1ὣς οἳ μὲν περὶ νηὸς εϋσσέλμοιο μάχοντο
2Πάτροκλος δ̓ Αχιλῆϊ παρίστατο ποιμένι λαῶν
3δάκρυα θερμὰ χέων ὥς τε κρήνη μελάνυδρος ,
4ἥ τε κατ̓ αιγίλιπος πέτρης δνοφερὸν χέει ὕδωρ .
5τὸν δὲ ιδὼν ῴκτιρε ποδάρκης δῖος Αχιλλεύς ,
6καί μιν φωνήσας έπεα πτερόεντα προσηύδα
7τίπτε δεδάκρυσαι Πατρόκλεες , ηΰτε κούρη
8νηπίη , ἥ θ̓ ἅμα μητρὶ θέουσ̓ ανελέσθαι ανώγει
9εἱανοῦ ἁπτομένη , καί τ̓ εσσυμένην κατερύκει ,
10δακρυόεσσα δέ μιν ποτιδέρκεται , όφῤ ανέληται ·
11τῇ ίκελος Πάτροκλε τέρεν κατὰ δάκρυον είβεις
12ηέ τι Μυρμιδόνεσσι πιφαύσκεαι , ὴ εμοὶ αυτῷ ,
13ῆέ τιν̓ αγγελίην Φθίης εξέκλυες οῖος ;
14ζώειν μὰν έτι φασὶ Μενοίτιον Άκτορος υἱόν ,
15ζώει δ̓ Αιακίδης Πηλεὺς μετὰ Μυρμιδόνεσσι
16τῶν κε μάλ̓ αμφοτέρων ακαχοίμεθα τεθνηώτων
17ῆε σύ γ̓ Αργείων ολοφύρεαι , ὡς ολέκονται
18νηυσὶν έπι γλαφυρῇσιν ὑπερβασίης ἕνεκα σφῆς
19εξαύδα , μὴ κεῦθε νόῳ , ἵνα είδομεν άμφω
20τὸν δὲ βαρὺ στενάχων προσέφης Πατρόκλεες ἱππεῦ
21ῶ Αχιλεῦ Πηλῆος υἱὲ μέγα φέρτατ̓ Αχαιῶν
22μὴ νεμέσα
τοῖον γὰρ άχος βεβίηκεν Αχαιούς
23οἳ μὲν γὰρ δὴ πάντες , ὅσοι πάρος ῆσαν άριστοι ,
24εν νηυσὶν κέαται βεβλημένοι ουτάμενοί τε
25βέβληται μὲν ὃ Τυδεΐδης κρατερὸς Διομήδης ,
26ούτασται δ̓ Οδυσεὺς δουρικλυτὸς ηδ̓ Αγαμέμνων ,
27βέβληται δὲ καὶ Ευρύπυλος κατὰ μηρὸν οϊστῷ .
28τοὺς μέν τ̓ ιητροὶ πολυφάρμακοι αμφιπένονται
29έλκἐ ακειόμενοι
σὺ δ̓ αμήχανος έπλευ Αχιλλεῦ
30μὴ εμέ γ̓ οῦν οὗτός γε λάβοι χόλος , ὃν σὺ φυλάσσεις
31αιναρέτη
τί σευ άλλος ονήσεται οψίγονός περ
32αί κε μὴ Αργείοισιν αεικέα λοιγὸν αμύνῃς
33νηλεές , ουκ άρα σοί γε πατὴρ ῆν ἱππότα Πηλεύς ,
34ου δὲ Θέτις μήτηρ ·
γλαυκὴ δέ σε τίκτε θάλασσα
35πέτραι τ̓ ηλίβατοι , ὅτι τοι νόος εστὶν απηνής
36ει δέ τινα φρεσὶ σῇσι θεοπροπίην αλεείνεις
37καί τινά τοι πὰρ Ζηνὸς επέφραδε πότνια μήτηρ ,
38αλλ̓ εμέ περ πρόες ῶχ̓ , ἃμα δ̓ άλλον λαὸν όπασσον
39Μυρμιδόνων , ήν πού τι φόως Δαναοῖσι γένωμαι
40δὸς δέ μοι ώμοιιν τὰ σὰ τεύχεα θωρηχθῆναι ,
41αί κ̓ εμὲ σοὶ ίσκοντες απόσχωνται πολέμοιο
42Τρῶες , αναπνεύσωσι δ̓ Αρήϊοι υἷες Αχαιῶν
43τειρόμενοι
ολίγη δέ τ̓ ανάπνευσις πολέμοιο .
44ῥεῖα δέ κ̓ ακμῆτες κεκμηότας άνδρας αϋτῇ
45ώσαιμεν προτὶ άστυ νεῶν άπο καὶ κλισιάων
46ὣς φάτο λισσόμενος μέγα νήπιος
ῆ γὰρ έμελλεν
47οἷ αυτῷ θάνατόν τε κακὸν καὶ κῆρα λιτέσθαι
48τὸν δὲ μέγ̓ οχθήσας προσέφη πόδας ωκὺς Αχιλλεύς
49ώ μοι διογενὲς Πατρόκλεες οἷον έειπες
50ού τε θεοπροπίης εμπάζομαι ἥν τινα οῖδα ,
51ούτέ τί μοι πὰρ Ζηνὸς επέφραδε πότνια μήτηρ
52αλλὰ τόδ̓ αινὸν άχος κραδίην καὶ θυμὸν ἱκάνει ,
53ὁππότε δὴ τὸν ὁμοῖον ανὴρ εθέλῃσιν αμέρσαι
54καὶ γέρας ὰψ αφελέσθαι , ὅ τε κράτεϊ προβεβήκῃ
55αινὸν άχος τό μοί εστιν , επεὶ πάθον άλγεα θυμῷ
56κούρην ἣν άρα μοι γέρας έξελον υἷες Αχαιῶν ,
57δουρὶ δ̓ εμῷ κτεάτισσα πόλιν ευτείχεα πέρσας ,
58τὴν ὰψ εκ χειρῶν ἕλετο κρείων Αγαμέμνων
59Ατρεΐδης ὡς εί τιν̓ ατίμητον μετανάστην .
60αλλὰ τὰ μὲν προτετύχθαι εάσομεν
ου δ̓ άρα πως ῆν
61ασπερχὲς κεχολῶσθαι ενὶ φρεσίν
ήτοι έφην γε
62ου πρὶν μηνιθμὸν καταπαυσέμεν , αλλ̓ οπότ̓ ὰν δὴ
63νῆας εμὰς αφίκηται αϋτή τε πτόλεμός τε
64τύνη δ̓ ώμοιιν μὲν εμὰ κλυτὰ τεύχεα δῦθι ,
65άρχε δὲ Μυρμιδόνεσσι φιλοπτολέμοισι μάχεσθαι ,
66ει δὴ κυάνεον Τρώων νέφος αμφιβέβηκε
67νηυσὶν επικρατέως , οἳ δὲ ῥηγμῖνι θαλάσσης
68κεκλίαται , χώρης ολίγην έτι μοῖραν έχοντες
69Αργεῖοι , Τρώων δὲ πόλις επὶ πᾶσα βέβηκε
70θάρσυνος
ου γὰρ εμῆς κόρυθος λεύσσουσι μέτωπον
71εγγύθι λαμπομένης
τάχα κεν φεύγοντες εναύλους
72πλήσειαν νεκύων , εί μοι κρείων Αγαμέμνων
73ήπια ειδείη
νῦν δὲ στρατὸν αμφιμάχονται
74ου γὰρ Τυδεΐδεω Διομήδεος εν παλάμῃσι
75μαίνεται εγχείη Δαναῶν απὸ λοιγὸν αμῦναι
76ου δέ πω Ατρεΐδεω οπὸς έκλυον αυδήσαντος
77εχθρῆς εκ κεφαλῆς
αλλ̓ Ἕκτορος ανδροφόνοιο
78Τρωσὶ κελεύοντος περιάγνυται , οἳ δ̓ αλαλητῷ
79πᾶν πεδίον κατέχουσι μάχῃ νικῶντες Αχαιούς .
80αλλὰ καὶ ὧς Πάτροκλε νεῶν άπο λοιγὸν αμύνων
81έμπεσ̓ επικρατέως , μὴ δὴ πυρὸς αιθομένοιο
82νῆας ενιπρήσωσι , φίλον δ̓ απὸ νόστον ἕλωνται
83πείθεο δ̓ ὥς τοι εγὼ μύθου τέλος εν φρεσὶ θείω ,
84ὡς άν μοι τιμὴν μεγάλην καὶ κῦδος άρηαι
85πρὸς πάντων Δαναῶν , ατὰρ οἳ περικαλλέα κούρην
86ὰψ απονάσσωσιν , ποτὶ δ̓ αγλαὰ δῶρα πόρωσιν
87εκ νηῶν ελάσας ιέναι πάλιν
ει δέ κεν αῦ τοι
88δώῃ κῦδος αρέσθαι ερίγδουπος πόσις Ἥρης ,
89μὴ σύ γ̓ άνευθεν εμεῖο λιλαίεσθαι πολεμίζειν
90Τρωσὶ φιλοπτολέμοισιν
ατιμότερον δέ με θήσεις
91μὴ δ̓ επαγαλλόμενος πολέμῳ καὶ δηϊοτῆτι
92Τρῶας εναιρόμενος προτὶ Ίλιον ἡγεμονεύειν ,
93μή τις απ̓ Ουλύμποιο θεῶν αιειγενετάων
94εμβήῃ
μάλα τούς γε φιλεῖ ἑκάεργος Απόλλων
95αλλὰ πάλιν τρωπᾶσθαι , επὴν φάος εν νήεσσι
96θήῃς , τοὺς δ̓ έτ̓ εᾶν πεδίον κάτα δηριάασθαι
97αὶ γὰρ Ζεῦ τε πάτερ καὶ Αθηναίη καὶ Άπολλον
98μήτέ τις οῦν Τρώων θάνατον φύγοι ὅσσοι έασι ,
99μήτέ τις Αργείων , νῶϊν δ̓ εκδῦμεν όλεθρον ,
100όφῤ οῖοι Τροίης ἱερὰ κρήδεμνα λύωμεν .
