Homer

Iliad    —    Ἰλιάς

Book 15

1αυτὰρ επεὶ διά τε σκόλοπας καὶ τάφρον έβησαν
2φεύγοντες, πολλοὶ δὲ δάμεν Δαναῶν ὑπὸ χερσίν,
3οἳ μὲν δὴ παῤ όχεσφιν ερητύοντο μένοντες
4χλωροὶ ὑπαὶ δείους πεφοβημένοι
έγρετο δὲ Ζεὺς
5Ίδης εν κορυφῇσι παρὰ χρυσοθρόνου Ἥρης,
6στῆ δ̓ άῤ αναΐξας, ίδε δὲ Τρῶας καὶ Αχαιοὺς
7τοὺς μὲν ορινομένους, τοὺς δὲ κλονέοντας όπισθεν
8Αργείους, μετὰ δέ σφι Ποσειδάωνα άνακτα

9Ἕκτορα δ̓ εν πεδίῳ ίδε κείμενον, αμφὶ δ̓ ἑταῖροι
10είαθ̓, δ̓ αργαλέῳ έχετ̓ άσθματι κῆρ απινύσσων
11αῖμ̓ εμέων, επεὶ ού μιν αφαυρότατος βάλ̓ Αχαιῶν

12τὸν δὲ ιδὼν ελέησε πατὴρ ανδρῶν τε θεῶν τε,
13δεινὰ δ̓ ὑπόδρα ιδὼν Ἥρην πρὸς μῦθον έειπεν

14 μάλα δὴ κακότεχνος αμήχανε σὸς δόλος Ἥρη
15Ἕκτορα δῖον έπαυσε μάχης, εφόβησε δὲ λαούς

16ου μὰν οῖδ̓ ει αῦτε κακορραφίης αλεγεινῆς
17πρώτη επαύρηαι καί σε πληγῇσιν ἱμάσσω

18 ου μέμνῃ ὅτε τ̓ εκρέμω ὑψόθεν, εκ δὲ ποδοῖιν
19άκμονας ἧκα δύω, περὶ χερσὶ δὲ δεσμὸν ίηλα
20χρύσεον άρρηκτον
σὺ δ̓ εν αιθέρι καὶ νεφέλῃσιν
21εκρέμω
ηλάστεον δὲ θεοὶ κατὰ μακρὸν Όλυμπον,
22λῦσαι δ̓ ουκ εδύναντο παρασταδόν
ὃν δὲ λάβοιμι
23ῥίπτασκον τεταγὼν απὸ βηλοῦ όφῤ ὰν ἵκηται
24γῆν ολιγηπελέων
εμὲ δ̓ ου δ̓ ὧς θυμὸν ανίει
25αζηχὴς οδύνη Ἡρακλῆος θείοιο,
26τὸν σὺ ξὺν Βορέῃ ανέμῳ πεπιθοῦσα θυέλλας
27πέμψας επ̓ ατρύγετον πόντον κακὰ μητιόωσα,
28καί μιν έπειτα Κόων δ̓ εῦ ναιομένην απένεικας

29τὸν μὲν εγὼν ένθεν ῥυσάμην καὶ ανήγαγον αῦτις
30Άργος ες ἱππόβοτον καὶ πολλά περ αθλήσαντα

31τῶν σ̓ αῦτις μνήσω ίν̓ απολλήξῃς απατάων,
32όφρα ίδῃ ήν τοι χραίσμῃ φιλότης τε καὶ ευνή,
33ἣν εμίγης ελθοῦσα θεῶν άπο καί μ̓ απάτησας

34ὣς φάτο, ῥίγησεν δὲ βοῶπις πότνια Ἥρη,
35καί μιν φωνήσασ̓ έπεα πτερόεντα προσηύδα

36ίστω νῦν τόδε Γαῖα καὶ Ουρανὸς ευρὺς ὕπερθε
37καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ, ὅς τε μέγιστος
38ὅρκος δεινότατός τε πέλει μακάρεσσι θεοῖσι,
39σή θ̓ ἱερὴ κεφαλὴ καὶ νωΐτερον λέχος αυτῶν
40κουρίδιον, τὸ μὲν ουκ ὰν εγώ ποτε μὰψ ομόσαιμι

41μὴ δἰ εμὴν ιότητα Ποσειδάων ενοσίχθων
42πημαίνει Τρῶάς τε καὶ Ἕκτορα, τοῖσι δ̓ αρήγει,
43αλλά που αυτὸν θυμὸς εποτρύνει καὶ ανώγει,
44τειρομένους δ̓ επὶ νηυσὶν ιδὼν ελέησεν Αχαιούς

45αυτάρ τοι καὶ κείνῳ εγὼ παραμυθησαίμην
46τῇ ίμεν κεν δὴ σὺ κελαινεφὲς ἡγεμονεύῃς

47ὣς φάτο, μείδησεν δὲ πατὴρ ανδρῶν τε θεῶν τε,
48καί μιν αμειβόμενος έπεα πτερόεντα προσηύδα

49ει μὲν δὴ σύ γ̓ έπειτα βοῶπις πότνια Ἥρη
50ῖσον εμοὶ φρονέουσα μετ̓ αθανάτοισι καθίζοις,
51τώ κε Ποσειδάων γε, καὶ ει μάλα βούλεται άλλῃ,
52αῖψα μεταστρέψειε νόον μετὰ σὸν καὶ εμὸν κῆρ

53αλλ̓ ει δή ῥ̓ ετεόν γε καὶ ατρεκέως αγορεύεις,
54έρχεο νῦν μετὰ φῦλα θεῶν, καὶ δεῦρο κάλεσσον
55Ι͂ρίν τ̓ ελθέμεναι καὶ Απόλλωνα κλυτότοξον,
56όφῤ μὲν μετὰ λαὸν Αχαιῶν χαλκοχιτώνων
57έλθῃ, καὶ είπῃσι Ποσειδάωνι άνακτι
58παυσάμενον πολέμοιο τὰ πρὸς δώμαθ̓ ἱκέσθαι,
59Ἕκτορα δ̓ οτρύνῃσι μάχην ες Φοῖβος Απόλλων,
60αῦτις δ̓ εμπνεύσῃσι μένος, λελάθῃ δ̓ οδυνάων
61αἳ νῦν μιν τείρουσι κατὰ φρένας, αυτὰρ Αχαιοὺς
62αῦτις αποστρέψῃσιν ανάλκιδα φύζαν ενόρσας,
63φεύγοντες δ̓ εν νηυσὶ πολυκλήϊσι πέσωσι
64Πηλεΐδεω Αχιλῆος
δ̓ ανστήσει ὃν ἑταῖρον
65Πάτροκλον
τὸν δὲ κτενεῖ έγχεϊ φαίδιμος Ἕκτωρ
66Ιλίου προπάροιθε πολέας ολέσαντ̓ αιζηοὺς
67τοὺς άλλους, μετὰ δ̓ υἱὸν εμὸν Σαρπηδόνα δῖον.

68τοῦ δὲ χολωσάμενος κτενεῖ Ἕκτορα δῖος Αχιλλεύς

69εκ τοῦ δ̓ άν τοι έπειτα παλίωξιν παρὰ νηῶν
70αιὲν εγὼ τεύχοιμι διαμπερὲς εις κ̓ Αχαιοὶ
71Ίλιον αιπὺ ἕλοιεν Αθηναίης διὰ βουλάς

72τὸ πρὶν δ̓ ού τ̓ άῤ εγὼ παύω χόλον ούτέ τιν̓ άλλον
73αθανάτων Δαναοῖσιν αμυνέμεν ενθάδ̓ εάσω
74πρίν γε τὸ Πηλεΐδαο τελευτηθῆναι εέλδωρ,
75ὥς οἱ ὑπέστην πρῶτον, εμῷ δ̓ επένευσα κάρητι,
76ήματι τῷ ότ̓ εμεῖο θεὰ Θέτις ἥψατο γούνων,
77λισσομένη τιμῆσαι Αχιλλῆα πτολίπορθον

78ὣς έφατ̓, ου δ̓ απίθησε θεὰ λευκώλενος Ἥρη,
79βῆ δ̓ εξ Ιδαίων ορέων ες μακρὸν Όλυμπον

80ὡς δ̓ ότ̓ ὰν αΐξῃ νόος ανέρος, ὅς τ̓ επὶ πολλὴν
81γαῖαν εληλουθὼς φρεσὶ πευκαλίμῃσι νοήσῃ
82ένθ̓ είην ένθα, μενοινήῃσί τε πολλά,
83ὣς κραιπνῶς μεμαυῖα διέπτατο πότνια Ἥρη

84ἵκετο δ̓ αιπὺν Όλυμπον, ὁμηγερέεσσι δ̓ επῆλθεν
85αθανάτοισι θεοῖσι Διὸς δόμῳ
οἳ δὲ ιδόντες
86πάντες ανήϊξαν καὶ δεικανόωντο δέπασσιν

87 δ̓ άλλους μὲν έασε, Θέμιστι δὲ καλλιπαρῄῳ
88δέκτο δέπας
πρώτη γὰρ εναντίη ῆλθε θέουσα,
89καί μιν φωνήσασ̓ έπεα πτερόεντα προσηύδα

90Ἥρη τίπτε βέβηκας
ατυζομένῃ δὲ έοικας
91 μάλα δή σ̓ εφόβησε Κρόνου πάϊς, ὅς τοι ακοίτης.

92τὴν δ̓ ημείβετ̓ έπειτα θεὰ λευκώλενος Ἥρη

93μή με θεὰ Θέμι ταῦτα διείρεο
οῖσθα καὶ αυτὴ
94οἷος κείνου θυμὸς ὑπερφίαλος καὶ απηνής.

