άλλων Δαναῶν μετ̓ αμύμονα Πηλεΐωνα .
281ίθυσεν δὲ διὰ προμάχων συῒ είκελος αλκὴν
282καπρίῳ , ὅς τ̓ εν όρεσσι κύνας θαλερούς τ̓ αιζηοὺς
283ῥηϊδίως εκέδασσεν , ἑλιξάμενος διὰ βήσσας
284ὣς υἱὸς Τελαμῶνος αγαυοῦ φαίδιμος Αίας
285ῥεῖα μετεισάμενος Τρώων εκέδασσε φάλαγγας
286οἳ περὶ Πατρόκλῳ βέβασαν , φρόνεον δὲ μάλιστα
287άστυ πότι σφέτερον ερύειν καὶ κῦδος αρέσθαι .
288ήτοι τὸν Λήθοιο Πελασγοῦ φαίδιμος υἱὸς
289Ἱππόθοος ποδὸς ἕλκε κατὰ κρατερὴν ὑσμίνην
290δησάμενος τελαμῶνι παρὰ σφυρὸν αμφὶ τένοντας
291Ἕκτορι καὶ Τρώεσσι χαριζόμενος ·
τάχα δ̓ αυτῷ
292ῆλθε κακόν , τό οἱ ού τις ερύκακεν ἱεμένων περ
293τὸν δ̓ υἱὸς Τελαμῶνος επαΐξας δἰ ὁμίλου
294πλῆξ̓ αυτοσχεδίην κυνέης διὰ χαλκοπαρῄου
295ήρικε δ̓ ἱπποδάσεια κόρυς περὶ δουρὸς ακωκῇ
296πληγεῖσ̓ έγχεΐ τε μεγάλῳ καὶ χειρὶ παχείῃ ,
297εγκέφαλος δὲ παῤ αυλὸν ανέδραμεν εξ ωτειλῆς
298αἱματόεις
τοῦ δ̓ αῦθι λύθη μένος , εκ δ̓ άρα χειρῶν
299Πατρόκλοιο πόδα μεγαλήτορος ἧκε χαμᾶζε
300κεῖσθαι
ὃ δ̓ άγχ̓ αυτοῖο πέσε πρηνὴς επὶ νεκρῷ
301τῆλ̓ απὸ Λαρίσης εριβώλακος , ου δὲ τοκεῦσι
302θρέπτρα φίλοις απέδωκε , μινυνθάδιος δέ οἱ αιὼν
303έπλεθ̓ υπ̓ Αίαντος μεγαθύμου δουρὶ δαμέντι
304Ἕκτωρ δ̓ αῦτ̓ Αίαντος ακόντισε δουρὶ φαεινῷ
305αλλ̓ ὃ μὲν άντα ιδὼν ηλεύατο χάλκεον έγχος
306τυτθόν
ὃ δὲ Σχεδίον μεγαθύμου Ιφίτου υἱὸν
307Φωκήων όχ̓ άριστον , ὃς εν κλειτῷ Πανοπῆϊ
308οικία ναιετάασκε πολέσσ̓ άνδρεσσιν ανάσσων ,
309τὸν βάλ̓ ὑπὸ κληῗδα μέσην ·
διὰ δ̓ αμπερὲς άκρη
310αιχμὴ χαλκείη παρὰ νείατον ῶμον ανέσχε
311δούπησεν δὲ πεσών , αράβησε δὲ τεύχἐ επ̓ αυτῷ
312Αίας δ̓ αῦ Φόρκυνα δαΐφρονα Φαίνοπος υἱὸν
313Ἱπποθόῳ περιβάντα μέσην κατὰ γαστέρα τύψε ·
314ῥῆξε δὲ θώρηκος γύαλον , διὰ δ̓ έντερα χαλκὸς
315ήφυσ̓
ὃ δ̓ εν κονίῃσι πεσὼν ἕλε γαῖαν αγοστῷ
316χώρησαν δ̓ ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ
317Αργεῖοι δὲ μέγα ίαχον , ερύσαντο δὲ νεκροὺς
318Φόρκυν θ̓ Ἱππόθοόν τε , λύοντο δὲ τεύχἐ απ̓ ώμων .
319ένθά κεν αῦτε Τρῶες αρηϊφίλων υπ̓ Αχαιῶν
320Ίλιον εισανέβησαν αναλκείῃσι δαμέντες ,
321Αργεῖοι δέ κε κῦδος ἕλον καὶ ὑπὲρ Διὸς αῖσαν
322κάρτεϊ καὶ σθένεϊ σφετέρῳ
αλλ̓ αυτὸς Απόλλων
323Αινείαν ότρυνε δέμας Περίφαντι εοικὼς
324κήρυκι Ηπυτίδῃ , ὅς οἱ παρὰ πατρὶ γέροντι
325κηρύσσων γήρασκε φίλα φρεσὶ μήδεα ειδώς ·
326τῷ μιν εεισάμενος προσέφη Διὸς υἱὸς Απόλλων ·
327Αινεία πῶς ὰν καὶ ὑπὲρ θεὸν ειρύσσαισθε
328Ίλιον αιπεινήν
ὡς δὴ ίδον ανέρας άλλους
329κάρτεΐ τε σθένεΐ τε πεποιθότας ηνορέῃ τε
330πλήθεΐ τε σφετέρῳ καὶ ὑπερδέα δῆμον έχοντας
331ἡμῖν δὲ Ζεὺς μὲν πολὺ βούλεται ὴ Δαναοῖσι
332νίκην ·
αλλ̓ αυτοὶ τρεῖτ̓ άσπετον ου δὲ μάχεσθε
333ὣς έφατ̓ , Αινείας δ̓ ἑκατηβόλον Απόλλωνα
334έγνω ες άντα ιδών , μέγα δ̓ Ἕκτορα εῖπε βοήσας
335Ἕκτόρ τ̓ ηδ̓ άλλοι Τρώων αγοὶ ηδ̓ επικούρων
336αιδὼς μὲν νῦν ἥδε γ̓ αρηϊφίλων υπ̓ Αχαιῶν
337Ίλιον εισαναβῆναι αναλκείῃσι δαμέντας .
338αλλ̓ έτι γάρ τίς φησι θεῶν εμοὶ άγχι παραστὰς
339Ζῆν̓ ὕπατον μήστωρα μάχης επιτάρροθον εῖναι
340τώ ῥ̓ ιθὺς Δαναῶν ίομεν , μη δ̓ οἵ γε ἕκηλοι
341Πάτροκλον νηυσὶν πελασαίατο τεθνηῶτα
342ὣς φάτο , καί ῥα πολὺ προμάχων εξάλμενος έστη
343οἳ δ̓ ελελίχθησαν καὶ εναντίοι έσταν Αχαιῶν
344ένθ̓ αῦτ̓ Αινείας Λειώκριτον ούτασε δουρὶ
345υἱὸν Αρίσβαντος Λυκομήδεος εσθλὸν ἑταῖρον .