101ὣς οἳ μὲν τοιαῦτα πρὸς αλλήλους αγόρευον ,
102Αίας δ̓ ουκ έτ̓ έμιμνε
βιάζετο γὰρ βελέεσσι
103δάμνα μιν Ζηνός τε νόος καὶ Τρῶες αγαυοὶ
104βάλλοντες
δεινὴν δὲ περὶ κροτάφοισι φαεινὴ
105πήληξ βαλλομένη καναχὴν έχε , βάλλετο δ̓ αιεὶ
106κὰπ φάλαῤ ευποίηθ̓
ὃ δ̓ αριστερὸν ῶμον έκαμνεν
107έμπεδον αιὲν έχων σάκος αιόλον
ου δὲ δύναντο
108αμφ̓ αυτῷ πελεμίξαι ερείδοντες βελέεσσιν
109αιεὶ δ̓ αργαλέῳ έχετ̓ άσθματι , κὰδ δέ οἱ ἱδρὼς
110πάντοθεν εκ μελέων πολὺς έρρεεν , ου δέ πῃ εῖχεν
111αμπνεῦσαι
πάντῃ δὲ κακὸν κακῷ εστήρικτο
112έσπετε νῦν μοι Μοῦσαι Ολύμπια δώματ̓ έχουσαι ,
113ὅππως δὴ πρῶτον πῦρ έμπεσε νηυσὶν Αχαιῶν
114Ἕκτωρ Αίαντος δόρυ μείλινον άγχι παραστὰς
115πλῆξ̓ άορι μεγάλῳ αιχμῆς παρὰ καυλὸν όπισθεν ,
116αντικρὺ δ̓ απάραξε
τὸ μὲν Τελαμώνιος Αίας
117πῆλ̓ αύτως εν χειρὶ κόλον δόρυ , τῆλε δ̓ απ̓ αυτοῦ
118αιχμὴ χαλκείη χαμάδις βόμβησε πεσοῦσα
119γνῶ δ̓ Αίας κατὰ θυμὸν αμύμονα ῥίγησέν τε
120έργα θεῶν , ὅ ῥα πάγχυ μάχης επὶ μήδεα κεῖρε
121Ζεὺς ὑψιβρεμέτης , Τρώεσσι δὲ βούλετο νίκην
122χάζετο δ̓ εκ βελέων
τοὶ δ̓ έμβαλον ακάματον πῦρ
123νηῒ θοῇ
τῆς δ̓ αῖψα κατ̓ ασβέστη κέχυτο φλόξ
124ὣς τὴν μὲν πρυμνὴν πῦρ άμφεπεν
αυτὰρ Αχιλλεὺς
125μηρὼ πληξάμενος Πατροκλῆα προσέειπεν
126όρσεο διογενὲς Πατρόκλεες ἱπποκέλευθε
127λεύσσω δὴ παρὰ νηυσὶ πυρὸς δηΐοιο ιωήν
128μὴ δὴ νῆας ἕλωσι καὶ ουκέτι φυκτὰ πέλωνται
129δύσεο τεύχεα θᾶσσον , εγὼ δέ κε λαὸν αγείρω
130ὣς φάτο , Πάτροκλος δὲ κορύσσετο νώροπι χαλκῷ
131κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν έθηκε
132καλάς , αργυρέοισιν επισφυρίοις αραρυίας
133δεύτερον αῦ θώρηκα περὶ στήθεσσιν έδυνε
134ποικίλον αστερόεντα ποδώκεος Αιακίδαο
135αμφὶ δ̓ άῤ ώμοισιν βάλετο ξίφος αργυρόηλον
136χάλκεον , αυτὰρ έπειτα σάκος μέγα τε στιβαρόν τε ·
137κρατὶ δ̓ επ̓ ιφθίμῳ κυνέην εύτυκτον έθηκεν
138ἵππουριν
δεινὸν δὲ λόφος καθύπερθεν ένευεν
139εἵλετο δ̓ άλκιμα δοῦρε , τά οἱ παλάμηφιν αρήρει
140έγχος δ̓ ουχ έλετ̓ οῖον αμύμονος Αιακίδαο
141βριθὺ μέγα στιβαρόν
τὸ μὲν ου δύνατ̓ άλλος Αχαιῶν
142πάλλειν , αλλά μιν οῖος επίστατο πῆλαι Αχιλλεὺς
143Πηλιάδα μελίην , τὴν πατρὶ φίλῳ πόρε Χείρων
144Πηλίου εκ κορυφῆς , φόνον έμμεναι ἡρώεσσιν .
145ἵππους δ̓ Αυτομέδοντα θοῶς ζευγνῦμεν άνωγε ,
146τὸν μετ̓ Αχιλλῆα ῥηξήνορα τῖε μάλιστα ,
147πιστότατος δέ οἱ έσκε μάχῃ ένι μεῖναι ὁμοκλήν
148τῷ δὲ καὶ Αυτομέδων ὕπαγε ζυγὸν ωκέας ἵππους
149Ξάνθον καὶ Βαλίον , τὼ ἅμα πνοιῇσι πετέσθην ,
150τοὺς έτεκε Ζεφύρῳ ανέμῳ Ἅρπυια Ποδάργη
151βοσκομένη λειμῶνι παρὰ ῥόον Ωκεανοῖο .
152εν δὲ παρηορίῃσιν αμύμονα Πήδασον ἵει ,
153τόν ῥά ποτ̓ Ηετίωνος ἑλὼν πόλιν ήγαγ̓ Αχιλλεύς ,
154ὃς καὶ θνητὸς εὼν έπεθ̓ ἵπποις αθανάτοισι
155Μυρμιδόνας δ̓ άῤ εποιχόμενος θώρηξεν Αχιλλεὺς
156πάντας ανὰ κλισίας σὺν τεύχεσιν
οἳ δὲ λύκοι ὣς
157ωμοφάγοι , τοῖσίν τε περὶ φρεσὶν άσπετος αλκή ,
158οἵ τ̓ έλαφον κεραὸν μέγαν ούρεσι δῃώσαντες
159δάπτουσιν ·
πᾶσιν δὲ παρήϊον αἵματι φοινόν ·
160καί τ̓ αγεληδὸν ίασιν απὸ κρήνης μελανύδρου
161λάψοντες γλώσσῃσιν αραιῇσιν μέλαν ὕδωρ
162άκρον ερευγόμενοι φόνον αἵματος
εν δέ τε θυμὸς
163στήθεσιν άτρομός εστι , περιστένεται δέ τε γαστήρ
164τοῖοι Μυρμιδόνων ἡγήτορες ηδὲ μέδοντες
165αμφ̓ αγαθὸν θεράποντα ποδώκεος Αιακίδαο
166ῥώοντ̓
εν δ̓ άρα τοῖσιν αρήϊος ίστατ̓ Αχιλλεύς ,
167οτρύνων ἵππους τε καὶ ανέρας ασπιδιώτας
168πεντήκοντ̓ ῆσαν νῆες θοαί , ᾗσιν Αχιλλεὺς
169ες Τροίην ἡγεῖτο Διῒ φίλος
εν δὲ ἑκάστῃ
170πεντήκοντ̓ έσαν άνδρες επὶ κληῗσιν ἑταῖροι
171πέντε δ̓ άῤ ἡγεμόνας ποιήσατο τοῖς επεποίθει
172σημαίνειν
αυτὸς δὲ μέγα κρατέων ήνασσε
173τῆς μὲν ιῆς στιχὸς ῆρχε Μενέσθιος αιολοθώρηξ
174υἱὸς Σπερχειοῖο διιπετέος ποταμοῖο ·
175ὃν τέκε Πηλῆος θυγάτηρ καλὴ Πολυδώρη
176Σπερχειῷ ακάμαντι γυνὴ θεῷ ευνηθεῖσα ,
177αυτὰρ επίκλησιν Βώρῳ Περιήρεος υἷι ,
178ὅς ῥ̓ αναφανδὸν όπυιε πορὼν απερείσια ἕδνα .
179τῆς δ̓ ἑτέρης Εύδωρος αρήϊος ἡγεμόνευε
180παρθένιος , τὸν έτικτε χορῷ καλὴ Πολυμήλη
181Φύλαντος θυγάτηρ
τῆς δὲ κρατὺς αργεϊφόντης
182ηράσατ̓ , οφθαλμοῖσιν ιδὼν μετὰ μελπομένῃσιν
183εν χορῷ Αρτέμιδος χρυσηλακάτου κελαδεινῆς
184αυτίκα δ̓ εις υπερῷ̓ αναβὰς παρελέξατο λάθρῃ
185Ἑρμείας ακάκητα , πόρεν δέ οἱ αγλαὸν υἱὸν
186Εύδωρον πέρι μὲν θείειν ταχὺν ηδὲ μαχητήν .
187αυτὰρ επεὶ δὴ τόν γε μογοστόκος Ειλείθυια
188εξάγαγε πρὸ φόως δὲ καὶ ηελίου ίδεν αυγάς ,
189τὴν μὲν Εχεκλῆος κρατερὸν μένος Ακτορίδαο
190ηγάγετο πρὸς δώματ̓ , επεὶ πόρε μυρία ἕδνα ,
191τὸν δ̓ ὃ γέρων Φύλας εῦ έτρεφεν ηδ̓ ατίταλλεν
192αμφαγαπαζόμενος ὡς εί θ̓ ἑὸν υἱὸν εόντα .
193τῆς δὲ τρίτης Πείσανδρος αρήϊος ἡγεμόνευε
194Μαιμαλίδης , ὃς πᾶσι μετέπρεπε Μυρμιδόνεσσιν
195έγχεϊ μάρνασθαι μετὰ Πηλεΐωνος ἑταῖρον
196τῆς δὲ τετάρτης ῆρχε γέρων ἱππηλάτα Φοῖνιξ ,
197πέμπτης δ̓ Αλκιμέδων Λαέρκεος υἱὸς αμύμων .
198αυτὰρ επεὶ δὴ πάντας άμ̓ ἡγεμόνεσσιν Αχιλλεὺς
199στῆσεν εῢ κρίνας , κρατερὸν δ̓ επὶ μῦθον έτελλε
200Μυρμιδόνες μή τίς μοι απειλάων λελαθέσθω ,
201ἃς επὶ νηυσὶ θοῇσιν απειλεῖτε Τρώεσσι
202πάνθ̓ ὑπὸ μηνιθμόν , καί μ̓ ῃτιάασθε ἕκαστος
203σχέτλιε Πηλέος υἱὲ χόλῳ άρα σ̓ έτρεφε μήτηρ ,
204νηλεές , ὃς παρὰ νηυσὶν έχεις αέκοντας ἑταίρους
205οίκαδέ περ σὺν νηυσὶ νεώμεθα ποντοπόροισιν
206αῦτις , επεί ῥά τοι ὧδε κακὸς χόλος έμπεσε θυμῷ
207ταῦτά μ̓ αγειρόμενοι θάμ̓ εβάζετε
νῦν δὲ πέφανται
208φυλόπιδος μέγα έργον , ἕης τὸ πρίν γ̓ εράασθε
209ένθά τις άλκιμον ῆτορ έχων Τρώεσσι μαχέσθω
210ὣς ειπὼν ότρυνε μένος καὶ θυμὸν ἑκάστου
211μᾶλλον δὲ στίχες άρθεν , επεὶ βασιλῆος άκουσαν
212ὡς δ̓ ὅτε τοῖχον ανὴρ αράρῃ πυκινοῖσι λίθοισι
213δώματος ὑψηλοῖο βίας ανέμων αλεείνων ,
214ὣς άραρον κόρυθές τε καὶ ασπίδες ομφαλόεσσαι .
215ασπὶς άῤ ασπίδ̓ έρειδε , κόρυς κόρυν , ανέρα δ̓ ανήρ ·
216ψαῦον δ̓ ἱππόκομοι κόρυθες λαμπροῖσι φάλοισι
217νευόντων , ὡς πυκνοὶ εφέστασαν αλλήλοισι
218πάντων δὲ προπάροιθε δύ̓ ανέρε θωρήσσοντο
219Πάτροκλός τε καὶ Αυτομέδων ἕνα θυμὸν έχοντες
220πρόσθεν Μυρμιδόνων πολεμιζέμεν .
αυτὰρ Αχιλλεὺς
221βῆ ῥ̓ ίμεν ες κλισίην , χηλοῦ δ̓ απὸ πῶμ̓ ανέῳγε
222καλῆς δαιδαλέης , τήν οἱ Θέτις αργυρόπεζα
223θῆκ̓ επὶ νηὸς άγεσθαι εῢ πλήσασα χιτώνων
224χλαινάων τ̓ ανεμοσκεπέων ούλων τε ταπήτων
225ένθα δέ οἱ δέπας έσκε τετυγμένον , ου δέ τις άλλος ού τ̓
226ανδρῶν πίνεσκεν απ̓ αυτοῦ αίθοπα οῖνον ,
227ούτέ τεῳ σπένδεσκε θεῶν , ὅτε μὴ Διὶ πατρί .