95αλλὰ σύ γ̓ άρχε θεοῖσι δόμοις ένι δαιτὸς εΐσης

96ταῦτα δὲ καὶ μετὰ πᾶσιν ακούσεαι αθανάτοισιν
97οἷα Ζεὺς κακὰ έργα πιφαύσκεται
ου δέ τί φημι
98πᾶσιν ὁμῶς θυμὸν κεχαρησέμεν, ού τε βροτοῖσιν ού τε
99θεοῖς, εί πέρ τις έτι νῦν δαίνυται εύφρων

100 μὲν άῤ ὣς ειποῦσα καθέζετο πότνια Ἥρη,
101όχθησαν δ̓ ανὰ δῶμα Διὸς θεοί
δ̓ εγέλασσε
102χείλεσιν, ου δὲ μέτωπον επ̓ οφρύσι κυανέῃσιν
103ιάνθη
πᾶσιν δὲ νεμεσσηθεῖσα μετηύδα
104νήπιοι οἳ Ζηνὶ μενεαίνομεν αφρονέοντες·

105 έτι μιν μέμαμεν καταπαυσέμεν ᾶσσον ιόντες
106 έπει ηὲ βίῃ
δ̓ αφήμενος ουκ αλεγίζει
107ου δ̓ όθεται
φησὶν γὰρ εν αθανάτοισι θεοῖσι
108κάρτεΐ τε σθένεΐ τε διακριδὸν εῖναι άριστος

109τὼ έχεθ̓ ὅττί κεν ύμμι κακὸν πέμπῃσιν ἑκάστῳ

110ήδη γὰρ νῦν έλπομ̓ Άρηΐ γε πῆμα τετύχθαι

111υἱὸς γάρ οἱ όλωλε μάχῃ ένι φίλτατος ανδρῶν
112Ασκάλαφος, τόν φησιν ὃν έμμεναι όβριμος Άρης

113ὣς έφατ̓, αυτὰρ Άρης θαλερὼ πεπλήγετο μηρὼ
114χερσὶ καταπρηνέσσ̓, ολοφυρόμενος δ̓ έπος ηύδα

115μὴ νῦν μοι νεμεσήσετ̓ Ολύμπια δώματ̓ έχοντες
116τίσασθαι φόνον υἷος ιόντ̓ επὶ νῆας Αχαιῶν,
117εί πέρ μοι καὶ μοῖρα Διὸς πληγέντι κεραυνῷ
118κεῖσθαι ὁμοῦ νεκύεσσι μεθ̓ αἵματι καὶ κονίῃσιν.

119ὣς φάτο, καί ῥ̓ ἵππους κέλετο Δεῖμόν τε Φόβον τε
120ζευγνύμεν, αυτὸς δ̓ έντἐ εδύσετο παμφανόωντα

121ένθά κ̓ έτι μείζων τε καὶ αργαλεώτερος άλλος
122πὰρ Διὸς αθανάτοισι χόλος καὶ μῆνις ετύχθη,
123ει μὴ Αθήνη πᾶσι περιδείσασα θεοῖσιν
124ῶρτο διὲκ προθύρου, λίπε δὲ θρόνον ένθα θάασσε,
125τοῦ δ̓ απὸ μὲν κεφαλῆς κόρυθ̓ εἵλετο καὶ σάκος ώμων,
126έγχος δ̓ έστησε στιβαρῆς απὸ χειρὸς ἑλοῦσα
127χάλκεον·
δ̓ επέεσσι καθάπτετο θοῦρον Άρηα
128μαινόμενε φρένας ηλὲ διέφθορας
νύ τοι αύτως
129ούατ̓ ακουέμεν εστί, νόος δ̓ απόλωλε καὶ αιδώς

130ουκ αΐεις τέ φησι θεὰ λευκώλενος Ἥρη
131 δὴ νῦν πὰρ Ζηνὸς Ολυμπίου ειλήλουθεν

132 εθέλεις αυτὸς μὲν αναπλήσας κακὰ πολλὰ
133ὰψ ίμεν Ούλυμπον δὲ καὶ αχνύμενός περ ανάγκῃ,
134αυτὰρ τοῖς άλλοισι κακὸν μέγα πᾶσι φυτεῦσαι

135αυτίκα γὰρ Τρῶας μὲν ὑπερθύμους καὶ Αχαιοὺς
136λείψει, δ̓ ἡμέας εῖσι κυδοιμήσων ες Όλυμπον,
137μάρψει δ̓ ἑξείης ὅς τ̓ αίτιος ὅς τε καὶ ουκί.

138τώ σ̓ αῦ νῦν κέλομαι μεθέμεν χόλον υἷος ἑῆος

139ήδη γάρ τις τοῦ γε βίην καὶ χεῖρας αμείνων
140 πέφατ̓, καὶ έπειτα πεφήσεται
αργαλέον δὲ
141πάντων ανθρώπων ῥῦσθαι γενεήν τε τόκον τε.

142ὣς ειποῦσ̓ ἵδρυσε θρόνῳ ένι θοῦρον Άρηα

143Ἥρη δ̓ Απόλλωνα καλέσσατο δώματος εκτὸς
144Ι͂ρίν θ̓, τε θεοῖσι μετάγγελος αθανάτοισι,
145καί σφεας φωνήσασ̓ έπεα πτερόεντα προσηύδα·

146Ζεὺς σφὼ εις Ίδην κέλετ̓ ελθέμεν ὅττι τάχιστα

147αυτὰρ επὴν έλθητε, Διός τ̓ εις ῶπα ίδησθε,
148ἕρδειν ὅττί κε κεῖνος εποτρύνῃ καὶ ανώγῃ

149 μὲν άῤ ὣς ειποῦσα πάλιν κίε πότνια Ἥρη,
150ἕζετο δ̓ εινὶ θρόνῳ
τὼ δ̓ αΐξαντε πετέσθην
151Ίδην δ̓ ἵκανον πολυπίδακα μητέρα θηρῶν,
152εὗρον δ̓ ευρύοπα Κρονίδην ανὰ Γαργάρῳ άκρῳ
153ἥμενον
αμφὶ δέ μιν θυόεν νέφος εστεφάνωτο
154τὼ δὲ πάροιθ̓ ελθόντε Διὸς νεφεληγερέταο
155στήτην
ου δέ σφωϊν ιδὼν εχολώσατο θυμῷ,
156ὅττί οἱ ῶκ̓ επέεσσι φίλης αλόχοιο πιθέσθην

157Ι͂ριν δὲ προτέρην έπεα πτερόεντα προσηύδα

158βάσκ̓ ίθι Ι͂ρι ταχεῖα, Ποσειδάωνι άνακτι
159πάντα τάδ̓ αγγεῖλαι, μὴ δὲ ψευδάγγελος εῖναι

160παυσάμενόν μιν άνωχθι μάχης ηδὲ πτολέμοιο
161έρχεσθαι μετὰ φῦλα θεῶν εις ἅλα δῖαν

162ει δέ μοι ουκ επέεσσ̓ επιπείσεται, αλλ̓ αλογήσει,
163φραζέσθω δὴ έπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν
164μή μ̓ ου δὲ κρατερός περ εὼν επιόντα ταλάσσῃ
165μεῖναι, επεί εὑ φημὶ βίῃ πολὺ φέρτερος εῖναι
166καὶ γενεῇ πρότερος
τοῦ δ̓ ουκ όθεται φίλον ῆτορ
167ῖσον εμοὶ φάσθαι, τόν τε στυγέουσι καὶ άλλοι

168ὣς έφατ̓, ου δ̓ απίθησε ποδήνεμος ωκέα Ι͂ρις,
169βῆ δὲ κατ̓ Ιδαίων ορέων εις Ίλιον ἱρήν

170ὡς δ̓ ότ̓ ὰν εκ νεφέων πτῆται νιφὰς ηὲ χάλαζα
171ψυχρὴ ὑπὸ ῥιπῆς αιθρηγενέος Βορέαο,
172ὣς κραιπνῶς μεμαυῖα διέπτατο ωκέα Ι͂ρις,
173αγχοῦ δ̓ ἱσταμένη προσέφη κλυτὸν εννοσίγαιον

174αγγελίην τινά τοι γαιήοχε κυανοχαῖτα
175ῆλθον δεῦρο φέρουσα παραὶ Διὸς αιγιόχοιο

176παυσάμενόν σ̓ εκέλευσε μάχης ηδὲ πτολέμοιο
177έρχεσθαι μετὰ φῦλα θεῶν εις ἅλα δῖαν

178ει δέ οἱ ουκ επέεσσ̓ επιπείσεαι, αλλ̓ αλογήσεις,
179ηπείλει καὶ κεῖνος εναντίβιον πολεμίξων
180ενθάδ̓ ελεύσεσθαι
σὲ δ̓ ὑπεξαλέασθαι άνωγε
181χεῖρας, επεὶ σέο φησὶ βίῃ πολὺ φέρτερος εῖναι
182καὶ γενεῇ πρότερος
σὸν δ̓ ουκ όθεται φίλον ῆτορ
183ῖσόν οἱ φάσθαι, τόν τε στυγέουσι καὶ άλλοι

184τὴν δὲ μέγ̓ οχθήσας προσέφη κλυτὸς εννοσίγαιος

185 πόποι ῥ̓ αγαθός περ εὼν ὑπέροπλον έειπεν
186εί μ̓ ὁμότιμον εόντα βίῃ αέκοντα καθέξει

187τρεῖς γάρ τ̓ εκ Κρόνου ειμὲν αδελφεοὶ οὓς τέκετο Ῥέα
188Ζεὺς καὶ εγώ, τρίτατος δ̓ Αΐδης ενέροισιν ανάσσων

189τριχθὰ δὲ πάντα δέδασται, ἕκαστος δ̓ έμμορε τιμῆς

190ήτοι εγὼν έλαχον πολιὴν ἅλα ναιέμεν αιεὶ
191παλλομένων, Αΐδης δ̓ έλαχε ζόφον ηερόεντα,
192Ζεὺς δ̓ έλαχ̓ ουρανὸν ευρὺν εν αιθέρι καὶ νεφέλῃσι

193γαῖα δ̓ έτι ξυνὴ πάντων καὶ μακρὸς Όλυμπος.