346τὸν δὲ πεσόντ̓ ελέησεν αρηΐφιλος Λυκομήδης ,
347στῆ δὲ μάλ̓ εγγὺς ιών , καὶ ακόντισε δουρὶ φαεινῷ ,
348καὶ βάλεν Ἱππασίδην Απισάονα ποιμένα λαῶν
349ἧπαρ ὑπὸ πραπίδων , εῖθαρ δ̓ ὑπὸ γούνατ̓ έλυσεν ,
350ὅς ῥ̓ εκ Παιονίης εριβώλακος ειληλούθει ,
351καὶ δὲ μετ̓ Αστεροπαῖον αριστεύεσκε μάχεσθαι .
352τὸν δὲ πεσόντ̓ ελέησεν αρήϊος Αστεροπαῖος ,
353ίθυσεν δὲ καὶ ὃ πρόφρων Δαναοῖσι μάχεσθαι
354αλλ̓ ού πως έτι εῖχε
σάκεσσι γὰρ έρχατο πάντῃ
355ἑσταότες περὶ Πατρόκλῳ , πρὸ δὲ δούρατ̓ έχοντο
356Αίας γὰρ μάλα πάντας επῴχετο πολλὰ κελεύων
357ούτέ τιν̓ εξοπίσω νεκροῦ χάζεσθαι ανώγει
358ούτέ τινα προμάχεσθαι Αχαιῶν έξοχον άλλων ,
359αλλὰ μάλ̓ αμφ̓ αυτῷ βεβάμεν , σχεδόθεν δὲ μάχεσθαι .
360ὣς Αίας επέτελλε πελώριος , αἵματι δὲ χθὼν
361δεύετο πορφυρέῳ , τοὶ δ̓ αγχιστῖνοι έπιπτον
362νεκροὶ ὁμοῦ Τρώων καὶ ὑπερμενέων επικούρων
363καὶ Δαναῶν
ου δ̓ οἳ γὰρ αναιμωτί γε μάχοντο ,
364παυρότεροι δὲ πολὺ φθίνυθον
μέμνηντο γὰρ αιεὶ
365αλλήλοις αν̓ ὅμιλον αλεξέμεναι φόνον αιπύν
366ὣς οἳ μὲν μάρναντο δέμας πυρός , ου δέ κε φαίης
367ούτέ ποτ̓ ηέλιον σῶν έμμεναι ού τε σελήνην
368ηέρι γὰρ κατέχοντο μάχης επί θ̓ ὅσσον άριστοι
369ἕστασαν αμφὶ Μενοιτιάδῃ κατατεθνηῶτι
370οἳ δ̓ άλλοι Τρῶες καὶ εϋκνήμιδες Αχαιοὶ
371εύκηλοι πολέμιζον υπ̓ αιθέρι , πέπτατο δ̓ αυγὴ
372ηελίου οξεῖα , νέφος δ̓ ου φαίνετο πάσης
373γαίης ου δ̓ ορέων
μεταπαυόμενοι δὲ μάχοντο
374αλλήλων αλεείνοντες βέλεα στονόεντα
375πολλὸν αφεσταότες
τοὶ δ̓ εν μέσῳ άλγἐ έπασχον
376ηέρι καὶ πολέμῳ , τείροντο δὲ νηλέϊ χαλκῷ
377ὅσσοι άριστοι έσαν
δύο δ̓ ού πω φῶτε πεπύσθην
378ανέρε κυδαλίμω Θρασυμήδης Αντίλοχός τε
379Πατρόκλοιο θανόντος αμύμονος , αλλ̓ έτ̓ έφαντο
380ζωὸν ενὶ πρώτῳ ὁμάδῳ Τρώεσσι μάχεσθαι .
381τὼ δ̓ επιοσσομένω θάνατον καὶ φύζαν ἑταίρων
382νόσφιν εμαρνάσθην , επεὶ ὣς επετέλλετο Νέστωρ
383οτρύνων πόλεμον δὲ μελαινάων απὸ νηῶν
384τοῖς δὲ πανημερίοις έριδος μέγα νεῖκος ορώρει
385αργαλέης
καμάτῳ δὲ καὶ ἱδρῷ νωλεμὲς αιεὶ
386γούνατά τε κνῆμαί τε πόδες θ̓ ὑπένερθεν ἑκάστου
387χεῖρές τ̓ οφθαλμοί τε παλάσσετο μαρναμένοιιν
388αμφ̓ αγαθὸν θεράποντα ποδώκεος Αιακίδαο
389ὡς δ̓ ότ̓ ανὴρ ταύροιο βοὸς μεγάλοιο βοείην
390λαοῖσιν δώῃ τανύειν μεθύουσαν αλοιφῇ ·
391δεξάμενοι δ̓ άρα τοί γε διαστάντες τανύουσι
392κυκλόσ̓ , άφαρ δέ τε ικμὰς έβη , δύνει δέ τ̓ αλοιφὴ
393πολλῶν ἑλκόντων , τάνυται δέ τε πᾶσα διὰ πρό ·
394ὣς οἵ γ̓ ένθα καὶ ένθα νέκυν ολίγῃ ενὶ χώρῃ
395εἵλκεον αμφότεροι
μάλα δέ σφισιν έλπετο θυμὸς
396Τρωσὶν μὲν ερύειν προτὶ Ίλιον , αυτὰρ Αχαιοῖς
397νῆας έπι γλαφυράς ·
περὶ δ̓ αυτοῦ μῶλος ορώρει
398άγριος
ου δέ κ̓ Άρης λαοσσόος ου δέ κ̓ Αθήνη
399τόν γε ιδοῦσ̓ ονόσαιτ̓ , ου δ̓ ει μάλα μιν χόλος ἵκοι ·
400τοῖον Ζεὺς επὶ Πατρόκλῳ ανδρῶν τε καὶ ἵππων
401ήματι τῷ ετάνυσσε κακὸν πόνον
ου δ̓ άρα πώ τι
402ῄδεε Πάτροκλον τεθνηότα δῖος Αχιλλεύς
403πολλὸν γὰρ ῥ̓ απάνευθε νεῶν μάρναντο θοάων
404τείχει ὕπο Τρώων
τό μιν ού ποτε έλπετο θυμῷ
405τεθνάμεν , αλλὰ ζωὸν ενιχριμφθέντα πύλῃσιν
406ὰψ απονοστήσειν , επεὶ ου δὲ τὸ έλπετο πάμπαν
407εκπέρσειν πτολίεθρον άνευ ἕθεν , ου δὲ σὺν αυτῷ ·
408πολλάκι γὰρ τό γε μητρὸς επεύθετο νόσφιν ακούων ,
409ἥ οἱ απαγγέλλεσκε Διὸς μεγάλοιο νόημα
410δὴ τότε γ̓ ού οἱ έειπε κακὸν τόσον ὅσσον ετύχθη
411μήτηρ , ὅττί ῥά οἱ πολὺ φίλτατος ώλεθ̓ ἑταῖρος
412οἳ δ̓ αιεὶ περὶ νεκρὸν ακαχμένα δούρατ̓ έχοντες
413νωλεμὲς εγχρίμπτοντο καὶ αλλήλους ενάριζον
414ὧδε δέ τις είπεσκεν Αχαιῶν χαλκοχιτώνων
415ῶ φίλοι ου μὰν ἧμιν εϋκλεὲς απονέεσθαι
416νῆας έπι γλαφυράς , αλλ̓ αυτοῦ γαῖα μέλαινα
417πᾶσι χάνοι ·
τό κεν ἧμιν άφαρ πολὺ κέρδιον είη
418ει τοῦτον Τρώεσσι μεθήσομεν ἱπποδάμοισιν
419άστυ πότι σφέτερον ερύσαι καὶ κῦδος αρέσθαι
420ὣς δέ τις αῦ Τρώων μεγαθύμων αυδήσασκεν
421ῶ φίλοι , ει καὶ μοῖρα παῤ ανέρι τῷδε δαμῆναι
422πάντας ὁμῶς , μή πώ τις ερωείτω πολέμοιο .