228τό ῥα τότ̓ εκ χηλοῖο λαβὼν εκάθηρε θεείῳ
229πρῶτον , έπειτα δ̓ ένιψ̓ ὕδατος καλῇσι ῥοῇσι ,
230νίψατο δ̓ αυτὸς χεῖρας , αφύσσατο δ̓ αίθοπα οῖνον
231εύχετ̓ έπειτα στὰς μέσῳ ἕρκεϊ , λεῖβε δὲ οῖνον
232ουρανὸν εισανιδών
Δία δ̓ ου λάθε τερπικέραυνον
233Ζεῦ άνα Δωδωναῖε Πελασγικὲ τηλόθι ναίων
234Δωδώνης μεδέων δυσχειμέρου , αμφὶ δὲ Σελλοὶ
235σοὶ ναίουσ̓ ὑποφῆται ανιπτόποδες χαμαιεῦναι ,
236ημὲν δή ποτ̓ εμὸν έπος έκλυες ευξαμένοιο ,
237τίμησας μὲν εμέ , μέγα δ̓ ίψαο λαὸν Αχαιῶν ,
238ηδ̓ έτι καὶ νῦν μοι τόδ̓ επικρήηνον εέλδωρ
239αυτὸς μὲν γὰρ εγὼ μενέω νηῶν εν αγῶνι ,
240αλλ̓ ἕταρον πέμπω πολέσιν μετὰ Μυρμιδόνεσσι
241μάρνασθαι
τῷ κῦδος ἅμα πρόες ευρύοπα Ζεῦ ,
242θάρσυνον δέ οἱ ῆτορ ενὶ φρεσίν , όφρα καὶ Ἕκτωρ
243είσεται ή ῥα καὶ οῖος επίστηται πολεμίζειν
244ἡμέτερος θεράπων , ῆ οἱ τότε χεῖρες άαπτοι
245μαίνονθ̓ , οππότ̓ εγώ περ ίω μετὰ μῶλον Άρηος
246αυτὰρ επεί κ̓ απὸ ναῦφι μάχην ενοπήν τε δίηται ,
247ασκηθής μοι έπειτα θοὰς επὶ νῆας ἵκοιτο
248τεύχεσί τε ξὺν πᾶσι καὶ αγχεμάχοις ἑτάροισιν
249ὣς έφατ̓ ευχόμενος , τοῦ δ̓ έκλυε μητίετα Ζεύς
250τῷ δ̓ ἕτερον μὲν έδωκε πατήρ , ἕτερον δ̓ ανένευσε
251νηῶν μέν οἱ απώσασθαι πόλεμόν τε μάχην τε
252δῶκε , σόον δ̓ ανένευσε μάχης εξαπονέεσθαι
253ήτοι ὃ μὲν σπείσας τε καὶ ευξάμενος Διὶ πατρὶ
254ὰψ κλισίην εισῆλθε , δέπας δ̓ απέθηκ̓ ενὶ χηλῷ ,
255στῆ δὲ πάροιθ̓ ελθὼν κλισίης , έτι δ̓ ήθελε θυμῷ
256εισιδέειν Τρώων καὶ Αχαιῶν φύλοπιν αινήν
257οἳ δ̓ ἅμα Πατρόκλῳ μεγαλήτορι θωρηχθέντες
258έστιχον , όφῤ εν Τρωσὶ μέγα φρονέοντες όρουσαν
259αυτίκα δὲ σφήκεσσιν εοικότες εξεχέοντο
260εινοδίοις , οὓς παῖδες εριδμαίνωσιν έθοντες
261αιεὶ κερτομέοντες ὁδῷ έπι οικί̓ έχοντας
262νηπίαχοι
ξυνὸν δὲ κακὸν πολέεσσι τιθεῖσι
263τοὺς δ̓ εί περ παρά τίς τε κιὼν άνθρωπος ὁδίτης
264κινήσῃ αέκων , οἳ δ̓ άλκιμον ῆτορ έχοντες
265πρόσσω πᾶς πέτεται καὶ αμύνει οἷσι τέκεσσι
266τῶν τότε Μυρμιδόνες κραδίην καὶ θυμὸν έχοντες
267εκ νηῶν εχέοντο
βοὴ δ̓ άσβεστος ορώρει
268Πάτροκλος δ̓ ἑτάροισιν εκέκλετο μακρὸν αΰσας
269Μυρμιδόνες ἕταροι Πηληϊάδεω Αχιλῆος
270ανέρες έστε φίλοι , μνήσασθε δὲ θούριδος αλκῆς ,
271ὡς ὰν Πηλεΐδην τιμήσομεν , ὃς μέγ̓ άριστος
272Αργείων παρὰ νηυσὶ καὶ αγχέμαχοι θεράποντες ,
273γνῷ δὲ καὶ Ατρεΐδης ευρὺ κρείων Αγαμέμνων
274ἣν άτην , ὅ τ̓ άριστον Αχαιῶν ουδὲν έτισεν .
275ὣς ειπὼν ότρυνε μένος καὶ θυμὸν ἑκάστου ,
276εν δ̓ έπεσον Τρώεσσιν αολλέες
αμφὶ δὲ νῆες
277σμερδαλέον κονάβησαν αϋσάντων υπ̓ Αχαιῶν
278Τρῶες δ̓ ὡς είδοντο Μενοιτίου άλκιμον υἱὸν
279αυτὸν καὶ θεράποντα σὺν έντεσι μαρμαίροντας ,
280πᾶσιν ορίνθη θυμός , εκίνηθεν δὲ φάλαγγες
281ελπόμενοι παρὰ ναῦφι ποδώκεα Πηλεΐωνα
282μηνιθμὸν μὲν απορρῖψαι , φιλότητα δ̓ ἑλέσθαι
283πάπτηνεν δὲ ἕκαστος ὅπῃ φύγοι αιπὺν όλεθρον
284Πάτροκλος δὲ πρῶτος ακόντισε δουρὶ φαεινῷ
285αντικρὺ κατὰ μέσσον , ὅθι πλεῖστοι κλονέοντο ,
286νηῒ πάρα πρυμνῇ μεγαθύμου Πρωτεσιλάου ,
287καὶ βάλε Πυραίχμην , ὃς Παίονας ἱπποκορυστὰς
288ήγαγεν εξ Αμυδῶνος απ̓ Αξιοῦ ευρὺ ῥέοντος
289τὸν βάλε δεξιὸν ῶμον
ὃ δ̓ ὕπτιος εν κονίῃσι
290κάππεσεν οιμώξας , ἕταροι δέ μιν αμφεφόβηθεν
291Παίονες ·
εν γὰρ Πάτροκλος φόβον ἧκεν ἅπασιν
292ἡγεμόνα κτείνας , ὃς αριστεύεσκε μάχεσθαι
293εκ νηῶν δ̓ έλασεν , κατὰ δ̓ έσβεσεν αιθόμενον πῦρ
294ἡμιδαὴς δ̓ άρα νηῦς λίπετ̓ αυτόθι
τοὶ δὲ φόβηθεν
295Τρῶες θεσπεσίῳ ὁμάδῳ
Δαναοὶ δ̓ επέχυντο
296νῆας ανὰ γλαφυράς
ὅμαδος δ̓ αλίαστος ετύχθη
297ὡς δ̓ ότ̓ αφ̓ ὑψηλῆς κορυφῆς όρεος μεγάλοιο
298κινήσῃ πυκινὴν νεφέλην στεροπηγερέτα Ζεύς ,
299έκ τ̓ έφανεν πᾶσαι σκοπιαὶ καὶ πρώονες άκροι
300καὶ νάπαι , ουρανόθεν δ̓ άῤ ὑπερράγη άσπετος αιθήρ ,
301ὣς Δαναοὶ νηῶν μὲν απωσάμενοι δήϊον πῦρ
302τυτθὸν ανέπνευσαν , πολέμου δ̓ ου γίγνετ̓ ερωή
303ου γάρ πώ τι Τρῶες αρηϊφίλων υπ̓ Αχαιῶν
304προτροπάδην φοβέοντο μελαινάων απὸ νηῶν ,
305αλλ̓ έτ̓ άῤ ανθίσταντο , νεῶν δ̓ ὑπόεικον ανάγκῃ
306ένθα δ̓ ανὴρ ἕλεν άνδρα κεδασθείσης ὑσμίνης
307ἡγεμόνων
πρῶτος δὲ Μενοιτίου άλκιμος υἱὸς
308αυτίκ̓ άρα στρεφθέντος Αρηϊλύκου βάλε μηρὸν
309έγχεϊ οξυόεντι , διὰ πρὸ δὲ χαλκὸν έλασσε
310ῥῆξεν δ̓ οστέον έγχος , ὃ δὲ πρηνὴς επὶ γαίῃ
311κάππεσ̓
ατὰρ Μενέλαος αρήϊος οῦτα Θόαντα
312στέρνον γυμνωθέντα παῤ ασπίδα , λῦσε δὲ γυῖα
313Φυλεΐδης δ̓ Άμφικλον εφορμηθέντα δοκεύσας
314έφθη ορεξάμενος πρυμνὸν σκέλος , ένθα πάχιστος
315μυὼν ανθρώπου πέλεται
περὶ δ̓ έγχεος αιχμῇ
316νεῦρα διεσχίσθη
τὸν δὲ σκότος όσσε κάλυψε
317Νεστορίδαι δ̓ ὃ μὲν ούτασ̓ Ατύμνιον οξέϊ δουρὶ
318Αντίλοχος , λαπάρης δὲ διήλασε χάλκεον έγχος ·
319ήριπε δὲ προπάροιθε
Μάρις δ̓ αυτοσχεδὰ δουρὶ
320Αντιλόχῳ επόρουσε κασιγνήτοιο χολωθεὶς
321στὰς πρόσθεν νέκυος
τοῦ δ̓ αντίθεος Θρασυμήδης
322έφθη ορεξάμενος πρὶν ουτάσαι , ου δ̓ αφάμαρτεν ,
323ῶμον άφαρ
πρυμνὸν δὲ βραχίονα δουρὸς ακωκὴ
324δρύψ̓ απὸ μυώνων , απὸ δ̓ οστέον άχρις άραξε
325δούπησεν δὲ πεσών , κατὰ δὲ σκότος όσσε κάλυψεν
326ὣς τὼ μὲν δοιοῖσι κασιγνήτοισι δαμέντε
327βήτην εις Έρεβος Σαρπηδόνος εσθλοὶ ἑταῖροι
328υἷες ακοντισταὶ Αμισωδάρου , ὅς ῥα Χίμαιραν
329θρέψεν αμαιμακέτην πολέσιν κακὸν ανθρώποισιν .
