1Νέστορα δ̓ ουκ έλαθεν ιαχὴ πίνοντά περ έμπης ,
2αλλ̓ Ασκληπιάδην έπεα πτερόεντα προσηύδα
3φράζεο δῖε Μαχᾶον ὅπως έσται τάδε έργα
4μείζων δὴ παρὰ νηυσὶ βοὴ θαλερῶν αιζηῶν .
5αλλὰ σὺ μὲν νῦν πῖνε καθήμενος αίθοπα οῖνον
6εις ὅ κε θερμὰ λοετρὰ εϋπλόκαμος Ἑκαμήδη
7θερμήνῃ καὶ λούσῃ άπο βρότον αἱματόεντα
8αυτὰρ εγὼν ελθὼν τάχα είσομαι ες περιωπήν
9ὣς ειπὼν σάκος εἷλε τετυγμένον υἷος ἑοῖο
10κείμενον εν κλισίῃ Θρασυμήδεος ἱπποδάμοιο
11χαλκῷ παμφαῖνον ·
ὃ δ̓ έχ̓ ασπίδα πατρὸς ἑοῖο
12εἵλετο δ̓ άλκιμον έγχος ακαχμένον οξέϊ χαλκῷ ,
13στῆ δ̓ εκτὸς κλισίης , τάχα δ̓ είσιδεν έργον αεικὲς
14τοὺς μὲν ορινομένους , τοὺς δὲ κλονέοντας όπισθε
15Τρῶας ὑπερθύμους ·
ερέριπτο δὲ τεῖχος Αχαιῶν
16ὡς δ̓ ὅτε πορφύρῃ πέλαγος μέγα κύματι κωφῷ
17οσσόμενον λιγέων ανέμων λαιψηρὰ κέλευθα
18αύτως , ου δ̓ άρα τε προκυλίνδεται ουδετέρωσε ,
19πρίν τινα κεκριμένον καταβήμεναι εκ Διὸς οῦρον ,
20ὣς ὃ γέρων ὅρμαινε δαϊζόμενος κατὰ θυμὸν
21διχθάδἰ , ὴ μεθ̓ ὅμιλον ίοι Δαναῶν ταχυπώλων ,
22ῆε μετ̓ Ατρεΐδην Αγαμέμνονα ποιμένα λαῶν .
23ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εῖναι
24βῆναι επ̓ Ατρεΐδην
οἳ δ̓ αλλήλους ενάριζον
25μαρνάμενοι
λάκε δέ σφι περὶ χροῒ χαλκὸς ατειρὴς
26νυσσομένων ξίφεσίν τε καὶ έγχεσιν αμφιγύοισι
27Νέστορι δὲ ξύμβληντο διοτρεφέες βασιλῆες
28πὰρ νηῶν ανιόντες ὅσοι βεβλήατο χαλκῷ
29Τυδεΐδης Οδυσεύς τε καὶ Ατρεΐδης Αγαμέμνων .
30πολλὸν γάρ ῥ̓ απάνευθε μάχης ειρύατο νῆες
31θῖν̓ έφ̓ ἁλὸς πολιῆς
τὰς γὰρ πρώτας πεδίον δὲ
32είρυσαν , αυτὰρ τεῖχος επὶ πρύμνῃσιν έδειμαν
33ου δὲ γὰρ ου δ̓ ευρύς περ εὼν εδυνήσατο πάσας
34αιγιαλὸς νῆας χαδέειν , στείνοντο δὲ λαοί
35τώ ῥα προκρόσσας έρυσαν , καὶ πλῆσαν ἁπάσης
36ηϊόνος στόμα μακρόν , ὅσον συνεέργαθον άκραι
37τώ ῥ̓ οἵ γ̓ οψείοντες αϋτῆς καὶ πολέμοιο
38έγχει ερειδόμενοι κίον αθρόοι
άχνυτο δέ σφι
39θυμὸς ενὶ στήθεσσιν
ὃ δὲ ξύμβλητο γεραιὸς
40Νέστωρ , πτῆξε δὲ θυμὸν ενὶ στήθεσσιν Αχαιῶν
41τὸν καὶ φωνήσας προσέφη κρείων Αγαμέμνων
42ῶ Νέστορ Νηληϊάδη μέγα κῦδος Αχαιῶν
43τίπτε λιπὼν πόλεμον φθισήνορα δεῦῤ αφικάνεις
44δείδω μὴ δή μοι τελέσῃ έπος όβριμος Ἕκτωρ ,
45ὥς ποτ̓ επηπείλησεν ενὶ Τρώεσσ̓ αγορεύων
46μὴ πρὶν πὰρ νηῶν προτὶ Ίλιον απονέεσθαι
47πρὶν πυρὶ νῆας ενιπρῆσαι , κτεῖναι δὲ καὶ αυτούς
48κεῖνος τὼς αγόρευε
τὰ δὴ νῦν πάντα τελεῖται
49ὼ πόποι ῆ ῥα καὶ άλλοι εϋκνήμιδες Αχαιοὶ
50εν θυμῷ βάλλονται εμοὶ χόλον ὥς περ Αχιλλεὺς
51ου δ̓ εθέλουσι μάχεσθαι επὶ πρυμνῇσι νέεσσι .