423ὣς άρα τις είπεσκε , μένος δ̓ όρσασκεν ἑκάστου
424ὣς οἳ μὲν μάρναντο , σιδήρειος δ̓ ορυμαγδὸς
425χάλκεον ουρανὸν ἷκε δἰ αιθέρος ατρυγέτοιο
426ἵπποι δ̓ Αιακίδαο μάχης απάνευθεν εόντες
427κλαῖον , επεὶ δὴ πρῶτα πυθέσθην ἡνιόχοιο
428εν κονίῃσι πεσόντος υφ̓ Ἕκτορος ανδροφόνοιο
429ῆ μὰν Αυτομέδων Διώρεος άλκιμος υἱὸς
430πολλὰ μὲν ὰρ μάστιγι θοῇ επεμαίετο θείνων ,
431πολλὰ δὲ μειλιχίοισι προσηύδα , πολλὰ δ̓ αρειῇ ·
432τὼ δ̓ ού τ̓ ὰψ επὶ νῆας επὶ πλατὺν Ἑλλήσποντον
433ηθελέτην ιέναι ού τ̓ ες πόλεμον μετ̓ Αχαιούς ,
434αλλ̓ ὥς τε στήλη μένει έμπεδον , ἥ τ̓ επὶ τύμβῳ
435ανέρος ἑστήκῃ τεθνηότος ηὲ γυναικός ,
436ὣς μένον ασφαλέως περικαλλέα δίφρον έχοντες
437ούδει ενισκίμψαντε καρήατα ·
δάκρυα δέ σφι
438θερμὰ κατὰ βλεφάρων χαμάδις ῥέε μυρομένοισιν
439ἡνιόχοιο πόθῳ
θαλερὴ δ̓ εμιαίνετο χαίτη
440ζεύγλης εξεριποῦσα παρὰ ζυγὸν αμφοτέρωθεν
441μυρομένω δ̓ άρα τώ γε ιδὼν ελέησε Κρονίων ,
442κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν
443ᾶ δειλώ , τί σφῶϊ δόμεν Πηλῆϊ άνακτι
444θνητῷ , ὑμεῖς δ̓ εστὸν αγήρω τ̓ αθανάτω τε
445ῆ ἵνα δυστήνοισι μετ̓ ανδράσιν άλγἐ έχητον ;
446ου μὲν γάρ τί πού εστιν οϊζυρώτερον ανδρὸς
447πάντων , ὅσσά τε γαῖαν έπι πνείει τε καὶ ἕρπει
448αλλ̓ ου μὰν ὑμῖν γε καὶ ἅρμασι δαιδαλέοισιν
449Ἕκτωρ Πριαμίδης εποχήσεται
ου γὰρ εάσω
450ῆ ουχ ἅλις ὡς καὶ τεύχἐ έχει καὶ επεύχεται αύτως ;
451σφῶϊν δ̓ εν γούνεσσι βαλῶ μένος ηδ̓ ενὶ θυμῷ ,
452όφρα καὶ Αυτομέδοντα σαώσετον εκ πολέμοιο
453νῆας έπι γλαφυράς
έτι γάρ σφισι κῦδος ορέξω
454κτείνειν , εις ὅ κε νῆας εϋσσέλμους αφίκωνται
455δύῃ τ̓ ηέλιος καὶ επὶ κνέφας ἱερὸν έλθῃ
456ὣς ειπὼν ἵπποισιν ενέπνευσεν μένος ηΰ
457τὼ δ̓ απὸ χαιτάων κονίην οῦδας δὲ βαλόντε
458ῥίμφα φέρον θοὸν ἅρμα μετὰ Τρῶας καὶ Αχαιούς
459τοῖσι δ̓ επ̓ Αυτομέδων μάχετ̓ αχνύμενός περ ἑταίρου
460ἵπποις αΐσσων ὥς τ̓ αιγυπιὸς μετὰ χῆνας ·
461ῥέα μὲν γὰρ φεύγεσκεν υπ̓ εκ Τρώων ορυμαγδοῦ ,
462ῥεῖα δ̓ επαΐξασκε πολὺν καθ̓ ὅμιλον οπάζων
463αλλ̓ ουχ ᾕρει φῶτας ὅτε σεύαιτο διώκειν
464ου γάρ πως ῆν οῖον εόνθ̓ ἱερῷ ενὶ δίφρῳ
465έγχει εφορμᾶσθαι καὶ επίσχειν ωκέας ἵππους
466οψὲ δὲ δή μιν ἑταῖρος ανὴρ ίδεν οφθαλμοῖσιν
467Αλκιμέδων υἱὸς Λαέρκεος Αἱμονίδαο ·
468στῆ δ̓ όπιθεν δίφροιο καὶ Αυτομέδοντα προσηύδα
469Αυτόμεδον , τίς τοί νυ θεῶν νηκερδέα βουλὴν
470εν στήθεσσιν έθηκε , καὶ εξέλετο φρένας εσθλάς
471οἷον πρὸς Τρῶας μάχεαι πρώτῳ εν ὁμίλῳ
472μοῦνος
ατάρ τοι ἑταῖρος απέκτατο , τεύχεα δ̓ Ἕκτωρ
473αυτὸς έχων ώμοισιν αγάλλεται Αιακίδαο
474τὸν δ̓ αῦτ̓ Αυτομέδων προσέφη Διώρεος υἱός ·
475Αλκίμεδον τίς γάρ τοι Αχαιῶν άλλος ὁμοῖος
476ἵππων αθανάτων εχέμεν δμῆσίν τε μένος τε ,
477ει μὴ Πάτροκλος θεόφιν μήστωρ ατάλαντος
478ζωὸς εών ;
νῦν αῦ θάνατος καὶ μοῖρα κιχάνει
479αλλὰ σὺ μὲν μάστιγα καὶ ἡνία σιγαλόεντα
480δέξαι , εγὼ δ̓ ἵππων αποβήσομαι , όφρα μάχωμαι
481ὣς έφατ̓ , Αλκιμέδων δὲ βοηθόον άρμ̓ επορούσας
482καρπαλίμως μάστιγα καὶ ἡνία λάζετο χερσίν ,