194τώ ῥα καὶ ού τι Διὸς βέομαι φρεσίν, αλλὰ ἕκηλος
195καὶ κρατερός περ εὼν μενέτω τριτάτῃ ενὶ μοίρῃ

196χερσὶ δὲ μή τί με πάγχυ κακὸν ὣς δειδισσέσθω·

197θυγατέρεσσιν γάρ τε καὶ υἱάσι βέλτερον είη
198εκπάγλοις επέεσσιν ενισσέμεν οὓς τέκεν αυτός,
199οἵ ἑθεν οτρύνοντος ακούσονται καὶ ανάγκῃ

200τὸν δ̓ ημείβετ̓ έπειτα ποδήνεμος ωκέα Ι͂ρις

201οὕτω γὰρ δή τοι γαιήοχε κυανοχαῖτα
202τόνδε φέρω Διὶ μῦθον απηνέα τε κρατερόν τε,
203 τι μεταστρέψεις
στρεπταὶ μέν τε φρένες εσθλῶν.
204οῖσθ̓ ὡς πρεσβυτέροισιν Ερινύες αιὲν ἕπονται

205τὴν δ̓ αῦτε προσέειπε Ποσειδάων ενοσίχθων

206Ι͂ρι θεὰ μάλα τοῦτο έπος κατὰ μοῖραν έειπες

207εσθλὸν καὶ τὸ τέτυκται ότ̓ άγγελος αίσιμα ειδῇ.

208αλλὰ τόδ̓ αινὸν άχος κραδίην καὶ θυμὸν ἱκάνει
209οππότ̓ ὰν ισόμορον καὶ ὁμῇ πεπρωμένον αίσῃ
210νεικείειν εθέλῃσι χολωτοῖσιν επέεσσιν

211αλλ̓ ήτοι νῦν μέν κε νεμεσσηθεὶς ὑποείξω

212άλλο δέ τοι ερέω, καὶ απειλήσω τό γε θυμῷ

213αί κεν άνευ εμέθεν καὶ Αθηναίης αγελείης
214Ἥρης Ἑρμείω τε καὶ Ἡφαίστοιο άνακτος
215Ιλίου αιπεινῆς πεφιδήσεται, ου δ̓ εθελήσει
216εκπέρσαι, δοῦναι δὲ μέγα κράτος Αργείοισιν,
217ίστω τοῦθ̓ ὅτι νῶϊν ανήκεστος χόλος έσται.

218ὣς ειπὼν λίπε λαὸν Αχαιϊκὸν εννοσίγαιος,
219δῦνε δὲ πόντον ιών, πόθεσαν δ̓ ἥρωες Αχαιοί

220καὶ τότ̓ Απόλλωνα προσέφη νεφεληγερέτα Ζεύς

221έρχεο νῦν φίλε Φοῖβε μεθ̓ Ἕκτορα χαλκοκορυστήν

222ήδη μὲν γάρ τοι γαιήοχος εννοσίγαιος
223οίχεται εις ἅλα δῖαν αλευάμενος χόλον αιπὺν
224ἡμέτερον
μάλα γάρ κε μάχης επύθοντο καὶ άλλοι,
225οἵ περ ενέρτεροί εισι θεοὶ Κρόνον αμφὶς εόντες

226αλλὰ τόδ̓ ημὲν εμοὶ πολὺ κέρδιον ηδέ οἱ αυτῷ
227έπλετο, ὅττι πάροιθε νεμεσσηθεὶς ὑπόειξε
228χεῖρας εμάς, επεὶ ού κεν ανιδρωτί γ̓ ετελέσθη

229αλλὰ σύ γ̓ εν χείρεσσι λάβ̓ αιγίδα θυσσανόεσσαν,
230τῇ μάλ̓ επισσείων φοβέειν ἥρωας Αχαιούς

231σοὶ δ̓ αυτῷ μελέτω ἑκατηβόλε φαίδιμος Ἕκτωρ

232τόφρα γὰρ οῦν οἱ έγειρε μένος μέγα, όφῤ ὰν Αχαιοὶ
233φεύγοντες νῆάς τε καὶ Ἑλλήσποντον ἵκωνται

234κεῖθεν δ̓ αυτὸς εγὼ φράσομαι έργον τε έπος τε,
235ὥς κε καὶ αῦτις Αχαιοὶ αναπνεύσωσι πόνοιο

236ὣς έφατ̓, ου δ̓ άρα πατρὸς ανηκούστησεν Απόλλων,
237βῆ δὲ κατ̓ Ιδαίων ορέων ίρηκι εοικὼς
238ωκέϊ φασσοφόνῳ, ὅς τ̓ ώκιστος πετεηνῶν.

239εῦῤ υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖον
240ἥμενον, ου δ̓ έτι κεῖτο, νέον δ̓ εσαγείρετο θυμόν,
241αμφὶ γιγνώσκων ἑτάρους
ατὰρ ᾶσθμα καὶ ἱδρὼς
242παύετ̓, επεί μιν έγειρε Διὸς νόος αιγιόχοιο

243αγχοῦ δ̓ ἱστάμενος προσέφη ἑκάεργος Απόλλων

244Ἕκτορ υἱὲ Πριάμοιο, τί δὲ σὺ νόσφιν απ̓ άλλων
245ῆσ̓ ολιγηπελέων
πού τί σε κῆδος ἱκάνει
246τὸν δ̓ ολιγοδρανέων προσέφη κορυθαίολος Ἕκτωρ

247τίς δὲ σύ εσσι φέριστε θεῶν ὅς μ̓ είρεαι άντην

248ουκ αΐεις με νηυσὶν έπι πρυμνῇσιν Αχαιῶν
249οὓς ἑτάρους ολέκοντα βοὴν αγαθὸς βάλεν Αίας
250χερμαδίῳ πρὸς στῆθος, έπαυσε δὲ θούριδος αλκῆς

251καὶ δὴ έγωγ̓ εφάμην νέκυας καὶ δῶμ̓ Αΐδαο
252ήματι τῷδ̓ ἵξεσθαι, επεὶ φίλον άϊον ῆτορ

253τὸν δ̓ αῦτε προσέειπεν άναξ ἑκάεργος Απόλλων

254θάρσει νῦν
τοῖόν τοι αοσσητῆρα Κρονίων
255εξ Ίδης προέηκε παρεστάμεναι καὶ αμύνειν
256Φοῖβον Απόλλωνα χρυσάορον, ὅς σε πάρος περ
257ῥύομ̓, ὁμῶς αυτόν τε καὶ αιπεινὸν πτολίεθρον

258αλλ̓ άγε νῦν ἱππεῦσιν επότρυνον πολέεσσι
259νηυσὶν έπι γλαφυρῇσιν ελαυνέμεν ωκέας ἵππους

260αυτὰρ εγὼ προπάροιθε κιὼν ἵπποισι κέλευθον
261πᾶσαν λειανέω, τρέψω δ̓ ἥρωας Αχαιούς

262ὣς ειπὼν έμπνευσε μένος μέγα ποιμένι λαῶν

263ὡς δ̓ ὅτε τις στατὸς ἵππος ακοστήσας επὶ φάτνῃ
264δεσμὸν απορρήξας θείῃ πεδίοιο κροαίνων
265ειωθὼς λούεσθαι εϋρρεῖος ποταμοῖο
266κυδιόων·
ὑψοῦ δὲ κάρη έχει, αμφὶ δὲ χαῖται
267ώμοις αΐσσονται
δ̓ αγλαΐηφι πεποιθὼς
268ῥίμφά γοῦνα φέρει μετά τ̓ ήθεα καὶ νομὸν ἵππων

269ὣς Ἕκτωρ λαιψηρὰ πόδας καὶ γούνατ̓ ενώμα
270οτρύνων ἱππῆας, επεὶ θεοῦ έκλυεν αυδήν

271οἳ δ̓ ὥς τ̓ έλαφον κεραὸν άγριον αῖγα
272εσσεύαντο κύνες τε καὶ ανέρες αγροιῶται·

273τὸν μέν τ̓ ηλίβατος πέτρη καὶ δάσκιος ὕλη
274ειρύσατ̓, ου δ̓ άρα τέ σφι κιχήμεναι αίσιμον ῆεν

275τῶν δέ θ̓ ὑπὸ ιαχῆς εφάνη λὶς ηϋγένειος
276εις ὁδόν, αῖψα δὲ πάντας απέτραπε καὶ μεμαῶτας

277ὣς Δαναοὶ εἷος μὲν ὁμιλαδὸν αιὲν ἕποντο
278νύσσοντες ξίφεσίν τε καὶ έγχεσιν αμφιγύοισιν