52τὸν δ̓ ημείβετ̓ έπειτα Γερήνιος ἱππότα Νέστωρ
53ῆ δὴ ταῦτά γ̓ ἑτοῖμα τετεύχαται , ου δέ κεν άλλως
54Ζεὺς ὑψιβρεμέτης αυτὸς παρατεκτήναιτο
55τεῖχος μὲν γὰρ δὴ κατερήριπεν , ᾧ επέπιθμεν
56άρρηκτον νηῶν τε καὶ αυτῶν εῖλαρ έσεσθαι
57οἳ δ̓ επὶ νηυσὶ θοῇσι μάχην αλίαστον έχουσι
58νωλεμές
ου δ̓ ὰν έτι γνοίης μάλα περ σκοπιάζων
59ὁπποτέρωθεν Αχαιοὶ ορινόμενοι κλονέονται ,
60ὡς επιμὶξ κτείνονται , αϋτὴ δ̓ ουρανὸν ἵκει
61ἡμεῖς δὲ φραζώμεθ̓ ὅπως έσται τάδε έργα
62εί τι νόος ῥέξει
πόλεμον δ̓ ουκ άμμε κελεύω
63δύμεναι
ου γάρ πως βεβλημένον εστὶ μάχεσθαι
64τὸν δ̓ αῦτε προσέειπεν άναξ ανδρῶν Αγαμέμνων
65Νέστορ επεὶ δὴ νηυσὶν έπι πρυμνῇσι μάχονται ,
66τεῖχος δ̓ ουκ έχραισμε τετυγμένον , ου δέ τι τάφρος ,
67ᾗ έπι πολλὰ πάθον Δαναοί , έλποντο δὲ θυμῷ
68άρρηκτον νηῶν τε καὶ αυτῶν εῖλαρ έσεσθαι ·
69οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εῖναι
70νωνύμνους απολέσθαι απ̓ Άργεος ενθάδ̓ Αχαιούς
71ῄδεα μὲν γὰρ ὅτε πρόφρων Δαναοῖσιν άμυνεν ,
72οῖδα δὲ νῦν ὅτε τοὺς μὲν ὁμῶς μακάρεσσι θεοῖσι
73κυδάνει , ἡμέτερον δὲ μένος καὶ χεῖρας έδησεν
74αλλ̓ άγεθ̓ ὡς ὰν εγὼν είπω πειθώμεθα πάντες
75νῆες ὅσαι πρῶται ειρύαται άγχι θαλάσσης
76ἕλκωμεν , πάσας δὲ ερύσσομεν εις ἅλα δῖαν ,
77ὕψι δ̓ επ̓ ευνάων ὁρμίσσομεν , εις ὅ κεν έλθῃ
78νὺξ αβρότη , ὴν καὶ τῇ απόσχωνται πολέμοιο
79Τρῶες
έπειτα δέ κεν ερυσαίμεθα νῆας ἁπάσας
80ου γάρ τις νέμεσις φυγέειν κακόν , ου δ̓ ανὰ νύκτα .
81βέλτερον ὃς φεύγων προφύγῃ κακὸν ηὲ ἁλώῃ .