483Αυτομέδων δ̓ απόρουσε
νόησε δὲ φαίδιμος Ἕκτωρ ,
484αυτίκα δ̓ Αινείαν προσεφώνεεν εγγὺς εόντα
485Αινεία Τρώων βουληφόρε χαλκοχιτώνων
486ἵππω τώδ̓ ενόησα ποδώκεος Αιακίδαο
487ες πόλεμον προφανέντε σὺν ἡνιόχοισι κακοῖσι
488τώ κεν εελποίμην αἱρησέμεν , ει σύ γε θυμῷ
489σῷ εθέλεις , επεὶ ουκ ὰν εφορμηθέντε γε νῶϊ
490τλαῖεν εναντίβιον στάντες μαχέσασθαι Άρηϊ
491ὣς έφατ̓ , ου δ̓ απίθησεν εῢς πάϊς Αγχίσαο
492τὼ δ̓ ιθὺς βήτην βοέῃς ειλυμένω ώμους
493αύῃσι στερεῇσι
πολὺς δ̓ επελήλατο χαλκός
494τοῖσι δ̓ ἅμα Χρομίος τε καὶ Άρητος θεοειδὴς
495ήϊσαν αμφότεροι
μάλα δέ σφισιν έλπετο θυμὸς
496αυτώ τε κτενέειν ελάαν τ̓ εριαύχενας ἵππους
497νήπιοι , ου δ̓ άῤ έμελλον αναιμωτί γε νέεσθαι
498αῦτις απ̓ Αυτομέδοντος .
ὃ δ̓ ευξάμενος Διὶ πατρὶ
499αλκῆς καὶ σθένεος πλῆτο φρένας αμφὶ μελαίνας
500αυτίκα δ̓ Αλκιμέδοντα προσηύδα πιστὸν ἑταῖρον ·
501Αλκίμεδον μὴ δή μοι απόπροθεν ισχέμεν ἵππους ,
502αλλὰ μάλ̓ εμπνείοντε μεταφρένῳ ·
ου γὰρ έγωγε
503Ἕκτορα Πριαμίδην μένεος σχήσεσθαι οΐω ,
504πρίν γ̓ επ̓ Αχιλλῆος καλλίτριχε βήμεναι ἵππω
505νῶϊ κατακτείναντα , φοβῆσαί τε στίχας ανδρῶν
506Αργείων , ή κ̓ αυτὸς ενὶ πρώτοισιν ἁλοίη
507ὣς ειπὼν Αίαντε καλέσσατο καὶ Μενέλαον
508Αίαντ̓ Αργείων ἡγήτορε καὶ Μενέλαε
509ήτοι μὲν τὸν νεκρὸν επιτράπεθ̓ οἵ περ άριστοι
510αμφ̓ αυτῷ βεβάμεν καὶ αμύνεσθαι στίχας ανδρῶν ,
511νῶϊν δὲ ζωοῖσιν αμύνετε νηλεὲς ῆμαρ ·
512τῇδε γὰρ έβρισαν πόλεμον κάτα δακρυόεντα
513Ἕκτωρ Αινείας θ̓ , οἳ Τρώων εισὶν άριστοι
514αλλ̓ ήτοι μὲν ταῦτα θεῶν εν γούνασι κεῖται
515ἥσω γὰρ καὶ εγώ , τὰ δέ κεν Διὶ πάντα μελήσει
516ῆ ῥα , καὶ αμπεπαλὼν προΐει δολιχόσκιον έγχος ,
517καὶ βάλεν Αρήτοιο κατ̓ ασπίδα πάντοσ̓ εΐσην
518ἣ δ̓ ουκ έγχος έρυτο , διὰ πρὸ δὲ είσατο χαλκός ,
519νειαίρῃ δ̓ εν γαστρὶ διὰ ζωστῆρος έλασσεν
520ὡς δ̓ ότ̓ ὰν οξὺν έχων πέλεκυν αιζήϊος ανὴρ
521κόψας εξόπιθεν κεράων βοὸς αγραύλοιο
522ῖνα τάμῃ διὰ πᾶσαν , ὃ δὲ προθορὼν ερίπῃσιν ,
523ὣς άῤ ὅ γε προθορὼν πέσεν ὕπτιος
εν δέ οἱ έγχος
524νηδυίοισι μάλ̓ οξὺ κραδαινόμενον λύε γυῖα
525Ἕκτωρ δ̓ Αυτομέδοντος ακόντισε δουρὶ φαεινῷ
526αλλ̓ ὃ μὲν άντα ιδὼν ηλεύατο χάλκεον έγχος
527πρόσσω γὰρ κατέκυψε , τὸ δ̓ εξόπιθεν δόρυ μακρὸν
528ούδει ενισκίμφθη , επὶ δ̓ ουρίαχος πελεμίχθη
529έγχεος
ένθα δ̓ έπειτ̓ αφίει μένος όβριμος Άρης
530καί νύ κε δὴ ξιφέεσσ̓ αυτοσχεδὸν ὁρμηθήτην
531ει μή σφὠ Αίαντε διέκριναν μεμαῶτε ,
532οἵ ῥ̓ ῆλθον καθ̓ ὅμιλον ἑταίρου κικλήσκοντος
533τοὺς ὑποταρβήσαντες εχώρησαν πάλιν αῦτις
534Ἕκτωρ Αινείας τ̓ ηδὲ Χρομίος θεοειδής ,
535Άρητον δὲ κατ̓ αῦθι λίπον δεδαϊγμένον ῆτορ
536κείμενον
Αυτομέδων δὲ θοῷ ατάλαντος Άρηϊ
537τεύχεά τ̓ εξενάριξε καὶ ευχόμενος έπος ηύδα
538ῆ δὴ μὰν ολίγον γε Μενοιτιάδαο θανόντος
539κῆρ άχεος μεθέηκα χερείονά περ καταπέφνων
540ὣς ειπὼν ες δίφρον ἑλὼν έναρα βροτόεντα
541θῆκ̓ , ὰν δ̓ αυτὸς έβαινε πόδας καὶ χεῖρας ὕπερθεν
542αἱματόεις ὥς τίς τε λέων κατὰ ταῦρον εδηδώς .