279αυτὰρ επεὶ ίδον Έκτοῤ εποιχόμενον στίχας ανδρῶν

280τάρβησαν, πᾶσιν δὲ παραὶ ποσὶ κάππεσε θυμός

281τοῖσι δ̓ έπειτ̓ αγόρευε Θόας Ανδραίμονος υἱός,
282Αιτωλῶν όχ̓ άριστος επιστάμενος μὲν άκοντι
283εσθλὸς δ̓ εν σταδίῃ
αγορῇ δέ παῦροι Αχαιῶν
284νίκων, ὁππότε κοῦροι ερίσσειαν περὶ μύθων

285 σφιν εϋφρονέων αγορήσατο καὶ μετέειπεν

286 πόποι μέγα θαῦμα τόδ̓ οφθαλμοῖσιν ὁρῶμαι,
287οἷον δ̓ αῦτ̓ εξαῦτις ανέστη κῆρας αλύξας
288Ἕκτωρ
θήν μιν μάλα έλπετο θυμὸς ἑκάστου
289χερσὶν υπ̓ Αίαντος θανέειν Τελαμωνιάδαο

290αλλά τις αῦτε θεῶν ερρύσατο καὶ εσάωσεν
291Έκτοῤ, δὴ πολλῶν Δαναῶν ὑπὸ γούνατ̓ έλυσεν,
292ὡς καὶ νῦν έσσεσθαι οΐομαι
ου γὰρ άτερ γε
293Ζηνὸς εριγδούπου πρόμος ἵσταται ὧδε μενοινῶν

294αλλ̓ άγεθ̓ ὡς ὰν εγὼν είπω πειθώμεθα πάντες

295πληθὺν μὲν ποτὶ νῆας ανώξομεν απονέεσθαι

296αυτοὶ δ̓, ὅσσοι άριστοι ενὶ στρατῷ ευχόμεθ̓ εῖναι,
297στήομεν, εί κεν πρῶτον ερύξομεν αντιάσαντες
298δούρατ̓ ανασχόμενοι
τὸν δ̓ οίω καὶ μεμαῶτα
299θυμῷ δείσεσθαι Δαναῶν καταδῦναι ὅμιλον

300ὣς έφαθ̓, οἳ δ̓ άρα τοῦ μάλα μὲν κλύον ηδὲ πίθοντο

301οἳ μὲν άῤ αμφ̓ Αίαντα καὶ Ιδομενῆα άνακτα
302Τεῦκρον Μηριόνην τε Μέγην τ̓ ατάλαντον Άρηϊ
303ὑσμίνην ήρτυνον αριστῆας καλέσαντες
304Ἕκτορι καὶ Τρώεσσιν εναντίον
αυτὰρ οπίσσω
305 πληθὺς επὶ νῆας Αχαιῶν απονέοντο

306Τρῶες δὲ προὔτυψαν αολλέες, ῆρχε δ̓ άῤ Ἕκτωρ
307μακρὰ βιβάς
πρόσθεν δὲ κί̓ αυτοῦ Φοῖβος Απόλλων
308εἱμένος ώμοιιν νεφέλην, έχε δ̓ αιγίδα θοῦριν
309δεινὴν αμφιδάσειαν αριπρεπέ̓, ἣν άρα χαλκεὺς
310Ἥφαιστος Διὶ δῶκε φορήμεναι ες φόβον ανδρῶν

311τὴν άῤ γ̓ εν χείρεσσιν έχων ἡγήσατο λαῶν

312Αργεῖοι δ̓ ὑπέμειναν αολλέες, ῶρτο δ̓ αϋτὴ
313οξεῖ̓ αμφοτέρωθεν, απὸ νευρῆφι δ̓ οϊστοὶ
314θρῷσκον
πολλὰ δὲ δοῦρα θρασειάων απὸ χειρῶν
315άλλα μὲν εν χροῒ πήγνυτ̓ αρηϊθόων αιζηῶν,
316πολλὰ δὲ καὶ μεσσηγὺ πάρος χρόα λευκὸν επαυρεῖν
317εν γαίῃ ἵσταντο λιλαιόμενα χροὸς ᾶσαι

318όφρα μὲν αιγίδα χερσὶν έχ̓ ατρέμα Φοῖβος Απόλλων,
319τόφρα μάλ̓ αμφοτέρων βέλἐ ἥπτετο, πῖπτε δὲ λαός

320αυτὰρ επεὶ κατ̓ ενῶπα ιδὼν Δαναῶν ταχυπώλων
321σεῖσ̓, επὶ δ̓ αυτὸς άϋσε μάλα μέγα, τοῖσι δὲ θυμὸν
322εν στήθεσσιν έθελξε, λάθοντο δὲ θούριδος αλκῆς

323οἳ δ̓ ὥς τ̓ ηὲ βοῶν αγέλην πῶϋ μέγ̓ οιῶν
324θῆρε δύω κλονέωσι μελαίνης νυκτὸς αμολγῷ
325ελθόντ̓ εξαπίνης σημάντορος ου παρεόντος,
326ὣς εφόβηθεν Αχαιοὶ ανάλκιδες
εν γὰρ Απόλλων
327ἧκε φόβον, Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος όπαζεν

328ένθα δ̓ ανὴρ ἕλεν άνδρα κεδασθείσης ὑσμίνης

329Ἕκτωρ μὲν Στιχίον τε καὶ Αρκεσίλαον έπεφνε,
330τὸν μὲν Βοιωτῶν ἡγήτορα χαλκοχιτώνων,
331τὸν δὲ Μενεσθῆος μεγαθύμου πιστὸν ἑταῖρον

332Αινείας δὲ Μέδοντα καὶ Ίασον εξενάριξεν

333ήτοι μὲν νόθος υἱὸς Οϊλῆος θείοιο
334έσκε Μέδων Αίαντος αδελφεός
αυτὰρ έναιεν
335εν Φυλάκῃ γαίης άπο πατρίδος άνδρα κατακτὰς
336γνωτὸν μητρυιῆς Εριώπιδος, ἣν έχ̓ Οϊλεύς

337Ίασος αῦτ̓ αρχὸς μὲν Αθηναίων ετέτυκτο,
338υἱὸς δὲ Σφήλοιο καλέσκετο Βουκολίδαο

339Μηκιστῆ δ̓ ἕλε Πουλυδάμας, Εχίον δὲ Πολίτης
340πρώτῃ εν ὑσμίνῃ, Κλονίον δ̓ ἕλε δῖος Αγήνωρ.

341Δηΐοχον δὲ Πάρις βάλε νείατον ῶμον όπισθε
342φεύγοντ̓ εν προμάχοισι, διὰ πρὸ δὲ χαλκὸν έλασσεν

343όφῤ οἳ τοὺς ενάριζον απ̓ έντεα, τόφρα δ̓ Αχαιοὶ
344τάφρῳ καὶ σκολόπεσσιν ενιπλήξαντες ορυκτῇ
345ένθα καὶ ένθα φέβοντο, δύοντο δὲ τεῖχος ανάγκῃ

346Ἕκτωρ δὲ Τρώεσσιν εκέκλετο μακρὸν αΰσας
347νηυσὶν επισσεύεσθαι, εᾶν δ̓ έναρα βροτόεντα

348ὃν δ̓ ὰν εγὼν απάνευθε νεῶν ἑτέρωθι νοήσω,
349αυτοῦ οἱ θάνατον μητίσομαι, ου δέ νυ τόν γε
350γνωτοί τε γνωταί τε πυρὸς λελάχωσι θανόντα,
351αλλὰ κύνες ερύουσι πρὸ άστεος ἡμετέροιο

352ὣς ειπὼν μάστιγι κατωμαδὸν ήλασεν ἵππους
353κεκλόμενος Τρώεσσι κατὰ στίχας
οἳ δὲ σὺν αυτῷ
354πάντες ὁμοκλήσαντες έχον ερυσάρματας ἵππους
355ηχῇ θεσπεσίῃ
προπάροιθε δὲ Φοῖβος Απόλλων
356ῥεῖ̓ όχθας καπέτοιο βαθείης ποσσὶν ερείπων
357ες μέσσον κατέβαλλε, γεφύρωσεν δὲ κέλευθον
358μακρὴν ηδ̓ ευρεῖαν, ὅσον τ̓ επὶ δουρὸς ερωὴ
359γίγνεται, οππότ̓ ανὴρ σθένεος πειρώμενος ᾗσι

360τῇ ῥ̓ οἵ γε προχέοντο φαλαγγηδόν, πρὸ δ̓ Απόλλων
361αιγίδ̓ έχων ερίτιμον·
έρειπε δὲ τεῖχος Αχαιῶν
362ῥεῖα μάλ̓, ὡς ὅτε τις ψάμαθον πάϊς άγχι θαλάσσης,
363ὅς τ̓ επεὶ οῦν ποιήσῃ αθύρματα νηπιέῃσιν
364ὰψ αῦτις συνέχευε ποσὶν καὶ χερσὶν αθύρων.