82τὸν δ̓ άῤ ὑπόδρα ιδὼν προσέφη πολύμητις Οδυσσεύς
83Ατρεΐδη ποῖόν σε έπος φύγεν ἕρκος οδόντων
84ουλόμεν̓ αίθ̓ ώφελλες αεικελίου στρατοῦ άλλου
85σημαίνειν , μὴ δ̓ άμμιν ανασσέμεν , οἷσιν άρα Ζεὺς
86εκ νεότητος έδωκε καὶ ες γῆρας τολυπεύειν
87αργαλέους πολέμους , όφρα φθιόμεσθα ἕκαστος
88οὕτω δὴ μέμονας Τρώων πόλιν ευρυάγυιαν
89καλλείψειν , ἧς είνεκ̓ οϊζύομεν κακὰ πολλά
90σίγα , μή τίς τ̓ άλλος Αχαιῶν τοῦτον ακούσῃ
91μῦθον , ὃν ού κεν ανήρ γε διὰ στόμα πάμπαν άγοιτο
92ὅς τις επίσταιτο ᾗσι φρεσὶν άρτια βάζειν
93σκηπτοῦχός τ̓ είη , καί οἱ πειθοίατο λαοὶ
94τοσσοίδ̓ ὅσσοισιν σὺ μετ̓ Αργείοισιν ανάσσεις
95νῦν δέ σευ ωνοσάμην πάγχυ φρένας , οἷον έειπες
96ὃς κέλεαι πολέμοιο συνεσταότος καὶ αϋτῆς
97νῆας εϋσσέλμους άλαδ̓ ἑλκέμεν , όφῤ έτι μᾶλλον
98Τρωσὶ μὲν ευκτὰ γένηται επικρατέουσί περ έμπης ,
99ἡμῖν δ̓ αιπὺς όλεθρος επιρρέπῃ .
ου γὰρ Αχαιοὶ
100σχήσουσιν πόλεμον νηῶν ἅλα δ̓ ἑλκομενάων ,
101αλλ̓ αποπαπτανέουσιν , ερωήσουσι δὲ χάρμης
102ένθά κε σὴ βουλὴ δηλήσεται όρχαμε λαῶν
103τὸν δ̓ ημείβετ̓ έπειτα άναξ ανδρῶν Αγαμέμνων
104ῶ Οδυσεῦ μάλα πώς με καθίκεο θυμὸν ενιπῇ
105αργαλέῃ
ατὰρ ου μὲν εγὼν αέκοντας άνωγα
106νῆας εϋσσέλμους ἅλα δ̓ ἑλκέμεν υἷας Αχαιῶν
107νῦν δ̓ είη ὃς τῆσδέ γ̓ αμείνονα μῆτιν ενίσποι
108ὴ νέος ηὲ παλαιός
εμοὶ δέ κεν ασμένῳ είη
109τοῖσι δὲ καὶ μετέειπε βοὴν αγαθὸς Διομήδης
110εγγὺς ανήρ ·
ου δηθὰ ματεύσομεν
αί κ̓ εθέλητε
111πείθεσθαι , καὶ μή τι κότῳ αγάσησθε ἕκαστος
112οὕνεκα δὴ γενεῆφι νεώτατός ειμι μεθ̓ ὑμῖν ·
113πατρὸς δ̓ εξ αγαθοῦ καὶ εγὼ γένος εύχομαι εῖναι
114Τυδέος , ὃν Θήβῃσι χυτὴ κατὰ γαῖα καλύπτει .
115πορθεῖ γὰρ τρεῖς παῖδες αμύμονες εξεγένοντο ,
116οίκεον δ̓ εν Πλευρῶνι καὶ αιπεινῇ Καλυδῶνι
117Άγριος ηδὲ Μέλας , τρίτατος δ̓ ῆν ἱππότα Οινεὺς
118πατρὸς εμοῖο πατήρ ·
αρετῇ δ̓ ῆν έξοχος αυτῶν
119αλλ̓ ὃ μὲν αυτόθι μεῖνε , πατὴρ δ̓ εμὸς Άργεϊ νάσθη
120πλαγχθείς
ὡς γάρ που Ζεὺς ήθελε καὶ θεοὶ άλλοι .
121Αδρήστοιο δ̓ έγημε θυγατρῶν , ναῖε δὲ δῶμα
122αφνειὸν βιότοιο , ἅλις δέ οἱ ῆσαν άρουραι
123πυροφόροι , πολλοὶ δὲ φυτῶν έσαν όρχατοι αμφίς ,
124πολλὰ δέ οἱ πρόβατ̓ έσκε ·
κέκαστο δὲ πάντας Αχαιοὺς
125εγχείῃ
τὰ δὲ μέλλετ̓ ακουέμεν , ει ετεόν περ .
126τὼ ουκ άν με γένος γε κακὸν καὶ ανάλκιδα φάντες
127μῦθον ατιμήσαιτε πεφασμένον ὅν κ̓ εῢ είπω .