330Αίας δὲ Κλεόβουλον Οϊλιάδης επορούσας
331ζωὸν ἕλε βλαφθέντα κατὰ κλόνον
αλλά οἱ αῦθι
332λῦσε μένος πλήξας ξίφει αυχένα κωπήεντι
333πᾶν δ̓ ὑπεθερμάνθη ξίφος αἵματι
τὸν δὲ κατ̓ όσσε
334έλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή
335Πηνέλεως δὲ Λύκων τε συνέδραμον
έγχεσι μὲν γὰρ
336ήμβροτον αλλήλων , μέλεον δ̓ ηκόντισαν άμφω
337τὼ δ̓ αῦτις ξιφέεσσι συνέδραμον
ένθα Λύκων μὲν
338ἱπποκόμου κόρυθος φάλον ήλασεν , αμφὶ δὲ καυλὸν
339φάσγανον ερραίσθη
ὃ δ̓ υπ̓ ούατος αυχένα θεῖνε
340Πηνέλεως , πᾶν δ̓ είσω έδυ ξίφος , έσχεθε δ̓ οῖον
341δέρμα , παρηέρθη δὲ κάρη , ὑπέλυντο δὲ γυῖα
342Μηριόνης δ̓ Ακάμαντα κιχεὶς ποσὶ καρπαλίμοισι
343νύξ̓ ἵππων επιβησόμενον κατὰ δεξιὸν ῶμον
344ήριπε δ̓ εξ οχέων , κατὰ δ̓ οφθαλμῶν κέχυτ̓ αχλύς
345Ιδομενεὺς δ̓ Ερύμαντα κατὰ στόμα νηλέϊ χαλκῷ
346νύξε
τὸ δ̓ αντικρὺ δόρυ χάλκεον εξεπέρησε
347νέρθεν υπ̓ εγκεφάλοιο , κέασσε δ̓ άῤ οστέα λευκά
348εκ δ̓ ετίναχθεν οδόντες , ενέπλησθεν δέ οἱ άμφω
349αἵματος οφθαλμοί
τὸ δ̓ ανὰ στόμα καὶ κατὰ ῥῖνας
350πρῆσε χανών
θανάτου δὲ μέλαν νέφος αμφεκάλυψεν
351οὗτοι άῤ ἡγεμόνες Δαναῶν ἕλον άνδρα ἕκαστος
352ὡς δὲ λύκοι άρνεσσιν επέχραον ὴ ερίφοισι
353σίνται υπ̓ εκ μήλων αἱρεύμενοι , αἵ τ̓ εν όρεσσι
354ποιμένος αφραδίῃσι διέτμαγεν ·
οἳ δὲ ιδόντες
355αῖψα διαρπάζουσιν ανάλκιδα θυμὸν εχούσας ·
356ὣς Δαναοὶ Τρώεσσιν επέχραον
οἳ δὲ φόβοιο
357δυσκελάδου μνήσαντο , λάθοντο δὲ θούριδος αλκῆς
358Αίας δ̓ ὃ μέγας αιὲν εφ̓ Ἕκτορι χαλκοκορυστῇ
359ίετ̓ ακοντίσσαι
ὃ δὲ ιδρείῃ πολέμοιο
360ασπίδι ταυρείῃ κεκαλυμμένος ευρέας ώμους
361σκέπτετ̓ οϊστῶν τε ῥοῖζον καὶ δοῦπον ακόντων
362ῆ μὲν δὴ γίγνωσκε μάχης ἑτεραλκέα νίκην
363αλλὰ καὶ ὧς ανέμιμνε , σάω δ̓ ερίηρας ἑταίρους
364ὡς δ̓ ότ̓ απ̓ Ουλύμπου νέφος έρχεται ουρανὸν είσω
365αιθέρος εκ δίης , ὅτε τε Ζεὺς λαίλαπα τείνῃ ,
366ὣς τῶν εκ νηῶν γένετο ιαχή τε φόβος τε ,
367ου δὲ κατὰ μοῖραν πέραον πάλιν
Ἕκτορα δ̓ ἵπποι
368έκφερον ωκύποδες σὺν τεύχεσι , λεῖπε δὲ λαὸν
369Τρωϊκόν , οὓς αέκοντας ορυκτὴ τάφρος έρυκε
370πολλοὶ δ̓ εν τάφρῳ ερυσάρματες ωκέες ἵπποι
371άξαντ̓ εν πρώτῳ ῥυμῷ λίπον άρματ̓ ανάκτων ,
372Πάτροκλος δ̓ ἕπετο σφεδανὸν Δαναοῖσι κελεύων
373Τρωσὶ κακὰ φρονέων
οἳ δὲ ιαχῇ τε φόβῳ τε
374πάσας πλῆσαν ὁδούς , επεὶ ὰρ τμάγεν
ὕψι δ̓ αέλλη
375σκίδναθ̓ ὑπὸ νεφέων , τανύοντο δὲ μώνυχες ἵπποι
376άψορρον προτὶ άστυ νεῶν άπο καὶ κλισιάων
377Πάτροκλος δ̓ ᾗ πλεῖστον ορινόμενον ίδε λαόν ,
378τῇ ῥ̓ έχ̓ ὁμοκλήσας
ὑπὸ δ̓ άξοσι φῶτες έπιπτον
379πρηνέες εξ οχέων , δίφροι δ̓ ανακυμβαλίαζον
380αντικρὺ δ̓ άρα τάφρον ὑπέρθορον ωκέες ἵπποι
381άμβροτοι , οὓς Πηλῆϊ θεοὶ δόσαν αγλαὰ δῶρα ,
382πρόσσω ἱέμενοι , επὶ δ̓ Ἕκτορι κέκλετο θυμός
383ἵετο γὰρ βαλέειν
τὸν δ̓ έκφερον ωκέες ἵπποι
384ὡς δ̓ ὑπὸ λαίλαπι πᾶσα κελαινὴ βέβριθε χθὼν
385ήματ̓ οπωρινῷ , ὅτε λαβρότατον χέει ὕδωρ
386Ζεύς , ὅτε δή ῥ̓ άνδρεσσι κοτεσσάμενος χαλεπήνῃ ,
387οἳ βίῃ ειν αγορῇ σκολιὰς κρίνωσι θέμιστας ,
388εκ δὲ δίκην ελάσωσι θεῶν όπιν ουκ αλέγοντες ·
389τῶν δέ τε πάντες μὲν ποταμοὶ πλήθουσι ῥέοντες ,
390πολλὰς δὲ κλιτῦς τότ̓ αποτμήγουσι χαράδραι ,
391ες δ̓ ἅλα πορφυρέην μεγάλα στενάχουσι ῥέουσαι
392εξ ορέων επικάρ , μινύθει δέ τε έργ̓ ανθρώπων ·
393ὣς ἵπποι Τρῳαὶ μεγάλα στενάχοντο θέουσαι
394Πάτροκλος δ̓ επεὶ οῦν πρώτας επέκερσε φάλαγγας ,
395ὰψ επὶ νῆας έεργε παλιμπετές , ου δὲ πόληος
396εία ἱεμένους επιβαινέμεν , αλλὰ μεσηγὺ
397νηῶν καὶ ποταμοῦ καὶ τείχεος ὑψηλοῖο
398κτεῖνε μεταΐσσων , πολέων δ̓ απετίνυτο ποινήν
399ένθ̓ ήτοι Πρόνοον πρῶτον βάλε δουρὶ φαεινῷ
400στέρνον γυμνωθέντα παῤ ασπίδα , λῦσε δὲ γυῖα
401δούπησεν δὲ πεσών
ὃ δὲ Θέστορα Ήνοπος υἱὸν
402δεύτερον ὁρμηθείς ·
ὃ μὲν ευξέστῳ ενὶ δίφρῳ
403ἧστο αλείς
εκ γὰρ πλήγη φρένας , εκ δ̓ άρα χειρῶν
404ἡνία ηΐχθησαν
ὃ δ̓ έγχεϊ νύξε παραστὰς
405γναθμὸν δεξιτερόν , διὰ δ̓ αυτοῦ πεῖρεν οδόντων ,
406ἕλκε δὲ δουρὸς ἑλὼν ὑπὲρ άντυγος , ὡς ὅτε τις φὼς
407πέτρῃ έπι προβλῆτι καθήμενος ἱερὸν ιχθὺν
408εκ πόντοιο θύραζε λίνῳ καὶ ήνοπι χαλκῷ ·
409ὣς έλκ̓ εκ δίφροιο κεχηνότα δουρὶ φαεινῷ ,
410κὰδ δ̓ άῤ επὶ στόμ̓ έωσε
πεσόντα δέ μιν λίπε θυμός
411αυτὰρ έπειτ̓ Ερύλαον επεσσύμενον βάλε πέτρῳ
412μέσσην κὰκ κεφαλήν
ἣ δ̓ άνδιχα πᾶσα κεάσθη
413εν κόρυθι βριαρῇ
ὃ δ̓ άρα πρηνὴς επὶ γαίῃ
414κάππεσεν , αμφὶ δέ μιν θάνατος χύτο θυμοραϊστής
415αυτὰρ έπειτ̓ Ερύμαντα καὶ Αμφοτερὸν καὶ Επάλτην
416Τληπόλεμόν τε Δαμαστορίδην Εχίον τε Πύριν τε
417Ιφέα τ̓ Εύιππόν τε καὶ Αργεάδην Πολύμηλον
418πάντας επασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ
419Σαρπηδὼν δ̓ ὡς οῦν ίδ̓ αμιτροχίτωνας ἑταίρους
420χέρσ̓ ὕπο Πατρόκλοιο Μενοιτιάδαο δαμέντας ,
421κέκλετ̓ άῤ αντιθέοισι καθαπτόμενος Λυκίοισιν
422αιδὼς ῶ Λύκιοι ·
πόσε φεύγετε
νῦν θοοὶ έστε
423αντήσω γὰρ εγὼ τοῦδ̓ ανέρος , όφρα δαείω
424ὅς τις ὅδε κρατέει καὶ δὴ κακὰ πολλὰ έοργε
425Τρῶας , επεὶ πολλῶν τε καὶ εσθλῶν γούνατ̓ έλυσεν
426ῆ ῥα , καὶ εξ οχέων σὺν τεύχεσιν ᾶλτο χαμᾶζε
427Πάτροκλος δ̓ ἑτέρωθεν επεὶ ίδεν έκθορε δίφρου
428οἳ δ̓ ὥς τ̓ αιγυπιοὶ γαμψώνυχες αγκυλοχεῖλαι
429πέτρῃ εφ̓ ὑψηλῇ μεγάλα κλάζοντε μάχωνται ,
430ὣς οἳ κεκλήγοντες επ̓ αλλήλοισιν όρουσαν
431τοὺς δὲ ιδὼν ελέησε Κρόνου πάϊς αγκυλομήτεω ,
432Ἥρην δὲ προσέειπε κασιγνήτην άλοχόν τε ·
433ώ μοι εγών , ὅ τέ μοι Σαρπηδόνα φίλτατον ανδρῶν
434μοῖῤ ὑπὸ Πατρόκλοιο Μενοιτιάδαο δαμῆναι .