365ὥς ῥα σὺ ήϊε Φοῖβε πολὺν κάματον καὶ οϊζὺν
366σύγχεας Αργείων, αυτοῖσι δὲ φύζαν ενῶρσας

367ὣς οἳ μὲν παρὰ νηυσὶν ερητύοντο μένοντες,
368αλλήλοισί τε κεκλόμενοι καὶ πᾶσι θεοῖσι
369χεῖρας ανίσχοντες μεγάλ̓ ευχετόωντο ἕκαστος

370Νέστωρ αῦτε μάλιστα Γερήνιος οῦρος Αχαιῶν
371εύχετο χεῖῤ ορέγων εις ουρανὸν αστερόεντα

372Ζεῦ πάτερ εί ποτέ τίς τοι εν Άργεΐ περ πολυπύρῳ
373 βοὸς οιὸς κατὰ πίονα μηρία καίων
374εύχετο νοστῆσαι, σὺ δ̓ ὑπέσχεο καὶ κατένευσας,
375τῶν μνῆσαι καὶ άμυνον Ολύμπιε νηλεὲς ῆμαρ,
376μη δ̓ οὕτω Τρώεσσιν έα δάμνασθαι Αχαιούς

377ὣς έφατ̓ ευχόμενος, μέγα δ̓ έκτυπε μητίετα Ζεύς,
378αράων αΐων Νηληϊάδαο γέροντος

379Τρῶες δ̓ ὡς επύθοντο Διὸς κτύπον αιγιόχοιο,
380μᾶλλον επ̓ Αργείοισι θόρον, μνήσαντο δὲ χάρμης

381οἳ δ̓ ὥς τε μέγα κῦμα θαλάσσης ευρυπόροιο
382νηὸς ὑπὲρ τοίχων καταβήσεται, οππότ̓ επείγῃ
383ὶς ανέμου·
γάρ τε μάλιστά γε κύματ̓ οφέλλει
384ὣς Τρῶες μεγάλῃ ιαχῇ κατὰ τεῖχος έβαινον,
385ἵππους δ̓ εισελάσαντες επὶ πρύμνῃσι μάχοντο
386έγχεσιν αμφιγύοις αυτοσχεδόν, οἳ μὲν αφ̓ ἵππων,
387οἳ δ̓ απὸ νηῶν ὕψι μελαινάων επιβάντες
388μακροῖσι ξυστοῖσι, τά ῥά σφ̓ επὶ νηυσὶν έκειτο
389ναύμαχα κολλήεντα, κατὰ στόμα εἱμένα χαλκῷ.

390Πάτροκλος δ̓ εἷος μὲν Αχαιοί τε Τρῶές τε
391τείχεος αμφεμάχοντο θοάων έκτοθι νηῶν,
392τόφῤ γ̓ ενὶ κλισίῃ αγαπήνορος Ευρυπύλοιο
393ἧστό τε καὶ τὸν έτερπε λόγοις, επὶ δ̓ ἕλκεϊ λυγρῷ
394φάρμακ̓ ακέσματ̓ έπασσε μελαινάων οδυνάων

395αυτὰρ επεὶ δὴ τεῖχος επεσσυμένους ενόησε
396Τρῶας, ατὰρ Δαναῶν γένετο ιαχή τε φόβος τε,
397ῴμωξέν τ̓ άῤ έπειτα καὶ πεπλήγετο μηρὼ
398χερσὶ καταπρηνέσσ̓, ολοφυρόμενος δ̓ έπος ηύδα

399Ευρύπυλ̓ ουκ έτι τοι δύναμαι χατέοντί πεῤ έμπης
400ενθάδε παρμενέμεν
δὴ γὰρ μέγα νεῖκος όρωρεν
401αλλὰ σὲ μὲν θεράπων ποτιτερπέτω, αυτὰρ έγωγε
402σπεύσομαι εις Αχιλῆα, ίν̓ οτρύνω πολεμίζειν

403τίς δ̓ οῖδ̓ εί κέν οἱ σὺν δαίμονι θυμὸν ορίνω
404παρειπών
αγαθὴ δὲ παραίφασίς εστιν ἑταίρου
405τὸν μὲν άῤ ὣς ειπόντα πόδες φέρον
αυτὰρ Αχαιοὶ
406Τρῶας επερχομένους μένον έμπεδον, ου δ̓ εδύναντο
407παυροτέρους περ εόντας απώσασθαι παρὰ νηῶν

408ου δέ ποτε Τρῶες Δαναῶν εδύναντο φάλαγγας
409ῥηξάμενοι κλισίῃσι μιγήμεναι ηδὲ νέεσσιν

410αλλ̓ ὥς τε στάθμη δόρυ νήϊον εξιθύνει
411τέκτονος εν παλάμῃσι δαήμονος, ὅς ῥά τε πάσης
412εῦ ειδῇ σοφίης ὑποθημοσύνῃσιν Αθήνης,
413ὣς μὲν τῶν επὶ ῖσα μάχη τέτατο πτόλεμός τε

414άλλοι δ̓ αμφ̓ άλλῃσι μάχην εμάχοντο νέεσσιν,
415Ἕκτωρ δ̓ άντ̓ Αίαντος εείσατο κυδαλίμοιο

416τὼ δὲ μιῆς περὶ νηὸς έχον πόνον, ου δὲ δύναντο
417ούθ̓ τὸν εξελάσαι καὶ ενιπρῆσαι πυρὶ νῆα
418ούθ̓ τὸν ὰψ ώσασθαι, επεί ῥ̓ επέλασσέ γε δαίμων

419ένθ̓ υἷα Κλυτίοιο Καλήτορα φαίδιμος Αίας
420πῦρ ες νῆα φέροντα κατὰ στῆθος βάλε δουρί

421δούπησεν δὲ πεσών, δαλὸς δέ οἱ έκπεσε χειρός

422Ἕκτωρ δ̓ ὡς ενόησεν ανεψιὸν οφθαλμοῖσιν
423εν κονίῃσι πεσόντα νεὸς προπάροιθε μελαίνης,
424Τρωσί τε καὶ Λυκίοισιν εκέκλετο μακρὸν αΰσας

425Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι αγχιμαχηταὶ
426μὴ δή πω χάζεσθε μάχης εν στείνεϊ τῷδε,
427αλλ̓ υἷα Κλυτίοιο σαώσατε, μή μιν Αχαιοὶ
428τεύχεα συλήσωσι νεῶν εν αγῶνι πεσόντα

429ὣς ειπὼν Αίαντος ακόντισε δουρὶ φαεινῷ

430τοῦ μὲν άμαρθ̓, δ̓ έπειτα Λυκόφρονα Μάστορος υἱὸν
431Αίαντος θεράποντα Κυθήριον, ὅς ῥα παῤ αυτῷ
432ναῖ̓, επεὶ άνδρα κατέκτα Κυθήροισι ζαθέοισι,
433τόν ῥ̓ έβαλεν κεφαλὴν ὑπὲρ ούατος οξέϊ χαλκῷ
434εσταότ̓ άγχ̓ Αίαντος
δ̓ ὕπτιος εν κονίῃσι
435νηὸς άπο πρυμνῆς χαμάδις πέσε, λύντο δὲ γυῖα

436Αίας δ̓ ερρίγησε, κασίγνητον δὲ προσηύδα

437Τεῦκρε πέπον δὴ νῶϊν απέκτατο πιστὸς ἑταῖρος
438Μαστορίδης, ὃν νῶϊ Κυθηρόθεν ένδον εόντα
439ῖσα φίλοισι τοκεῦσιν ετίομεν εν μεγάροισι

440τὸν δ̓ Ἕκτωρ μεγάθυμος απέκτανε
ποῦ νύ τοι ιοὶ
441ωκύμοροι καὶ τόξον τοι πόρε Φοῖβος Απόλλων;

442ὣς φάθ̓, δὲ ξυνέηκε, θέων δέ οἱ άγχι παρέστη,
443τόξον έχων εν χειρὶ παλίντονον ηδὲ φαρέτρην
444ιοδόκον
μάλα δ̓ ῶκα βέλεα Τρώεσσιν εφίει
445καί ῥ̓ έβαλε Κλεῖτον Πεισήνορος αγλαὸν υἱὸν
446Πουλυδάμαντος ἑταῖρον αγαυοῦ Πανθοΐδαο
447ἡνία χερσὶν έχοντα
μὲν πεπόνητο καθ̓ ἵππους
448τῇ γὰρ έχ̓ ῥα πολὺ πλεῖσται κλονέοντο φάλαγγες
449Ἕκτορι καὶ Τρώεσσι χαριζόμενος
τάχα δ̓ αυτῷ
450ῆλθε κακόν, τό οἱ ού τις ερύκακεν ἱεμένων περ

451αυχένι γάρ οἱ όπισθε πολύστονος έμπεσεν ιός

452ήριπε δ̓ εξ οχέων, ὑπερώησαν δέ οἱ ἵπποι
453κείν̓ όχεα κροτέοντες
άναξ δ̓ ενόησε τάχιστα
454Πουλυδάμας, καὶ πρῶτος εναντίος ήλυθεν ἵππων

455τοὺς μὲν γ̓ Αστυνόῳ Προτιάονος υἱέϊ δῶκε,
456πολλὰ δ̓ επότρυνε σχεδὸν ίσχειν εισορόωντα
457ἵππους
αυτὸς δ̓ αῦτις ιὼν προμάχοισιν εμίχθη
458Τεῦκρος δ̓ άλλον οϊστὸν εφ̓ Ἕκτορι χαλκοκορυστῇ
459αίνυτο, καί κεν έπαυσε μάχης επὶ νηυσὶν Αχαιῶν,
460εί μιν αριστεύοντα βαλὼν εξείλετο θυμόν

461αλλ̓ ου λῆθε Διὸς πυκινὸν νόον, ὅς ῥ̓ εφύλασσεν
462Έκτοῤ, ατὰρ Τεῦκρον Τελαμώνιον εῦχος απηύρα,
463ὅς οἱ εϋστρεφέα νευρὴν εν αμύμονι τόξῳ
464ῥῆξ̓ επὶ τῷ ερύοντι
παρεπλάγχθη δέ οἱ άλλῃ
465ιὸς χαλκοβαρής, τόξον δέ οἱ έκπεσε χειρός

466Τεῦκρος δ̓ ερρίγησε, κασίγνητον δὲ προσηύδα

467 πόποι δὴ πάγχυ μάχης επὶ μήδεα κείρει
468δαίμων ἡμετέρης, τέ μοι βιὸν έκβαλε χειρός,
469νευρὴν δ̓ εξέρρηξε νεόστροφον, ἣν ενέδησα
470πρώϊον, όφῤ ανέχοιτο θαμὰ θρῴσκοντας οϊστούς

471τὸν δ̓ ημείβετ̓ έπειτα μέγας Τελαμώνιος Αίας

472 πέπον αλλὰ βιὸν μὲν έα καὶ ταρφέας ιοὺς
473κεῖσθαι, επεὶ συνέχευε θεὸς Δαναοῖσι μεγήρας

474αυτὰρ χερσὶν ἑλὼν δολιχὸν δόρυ καὶ σάκος ώμῳ
475μάρναό τε Τρώεσσι καὶ άλλους όρνυθι λαούς.