128δεῦτ̓ ίομεν πόλεμον δὲ καὶ ουτάμενοί περ ανάγκῃ
129ένθα δ̓ έπειτ̓ αυτοὶ μὲν εχώμεθα δηϊοτῆτος
130εκ βελέων , μή πού τις εφ̓ ἕλκεϊ ἕλκος άρηται
131άλλους δ̓ οτρύνοντες ενήσομεν , οἳ τὸ πάρος περ
132θυμῷ ῆρα φέροντες αφεστᾶσ̓ ου δὲ μάχονται
133ὣς έφαθ̓ , οἳ δ̓ άρα τοῦ μάλα μὲν κλύον ηδὲ πίθοντο
134βὰν δ̓ ίμεν , ῆρχε δ̓ άρά σφιν άναξ ανδρῶν Αγαμέμνων
135ου δ̓ αλαοσκοπιὴν εῖχε κλυτὸς εννοσίγαιος ,
136αλλὰ μετ̓ αυτοὺς ῆλθε παλαιῷ φωτὶ εοικώς ,
137δεξιτερὴν δ̓ ἕλε χεῖῤ Αγαμέμνονος Ατρεΐδαο ,
138καί μιν φωνήσας έπεα πτερόεντα προσηύδα
139Ατρεΐδη νῦν δή που Αχιλλῆος ολοὸν κῆρ
140γηθεῖ ενὶ στήθεσσι φόνον καὶ φύζαν Αχαιῶν
141δερκομένῳ , επεὶ ού οἱ ένι φρένες ου δ̓ ηβαιαί
142αλλ̓ ὃ μὲν ὣς απόλοιτο , θεὸς δέ ἑ σιφλώσειε
143σοὶ δ̓ ού πω μάλα πάγχυ θεοὶ μάκαρες κοτέουσιν ,
144αλλ̓ έτι που Τρώων ἡγήτορες ηδὲ μέδοντες
145ευρὺ κονίσουσιν πεδίον , σὺ δ̓ επόψεαι αυτὸς
146φεύγοντας προτὶ άστυ νεῶν άπο καὶ κλισιάων
147ὣς ειπὼν μέγ̓ άϋσεν επεσσύμενος πεδίοιο
148ὅσσόν τ̓ εννεάχιλοι επίαχον ὴ δεκάχιλοι
149ανέρες εν πολέμῳ έριδα ξυνάγοντες Άρηος ,
150τόσσην εκ στήθεσφιν όπα κρείων ενοσίχθων
151ἧκεν
Αχαιοῖσιν δὲ μέγα σθένος έμβαλ̓ ἑκάστῳ
152καρδίῃ , άληκτον πολεμίζειν ηδὲ μάχεσθαι
153Ἥρη δ̓ εισεῖδε χρυσόθρονος οφθαλμοῖσι
154στᾶσ̓ εξ Ουλύμποιο απὸ ῥίου
αυτίκα δ̓ έγνω
155τὸν μὲν ποιπνύοντα μάχην ανὰ κυδιάνειραν
156αυτοκασίγνητον καὶ δαέρα , χαῖρε δὲ θυμῷ ·
157Ζῆνα δ̓ επ̓ ακροτάτης κορυφῆς πολυπίδακος Ίδης
158ἥμενον εισεῖδε , στυγερὸς δέ οἱ έπλετο θυμῷ
159μερμήριξε δ̓ έπειτα βοῶπις πότνια Ἥρη
160ὅππως εξαπάφοιτο Διὸς νόον αιγιόχοιο
161ἥδε δέ οἱ κατὰ θυμὸν αρίστη φαίνετο βουλὴ
162ελθεῖν εις Ίδην εῦ εντύνασαν ἓ αυτήν ,
163εί πως ἱμείραιτο παραδραθέειν φιλότητι
164ᾗ χροιῇ , τῷ δ̓ ὕπνον απήμονά τε λιαρόν τε
165χεύῃ επὶ βλεφάροισιν ιδὲ φρεσὶ πευκαλίμῃσι .