543ὰψ δ̓ επὶ Πατρόκλῳ τέτατο κρατερὴ ὑσμίνη
544αργαλέη πολύδακρυς , έγειρε δὲ νεῖκος Αθήνη
545ουρανόθεν καταβᾶσα
προῆκε γὰρ ευρύοπα Ζεὺς
546ορνύμεναι Δαναούς
δὴ γὰρ νόος ετράπετ̓ αυτοῦ
547ηΰτε πορφυρέην ῖριν θνητοῖσι τανύσσῃ
548Ζεὺς εξ ουρανόθεν τέρας έμμεναι ὴ πολέμοιο
549ὴ καὶ χειμῶνος δυσθαλπέος , ὅς ῥά τε έργων
550ανθρώπους ανέπαυσεν επὶ χθονί , μῆλα δὲ κήδει ,
551ὣς ἣ πορφυρέῃ νεφέλῃ πυκάσασα ἓ αυτὴν
552δύσετ̓ Αχαιῶν έθνος , έγειρε δὲ φῶτα ἕκαστον
553πρῶτον δ̓ Ατρέος υἱὸν εποτρύνουσα προσηύδα
554ίφθιμον Μενέλαον ·
ὃ γάρ ῥά οἱ εγγύθεν ῆεν
555εισαμένη Φοίνικι δέμας καὶ ατειρέα φωνήν ·
556σοὶ μὲν δὴ Μενέλαε κατηφείη καὶ όνειδος
557έσσεται εί κ̓ Αχιλῆος αγαυοῦ πιστὸν ἑταῖρον
558τείχει ὕπο Τρώων ταχέες κύνες ἑλκήσουσιν
559αλλ̓ έχεο κρατερῶς , ότρυνε δὲ λαὸν ἅπαντα
560τὴν δ̓ αῦτε προσέειπε βοὴν αγαθὸς Μενέλαος
561Φοῖνιξ άττα γεραιὲ παλαιγενές , ει γὰρ Αθήνη
562δοίη κάρτος εμοί , βελέων δ̓ απερύκοι ερωήν
563τώ κεν έγωγ̓ εθέλοιμι παρεστάμεναι καὶ αμύνειν
564Πατρόκλῳ
μάλα γάρ με θανὼν εσεμάσσατο θυμόν
565αλλ̓ Ἕκτωρ πυρὸς αινὸν έχει μένος , ου δ̓ απολήγει
566χαλκῷ δηϊόων
τῷ γὰρ Ζεὺς κῦδος οπάζει
567ὣς φάτο , γήθησεν δὲ θεὰ γλαυκῶπις Αθήνη ,
568ὅττί ῥά οἱ πάμπρωτα θεῶν ηρήσατο πάντων .
569εν δὲ βίην ώμοισι καὶ εν γούνεσσιν έθηκε ,
570καί οἱ μυίης θάρσος ενὶ στήθεσσιν ενῆκεν ,
571ἥ τε καὶ εργομένη μάλα περ χροὸς ανδρομέοιο
572ισχανάᾳ δακέειν , λαρόν τέ οἱ αῖμ̓ ανθρώπου ·
573τοίου μιν θάρσευς πλῆσε φρένας αμφὶ μελαίνας ,
574βῆ δ̓ επὶ Πατρόκλῳ , καὶ ακόντισε δουρὶ φαεινῷ
575έσκε δ̓ ενὶ Τρώεσσι Ποδῆς υἱὸς Ηετίωνος
576αφνειός τ̓ αγαθός τε ·
μάλιστα δέ μιν τίεν Ἕκτωρ
577δήμου , επεί οἱ ἑταῖρος έην φίλος ειλαπιναστής ·
578τόν ῥα κατὰ ζωστῆρα βάλε ξανθὸς Μενέλαος
579αΐξαντα φόβον δέ , διὰ πρὸ δὲ χαλκὸν έλασσε
580δούπησεν δὲ πεσών
ατὰρ Ατρεΐδης Μενέλαος
581νεκρὸν υπ̓ εκ Τρώων έρυσεν μετὰ έθνος ἑταίρων
582Ἕκτορα δ̓ εγγύθεν ἱστάμενος ότρυνεν Απόλλων
583Φαίνοπι Ασιάδῃ εναλίγκιος , ὅς οἱ ἁπάντων
584ξείνων φίλτατος έσκεν Αβυδόθι οικία ναίων
585τῷ μιν εεισάμενος προσέφη ἑκάεργος Απόλλων
586Ἕκτορ τίς κέ σ̓ έτ̓ άλλος Αχαιῶν ταρβήσειεν
587οἷον δὴ Μενέλαον ὑπέτρεσας , ὃς τὸ πάρος γε
588μαλθακὸς αιχμητής ·
νῦν δ̓ οίχεται οῖος αείρας
589νεκρὸν υπ̓ εκ Τρώων , σὸν δ̓ έκτανε πιστὸν ἑταῖρον
590εσθλὸν ενὶ προμάχοισι Ποδῆν υἱὸν Ηετίωνος .