476μὴ μὰν ασπουδί γε δαμασσάμενοί περ ἕλοιεν
477νῆας εϋσσέλμους, αλλὰ μνησώμεθα χάρμης

478ὣς φάθ̓, δὲ τόξον μὲν ενὶ κλισίῃσιν έθηκεν,
479αυτὰρ γ̓ αμφ̓ ώμοισι σάκος θέτο τετραθέλυμνον,
480κρατὶ δ̓ επ̓ ιφθίμῳ κυνέην εύτυκτον έθηκεν
481ἵππουριν, δεινὸν δὲ λόφος καθύπερθεν ένευεν

482εἵλετο δ̓ άλκιμον έγχος ακαχμένον οξέϊ χαλκῷ,
483βῆ δ̓ ιέναι, μάλα δ̓ ῶκα θέων Αίαντι παρέστη

484Ἕκτωρ δ̓ ὡς εῖδεν Τεύκρου βλαφθέντα βέλεμνα,
485Τρωσί τε καὶ Λυκίοισιν εκέκλετο μακρὸν αΰσας

486Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι αγχιμαχηταὶ
487ανέρες έστε φίλοι, μνήσασθε δὲ θούριδος αλκῆς
488νῆας ανὰ γλαφυράς
δὴ γὰρ ίδον οφθαλμοῖσιν
489ανδρὸς αριστῆος Διόθεν βλαφθέντα βέλεμνα

490ῥεῖα δ̓ αρίγνωτος Διὸς ανδράσι γίγνεται αλκή,
491ημὲν ὁτέοισιν κῦδος ὑπέρτερον εγγυαλίξῃ,
492ηδ̓ ὅτινας μινύθῃ τε καὶ ουκ εθέλῃσιν αμύνειν,
493ὡς νῦν Αργείων μινύθει μένος, άμμι δ̓ αρήγει

494αλλὰ μάχεσθ̓ επὶ νηυσὶν αολλέες
ὃς δέ κεν ὑμέων
495βλήμενος ηὲ τυπεὶς θάνατον καὶ πότμον επίσπῃ
496τεθνάτω
ού οἱ αεικὲς αμυνομένῳ περὶ πάτρης
497τεθνάμεν·
αλλ̓ άλοχός τε σόη καὶ παῖδες οπίσσω,
498καὶ οῖκος καὶ κλῆρος ακήρατος, εί κεν Αχαιοὶ
499οίχωνται σὺν νηυσὶ φίλην ες πατρίδα γαῖαν.

500ὣς ειπὼν ότρυνε μένος καὶ θυμὸν ἑκάστου

501Αίας δ̓ αῦθ̓ ἑτέρωθεν εκέκλετο οἷς ἑτάροισιν

502αιδὼς Αργεῖοι·
νῦν άρκιον απολέσθαι
503ηὲ σαωθῆναι καὶ απώσασθαι κακὰ νηῶν.

504 έλπεσθ̓ ὴν νῆας ἕλῃ κορυθαίολος Ἕκτωρ
505εμβαδὸν ἵξεσθαι ἣν πατρίδα γαῖαν ἕκαστος

506 ουκ οτρύνοντος ακούετε λαὸν ἅπαντα
507Ἕκτορος, ὃς δὴ νῆας ενιπρῆσαι μενεαίνει

508ου μὰν ές γε χορὸν κέλετ̓ ελθέμεν, αλλὰ μάχεσθαι.

509ἡμῖν δ̓ ού τις τοῦδε νόος καὶ μῆτις αμείνων
510 αυτοσχεδίῃ μῖξαι χεῖράς τε μένος τε.

511βέλτερον απολέσθαι ἕνα χρόνον ηὲ βιῶναι
512 δηθὰ στρεύγεσθαι εν αινῇ δηϊοτῆτι
513ῶδ̓ αύτως παρὰ νηυσὶν υπ̓ ανδράσι χειροτέροισιν.

514ὣς ειπὼν ότρυνε μένος καὶ θυμὸν ἑκάστου

515ένθ̓ Ἕκτωρ μὲν ἕλε Σχεδίον Περιμήδεος υἱὸν
516αρχὸν Φωκήων, Αίας δ̓ ἕλε Λαοδάμαντα
517ἡγεμόνα πρυλέων Αντήνορος αγλαὸν υἱόν

518Πουλυδάμας δ̓ Ω͂τον Κυλλήνιον εξενάριξε
519Φυλεΐδεω ἕταρον, μεγαθύμων αρχὸν Επειῶν

520τῷ δὲ Μέγης επόρουσεν ιδών
δ̓ ὕπαιθα λιάσθη
521Πουλυδάμας
καὶ τοῦ μὲν απήμβροτεν ου γὰρ Απόλλων
522εία Πάνθου υἱὸν ενὶ προμάχοισι δαμῆναι

523αυτὰρ γε Κροίσμου στῆθος μέσον ούτασε δουρί

524δούπησεν δὲ πεσών
δ̓ απ̓ ώμων τεύχἐ εσύλα
525τόφρα δὲ τῷ επόρουσε Δόλοψ αιχμῆς εῢ ειδὼς
526Λαμπετίδης, ὃν Λάμπος εγείνατο φέρτατον υἱὸν
527Λαομεδοντιάδης εῦ ειδότα θούριδος αλκῆς,
528ὃς τότε Φυλεΐδαο μέσον σάκος ούτασε δουρὶ
529εγγύθεν ὁρμηθείς·
πυκινὸς δέ οἱ ήρκεσε θώρηξ,
530τόν ῥ̓ εφόρει γυάλοισιν αρηρότα
τόν ποτε Φυλεὺς
531ήγαγεν εξ Εφύρης, ποταμοῦ άπο Σελλήεντος

532ξεῖνος γάρ οἱ έδωκεν άναξ ανδρῶν Ευφήτης
533ες πόλεμον φορέειν δηΐων ανδρῶν αλεωρήν·

534ὅς οἱ καὶ τότε παιδὸς απὸ χροὸς ήρκεσ̓ όλεθρον

535τοῦ δὲ Μέγης κόρυθος χαλκήρεος ἱπποδασείης
536κύμβαχον ακρότατον νύξ̓ έγχεϊ οξυόεντι,
537ῥῆξε δ̓ αφ̓ ἵππειον λόφον αυτοῦ
πᾶς δὲ χαμᾶζε
538κάππεσεν εν κονίῃσι νέον φοίνικι φαεινός

539εἷος τῷ πολέμιζε μένων, έτι δ̓ έλπετο νίκην,
540τόφρα δέ οἱ Μενέλαος αρήϊος ῆλθεν αμύντωρ,
541στῆ δ̓ ευρὰξ σὺν δουρὶ λαθών, βάλε δ̓ ῶμον όπισθεν

542αιχμὴ δὲ στέρνοιο διέσσυτο μαιμώωσα
543πρόσσω ἱεμένη
δ̓ άρα πρηνὴς ελιάσθη
544τὼ μὲν εεισάσθην χαλκήρεα τεύχἐ απ̓ ώμων
545συλήσειν
Ἕκτωρ δὲ κασιγνήτοισι κέλευσε
546πᾶσι μάλα, πρῶτον δ̓ Ἱκεταονίδην ενένιπεν
547ίφθιμον Μελάνιππον
δ̓ όφρα μὲν ειλίποδας βοῦς
548βόσκ̓ εν Περκώτῃ δηΐων απὸ νόσφιν εόντων

549αυτὰρ επεὶ Δαναῶν νέες ήλυθον αμφιέλισσαι,
550ὰψ εις Ίλιον ῆλθε, μετέπρεπε δὲ Τρώεσσι,
551ναῖε δὲ πὰρ Πριάμῳ, δέ μιν τίεν ῖσα τέκεσσι

552τόν ῥ̓ Ἕκτωρ ενένιπεν έπος τ̓ έφατ̓ έκ τ̓ ονόμαζεν

553οὕτω δὴ Μελάνιππε μεθήσομεν
ου δέ νυ σοί περ
554εντρέπεται φίλον ῆτορ ανεψιοῦ κταμένοιο

555ουχ ὁράᾳς οἷον Δόλοπος περὶ τεύχἐ ἕπουσιν

556αλλ̓ ἕπευ
ου γὰρ έτ̓ έστιν αποσταδὸν Αργείοισι
557μάρνασθαι, πρίν γ̓ ηὲ κατακτάμεν ηὲ κατ̓ άκρης
558Ίλιον αιπεινὴν ἑλέειν κτάσθαι τε πολίτας

559ὣς ειπὼν μὲν ῆρχ̓, δ̓ άμ̓ ἕσπετο ισόθεος φώς·

560Αργείους δ̓ ότρυνε μέγας Τελαμώνιος Αίας

561 φίλοι ανέρες έστε, καὶ αιδῶ θέσθ̓ ενὶ θυμῷ,
562αλλήλους τ̓ αιδεῖσθε κατὰ κρατερὰς ὑσμίνας

563αιδομένων δ̓ ανδρῶν πλέονες σόοι ηὲ πέφανται·

564φευγόντων δ̓ ού τ̓ ὰρ κλέος όρνυται ούτέ τις αλκή.