166βῆ δ̓ ίμεν ες θάλαμον , τόν οἱ φίλος υἱὸς έτευξεν
167Ἥφαιστος , πυκινὰς δὲ θύρας σταθμοῖσιν επῆρσε
168κληῗδι κρυπτῇ , τὴν δ̓ ου θεὸς άλλος ανῷγεν ·
169ένθ̓ ἥ γ̓ εισελθοῦσα θύρας επέθηκε φαεινάς
170αμβροσίῃ μὲν πρῶτον απὸ χροὸς ἱμερόεντος
171λύματα πάντα κάθηρεν , αλείψατο δὲ λίπ̓ ελαίῳ
172αμβροσίῳ ἑδανῷ , τό ῥά οἱ τεθυωμένον ῆεν
173τοῦ καὶ κινυμένοιο Διὸς κατὰ χαλκοβατὲς δῶ
174έμπης ες γαῖάν τε καὶ ουρανὸν ίκετ̓ αϋτμή
175τῷ ῥ̓ ἥ γε χρόα καλὸν αλειψαμένη ιδὲ χαίτας
176πεξαμένη χερσὶ πλοκάμους έπλεξε φαεινοὺς
177καλοὺς αμβροσίους εκ κράατος αθανάτοιο
178αμφὶ δ̓ άῤ αμβρόσιον ἑανὸν έσαθ̓ , ὅν οἱ Αθήνη
179έξυσ̓ ασκήσασα , τίθει δ̓ ενὶ δαίδαλα πολλά
180χρυσείῃς δ̓ ενετῇσι κατὰ στῆθος περονᾶτο
181ζώσατο δὲ ζώνῃ ἑκατὸν θυσάνοις αραρυίῃ ,
182εν δ̓ άρα ἕρματα ἧκεν εϋτρήτοισι λοβοῖσι
183τρίγληνα μορόεντα
χάρις δ̓ απελάμπετο πολλή
184κρηδέμνῳ δ̓ εφύπερθε καλύψατο δῖα θεάων
185καλῷ νηγατέῳ
λευκὸν δ̓ ῆν ηέλιος ὥς ·
186ποσσὶ δ̓ ὑπὸ λιπαροῖσιν εδήσατο καλὰ πέδιλα
187αυτὰρ επεὶ δὴ πάντα περὶ χροῒ θήκατο κόσμον
188βῆ ῥ̓ ίμεν εκ θαλάμοιο , καλεσσαμένη δ̓ Αφροδίτην
189τῶν άλλων απάνευθε θεῶν πρὸς μῦθον έειπε
190ῆ ῥά νύ μοί τι πίθοιο φίλον τέκος ὅττί κεν είπω ,
191ῆέ κεν αρνήσαιο κοτεσσαμένη τό γε θυμῷ ,
192ούνεκ̓ εγὼ Δαναοῖσι , σὺ δὲ Τρώεσσιν αρήγεις ;
193τὴν δ̓ ημείβετ̓ έπειτα Διὸς θυγάτηρ Αφροδίτη ·
194Ἥρη πρέσβα θεὰ θύγατερ μεγάλοιο Κρόνοιο
195αύδα ὅ τι φρονέεις ·
τελέσαι δέ με θυμὸς άνωγεν ,
196ει δύναμαι τελέσαι γε καὶ ει τετελεσμένον εστίν
197τὴν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη
198δὸς νῦν μοι φιλότητα καὶ ἵμερον , ᾧ τε σὺ πάντας
199δαμνᾷ αθανάτους ηδὲ θνητοὺς ανθρώπους
200εῖμι γὰρ οψομένη πολυφόρβου πείρατα γαίης ,
201Ωκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν ,
202οἵ μ̓ εν σφοῖσι δόμοισιν εῢ τρέφον ηδ̓ ατίταλλον
203δεξάμενοι Ῥείας , ὅτε τε Κρόνον ευρύοπα Ζεὺς
204γαίης νέρθε καθεῖσε καὶ ατρυγέτοιο θαλάσσης ·
205τοὺς εῖμ̓ οψομένη , καί σφ̓ άκριτα νείκεα λύσω
206ήδη γὰρ δηρὸν χρόνον αλλήλων απέχονται
207ευνῆς καὶ φιλότητος , επεὶ χόλος έμπεσε θυμῷ
208ει κείνω επέεσσι παραιπεπιθοῦσα φίλον κῆρ
209εις ευνὴν ανέσαιμι ὁμωθῆναι φιλότητι ,
210αιεί κέ σφι φίλη τε καὶ αιδοίη καλεοίμην
211τὴν δ̓ αῦτε προσέειπε φιλομειδὴς Αφροδίτη
212ουκ έστ̓ ου δὲ έοικε τεὸν έπος αρνήσασθαι
213Ζηνὸς γὰρ τοῦ αρίστου εν αγκοίνῃσιν ιαύεις
214ῆ , καὶ απὸ στήθεσφιν ελύσατο κεστὸν ἱμάντα
215ποικίλον , ένθα δέ οἱ θελκτήρια πάντα τέτυκτο
216ένθ̓ ένι μὲν φιλότης , εν δ̓ ἵμερος , εν δ̓ οαριστὺς
217πάρφασις , ἥ τ̓ έκλεψε νόον πύκα περ φρονεόντων .