591ὣς φάτο , τὸν δ̓ άχεος νεφέλη εκάλυψε μέλαινα ,
592βῆ δὲ διὰ προμάχων κεκορυθμένος αίθοπι χαλκῷ
593καὶ τότ̓ άρα Κρονίδης έλετ̓ αιγίδα θυσσανόεσσαν
594μαρμαρέην , Ίδην δὲ κατὰ νεφέεσσι κάλυψεν ,
595αστράψας δὲ μάλα μεγάλ̓ έκτυπε , τὴν δὲ τίναξε ,
596νίκην δὲ Τρώεσσι δίδου , εφόβησε δ̓ Αχαιούς
597πρῶτος Πηνέλεως Βοιώτιος ῆρχε φόβοιο
598βλῆτο γὰρ ῶμον δουρὶ πρόσω τετραμμένος αιεὶ
599άκρον επιλίγδην
γράψεν δέ οἱ οστέον άχρις
600αιχμὴ Πουλυδάμαντος
ὃ γάρ ῥ̓ έβαλε σχεδὸν ελθών
601Λήϊτον αῦθ̓ Ἕκτωρ σχεδὸν ούτασε χεῖῤ επὶ καρπῷ
602υἱὸν Αλεκτρυόνος μεγαθύμου , παῦσε δὲ χάρμης ·
603τρέσσε δὲ παπτήνας , επεὶ ουκέτι έλπετο θυμῷ
604έγχος έχων εν χειρὶ μαχήσεσθαι Τρώεσσιν
605Ἕκτορα δ̓ Ιδομενεὺς μετὰ Λήϊτον ὁρμηθέντα
606βεβλήκει θώρηκα κατὰ στῆθος παρὰ μαζόν ·
607εν καυλῷ δ̓ εάγη δολιχὸν δόρυ , τοὶ δὲ βόησαν
608Τρῶες
ὃ δ̓ Ιδομενῆος ακόντισε Δευκαλίδαο
609δίφρῳ εφεσταότος
τοῦ μέν ῥ̓ απὸ τυτθὸν ἅμαρτεν
610αυτὰρ ὃ Μηριόναο οπάονά θ̓ ἡνίοχόν τε
611Κοίρανον , ὅς ῥ̓ εκ Λύκτου εϋκτιμένης έπετ̓ αυτῷ ·
612πεζὸς γὰρ τὰ πρῶτα λιπὼν νέας αμφιελίσσας
613ήλυθε , καί κε Τρωσὶ μέγα κράτος εγγυάλιξεν ,
614ει μὴ Κοίρανος ῶκα ποδώκεας ήλασεν ἵππους
615καὶ τῷ μὲν φάος ῆλθεν , άμυνε δὲ νηλεὲς ῆμαρ ,
616αυτὸς δ̓ ώλεσε θυμὸν υφ̓ Ἕκτορος ανδροφόνοιο
617τὸν βάλ̓ ὑπὸ γναθμοῖο καὶ ούατος , εκ δ̓ άῤ οδόντας
618ῶσε δόρυ πρυμνόν , διὰ δὲ γλῶσσαν τάμε μέσσην
619ήριπε δ̓ εξ οχέων , κατὰ δ̓ ἡνία χεῦεν έραζε
620καὶ τά γε Μηριόνης έλαβεν χείρεσσι φίλῃσι
621κύψας εκ πεδίοιο , καὶ Ιδομενῆα προσηύδα
622μάστιε νῦν εἷός κε θοὰς επὶ νῆας ἵκηαι
623γιγνώσκεις δὲ καὶ αυτὸς ὅ τ̓ ουκέτι κάρτος Αχαιῶν .
624ὣς έφατ̓ , Ιδομενεὺς δ̓ ἵμασεν καλλίτριχας ἵππους
625νῆας έπι γλαφυράς
δὴ γὰρ δέος έμπεσε θυμῷ
626ου δ̓ έλαθ̓ Αίαντα μεγαλήτορα καὶ Μενέλαον
627Ζεύς , ὅτε δὴ Τρώεσσι δίδου ἑτεραλκέα νίκην
628τοῖσι δὲ μύθων ῆρχε μέγας Τελαμώνιος Αίας
629ὼ πόποι ήδη μέν κε καὶ ὃς μάλα νήπιός εστι
630γνοίη ὅτι Τρώεσσι πατὴρ Ζεὺς αυτὸς αρήγει
631τῶν μὲν γὰρ πάντων βέλἐ ἅπτεται ὅς τις αφήῃ
632ὴ κακὸς ὴ αγαθός
Ζεὺς δ̓ έμπης πάντ̓ ιθύνει
633ἡμῖν δ̓ αύτως πᾶσιν ετώσια πίπτει έραζε
634αλλ̓ άγετ̓ αυτοί περ φραζώμεθα μῆτιν αρίστην ,
635ημὲν ὅπως τὸν νεκρὸν ερύσσομεν , ηδὲ καὶ αυτοὶ
636χάρμα φίλοις ἑτάροισι γενώμεθα νοστήσαντες ,
637οἵ που δεῦῤ ὁρόωντες ακηχέδατ̓ , ου δ̓ έτι φασὶν
638Ἕκτορος ανδροφόνοιο μένος καὶ χεῖρας αάπτους
639σχήσεσθ̓ , αλλ̓ εν νηυσὶ μελαίνῃσιν πεσέεσθαι
640είη δ̓ ὅς τις ἑταῖρος απαγγείλειε τάχιστα
641Πηλεΐδῃ , επεὶ ού μιν οΐομαι ου δὲ πεπύσθαι
642λυγρῆς αγγελίης , ὅτι οἱ φίλος ώλεθ̓ ἑταῖρος
643αλλ̓ ού πῃ δύναμαι ιδέειν τοιοῦτον Αχαιῶν
644ηέρι γὰρ κατέχονται ὁμῶς αυτοί τε καὶ ἵπποι
645Ζεῦ πάτερ αλλὰ σὺ ῥῦσαι υπ̓ ηέρος υἷας Αχαιῶν ,
646ποίησον δ̓ αίθρην , δὸς δ̓ οφθαλμοῖσιν ιδέσθαι
647εν δὲ φάει καὶ όλεσσον , επεί νύ τοι εύαδεν οὕτως
648ὣς φάτο , τὸν δὲ πατὴρ ολοφύρατο δάκρυ χέοντα
649αυτίκα δ̓ ηέρα μὲν σκέδασεν καὶ απῶσεν ομίχλην ,
650ηέλιος δ̓ επέλαμψε , μάχη δ̓ επὶ πᾶσα φαάνθη
651καὶ τότ̓ άῤ Αίας εῖπε βοὴν αγαθὸν Μενέλαον
652σκέπτεο νῦν Μενέλαε διοτρεφὲς αί κεν ίδηαι
653ζωὸν έτ̓ Αντίλοχον μεγαθύμου Νέστορος υἱόν ,
654ότρυνον δ̓ Αχιλῆϊ δαΐφρονι θᾶσσον ιόντα
655ειπεῖν ὅττι ῥά οἱ πολὺ φίλτατος ώλεθ̓ ἑταῖρος .
656ὣς έφατ̓ , ου δ̓ απίθησε βοὴν αγαθὸς Μενέλαος ,
657βῆ δ̓ ιέναι ὥς τίς τε λέων απὸ μεσσαύλοιο ,
658ὅς τ̓ επεὶ άρ κε κάμῃσι κύνας τ̓ άνδρας τ̓ ερεθίζων ,
659οἵ τέ μιν ουκ ειῶσι βοῶν εκ πῖαρ ἑλέσθαι
660πάννυχοι εγρήσσοντες ·
ὃ δὲ κρειῶν ερατίζων
661ιθύει , αλλ̓ ού τι πρήσσει ·
θαμέες γὰρ άκοντες
662αντίον αΐσσουσι θρασειάων απὸ χειρῶν ,
663καιόμεναί τε δεταί , τάς τε τρεῖ εσσύμενός περ ·
664ηῶθεν δ̓ απονόσφιν έβη τετιηότι θυμῷ ·
665ὣς απὸ Πατρόκλοιο βοὴν αγαθὸς Μενέλαος
666ήϊε πόλλ̓ αέκων
περὶ γὰρ δίε μή μιν Αχαιοὶ
667αργαλέου πρὸ φόβοιο ἕλωρ δηΐοισι λίποιεν
668πολλὰ δὲ Μηριόνῃ τε καὶ Αιάντεσσ̓ επέτελλεν
669Αίαντ̓ Αργείων ἡγήτορε Μηριόνη τε
670νῦν τις ενηείης Πατροκλῆος δειλοῖο
671μνησάσθω ·
πᾶσιν γὰρ επίστατο μείλιχος εῖναι
672ζωὸς εών
νῦν αῦ θάνατος καὶ μοῖρα κιχάνει
673ὣς άρα φωνήσας απέβη ξανθὸς Μενέλαος ,
674πάντοσε παπταίνων ὥς τ̓ αιετός , ὅν ῥά τέ φασιν
675οξύτατον δέρκεσθαι ὑπουρανίων πετεηνῶν ,
676ὅν τε καὶ υψόθ̓ εόντα πόδας ταχὺς ουκ έλαθε πτὼξ
677θάμνῳ υπ̓ αμφικόμῳ κατακείμενος , αλλά τ̓ επ̓ αυτῷ
678έσσυτο , καί τέ μιν ῶκα λαβὼν εξείλετο θυμόν .