435διχθὰ δέ μοι κραδίη μέμονε φρεσὶν ὁρμαίνοντι ,
436ή μιν ζωὸν εόντα μάχης άπο δακρυοέσσης
437θείω αναρπάξας Λυκίης εν πίονι δήμῳ ,
438ῆ ήδη ὑπὸ χερσὶ Μενοιτιάδαο δαμάσσω
439τὸν δ̓ ημείβετ̓ έπειτα βοῶπις πότνια Ἥρη
440αινότατε Κρονίδη ποῖον τὸν μῦθον έειπες
441άνδρα θνητὸν εόντα πάλαι πεπρωμένον αίσῃ
442ὰψ εθέλεις θανάτοιο δυσηχέος εξαναλῦσαι
443έρδ̓
ατὰρ ού τοι πάντες επαινέομεν θεοὶ άλλοι
444άλλο δέ τοι ερέω , σὺ δ̓ ενὶ φρεσὶ βάλλεο σῇσιν
445αί κε ζὼν πέμψῃς Σαρπηδόνα ὃν δὲ δόμον δέ ,
446φράζεο μή τις έπειτα θεῶν εθέλῃσι καὶ άλλος
447πέμπειν ὃν φίλον υἱὸν απὸ κρατερῆς ὑσμίνης
448πολλοὶ γὰρ περὶ άστυ μέγα Πριάμοιο μάχονται
449υἱέες αθανάτων , τοῖσιν κότον αινὸν ενήσεις
450αλλ̓ εί τοι φίλος εστί , τεὸν δ̓ ολοφύρεται ῆτορ ,
451ήτοι μέν μιν έασον ενὶ κρατερῇ ὑσμίνῃ
452χέρσ̓ ὕπο Πατρόκλοιο Μενοιτιάδαο δαμῆναι
453αυτὰρ επὴν δὴ τόν γε λίπῃ ψυχή τε καὶ αιών ,
454πέμπειν μιν θάνατόν τε φέρειν καὶ νήδυμον ὕπνον
455εις ὅ κε δὴ Λυκίης ευρείης δῆμον ἵκωνται ,
456ένθά ἑ ταρχύσουσι κασίγνητοί τε έται τε
457τύμβῳ τε στήλῃ τε
τὸ γὰρ γέρας εστὶ θανόντων
458ὣς έφατ̓ , ου δ̓ απίθησε πατὴρ ανδρῶν τε θεῶν τε
459αἱματοέσσας δὲ ψιάδας κατέχευεν έραζε
460παῖδα φίλον τιμῶν , τόν οἱ Πάτροκλος έμελλε
461φθίσειν εν Τροίῃ εριβώλακι τηλόθι πάτρης
462οἳ δ̓ ὅτε δὴ σχεδὸν ῆσαν επ̓ αλλήλοισιν ιόντες ,
463ένθ̓ ήτοι Πάτροκλος αγακλειτὸν Θρασύμηλον ,
464ὅς ῥ̓ ηῢς θεράπων Σαρπηδόνος ῆεν άνακτος ,
465τὸν βάλε νείαιραν κατὰ γαστέρα , λῦσε δὲ γυῖα
466Σαρπηδὼν δ̓ αυτοῦ μὲν απήμβροτε δουρὶ φαεινῷ
467δεύτερον ὁρμηθείς , ὃ δὲ Πήδασον ούτασεν ἵππον
468έγχεϊ δεξιὸν ῶμον ·
ὃ δ̓ έβραχε θυμὸν αΐσθων ,
469κὰδ δ̓ έπεσ̓ εν κονίῃσι μακών , απὸ δ̓ έπτατο θυμός
470τὼ δὲ διαστήτην , κρίκε δὲ ζυγόν , ἡνία δέ σφι
471σύγχυτ̓ , επεὶ δὴ κεῖτο παρήορος εν κονίῃσι
472τοῖο μὲν Αυτομέδων δουρικλυτὸς εὕρετο τέκμωρ
473σπασσάμενος τανύηκες άορ παχέος παρὰ μηροῦ
474αΐξας απέκοψε παρήορον ου δ̓ εμάτησε
475τὼ δ̓ ιθυνθήτην , εν δὲ ῥυτῆρσι τάνυσθεν
476τὼ δ̓ αῦτις συνίτην έριδος πέρι θυμοβόροιο
477ένθ̓ αῦ Σαρπηδὼν μὲν απήμβροτε δουρὶ φαεινῷ ,
478Πατρόκλου δ̓ ὑπὲρ ῶμον αριστερὸν ήλυθ̓ ακωκὴ
479έγχεος , ου δ̓ έβαλ̓ αυτόν
ὃ δ̓ ὕστερος όρνυτο χαλκῷ
480Πάτροκλος
τοῦ δ̓ ουχ ἅλιον βέλος έκφυγε χειρός ,
481αλλ̓ έβαλ̓ ένθ̓ άρα τε φρένες έρχαται αμφ̓ ἁδινὸν κῆρ
482ήριπε δ̓ ὡς ὅτε τις δρῦς ήριπεν ὴ αχερωῒς
483ηὲ πίτυς βλωθρή , τήν τ̓ ούρεσι τέκτονες άνδρες
484εξέταμον πελέκεσσι νεήκεσι νήϊον εῖναι
485ὣς ὃ πρόσθ̓ ἵππων καὶ δίφρου κεῖτο τανυσθεὶς
486βεβρυχὼς κόνιος δεδραγμένος αἱματοέσσης
487ηΰτε ταῦρον έπεφνε λέων αγέληφι μετελθὼν
488αίθωνα μεγάθυμον εν ειλιπόδεσσι βόεσσι ,
489ώλετό τε στενάχων ὑπὸ γαμφηλῇσι λέοντος ,
490ὣς ὑπὸ Πατρόκλῳ Λυκίων αγὸς ασπιστάων
491κτεινόμενος μενέαινε , φίλον δ̓ ονόμηνεν ἑταῖρον
492Γλαῦκε πέπον πολεμιστὰ μετ̓ ανδράσι νῦν σε μάλα χρὴ
493αιχμητήν τ̓ έμεναι καὶ θαρσαλέον πολεμιστήν
494νῦν τοι εελδέσθω πόλεμος κακός , ει θοός εσσι
495πρῶτα μὲν ότρυνον Λυκίων ἡγήτορας άνδρας
496πάντῃ εποιχόμενος Σαρπηδόνος αμφιμάχεσθαι
497αυτὰρ έπειτα καὶ αυτὸς εμεῦ πέρι μάρναο χαλκῷ
498σοὶ γὰρ εγὼ καὶ έπειτα κατηφείη καὶ όνειδος
499έσσομαι ήματα πάντα διαμπερές , εί κέ μ̓ Αχαιοὶ
500τεύχεα συλήσωσι νεῶν εν αγῶνι πεσόντα
501αλλ̓ έχεο κρατερῶς , ότρυνε δὲ λαὸν ἅπαντα
502ὣς άρα μιν ειπόντα τέλος θανάτοιο κάλυψεν
503οφθαλμοὺς ῥῖνάς θ̓
ὃ δὲ λὰξ εν στήθεσι βαίνων
504εκ χροὸς ἕλκε δόρυ , προτὶ δὲ φρένες αυτῷ ἕποντο
505τοῖο δ̓ ἅμα ψυχήν τε καὶ έγχεος εξέρυσ̓ αιχμήν
506Μυρμιδόνες δ̓ αυτοῦ σχέθον ἵππους φυσιόωντας
507ἱεμένους φοβέεσθαι , επεὶ λίπον άρματ̓ ανάκτων
508Γλαύκῳ δ̓ αινὸν άχος γένετο φθογγῆς αΐοντι
509ωρίνθη δέ οἱ ῆτορ ὅ τ̓ ου δύνατο προσαμῦναι
510χειρὶ δ̓ ἑλὼν επίεζε βραχίονα
τεῖρε γὰρ αυτὸν
511ἕλκος , ὃ δή μιν Τεῦκρος επεσσύμενον βάλεν ιῷ
512τείχεος ὑψηλοῖο , αρὴν ἑτάροισιν αμύνων
513ευχόμενος δ̓ άρα εῖπεν ἑκηβόλῳ Απόλλωνι
514κλῦθι άναξ ὅς που Λυκίης εν πίονι δήμῳ
515εὶς ὴ ενὶ Τροίῃ
δύνασαι δὲ σὺ πάντοσ̓ ακούειν
516ανέρι κηδομένῳ , ὡς νῦν εμὲ κῆδος ἱκάνει
517ἕλκος μὲν γὰρ έχω τόδε καρτερόν , αμφὶ δέ μοι χεὶρ
518οξείῃς οδύνῃσιν ελήλαται , ου δέ μοι αἷμα
519τερσῆναι δύναται , βαρύθει δέ μοι ῶμος υπ̓ αυτοῦ
520έγχος δ̓ ου δύναμαι σχεῖν έμπεδον , ου δὲ μάχεσθαι
521ελθὼν δυσμενέεσσιν .
ανὴρ δ̓ ώριστος όλωλε
522Σαρπηδὼν Διὸς υἱός ·
ὃ δ̓ ου οὗ παιδὸς αμύνει
523αλλὰ σύ πέρ μοι άναξ τόδε καρτερὸν ἕλκος άκεσσαι ,
524κοίμησον δ̓ οδύνας , δὸς δὲ κράτος , όφῤ ἑτάροισι
525κεκλόμενος Λυκίοισιν εποτρύνω πολεμίζειν ,
526αυτός τ̓ αμφὶ νέκυι κατατεθνηῶτι μάχωμαι
527ὣς έφατ̓ ευχόμενος , τοῦ δ̓ έκλυε Φοῖβος Απόλλων
528αυτίκα παῦσ̓ οδύνας απὸ δ̓ ἕλκεος αργαλέοιο
529αἷμα μέλαν τέρσηνε , μένος δέ οἱ έμβαλε θυμῷ
530Γλαῦκος δ̓ έγνω ᾗσιν ενὶ φρεσὶ γήθησέν τε
531ὅττί οἱ ῶκ̓ ήκουσε μέγας θεὸς ευξαμένοιο
532πρῶτα μὲν ότρυνεν Λυκίων ἡγήτορας άνδρας
533πάντῃ εποιχόμενος Σαρπηδόνος αμφιμάχεσθαι
534αυτὰρ έπειτα μετὰ Τρῶας κίε μακρὰ βιβάσθων
535Πουλυδάμαντ̓ έπι Πανθοΐδην καὶ Αγήνορα δῖον ,
536βῆ δὲ μετ̓ Αινείαν τε καὶ Ἕκτορα χαλκοκορυστήν ,
537αγχοῦ δ̓ ἱστάμενος έπεα πτερόεντα προσηύδα ·
538Ἕκτορ νῦν δὴ πάγχυ λελασμένος εις επικούρων ,
539οἳ σέθεν εἵνεκα τῆλε φίλων καὶ πατρίδος αίης
540θυμὸν αποφθινύθουσι
σὺ δ̓ ουκ εθέλεις επαμύνειν
541κεῖται Σαρπηδὼν Λυκίων αγὸς ασπιστάων ,
542ὃς Λυκίην είρυτο δίκῃσί τε καὶ σθένεϊ ᾧ ·
543τὸν δ̓ ὑπὸ Πατρόκλῳ δάμασ̓ έγχεϊ χάλκεος Άρης
544αλλὰ φίλοι πάρστητε , νεμεσσήθητε δὲ θυμῷ ,
545μὴ απὸ τεύχἐ ἕλωνται , αεικίσσωσι δὲ νεκρὸν
546Μυρμιδόνες , Δαναῶν κεχολωμένοι ὅσσοι όλοντο ,
547τοὺς επὶ νηυσὶ θοῇσιν επέφνομεν εγχείῃσιν
548ὣς έφατο , Τρῶας δὲ κατὰ κρῆθεν λάβε πένθος
549άσχετον , ουκ επιεικτόν , επεί σφισιν ἕρμα πόληος
550έσκε καὶ αλλοδαπός περ εών
πολέες γὰρ άμ̓ αυτῷ
551λαοὶ έποντ̓ , εν δ̓ αυτὸς αριστεύεσκε μάχεσθαι
552βὰν δ̓ ιθὺς Δαναῶν λελιημένοι
ῆρχε δ̓ άρά σφιν
553Ἕκτωρ χωόμενος Σαρπηδόνος
αυτὰρ Αχαιοὺς
554ῶρσε Μενοιτιάδεω Πατροκλῆος λάσιον κῆρ
555Αίαντε πρώτω προσέφη μεμαῶτε καὶ αυτώ
556Αίαντε νῦν σφῶϊν αμύνεσθαι φίλον έστω ,
557οἷοί περ πάρος ῆτε μετ̓ ανδράσιν ὴ καὶ αρείους
558κεῖται ανὴρ ὃς πρῶτος εσήλατο τεῖχος Αχαιῶν
559Σαρπηδών ·
αλλ̓ εί μιν αεικισσαίμεθ̓ ἑλόντες ,
560τεύχεά τ̓ ώμοιιν αφελοίμεθα , καί τιν̓ ἑταίρων
561αυτοῦ αμυνομένων δαμασαίμεθα νηλέϊ χαλκῷ
562ὣς έφαθ̓ , οἳ δὲ καὶ αυτοὶ αλέξασθαι μενέαινον
563οἳ δ̓ επεὶ αμφοτέρωθεν εκαρτύναντο φάλαγγας
564Τρῶες καὶ Λύκιοι καὶ Μυρμιδόνες καὶ Αχαιοί ,
565σύμβαλον αμφὶ νέκυι κατατεθνηῶτι μάχεσθαι
566δεινὸν αΰσαντες
μέγα δ̓ έβραχε τεύχεα φωτῶν
567Ζεὺς δ̓ επὶ νύκτ̓ ολοὴν τάνυσε κρατερῇ ὑσμίνῃ ,
568όφρα φίλῳ περὶ παιδὶ μάχης ολοὸς πόνος είη
569ῶσαν δὲ πρότεροι Τρῶες ἑλίκωπας Αχαιούς
570βλῆτο γὰρ ού τι κάκιστος ανὴρ μετὰ Μυρμιδόνεσσιν
571υἱὸς Αγακλῆος μεγαθύμου δῖος Επειγεύς ,
572ὅς ῥ̓ εν Βουδείῳ εῦ ναιομένῳ ήνασσε
573τὸ πρίν ·
ατὰρ τότε γ̓ εσθλὸν ανεψιὸν εξεναρίξας
574ες Πηλῆ̓ ἱκέτευσε καὶ ες Θέτιν αργυρόπεζαν
575οἳ δ̓ άμ̓ Αχιλλῆϊ ῥηξήνορι πέμπον ἕπεσθαι
576Ίλιον εις εύπωλον , ἵνα Τρώεσσι μάχοιτο
577τόν ῥα τόθ̓ ἁπτόμενον νέκυος βάλε φαίδιμος Ἕκτωρ
578χερμαδίῳ κεφαλήν
ἣ δ̓ άνδιχα πᾶσα κεάσθη
579εν κόρυθι βριαρῇ
ὃ δ̓ άρα πρηνὴς επὶ νεκρῷ
580κάππεσεν , αμφὶ δέ μιν θάνατος χύτο θυμοραϊστής
581Πατρόκλῳ δ̓ άῤ άχος γένετο φθιμένου ἑτάροιο ,
582ίθυσεν δὲ διὰ προμάχων ίρηκι εοικὼς
583ωκέϊ , ὅς τ̓ εφόβησε κολοιούς τε ψῆράς τε
584ὣς ιθὺς Λυκίων Πατρόκλεες ἱπποκέλευθε
585έσσυο καὶ Τρώων , κεχόλωσο δὲ κῆρ ἑτάροιο
586καί ῥ̓ έβαλε Σθενέλαον Ιθαιμένεος φίλον υἱὸν
587αυχένα χερμαδίῳ , ῥῆξεν δ̓ απὸ τοῖο τένοντας .