218τόν ῥά οἱ έμβαλε χερσὶν έπος τ̓ έφατ̓ έκ τ̓ ονόμαζε
219τῆ νῦν τοῦτον ἱμάντα τεῷ εγκάτθεο κόλπῳ
220ποικίλον , ᾧ ένι πάντα τετεύχαται
ου δέ σέ φημι
221άπρηκτόν γε νέεσθαι , ὅ τι φρεσὶ σῇσι μενοινᾷς
222ὣς φάτο , μείδησεν δὲ βοῶπις πότνια Ἥρη ,
223μειδήσασα δ̓ έπειτα ἑῷ εγκάτθετο κόλπῳ
224ἣ μὲν έβη πρὸς δῶμα Διὸς θυγάτηρ Αφροδίτη ,
225Ἥρη δ̓ αΐξασα λίπεν ῥίον Ουλύμποιο ,
226Πιερίην δ̓ επιβᾶσα καὶ Ημαθίην ερατεινὴν
227σεύατ̓ εφ̓ ἱπποπόλων Θρῃκῶν όρεα νιφόεντα
228ακροτάτας κορυφάς ·
ου δὲ χθόνα μάρπτε ποδοῖιν
229εξ Αθόω δ̓ επὶ πόντον εβήσετο κυμαίνοντα ,
230Λῆμνον δ̓ εισαφίκανε πόλιν θείοιο Θόαντος .
231ένθ̓ Ὕπνῳ ξύμβλητο κασιγνήτῳ Θανάτοιο ,
232έν τ̓ άρα οἱ φῦ χειρὶ έπος τ̓ έφατ̓ έκ τ̓ ονόμαζεν ·
233Ὕπνε άναξ πάντων τε θεῶν πάντων τ̓ ανθρώπων ,
234ημὲν δή ποτ̓ εμὸν έπος έκλυες , ηδ̓ έτι καὶ νῦν
235πείθευ ·
εγὼ δέ κέ τοι ιδέω χάριν ήματα πάντα
236κοίμησόν μοι Ζηνὸς υπ̓ οφρύσιν όσσε φαεινὼ
237αυτίκ̓ επεί κεν εγὼ παραλέξομαι εν φιλότητι
238δῶρα δέ τοι δώσω καλὸν θρόνον άφθιτον αιεὶ
239χρύσεον ·
Ἥφαιστος δέ κ̓ εμὸς πάϊς αμφιγυήεις
240τεύξεἰ ασκήσας , ὑπὸ δὲ θρῆνυν ποσὶν ἥσει ,
241τῷ κεν επισχοίης λιπαροὺς πόδας ειλαπινάζων .
242τὴν δ̓ απαμειβόμενος προσεφώνεε νήδυμος Ὕπνος
243Ἥρη πρέσβα θεὰ θύγατερ μεγάλοιο Κρόνοιο
244άλλον μέν κεν έγωγε θεῶν αιειγενετάων
245ῥεῖα κατευνήσαιμι , καὶ ὰν ποταμοῖο ῥέεθρα
246Ωκεανοῦ , ὅς περ γένεσις πάντεσσι τέτυκται ·
247Ζηνὸς δ̓ ουκ ὰν έγωγε Κρονίονος ᾶσσον ἱκοίμην
248ου δὲ κατευνήσαιμ̓ , ὅτε μὴ αυτός γε κελεύοι
249ήδη γάρ με καὶ άλλο τεὴ επίνυσσεν εφετμὴ
250ήματι τῷ ὅτε κεῖνος ὑπέρθυμος Διὸς υἱὸς
251έπλεεν Ιλιόθεν Τρώων πόλιν εξαλαπάξας
252ήτοι εγὼ μὲν έλεξα Διὸς νόον αιγιόχοιο
253νήδυμος αμφιχυθείς
σὺ δέ οἱ κακὰ μήσαο θυμῷ
254όρσασ̓ αργαλέων ανέμων επὶ πόντον αήτας ,