679ὣς τότε σοὶ Μενέλαε διοτρεφὲς όσσε φαεινὼ
680πάντοσε δινείσθην πολέων κατὰ έθνος ἑταίρων ,
681εί που Νέστορος υἱὸν έτι ζώοντα ίδοιτο .
682τὸν δὲ μάλ̓ αῖψ̓ ενόησε μάχης επ̓ αριστερὰ πάσης
683θαρσύνονθ̓ ἑτάρους καὶ εποτρύνοντα μάχεσθαι ,
684αγχοῦ δ̓ ἱστάμενος προσέφη ξανθὸς Μενέλαος
685Αντίλοχ̓ ει δ̓ άγε δεῦρο διοτρεφὲς όφρα πύθηαι
686λυγρῆς αγγελίης , ἣ μὴ ώφελλε γενέσθαι
687ήδη μὲν σὲ καὶ αυτὸν οΐομαι εισορόωντα
688γιγνώσκειν ὅτι πῆμα θεὸς Δαναοῖσι κυλίνδει ,
689νίκη δὲ Τρώων ·
πέφαται δ̓ ώριστος Αχαιῶν
690Πάτροκλος , μεγάλη δὲ ποθὴ Δαναοῖσι τέτυκται
691αλλὰ σύ γ̓ αῖψ̓ Αχιλῆϊ θέων επὶ νῆας Αχαιῶν
692ειπεῖν , αί κε τάχιστα νέκυν επὶ νῆα σαώσῃ
693γυμνόν ·
ατὰρ τά γε τεύχἐ έχει κορυθαίολος Ἕκτωρ
694ὣς έφατ̓ , Αντίλοχος δὲ κατέστυγε μῦθον ακούσας
695δὴν δέ μιν αμφασίη επέων λάβε , τὼ δέ οἱ όσσε
696δακρυόφι πλῆσθεν , θαλερὴ δέ οἱ έσχετο φωνή
697αλλ̓ ου δ̓ ὧς Μενελάου εφημοσύνης αμέλησε ,
698βῆ δὲ θέειν , τὰ δὲ τεύχἐ αμύμονι δῶκεν ἑταίρῳ
699Λαοδόκῳ , ὅς οἱ σχεδὸν έστρεφε μώνυχας ἵππους .
700τὸν μὲν δάκρυ χέοντα πόδες φέρον εκ πολέμοιο
701Πηλεΐδῃ Αχιλῆϊ κακὸν έπος αγγελέοντα
702ου δ̓ άρα σοὶ Μενέλαε διοτρεφὲς ήθελε θυμὸς
703τειρομένοις ἑτάροισιν αμυνέμεν , ένθεν απῆλθεν
704Αντίλοχος , μεγάλη δὲ ποθὴ Πυλίοισιν ετύχθη
705αλλ̓ ὅ γε τοῖσιν μὲν Θρασυμήδεα δῖον ανῆκεν ,
706αυτὸς δ̓ αῦτ̓ επὶ Πατρόκλῳ ἥρωϊ βεβήκει ,
707στῆ δὲ παῤ Αιάντεσσι θέων , εῖθαρ δὲ προσηύδα
708κεῖνον μὲν δὴ νηυσὶν επιπροέηκα θοῇσιν
709ελθεῖν εις Αχιλῆα πόδας ταχύν
ου δέ μιν οίω
710νῦν ιέναι μάλα περ κεχολωμένον Ἕκτορι δίῳ
711ου γάρ πως ὰν γυμνὸς εὼν Τρώεσσι μάχοιτο
712ἡμεῖς δ̓ αυτοί περ φραζώμεθα μῆτιν αρίστην ,
713ημὲν ὅπως τὸν νεκρὸν ερύσσομεν , ηδὲ καὶ αυτοὶ
714Τρώων εξ ενοπῆς θάνατον καὶ κῆρα φύγωμεν
715τὸν δ̓ ημείβετ̓ έπειτα μέγας Τελαμώνιος Αίας
716πάντα κατ̓ αῖσαν έειπες αγακλεὲς ῶ Μενέλαε
717αλλὰ σὺ μὲν καὶ Μηριόνης ὑποδύντε μάλ̓ ῶκα
718νεκρὸν αείραντες φέρετ̓ εκ πόνου
αυτὰρ όπισθε
719νῶϊ μαχησόμεθα Τρωσίν τε καὶ Ἕκτορι δίῳ
720ῖσον θυμὸν έχοντες ὁμώνυμοι , οἳ τὸ πάρος περ
721μίμνομεν οξὺν Άρηα παῤ αλλήλοισι μένοντες
722ὣς έφαθ̓ , οἳ δ̓ άρα νεκρὸν απὸ χθονὸς αγκάζοντο
723ὕψι μάλα μεγάλως
επὶ δ̓ ίαχε λαὸς όπισθε
724Τρωϊκός , ὡς είδοντο νέκυν αίροντας Αχαιούς
725ίθυσαν δὲ κύνεσσιν εοικότες , οἵ τ̓ επὶ κάπρῳ
726βλημένῳ αΐξωσι πρὸ κούρων θηρητήρων
727ἕως μὲν γάρ τε θέουσι διαρραῖσαι μεμαῶτες ,
728αλλ̓ ὅτε δή ῥ̓ εν τοῖσιν ἑλίξεται αλκὶ πεποιθώς ,
729άψ τ̓ ανεχώρησαν διά τ̓ έτρεσαν άλλυδις άλλος .