565ὣς έφαθ̓, οἳ δὲ καὶ αυτοὶ αλέξασθαι μενέαινον,
566εν θυμῷ δ̓ εβάλοντο έπος, φράξαντο δὲ νῆας
567ἕρκεϊ χαλκείῳ
επὶ δὲ Ζεὺς Τρῶας έγειρεν
568Αντίλοχον δ̓ ότρυνε βοὴν αγαθὸς Μενέλαος

569Αντίλοχ̓ ού τις σεῖο νεώτερος άλλος Αχαιῶν,
570ού τε ποσὶν θάσσων ού τ̓ άλκιμος ὡς σὺ μάχεσθαι·

571εί τινά που Τρώων εξάλμενος άνδρα βάλοισθα

572ὣς ειπὼν μὲν αῦτις απέσσυτο, τὸν δ̓ ορόθυνεν

573εκ δ̓ έθορε προμάχων, καὶ ακόντισε δουρὶ φαεινῷ
574αμφὶ παπτήνας
ὑπὸ δὲ Τρῶες κεκάδοντο
575ανδρὸς ακοντίσσαντος
δ̓ ουχ ἅλιον βέλος ἧκεν,
576αλλ̓ Ἱκετάονος υἱὸν ὑπέρθυμον Μελάνιππον
577νισόμενον πόλεμον δὲ βάλε στῆθος παρὰ μαζόν

578δούπησεν δὲ πεσών, τὸν δὲ σκότος όσσε κάλυψεν

579Αντίλοχος δ̓ επόρουσε κύων ὥς, ὅς τ̓ επὶ νεβρῷ
580βλημένῳ αΐξῃ, τόν τ̓ εξ ευνῆφι θορόντα
581θηρητὴρ ετύχησε βαλών, ὑπέλυσε δὲ γυῖα·

582ὣς επὶ σοὶ Μελάνιππε θόῤ Αντίλοχος μενεχάρμης
583τεύχεα συλήσων
αλλ̓ ου λάθεν Ἕκτορα δῖον,
584ὅς ῥά οἱ αντίος ῆλθε θέων ανὰ δηϊοτῆτα

585Αντίλοχος δ̓ ου μεῖνε θοός περ εὼν πολεμιστής,
586αλλ̓ γ̓ άῤ έτρεσε θηρὶ κακὸν ῥέξαντι εοικώς,
587ὅς τε κύνα κτείνας βουκόλον αμφὶ βόεσσι
588φεύγει πρίν περ ὅμιλον αολλισθήμεναι ανδρῶν

589ὣς τρέσε Νεστορίδης, επὶ δὲ Τρῶές τε καὶ Ἕκτωρ
590ηχῇ θεσπεσίῃ βέλεα στονόεντα χέοντο

591στῆ δὲ μεταστρεφθείς, επεὶ ἵκετο έθνος ἑταίρων

592Τρῶες δὲ λείουσιν εοικότες ωμοφάγοισι
593νηυσὶν επεσσεύοντο, Διὸς δ̓ ετέλειον εφετμάς,
594 σφισιν αιὲν έγειρε μένος μέγα, θέλγε δὲ θυμὸν
595Αργείων καὶ κῦδος απαίνυτο, τοὺς δ̓ ορόθυνεν

596Ἕκτορι γάρ οἱ θυμὸς εβούλετο κῦδος ορέξαι
597Πριαμίδῃ, ἵνα νηυσὶ κορωνίσι θεσπιδαὲς πῦρ
598εμβάλοι ακάματον, Θέτιδος δ̓ εξαίσιον αρὴν
599πᾶσαν επικρήνειε
τὸ γὰρ μένε μητίετα Ζεὺς
600νηὸς καιομένης σέλας οφθαλμοῖσιν ιδέσθαι.

601εκ γὰρ δὴ τοῦ μέλλε παλίωξιν παρὰ νηῶν
602θησέμεναι Τρώων, Δαναοῖσι δὲ κῦδος ορέξειν

603τὰ φρονέων νήεσσιν έπι γλαφυρῇσιν έγειρεν
604Ἕκτορα Πριαμίδην μάλα περ μεμαῶτα καὶ αυτόν

605μαίνετο δ̓ ὡς ότ̓ Άρης εγχέσπαλος ολοὸν πῦρ
606ούρεσι μαίνηται βαθέης εν τάρφεσιν ὕλης·

607αφλοισμὸς δὲ περὶ στόμα γίγνετο, τὼ δέ οἱ όσσε
608λαμπέσθην βλοσυρῇσιν υπ̓ οφρύσιν, αμφὶ δὲ πήληξ
609σμερδαλέον κροτάφοισι τινάσσετο μαρναμένοιο
610Ἕκτορος
αυτὸς γάρ οἱ απ̓ αιθέρος ῆεν αμύντωρ
611Ζεύς, ὅς μιν πλεόνεσσι μετ̓ ανδράσι μοῦνον εόντα
612τίμα καὶ κύδαινε
μινυνθάδιος γὰρ έμελλεν
613έσσεσθ̓
ήδη γάρ οἱ επόρνυε μόρσιμον ῆμαρ
614Παλλὰς Αθηναίη ὑπὸ Πηλεΐδαο βίηφιν

615καί ῥ̓ έθελεν ῥῆξαι στίχας ανδρῶν πειρητίζων,
616 δὴ πλεῖστον ὅμιλον ὅρα καὶ τεύχἐ άριστα

617αλλ̓ ου δ̓ ὧς δύνατο ῥῆξαι μάλα περ μενεαίνων

618ίσχον γὰρ πυργηδὸν αρηρότες, ηΰτε πέτρη
619ηλίβατος μεγάλη πολιῆς ἁλὸς εγγὺς εοῦσα,
620 τε μένει λιγέων ανέμων λαιψηρὰ κέλευθα
621κύματά τε τροφόεντα, τά τε προσερεύγεται αυτήν·

622ὣς Δαναοὶ Τρῶας μένον έμπεδον ου δὲ φέβοντο

623αυτὰρ λαμπόμενος πυρὶ πάντοθεν ένθοῤ ὁμίλῳ,
624εν δ̓ έπεσ̓ ὡς ὅτε κῦμα θοῇ εν νηῒ πέσῃσι
625λάβρον ὑπαὶ νεφέων ανεμοτρεφές
δέ τε πᾶσα
626άχνῃ ὑπεκρύφθη, ανέμοιο δὲ δεινὸς αήτη
627ἱστίῳ εμβρέμεται, τρομέουσι δέ τε φρένα ναῦται
628δειδιότες
τυτθὸν γὰρ υπ̓ εκ θανάτοιο φέρονται
629ὣς εδαΐζετο θυμὸς ενὶ στήθεσσιν Αχαιῶν

630αυτὰρ γ̓ ὥς τε λέων ολοόφρων βουσὶν επελθών,
631αἵ ῥά τ̓ εν εἱαμενῇ ἕλεος μεγάλοιο νέμονται
632μυρίαι, εν δέ τε τῇσι νομεὺς ού πω σάφα ειδὼς
633θηρὶ μαχέσσασθαι ἕλικος βοὸς αμφὶ φονῇσιν·

634ήτοι μὲν πρώτῃσι καὶ ὑστατίῃσι βόεσσιν
635αιὲν ὁμοστιχάει, δέ τ̓ εν μέσσῃσιν ορούσας
636βοῦν έδει, αἳ δέ τε πᾶσαι ὑπέτρεσαν
ὣς τότ̓ Αχαιοὶ
637θεσπεσίως εφόβηθεν υφ̓ Ἕκτορι καὶ Διὶ πατρὶ
638πάντες, δ̓ οῖον έπεφνε Μυκηναῖον Περιφήτην,
639Κοπρῆος φίλον υἱόν, ὃς Ευρυσθῆος άνακτος
640αγγελίης οίχνεσκε βίῃ Ἡρακληείῃ

641τοῦ γένετ̓ εκ πατρὸς πολὺ χείρονος υἱὸς αμείνων
642παντοίας αρετάς, ημὲν πόδας ηδὲ μάχεσθαι,
643καὶ νόον εν πρώτοισι Μυκηναίων ετέτυκτο

644ὅς ῥα τόθ̓ Ἕκτορι κῦδος ὑπέρτερον εγγυάλιξε

645στρεφθεὶς γὰρ μετόπισθεν εν ασπίδος άντυγι πάλτο,
646τὴν αυτὸς φορέεσκε ποδηνεκέ̓ ἕρκος ακόντων·

647τῇ γ̓ ενὶ βλαφθεὶς πέσεν ὕπτιος, αμφὶ δὲ πήληξ
648σμερδαλέον κονάβησε περὶ κροτάφοισι πεσόντος