588χώρησαν δ̓ ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ
589ὅσση δ̓ αιγανέης ῥιπὴ ταναοῖο τέτυκται ,
590ἥν ῥά τ̓ ανὴρ αφέῃ πειρώμενος ὴ εν αέθλῳ
591ηὲ καὶ εν πολέμῳ δηΐων ὕπο θυμοραϊστέων ,
592τόσσον εχώρησαν Τρῶες , ώσαντο δ̓ Αχαιοί .
593Γλαῦκος δὲ πρῶτος Λυκίων αγὸς ασπιστάων
594ετράπετ̓ , έκτεινεν δὲ Βαθυκλῆα μεγάθυμον
595Χάλκωνος φίλον υἱόν , ὃς Ἑλλάδι οικία ναίων
596όλβῳ τε πλούτῳ τε μετέπρεπε Μυρμιδόνεσσι .
597τὸν μὲν άρα Γλαῦκος στῆθος μέσον ούτασε δουρὶ
598στρεφθεὶς εξαπίνης , ὅτε μιν κατέμαρπτε διώκων
599δούπησεν δὲ πεσών
πυκινὸν δ̓ άχος έλλαβ̓ Αχαιούς ,
600ὡς έπεσ̓ εσθλὸς ανήρ
μέγα δὲ Τρῶες κεχάροντο ,
601στὰν δ̓ αμφ̓ αυτὸν ιόντες αολλέες
ου δ̓ άῤ Αχαιοὶ
602αλκῆς εξελάθοντο , μένος δ̓ ιθὺς φέρον αυτῶν
603ένθ̓ αῦ Μηριόνης Τρώων ἕλεν άνδρα κορυστὴν
604Λαόγονον θρασὺν υἱὸν Ονήτορος , ὃς Διὸς ἱρεὺς
605Ιδαίου ετέτυκτο , θεὸς δ̓ ὣς τίετο δήμῳ .
606τὸν βάλ̓ ὑπὸ γναθμοῖο καὶ ούατος
ῶκα δὲ θυμὸς
607ῴχετ̓ απὸ μελέων , στυγερὸς δ̓ άρα μιν σκότος εἷλεν
608Αινείας δ̓ επὶ Μηριόνῃ δόρυ χάλκεον ἧκεν
609έλπετο γὰρ τεύξεσθαι ὑπασπίδια προβιβῶντος
610αλλ̓ ὃ μὲν άντα ιδὼν ηλεύατο χάλκεον έγχος
611πρόσσω γὰρ κατέκυψε , τὸ δ̓ εξόπιθεν δόρυ μακρὸν
612ούδει ενισκίμφθη , επὶ δ̓ ουρίαχος πελεμίχθη
613έγχεος
ένθα δ̓ έπειτ̓ αφίει μένος όβριμος Άρης
614αιχμὴ δ̓ Αινείαο κραδαινομένη κατὰ γαίης
615ῴχετ̓ , επεί ῥ̓ ἅλιον στιβαρῆς απὸ χειρὸς όρουσεν
616Αινείας δ̓ άρα θυμὸν εχώσατο φώνησέν τε
617Μηριόνη τάχα κέν σε καὶ ορχηστήν περ εόντα
618έγχος εμὸν κατέπαυσε διαμπερές , εί σ̓ έβαλόν περ
619τὸν δ̓ αῦ Μηριόνης δουρικλυτὸς αντίον ηύδα
620Αινεία χαλεπόν σε καὶ ίφθιμόν περ εόντα
621πάντων ανθρώπων σβέσσαι μένος , ὅς κέ σευ άντα
622έλθῃ αμυνόμενος ·
θνητὸς δέ νυ καὶ σὺ τέτυξαι
623ει καὶ εγώ σε βάλοιμι τυχὼν μέσον οξέϊ χαλκῷ ,
624αῖψά κε καὶ κρατερός περ εὼν καὶ χερσὶ πεποιθὼς
625εῦχος εμοὶ δοίης , ψυχὴν δ̓ Άϊδι κλυτοπώλῳ .
626ὣς φάτο , τὸν δ̓ ενένιπε Μενοιτίου άλκιμος υἱός
627Μηριόνη τί σὺ ταῦτα καὶ εσθλὸς εὼν αγορεύεις
628ῶ πέπον ού τοι Τρῶες ονειδείοις επέεσσι
629νεκροῦ χωρήσουσι
πάρος τινὰ γαῖα καθέξει
630εν γὰρ χερσὶ τέλος πολέμου , επέων δ̓ ενὶ βουλῇ ·
631τὼ ού τι χρὴ μῦθον οφέλλειν , αλλὰ μάχεσθαι .
632ὣς ειπὼν ὃ μὲν ῆρχ̓ , ὃ δ̓ άμ̓ ἕσπετο ισόθεος φώς
633τῶν δ̓ ὥς τε δρυτόμων ανδρῶν ορυμαγδὸς ορώρει
634ούρεος εν βήσσῃς , ἕκαθεν δέ τε γίγνετ̓ ακουή ,
635ὣς τῶν όρνυτο δοῦπος απὸ χθονὸς ευρυοδείης
636χαλκοῦ τε ῥινοῦ τε βοῶν τ̓ ευποιητάων ,
637νυσσομένων ξίφεσίν τε καὶ έγχεσιν αμφιγύοισιν
638ου δ̓ ὰν έτι φράδμων περ ανὴρ Σαρπηδόνα δῖον
639έγνω , επεὶ βελέεσσι καὶ αἵματι καὶ κονίῃσιν
640εκ κεφαλῆς είλυτο διαμπερὲς ες πόδας άκρους
641οἳ δ̓ αιεὶ περὶ νεκρὸν ὁμίλεον , ὡς ὅτε μυῖαι
642σταθμῷ ένι βρομέωσι περιγλαγέας κατὰ πέλλας
643ὥρῃ εν ειαρινῇ , ὅτε τε γλάγος άγγεα δεύει
644ὣς άρα τοὶ περὶ νεκρὸν ὁμίλεον , ου δέ ποτε Ζεὺς
645τρέψεν απὸ κρατερῆς ὑσμίνης όσσε φαεινώ ,
646αλλὰ κατ̓ αυτοὺς αιὲν ὅρα καὶ φράζετο θυμῷ ,
647πολλὰ μάλ̓ αμφὶ φόνῳ Πατρόκλου μερμηρίζων ,
648ὴ ήδη καὶ κεῖνον ενὶ κρατερῇ ὑσμίνῃ
649αυτοῦ επ̓ αντιθέῳ Σαρπηδόνι φαίδιμος Ἕκτωρ
650χαλκῷ δῃώσῃ , από τ̓ ώμων τεύχἐ ἕληται ,
651ῆ έτι καὶ πλεόνεσσιν οφέλλειεν πόνον αιπύν
652ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εῖναι
653όφῤ ηῢς θεράπων Πηληϊάδεω Αχιλῆος
654εξαῦτις Τρῶάς τε καὶ Ἕκτορα χαλκοκορυστὴν
655ώσαιτο προτὶ άστυ , πολέων δ̓ απὸ θυμὸν ἕλοιτο
656Ἕκτορι δὲ πρωτίστῳ ανάλκιδα θυμὸν ενῆκεν
657ες δίφρον δ̓ αναβὰς φύγαδ̓ έτραπε , κέκλετο δ̓ άλλους
658Τρῶας φευγέμεναι
γνῶ γὰρ Διὸς ἱρὰ τάλαντα
659ένθ̓ ου δ̓ ίφθιμοι Λύκιοι μένον , αλλὰ φόβηθεν
660πάντες , επεὶ βασιλῆα ίδον βεβλαμμένον ῆτορ
661κείμενον εν νεκύων αγύρει
πολέες γὰρ επ̓ αυτῷ
662κάππεσον , εῦτ̓ έριδα κρατερὴν ετάνυσσε Κρονίων
663οἳ δ̓ άῤ απ̓ ώμοιιν Σαρπηδόνος έντἐ ἕλοντο
664χάλκεα μαρμαίροντα , τὰ μὲν κοίλας επὶ νῆας
665δῶκε φέρειν ἑτάροισι Μενοιτίου άλκιμος υἱός
666καὶ τότ̓ Απόλλωνα προσέφη νεφεληγερέτα Ζεύς
667ει δ̓ άγε νῦν φίλε Φοῖβε , κελαινεφὲς αἷμα κάθηρον
668ελθὼν εκ βελέων Σαρπηδόνα , καί μιν έπειτα
669πολλὸν απὸ πρὸ φέρων λοῦσον ποταμοῖο ῥοῇσι
670χρῖσόν τ̓ αμβροσίῃ , περὶ δ̓ άμβροτα εἵματα ἕσσον
671πέμπε δέ μιν πομποῖσιν ἅμα κραιπνοῖσι φέρεσθαι
672ὕπνῳ καὶ θανάτῳ διδυμάοσιν , οἵ ῥά μιν ῶκα
673θήσουσ̓ εν Λυκίης ευρείης πίονι δήμῳ ,
674ένθά ἑ ταρχύσουσι κασίγνητοί τε έται τε
675τύμβῳ τε στήλῃ τε ·
τὸ γὰρ γέρας εστὶ θανόντων
676ὣς έφατ̓ , ου δ̓ άρα πατρὸς ανηκούστησεν Απόλλων
677βῆ δὲ κατ̓ Ιδαίων ορέων ες φύλοπιν αινήν ,
678αυτίκα δ̓ εκ βελέων Σαρπηδόνα δῖον αείρας
679πολλὸν απὸ πρὸ φέρων λοῦσεν ποταμοῖο ῥοῇσι
680χρῖσέν τ̓ αμβροσίῃ , περὶ δ̓ άμβροτα εἵματα ἕσσε
681πέμπε δέ μιν πομποῖσιν ἅμα κραιπνοῖσι φέρεσθαι ,
682ὕπνῳ καὶ θανάτῳ διδυμάοσιν , οἵ ῥά μιν ῶκα
683κάτθεσαν εν Λυκίης ευρείης πίονι δήμῳ
684Πάτροκλος δ̓ ἵπποισι καὶ Αυτομέδοντι κελεύσας
685Τρῶας καὶ Λυκίους μετεκίαθε , καὶ μέγ̓ αάσθη
686νήπιος
ει δὲ έπος Πηληϊάδαο φύλαξεν
687ῆ τ̓ ὰν ὑπέκφυγε κῆρα κακὴν μέλανος θανάτοιο
688αλλ̓ αιεί τε Διὸς κρείσσων νόος ηέ περ ανδρῶν ·
689ὅς τε καὶ άλκιμον άνδρα φοβεῖ καὶ αφείλετο νίκην
690ῥηϊδίως , ὅτε δ̓ αυτὸς εποτρύνῃσι μάχεσθαι
691ὅς οἱ καὶ τότε θυμὸν ενὶ στήθεσσιν ανῆκεν
692ένθα τίνα πρῶτον τίνα δ̓ ὕστατον εξενάριξας
693Πατρόκλεις , ὅτε δή σε θεοὶ θάνατον δὲ κάλεσσαν
694Άδρηστον μὲν πρῶτα καὶ Αυτόνοον καὶ Έχεκλον
695καὶ Πέριμον Μεγάδην καὶ Επίστορα καὶ Μελάνιππον ,
696αυτὰρ έπειτ̓ Έλασον καὶ Μούλιον ηδὲ Πυλάρτην ·
697τοὺς ἕλεν
οἳ δ̓ άλλοι φύγαδε μνώοντο ἕκαστος
698ένθά κεν ὑψίπυλον Τροίην ἕλον υἷες Αχαιῶν
699Πατρόκλου ὑπὸ χερσί , περὶ πρὸ γὰρ έγχεϊ θῦεν ,
700ει μὴ Απόλλων Φοῖβος εϋδμήτου επὶ πύργου
701έστη τῷ ολοὰ φρονέων , Τρώεσσι δ̓ αρήγων
702τρὶς μὲν επ̓ αγκῶνος βῆ τείχεος ὑψηλοῖο
703Πάτροκλος , τρὶς δ̓ αυτὸν απεστυφέλιξεν Απόλλων
704χείρεσσ̓ αθανάτῃσι φαεινὴν ασπίδα νύσσων
705αλλ̓ ὅτε δὴ τὸ τέταρτον επέσσυτο δαίμονι ῖσος ,
706δεινὰ δ̓ ὁμοκλήσας έπεα πτερόεντα προσηύδα
707χάζεο διογενὲς Πατρόκλεες
ού νύ τοι αῖσα
708σῷ ὑπὸ δουρὶ πόλιν πέρθαι Τρώων αγερώχων ,
709ου δ̓ υπ̓ Αχιλλῆος , ὅς περ σέο πολλὸν αμείνων .