255καί μιν έπειτα Κόων δ̓ εῦ ναιομένην απένεικας
256νόσφι φίλων πάντων
ὃ δ̓ επεγρόμενος χαλέπαινε
257ῥιπτάζων κατὰ δῶμα θεούς , εμὲ δ̓ έξοχα πάντων
258ζήτει
καί κέ μ̓ άϊστον απ̓ αιθέρος έμβαλε πόντῳ ,
259ει μὴ Νὺξ δμήτειρα θεῶν εσάωσε καὶ ανδρῶν ·
260τὴν ἱκόμην φεύγων , ὃ δ̓ επαύσατο χωόμενός περ
261ἅζετο γὰρ μὴ Νυκτὶ θοῇ αποθύμια ἕρδοι
262νῦν αῦ τοῦτό μ̓ άνωγας αμήχανον άλλο τελέσσαι
263τὸν δ̓ αῦτε προσέειπε βοῶπις πότνια Ἥρη
264Ὕπνε τί ὴ δὲ σὺ ταῦτα μετὰ φρεσὶ σῇσι μενοινᾷς
265ῆ φῂς ὣς Τρώεσσιν αρηξέμεν ευρύοπα Ζῆν
266ὡς Ἡρακλῆος περιχώσατο παῖδος ἑοῖο ;
267αλλ̓ ίθ̓ , εγὼ δέ κέ τοι Χαρίτων μίαν ὁπλοτεράων
268δώσω οπυιέμεναι καὶ σὴν κεκλῆσθαι άκοιτιν
269ὣς φάτο , χήρατο δ̓ Ὕπνος , αμειβόμενος δὲ προσηύδα
271άγρει νῦν μοι όμοσσον αάατον Στυγὸς ὕδωρ ,
272χειρὶ δὲ τῇ ἑτέρῃ μὲν ἕλε χθόνα πουλυβότειραν ,
273τῇ δ̓ ἑτέρῃ ἅλα μαρμαρέην , ἵνα νῶϊν ἅπαντες
274μάρτυροι ῶσ̓ οἳ ένερθε θεοὶ Κρόνον αμφὶς εόντες ,
275ῆ μὲν εμοὶ δώσειν Χαρίτων μίαν ὁπλοτεράων
276Πασιθέην , ἧς τ̓ αυτὸς εέλδομαι ήματα πάντα .
277ὣς έφατ̓ , ου δ̓ απίθησε θεὰ λευκώλενος Ἥρη ,
278όμνυε δ̓ ὡς εκέλευε , θεοὺς δ̓ ονόμηνεν ἅπαντας
279τοὺς ὑποταρταρίους οἳ Τιτῆνες καλέονται .
280αυτὰρ επεί ῥ̓ όμοσέν τε τελεύτησέν τε τὸν ὅρκον ,
281τὼ βήτην Λήμνου τε καὶ Ίμβρου άστυ λιπόντε
282ηέρα ἑσσαμένω ῥίμφα πρήσσοντε κέλευθον
283Ίδην δ̓ ἱκέσθην πολυπίδακα μητέρα θηρῶν
284Λεκτόν , ὅθι πρῶτον λιπέτην ἅλα ·
τὼ δ̓ επὶ χέρσου
285βήτην , ακροτάτη δὲ ποδῶν ὕπο σείετο ὕλη
286ένθ̓ Ὕπνος μὲν έμεινε πάρος Διὸς όσσε ιδέσθαι
287εις ελάτην αναβὰς περιμήκετον , ἣ τότ̓ εν Ίδῃ
288μακροτάτη πεφυυῖα δἰ ηέρος αιθέῤ ἵκανεν
289ένθ̓ ῆστ̓ όζοισιν πεπυκασμένος ειλατίνοισιν
290όρνιθι λιγυρῇ εναλίγκιος , ἥν τ̓ εν όρεσσι
291χαλκίδα κικλήσκουσι θεοί , άνδρες δὲ κύμινδιν .