730ὣς Τρῶες εἷος μὲν ὁμιλαδὸν αιὲν ἕποντο
731νύσσοντες ξίφεσίν τε καὶ έγχεσιν αμφιγύοισιν
732αλλ̓ ὅτε δή ῥ̓ Αίαντε μεταστρεφθέντε κατ̓ αυτοὺς
733σταίησαν , τῶν δὲ τράπετο χρώς , ου δέ τις έτλη
734πρόσσω αΐξας περὶ νεκροῦ δηριάασθαι
735ὣς οἵ γ̓ εμμεμαῶτε νέκυν φέρον εκ πολέμοιο
736νῆας έπι γλαφυράς
επὶ δὲ πτόλεμος τέτατό σφιν
737άγριος ηΰτε πῦρ , τό τ̓ επεσσύμενον πόλιν ανδρῶν
738όρμενον εξαίφνης φλεγέθει , μινύθουσι δὲ οῖκοι
739εν σέλαϊ μεγάλῳ ·
τὸ δ̓ επιβρέμει ὶς ανέμοιο
740ὣς μὲν τοῖς ἵππων τε καὶ ανδρῶν αιχμητάων
741αζηχὴς ορυμαγδὸς επήϊεν ερχομένοισιν
742οἳ δ̓ ὥς θ̓ ἡμίονοι κρατερὸν μένος αμφιβαλόντες
743έλκωσ̓ εξ όρεος κατὰ παιπαλόεσσαν αταρπὸν
744ὴ δοκὸν ηὲ δόρυ μέγα νήϊον ·
εν δέ τε θυμὸς
745τείρεθ̓ ὁμοῦ καμάτῳ τε καὶ ἱδρῷ σπευδόντεσσιν ·
746ὣς οἵ γ̓ εμμεμαῶτε νέκυν φέρον .
αυτὰρ όπισθεν
747Αίαντ̓ ισχανέτην , ὥς τε πρὼν ισχάνει ὕδωρ
748ὑλήεις πεδίοιο διαπρύσιον τετυχηκώς ,
749ὅς τε καὶ ιφθίμων ποταμῶν αλεγεινὰ ῥέεθρα
750ίσχει , άφαρ δέ τε πᾶσι ῥόον πεδίον δὲ τίθησι
751πλάζων
ου δέ τί μιν σθένεϊ ῥηγνῦσι ῥέοντες
752ὣς αιεὶ Αίαντε μάχην ανέεργον οπίσσω
753Τρώων
οἳ δ̓ άμ̓ ἕποντο , δύω δ̓ εν τοῖσι μάλιστα
754Αινείας τ̓ Αγχισιάδης καὶ φαίδιμος Ἕκτωρ .
755τῶν δ̓ ὥς τε ψαρῶν νέφος έρχεται ηὲ κολοιῶν
756οῦλον κεκλήγοντες , ὅτε προΐδωσιν ιόντα
757κίρκον , ὅ τε σμικρῇσι φόνον φέρει ορνίθεσσιν ,
758ὣς άῤ υπ̓ Αινείᾳ τε καὶ Ἕκτορι κοῦροι Αχαιῶν
759οῦλον κεκλήγοντες ίσαν , λήθοντο δὲ χάρμης
760πολλὰ δὲ τεύχεα καλὰ πέσον περί τ̓ αμφί τε τάφρον
761φευγόντων Δαναῶν
πολέμου δ̓ ου γίγνετ̓ ερωή
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52
53
54
55
56
57
58
59
60
61
62
63
64
65
66
67
68
69
70
71
72
73
74
75
76
77
78
79
80
81
82
83
84
85
86
87
88
89
90
91
92
93
94
95
96
97
98
99
100
101
102
103
104
105
106
107
108
109
110
111
112
113
114
115
116
117
118
119
120
121
122
123
124
125
126
127
128
129
130
131
132
133
134
135
136
137
138
139
140
141
142
143
144
145
146
147
148
149
150
151
152
153
154
155
156
157
158
159
160
161
162
163
164
165
166
167
168
169
170
171
172
173
174
175
176
177
178
179
180
181
182
183
184
185
186
187
188
189
190
191
192
193
194
195
196
197
198
199
200
201
202
203
204
205
206
207
208
209
210
211
212
213
214
215
216
217
218
219
220
221
222
223
224
225
226
227
228
229
230
231
232
233
234
235
236
237
238
239
240
241
242
243
244
245
246
247
248
249
250
251
252
253
254
255
256
257
258
259
260
261
262
263
264
265
266
267
268
269
270
271
272
273
274
275
276
277
278
279
280
281
282
283
284
285
286
287
288
289
290
291
292
293
294
295
296
297
298
299
300
301
302
303
304
305
306
307
308
309
310
311
312
313
314
315
316
317
318
319
320
321
322
323
324
325
326
327
328
329
330
331
332
333
334
335
336
337
338
339
340
341
342
343
344
345
346
347
348
349
350
351
352
353
354
355
356
357
358
359
360
361
362
363
364
365
366
367
368
369
370
371
372
373
374
375
376
377
378
379
380
381
382
383
384
385
386
387
388
389
390
391
392
393
394
395
396
397
398
399
400
401
402
403
404
405
406
407
408
409
410
411
412
413
414
415
416
417
418
419
420
421
422
423
424
425
426
427
428
429
430
431
432
433
434
435
436
437
438
439
440
441
442
443
444
445
446
447
448
449
450
451
452
453
454
455
456
457
458
459
460
461
462
463
464
465
466
467
468
469
470
471
472
473
474
475
476
477
478
479
480
481
482
483
484
485
486
487
488
489
490
491
492
493
494
495
496
497
498
499
500
501
502
503
504
505
506
507
508
509
510
511
512
513
514
515
516
517
518
519
520
521
522
523
524
525
526
527
528
529
530
531
532
533
534
535
536
537
538
539
540
541
542
543
544
545
546
547
548
549
550
551
552
553
554
555
556
557
558
559
560
561
562
563
564
565
566
567
568
569
570
571
572
573
574
575
576
577
578
579
580
581
582
583
584
585
586
587
588
589
590
591
592
593
594
595
596
597
598
599
600
601
602
603
604
605
606
607
608
609
610
611
612
613
614
615
616
617
618
619
620
621
622
623
624
625
626
627
628
629
630
631
632
633
634
635
636
637
638
639
640
641
642
643
644
645
646
647
648
649
650
651
652
653
654
655
656
657
658
659
660
661
662
663
664
665
666
667
668
669
670
671
672
673
674
675
676
677
678
679
680
681
682
683
684
685
686
687
688
689
690
691
692
693
694
695
696
697
698
699
700
701
702
703
704
705
706
707
708
709
710
711
712
713
714
715
716
717
718
719
720
721
722
723
724
725
726
727
728
729
730
731
732
733
734
735
736
737
738
739
740
741
742
743
744
745
746
747
748
749
750
751
752
753
754
755
756
757
758
759
760
761