710ὣς φάτο , Πάτροκλος δ̓ ανεχάζετο πολλὸν οπίσσω
711μῆνιν αλευάμενος ἑκατηβόλου Απόλλωνος
712Ἕκτωρ δ̓ εν Σκαιῇσι πύλῃς έχε μώνυχας ἵππους
713δίζε γὰρ ηὲ μάχοιτο κατὰ κλόνον αῦτις ελάσσας ,
714ῆ λαοὺς ες τεῖχος ὁμοκλήσειεν αλῆναι
715ταῦτ̓ άρα οἱ φρονέοντι παρίστατο Φοῖβος Απόλλων
716ανέρι εισάμενος αιζηῷ τε κρατερῷ τε
717Ασίῳ , ὃς μήτρως ῆν Ἕκτορος ἱπποδάμοιο
718αυτοκασίγνητος Ἑκάβης , υἱὸς δὲ Δύμαντος ,
719ὃς Φρυγίῃ ναίεσκε ῥοῇς έπι Σαγγαρίοιο ·
720τῷ μιν εεισάμενος προσέφη Διὸς υἱὸς Απόλλων ·
721Ἕκτορ τίπτε μάχης αποπαύεαι
ου δέ τί σε χρή
722αίθ̓ ὅσον ἥσσων ειμί , τόσον σέο φέρτερος είην
723τώ κε τάχα στυγερῶς πολέμου απερωήσειας
724αλλ̓ άγε Πατρόκλῳ έφεπε κρατερώνυχας ἵππους ,
725αί κέν πώς μιν ἕλῃς , δώῃ δέ τοι εῦχος Απόλλων
726ὣς ειπὼν ὃ μὲν αῦτις έβη θεὸς ὰμ πόνον ανδρῶν ,
727Κεβριόνῃ δ̓ εκέλευσε δαΐφρονι φαίδιμος Ἕκτωρ
728ἵππους ες πόλεμον πεπληγέμεν .
αυτὰρ Απόλλων
729δύσεθ̓ ὅμιλον ιών , εν δὲ κλόνον Αργείοισιν
730ἧκε κακόν , Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος όπαζεν
731Ἕκτωρ δ̓ άλλους μὲν Δαναοὺς έα ου δ̓ ενάριζεν
732αυτὰρ ὃ Πατρόκλῳ έφεπε κρατερώνυχας ἵππους
733Πάτροκλος δ̓ ἑτέρωθεν αφ̓ ἵππων ᾶλτο χαμᾶζε
734σκαιῇ έγχος έχων
ἑτέρηφι δὲ λάζετο πέτρον
735μάρμαρον οκριόεντα τόν οἱ περὶ χεὶρ εκάλυψεν ,
736ἧκε δ̓ ερεισάμενος , ου δὲ δὴν χάζετο φωτός ,
737ου δ̓ ἁλίωσε βέλος , βάλε δ̓ Ἕκτορος ἡνιοχῆα
738Κεβριόνην νόθον υἱὸν αγακλῆος Πριάμοιο
739ἵππων ηνί̓ έχοντα μετώπιον οξέϊ λᾶϊ .
740αμφοτέρας δ̓ οφρῦς σύνελεν λίθος , ου δέ οἱ έσχεν
741οστέον , οφθαλμοὶ δὲ χαμαὶ πέσον εν κονίῃσιν
742αυτοῦ πρόσθε ποδῶν
ὃ δ̓ άῤ αρνευτῆρι εοικὼς
743κάππεσ̓ απ̓ ευεργέος δίφρου , λίπε δ̓ οστέα θυμός
744τὸν δ̓ επικερτομέων προσέφης Πατρόκλεες ἱππεῦ
745ὼ πόποι ῆ μάλ̓ ελαφρὸς ανήρ , ὡς ῥεῖα κυβιστᾷ .
746ει δή που καὶ πόντῳ εν ιχθυόεντι γένοιτο ,
747πολλοὺς ὰν κορέσειεν ανὴρ ὅδε τήθεα διφῶν
748νηὸς αποθρῴσκων , ει καὶ δυσπέμφελος είη ,
749ὡς νῦν εν πεδίῳ εξ ἵππων ῥεῖα κυβιστᾷ
750ῆ ῥα καὶ εν Τρώεσσι κυβιστητῆρες έασιν
751ὣς ειπὼν επὶ Κεβριόνῃ ἥρωϊ βεβήκει
752οῖμα λέοντος έχων , ὅς τε σταθμοὺς κεραΐζων
753έβλητο πρὸς στῆθος , ἑή τέ μιν ώλεσεν αλκή
754ὣς επὶ Κεβριόνῃ Πατρόκλεες ᾶλσο μεμαώς
755Ἕκτωρ δ̓ αῦθ̓ ἑτέρωθεν αφ̓ ἵππων ᾶλτο χαμᾶζε
756τὼ περὶ Κεβριόναο λέονθ̓ ὣς δηρινθήτην ,
757ὥ τ̓ όρεος κορυφῇσι περὶ κταμένης ελάφοιο
758άμφω πεινάοντε μέγα φρονέοντε μάχεσθον ·
759ὣς περὶ Κεβριόναο δύω μήστωρες αϋτῆς
760Πάτροκλός τε Μενοιτιάδης καὶ φαίδιμος Ἕκτωρ
761ίεντ̓ αλλήλων ταμέειν χρόα νηλέϊ χαλκῷ .
762Ἕκτωρ μὲν κεφαλῆφιν επεὶ λάβεν ουχὶ μεθίει
763Πάτροκλος δ̓ ἑτέρωθεν έχεν ποδός
οἳ δὲ δὴ άλλοι
764Τρῶες καὶ Δαναοὶ σύναγον κρατερὴν ὑσμίνην
765ὡς δ̓ Εῦρός τε Νότος τ̓ εριδαίνετον αλλήλοιιν
766ούρεος εν βήσσῃς βαθέην πελεμιζέμεν ὕλην
767φηγόν τε μελίην τε τανύφλοιόν τε κράνειαν ,
768αἵ τε πρὸς αλλήλας έβαλον τανυήκεας όζους
769ηχῇ θεσπεσίῃ , πάταγος δέ τε αγνυμενάων ,
770ὣς Τρῶες καὶ Αχαιοὶ επ̓ αλλήλοισι θορόντες
771δῄουν , ου δ̓ ἕτεροι μνώοντ̓ ολοοῖο φόβοιο .