649Ἕκτωρ δ̓ οξὺ νόησε, θέων δέ οἱ άγχι παρέστη,
650στήθεϊ δ̓ εν δόρυ πῆξε, φίλων δέ μιν εγγὺς ἑταίρων
651κτεῖν̓
οἳ δ̓ ουκ εδύναντο καὶ αχνύμενοί περ ἑταίρου
652χραισμεῖν
αυτοὶ γὰρ μάλα δείδισαν Ἕκτορα δῖον
653εισωποὶ δ̓ εγένοντο νεῶν, περὶ δ̓ έσχεθον άκραι
654νῆες ὅσαι πρῶται ειρύατο
τοὶ δ̓ επέχυντο
655Αργεῖοι δὲ νεῶν μὲν εχώρησαν καὶ ανάγκῃ
656τῶν πρωτέων, αυτοῦ δὲ παρὰ κλισίῃσιν έμειναν
657ἁθρόοι, ου δὲ κέδασθεν ανὰ στρατόν
ίσχε γὰρ αιδὼς
658καὶ δέος
αζηχὲς γὰρ ὁμόκλεον αλλήλοισι
659Νέστωρ αῦτε μάλιστα Γερήνιος οῦρος Αχαιῶν
660λίσσεθ̓ ὑπὲρ τοκέων γουνούμενος άνδρα ἕκαστον·

661 φίλοι ανέρες έστε καὶ αιδῶ θέσθ̓ ενὶ θυμῷ
662άλλων ανθρώπων, επὶ δὲ μνήσασθε ἕκαστος
663παίδων ηδ̓ αλόχων καὶ κτήσιος ηδὲ τοκήων,
664ημὲν ὅτεῳ ζώουσι καὶ κατατεθνήκασι

665τῶν ὕπερ ενθάδ̓ εγὼ γουνάζομαι ου παρεόντων
666ἑστάμεναι κρατερῶς, μὴ δὲ τρωπᾶσθε φόβον δέ

667ὣς ειπὼν ότρυνε μένος καὶ θυμὸν ἑκάστου

668τοῖσι δ̓ απ̓ οφθαλμῶν νέφος αχλύος ῶσεν Αθήνη
669θεσπέσιον
μάλα δέ σφι φόως γένετ̓ αμφοτέρωθεν
670ημὲν πρὸς νηῶν καὶ ὁμοιΐου πολέμοιο

671Ἕκτορα δὲ φράσσαντο βοὴν αγαθὸν καὶ ἑταίρους,
672ημὲν ὅσοι μετόπισθεν αφέστασαν ου δὲ μάχοντο,
673ηδ̓ ὅσσοι παρὰ νηυσὶ μάχην εμάχοντο θοῇσιν

674ου δ̓ άῤ έτ̓ Αίαντι μεγαλήτορι ἥνδανε θυμῷ
675ἑστάμεν ένθά περ άλλοι αφέστασαν υἷες Αχαιῶν

676αλλ̓ γε νηῶν ίκρἰ επῴχετο μακρὰ βιβάσθων,
677νώμα δὲ ξυστὸν μέγα ναύμαχον εν παλάμῃσι
678κολλητὸν βλήτροισι δυωκαιεικοσίπηχυ

679ὡς δ̓ ότ̓ ανὴρ ἵπποισι κελητίζειν εῢ ειδώς,
680ὅς τ̓ επεὶ εκ πολέων πίσυρας συναείρεται ἵππους,
681σεύας εκ πεδίοιο μέγα προτὶ άστυ δίηται
682λαοφόρον καθ̓ ὁδόν·
πολέες τέ θηήσαντο
683ανέρες ηδὲ γυναῖκες
δ̓ έμπεδον ασφαλὲς αιεὶ
684θρῴσκων άλλοτ̓ επ̓ άλλον αμείβεται, οἳ δὲ πέτονται

685ὣς Αίας επὶ πολλὰ θοάων ίκρια νηῶν
686φοίτα μακρὰ βιβάς, φωνὴ δέ οἱ αιθέῤ ἵκανεν,
687αιεὶ δὲ σμερδνὸν βοόων Δαναοῖσι κέλευε
688νηυσί τε καὶ κλισίῃσιν αμυνέμεν
ου δὲ μὲν Ἕκτωρ
689μίμνεν ενὶ Τρώων ὁμάδῳ πύκα θωρηκτάων

690αλλ̓ ὥς τ̓ ορνίθων πετεηνῶν αιετὸς αίθων
691έθνος εφορμᾶται ποταμὸν πάρα βοσκομενάων
692χηνῶν γεράνων κύκνων δουλιχοδείρων,
693ὣς Ἕκτωρ ίθυσε νεὸς κυανοπρῴροιο
694αντίος αΐξας·
τὸν δὲ Ζεὺς ῶσεν όπισθε
695χειρὶ μάλα μεγάλῃ, ότρυνε δὲ λαὸν άμ̓ αυτῷ

696αῦτις δὲ δριμεῖα μάχη παρὰ νηυσὶν ετύχθη

697φαίης κ̓ ακμῆτας καὶ ατειρέας αλλήλοισιν
698άντεσθ̓ εν πολέμῳ, ὡς εσσυμένως εμάχοντο

699τοῖσι δὲ μαρναμένοισιν όδ̓ ῆν νόος
ήτοι Αχαιοὶ
700ουκ έφασαν φεύξεσθαι υπ̓ εκ κακοῦ, αλλ̓ ολέεσθαι,
701Τρωσὶν δ̓ έλπετο θυμὸς ενὶ στήθεσσιν ἑκάστου
702νῆας ενιπρήσειν κτενέειν θ̓ ἥρωας Αχαιούς.

703οἳ μὲν τὰ φρονέοντες εφέστασαν αλλήλοισιν

704Ἕκτωρ δὲ πρυμνῆς νεὸς ἥψατο ποντοπόροιο
705καλῆς ωκυάλου, Πρωτεσίλαον ένεικεν
706ες Τροίην, ου δ̓ αῦτις απήγαγε πατρίδα γαῖαν

707τοῦ περ δὴ περὶ νηὸς Αχαιοί τε Τρῶές τε
708δῄουν αλλήλους αυτοσχεδόν
ου δ̓ άρα τοί γε
709τόξων αϊκὰς αμφὶς μένον ου δ̓ έτ̓ ακόντων,
710αλλ̓ οἵ γ̓ εγγύθεν ἱστάμενοι ἕνα θυμὸν έχοντες
711οξέσι δὴ πελέκεσσι καὶ αξίνῃσι μάχοντο
712καὶ ξίφεσιν μεγάλοισι καὶ έγχεσιν αμφιγύοισι.

713πολλὰ δὲ φάσγανα καλὰ μελάνδετα κωπήεντα
714άλλα μὲν εκ χειρῶν χαμάδις πέσον, άλλα δ̓ απ̓ ώμων
715ανδρῶν μαρναμένων·
ῥέε δ̓ αἵματι γαῖα μέλαινα
716Ἕκτωρ δὲ πρύμνηθεν επεὶ λάβεν ουχὶ μεθίει
717άφλαστον μετὰ χερσὶν έχων, Τρωσὶν δὲ κέλευεν

718οίσετε πῦρ, ἅμα δ̓ αυτοὶ αολλέες όρνυτ̓ αϋτήν

719νῦν ἡμῖν πάντων Ζεὺς άξιον ῆμαρ έδωκε
720νῆας ἑλεῖν, αἳ δεῦρο θεῶν αέκητι μολοῦσαι
721ἡμῖν πήματα πολλὰ θέσαν, κακότητι γερόντων,
722οἵ μ̓ εθέλοντα μάχεσθαι επὶ πρυμνῇσι νέεσσιν
723αυτόν τ̓ ισχανάασκον ερητύοντό τε λαόν

724αλλ̓ ει δή ῥα τότε βλάπτε φρένας ευρύοπα Ζεὺς
725ἡμετέρας, νῦν αυτὸς εποτρύνει καὶ ανώγει

726ὣς έφαθ̓, οἳ δ̓ άρα μᾶλλον επ̓ Αργείοισιν όρουσαν

727Αίας δ̓ ουκέτ̓ έμιμνε
βιάζετο γὰρ βελέεσσιν
728αλλ̓ ανεχάζετο τυτθόν, οϊόμενος θανέεσθαι
729θρῆνυν εφ̓ ἑπταπόδην, λίπε δ̓ ίκρια νηὸς εΐσης

730ένθ̓ άῤ γ̓ ἑστήκει δεδοκημένος, έγχεϊ δ̓ αιεὶ
731Τρῶας άμυνε νεῶν, ὅς τις φέροι ακάματον πῦρ

732αιεὶ δὲ σμερδνὸν βοόων Δαναοῖσι κέλευε

733 φίλοι ἥρωες Δαναοὶ θεράποντες Άρηος
734ανέρες έστε φίλοι, μνήσασθε δὲ θούριδος αλκῆς

735ηέ τινάς φαμεν εῖναι αοσσητῆρας οπίσσω,
736ῆέ τι τεῖχος άρειον, κ̓ ανδράσι λοιγὸν αμύναι;

737ου μέν τι σχεδόν εστι πόλις πύργοις αραρυῖα,
738 κ̓ απαμυναίμεσθ̓ ἑτεραλκέα δῆμον έχοντες

739αλλ̓ εν γὰρ Τρώων πεδίῳ πύκα θωρηκτάων
740πόντῳ κεκλιμένοι ἑκὰς ἥμεθα πατρίδος αίης

741τὼ εν χερσὶ φόως, ου μειλιχίῃ πολέμοιο.

742, καὶ μαιμώων έφεπ̓ έγχεϊ οξυόεντι

743ὅς τις δὲ Τρώων κοίλῃς επὶ νηυσὶ φέροιτο
744σὺν πυρὶ κηλείῳ, χάριν Ἕκτορος οτρύναντος,
745τὸν δ̓ Αίας ούτασκε δεδεγμένος έγχεϊ μακρῷ

746δώδεκα δὲ προπάροιθε νεῶν αυτοσχεδὸν οῦτα