772πολλὰ δὲ Κεβριόνην αμφ̓ οξέα δοῦρα πεπήγει
773ιοί τε πτερόεντες απὸ νευρῆφι θορόντες ,
774πολλὰ δὲ χερμάδια μεγάλ̓ ασπίδας εστυφέλιξαν
775μαρναμένων αμφ̓ αυτόν
ὃ δ̓ εν στροφάλιγγι κονίης
776κεῖτο μέγας μεγαλωστί , λελασμένος ἱπποσυνάων
777όφρα μὲν Ηέλιος μέσον ουρανὸν αμφιβεβήκει ,
778τόφρα μάλ̓ αμφοτέρων βέλἐ ἥπτετο , πῖπτε δὲ λαός
779ῆμος δ̓ Ηέλιος μετενίσετο βουλυτὸν δέ ,
780καὶ τότε δή ῥ̓ ὑπὲρ αῖσαν Αχαιοὶ φέρτεροι ῆσαν
781εκ μὲν Κεβριόνην βελέων ἥρωα έρυσσαν
782Τρώων εξ ενοπῆς , καὶ απ̓ ώμων τεύχἐ ἕλοντο ,
783Πάτροκλος δὲ Τρωσὶ κακὰ φρονέων ενόρουσε
784τρὶς μὲν έπειτ̓ επόρουσε θοῷ ατάλαντος Άρηϊ
785σμερδαλέα ιάχων , τρὶς δ̓ εννέα φῶτας έπεφνεν
786αλλ̓ ὅτε δὴ τὸ τέταρτον επέσσυτο δαίμονι ῖσος ,
787ένθ̓ άρα τοι Πάτροκλε φάνη βιότοιο τελευτή
788ήντετο γάρ τοι Φοῖβος ενὶ κρατερῇ ὑσμίνῃ
789δεινός
ὃ μὲν τὸν ιόντα κατὰ κλόνον ουκ ενόησεν ,
790ηέρι γὰρ πολλῇ κεκαλυμμένος αντεβόλησε
791στῆ δ̓ όπιθεν , πλῆξεν δὲ μετάφρενον ευρέε τ̓ ώμω
792χειρὶ καταπρηνεῖ , στρεφεδίνηθεν δέ οἱ όσσε
793τοῦ δ̓ απὸ μὲν κρατὸς κυνέην βάλε Φοῖβος Απόλλων
794ἣ δὲ κυλινδομένη καναχὴν έχε ποσσὶν υφ̓ ἵππων
795αυλῶπις τρυφάλεια , μιάνθησαν δὲ έθειραι
796αἵματι καὶ κονίῃσι
πάρος γε μὲν ου θέμις ῆεν
797ἱππόκομον πήληκα μιαίνεσθαι κονίῃσιν ,
798αλλ̓ ανδρὸς θείοιο κάρη χαρίεν τε μέτωπον
799ῥύετ̓ Αχιλλῆος ·
τότε δὲ Ζεὺς Ἕκτορι δῶκεν
800ᾗ κεφαλῇ φορέειν , σχεδόθεν δέ οἱ ῆεν όλεθρος
801πᾶν δέ οἱ εν χείρεσσιν άγη δολιχόσκιον έγχος
802βριθὺ μέγα στιβαρὸν κεκορυθμένον
αυτὰρ απ̓ ώμων
803ασπὶς σὺν τελαμῶνι χαμαὶ πέσε τερμιόεσσα
804λῦσε δέ οἱ θώρηκα άναξ Διὸς υἱὸς Απόλλων
805τὸν δ̓ άτη φρένας εἷλε , λύθεν δ̓ ὑπὸ φαίδιμα γυῖα ,
806στῆ δὲ ταφών
όπιθεν δὲ μετάφρενον οξέϊ δουρὶ
807ώμων μεσσηγὺς σχεδόθεν βάλε Δάρδανος ανὴρ
808Πανθοΐδης Εύφορβος , ὃς ἡλικίην εκέκαστο
809έγχεΐ θ̓ ἱπποσύνῃ τε πόδεσσί τε καρπαλίμοισι ·
810καὶ γὰρ δὴ τότε φῶτας εείκοσι βῆσεν αφ̓ ἵππων
811πρῶτ̓ ελθὼν σὺν όχεσφι διδασκόμενος πολέμοιο
812ὅς τοι πρῶτος εφῆκε βέλος Πατρόκλεες ἱππεῦ
813ου δὲ δάμασσ̓
ὃ μὲν αῦτις ανέδραμε , μίκτο δ̓ ὁμίλῳ ,
814εκ χροὸς ἁρπάξας δόρυ μείλινον , ου δ̓ ὑπέμεινε
815Πάτροκλον γυμνόν περ εόντ̓ εν δηϊοτῆτι
816Πάτροκλος δὲ θεοῦ πληγῇ καὶ δουρὶ δαμασθεὶς
817ὰψ ἑτάρων εις έθνος εχάζετο κῆῤ αλεείνων
818Ἕκτωρ δ̓ ὡς εῖδεν Πατροκλῆα μεγάθυμον
819ὰψ αναχαζόμενον βεβλημένον οξέϊ χαλκῷ ,
820αγχίμολόν ῥά οἱ ῆλθε κατὰ στίχας , οῦτα δὲ δουρὶ
821νείατον ες κενεῶνα , διὰ πρὸ δὲ χαλκὸν έλασσε
822δούπησεν δὲ πεσών , μέγα δ̓ ήκαχε λαὸν Αχαιῶν
823ὡς δ̓ ὅτε σῦν ακάμαντα λέων εβιήσατο χάρμῃ ,
824ὥ τ̓ όρεος κορυφῇσι μέγα φρονέοντε μάχεσθον
825πίδακος αμφ̓ ολίγης ·
εθέλουσι δὲ πιέμεν άμφω
826πολλὰ δέ τ̓ ασθμαίνοντα λέων εδάμασσε βίηφιν
827ὣς πολέας πεφνόντα Μενοιτίου άλκιμον υἱὸν
828Ἕκτωρ Πριαμίδης σχεδὸν έγχεϊ θυμὸν απηύρα ,
829καί οἱ επευχόμενος έπεα πτερόεντα προσηύδα
830Πάτροκλ̓ ῆ που έφησθα πόλιν κεραϊξέμεν ἁμήν ,
831Τρωϊάδας δὲ γυναῖκας ελεύθερον ῆμαρ απούρας
832άξειν εν νήεσσι φίλην ες πατρίδα γαῖαν
833νήπιε
τάων δὲ πρόσθ̓ Ἕκτορος ωκέες ἵπποι
834ποσσὶν ορωρέχαται πολεμίζειν
έγχεϊ δ̓ αυτὸς
835Τρωσὶ φιλοπτολέμοισι μεταπρέπω , ὅ σφιν αμύνω
836ῆμαρ αναγκαῖον
σὲ δέ τ̓ ενθάδε γῦπες έδονται
837ᾶ δείλ̓ , ου δέ τοι εσθλὸς εὼν χραίσμησεν Αχιλλεύς ,
838ὅς πού τοι μάλα πολλὰ μένων επετέλλετ̓ ιόντι
839μή μοι πρὶν ιέναι Πατρόκλεες ἱπποκέλευθε
840νῆας έπι γλαφυρὰς πρὶν Ἕκτορος ανδροφόνοιο
841αἱματόεντα χιτῶνα περὶ στήθεσσι δαΐξαι
842ὥς πού σε προσέφη , σοὶ δὲ φρένας άφρονι πεῖθε
843τὸν δ̓ ολιγοδρανέων προσέφης Πατρόκλεες ἱππεῦ
844ήδη νῦν Ἕκτορ μεγάλ̓ εύχεο
σοὶ γὰρ έδωκε
845νίκην Ζεὺς Κρονίδης καὶ Απόλλων , οἵ με δάμασσαν
846ῥηιδίως
αυτοὶ γὰρ απ̓ ώμων τεύχἐ ἕλοντο
847τοιοῦτοι δ̓ εί πέρ μοι εείκοσιν αντεβόλησαν ,
848πάντές κ̓ αυτόθ̓ όλοντο εμῷ ὑπὸ δουρὶ δαμέντες
849αλλά με μοῖῤ ολοὴ καὶ Λητοῦς έκτανεν υἱός ,
850ανδρῶν δ̓ Εύφορβος
σὺ δέ με τρίτος εξεναρίζεις
851άλλο δέ τοι ερέω , σὺ δ̓ ενὶ φρεσὶ βάλλεο σῇσιν
852ού θην ου δ̓ αυτὸς δηρὸν βέῃ , αλλά τοι ήδη
853άγχι παρέστηκεν θάνατος καὶ μοῖρα κραταιὴ
854χερσὶ δαμέντ̓ Αχιλῆος αμύμονος Αιακίδαο
855ὣς άρα μιν ειπόντα τέλος θανάτοιο κάλυψε
856ψυχὴ δ̓ εκ ῥεθέων πταμένη Άϊδος δὲ βεβήκει
857ὃν πότμον γοόωσα λιποῦσ̓ ανδροτῆτα καὶ ἥβην
858τὸν καὶ τεθνηῶτα προσηύδα φαίδιμος Ἕκτωρ
859Πατρόκλεις τί νύ μοι μαντεύεαι αιπὺν όλεθρον
860τίς δ̓ οῖδ̓ εί κ̓ Αχιλεὺς Θέτιδος πάϊς ηϋκόμοιο
861φθήῃ εμῷ ὑπὸ δουρὶ τυπεὶς απὸ θυμὸν ολέσσαι ;
862ὣς άρα φωνήσας δόρυ χάλκεον εξ ωτειλῆς
863είρυσε λὰξ προσβάς , τὸν δ̓ ὕπτιον ῶσ̓ απὸ δουρός
864αυτίκα δὲ ξὺν δουρὶ μετ̓ Αυτομέδοντα βεβήκει
865αντίθεον θεράποντα ποδώκεος Αιακίδαο ·
866ἵετο γὰρ βαλέειν
τὸν δ̓ έκφερον ωκέες ἵπποι
867άμβροτοι , οὓς Πηλῆϊ θεοὶ δόσαν αγλαὰ δῶρα
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52
53
54
55
56
57
58
59
60
61
62
63
64
65
66
67
68
69
70
71
72
73
74
75
76
77
78
79
80
81
82
83
84
85
86
87
88
89
90
91
92
93
94
95
96
97
98
99
100
101
102
103
104
105
106
107
108
109
110
111
112
113
114
115
116
117
118
119
120
121
122
123
124
125
126
127
128
129
130
131
132
133
134
135
136
137
138
139
140
141
142
143
144
145
146
147
148
149
150
151
152
153
154
155
156
157
158
159
160
161
162
163
164
165
166
167
168
169
170
171
172
173
174
175
176
177
178
179
180
181
182
183
184
185
186
187
188
189
190
191
192
193
194
195
196
197
198
199
200
201
202
203
204
205
206
207
208
209
210
211
212
213
214
215
216
217
218
219
220
221
222
223
224
225
226
227
228
229
230
231
232
233
234
235
236
237
238
239
240
241
242
243
244
245
246
247
248
249
250
251
252
253
254
255
256
257
258
259
260
261
262
263
264
265
266
267
268
269
270
271
272
273
274
275
276
277
278
279
280
281
282
283
284
285
286
287
288
289
290
291
292
293
294
295
296
297
298
299
300
301
302
303
304
305
306
307
308
309
310
311
312
313
314
315
316
317
318
319
320
321
322
323
324
325
326
327
328
329
330
331
332
333
334
335
336
337
338
339
340
341
342
343
344
345
346
347
348
349
350
351
352
353
354
355
356
357
358
359
360
361
362
363
364
365
366
367
368
369
370
371
372
373
374
375
376
377
378
379
380
381
382
383
384
385
386
387
388
389
390
391
392
393
394
395
396
397
398
399
400
401
402
403
404
405
406
407
408
409
410
411
412
413
414
415
416
417
418
419
420
421
422
423
424
425
426
427
428
429
430
431
432
433
434
435
436
437
438
439
440
441
442
443
444
445
446
447
448
449
450
451
452
453
454
455
456
457
458
459
460
461
462
463
464
465
466
467
468
469
470
471
472
473
474
475
476
477
478
479
480
481
482
483
484
485
486
487
488
489
490
491
492
493
494
495
496
497
498
499
500
501
502
503
504
505
506
507
508
509
510
511
512
513
514
515
516
517
518
519
520
521
522
523
524
525
526
527
528
529
530
531
532
533
534
535
536
537
538
539
540
541
542
543
544
545
546
547
548
549
550
551
552
553
554
555
556
557
558
559
560
561
562
563
564
565
566
567
568
569
570
571
572
573
574
575
576
577
578
579
580
581
582
583
584
585
586
587
588
589
590
591
592
593
594
595
596
597
598
599
600
601
602
603
604
605
606
607
608
609
610
611
612
613
614
615
616
617
618
619
620
621
622
623
624
625
626
627
628
629
630
631
632
633
634
635
636
637
638
639
640
641
642
643
644
645
646
647
648
649
650
651
652
653
654
655
656
657
658
659
660
661
662
663
664
665
666
667
668
669
670
671
672
673
674
675
676
677
678
679
680
681
682
683
684
685
686
687
688
689
690
691
692
693
694
695
696
697
698
699
700
701
702
703
704
705
706
707
708
709
710
711
712
713
714
715
716
717
718
719
720
721
722
723
724
725
726
727
728
729
730
731
732
733
734
735
736
737
738
739
740
741
742
743
744
745
746
747
748
749
750
751
752
753
754
755
756
757
758
759
760
761
762
763
764
765
766
767
768
769
770
771
772
773
774
775
776
777
778
779
780
781
782
783
784
785
786
787
788
789
790
791
792
793
794
795
796
797
798
799
800
801
802
803
804
805
806
807
808
809
810
811
812
813
814
815
816
817
818
819
820
821
822
823
824
825
826
827
828
829
830
831
832
833
834
835
836
837
838
839
840
841
842
843
844
845
846
847
848
849
850
851
852
853
854
855
856
857
858
859
860
861
862
863
864
865
866
867