292Ἥρη δὲ κραιπνῶς προσεβήσετο Γάργαρον άκρον
293Ίδης ὑψηλῆς ·
ίδε δὲ νεφεληγερέτα Ζεύς
294ὡς δ̓ ίδεν , ὥς μιν έρως πυκινὰς φρένας αμφεκάλυψεν ,
295οἷον ὅτε πρῶτόν περ εμισγέσθην φιλότητι
296εις ευνὴν φοιτῶντε , φίλους λήθοντε τοκῆας
297στῆ δ̓ αυτῆς προπάροιθεν έπος τ̓ έφατ̓ έκ τ̓ ονόμαζεν
298Ἥρη πῇ μεμαυῖα κατ̓ Ουλύμπου τόδ̓ ἱκάνεις
299ἵπποι δ̓ ου παρέασι καὶ ἅρματα τῶν κ̓ επιβαίης
300τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη
301έρχομαι οψομένη πολυφόρβου πείρατα γαίης ,
302Ωκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν ,
303οἵ με σφοῖσι δόμοισιν εῢ τρέφον ηδ̓ ατίταλλον ·
304τοὺς εῖμ̓ οψομένη , καί σφ̓ άκριτα νείκεα λύσω
305ήδη γὰρ δηρὸν χρόνον αλλήλων απέχονται
306ευνῆς καὶ φιλότητος , επεὶ χόλος έμπεσε θυμῷ
307ἵπποι δ̓ εν πρυμνωρείῃ πολυπίδακος Ίδης
308εστᾶσ̓ , οἵ μ̓ οίσουσιν επὶ τραφερήν τε καὶ ὑγρήν
309νῦν δὲ σεῦ εἵνεκα δεῦρο κατ̓ Ουλύμπου τόδ̓ ἱκάνω ,
310μή πώς μοι μετέπειτα χολώσεαι , αί κε σιωπῇ
311οίχωμαι πρὸς δῶμα βαθυρρόου Ωκεανοῖο
312τὴν δ̓ απαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς
313Ἥρη κεῖσε μὲν έστι καὶ ὕστερον ὁρμηθῆναι ,
314νῶϊ δ̓ άγ̓ εν φιλότητι τραπείομεν ευνηθέντε
315ου γάρ πώ ποτέ μ̓ ὧδε θεᾶς έρος ου δὲ γυναικὸς
316θυμὸν ενὶ στήθεσσι περιπροχυθεὶς εδάμασσεν ,
317ου δ̓ οπότ̓ ηρασάμην Ιξιονίης αλόχοιο ,
318ἣ τέκε Πειρίθοον θεόφιν μήστωῤ ατάλαντον ·
319ου δ̓ ὅτε περ Δανάης καλλισφύρου Ακρισιώνης ,
320ἣ τέκε Περσῆα πάντων αριδείκετον ανδρῶν ·
321ου δ̓ ὅτε Φοίνικος κούρης τηλεκλειτοῖο ,
322ἣ τέκε μοι Μίνων τε καὶ αντίθεον Ῥαδάμανθυν ·
323ου δ̓ ὅτε περ Σεμέλης ου δ̓ Αλκμήνης ενὶ Θήβῃ ,
324ἥ ῥ̓ Ἡρακλῆα κρατερόφρονα γείνατο παῖδα ·
325ἣ δὲ Διώνυσον Σεμέλη τέκε χάρμα βροτοῖσιν ·
326ου δ̓ ὅτε Δήμητρος καλλιπλοκάμοιο ανάσσης ,
327ου δ̓ ὁπότε Λητοῦς ερικυδέος , ου δὲ σεῦ αυτῆς ,
328ὡς σέο νῦν έραμαι καί με γλυκὺς ἵμερος αἱρεῖ .
329τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη
330αινότατε Κρονίδη ποῖον τὸν μῦθον έειπες
331ει νῦν εν φιλότητι λιλαίεαι ευνηθῆναι
332Ίδης εν κορυφῇσι , τὰ δὲ προπέφανται ἅπαντα
333πῶς κ̓ έοι εί τις νῶϊ θεῶν αιειγενετάων
334εύδοντ̓ αθρήσειε , θεοῖσι δὲ πᾶσι μετελθὼν
335πεφράδοι
ουκ ὰν έγωγε τεὸν πρὸς δῶμα νεοίμην
336εξ ευνῆς ανστᾶσα , νεμεσσητὸν δέ κεν είη
337αλλ̓ ει δή ῥ̓ εθέλεις καί τοι φίλον έπλετο θυμῷ ,
338έστιν τοι θάλαμος , τόν τοι φίλος υἱὸς έτευξεν
339Ἥφαιστος , πυκινὰς δὲ θύρας σταθμοῖσιν επῆρσεν ·
340ένθ̓ ίομεν κείοντες , επεί νύ τοι εύαδεν ευνή
341τὴν δ̓ απαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς
342Ἥρη μήτε θεῶν τό γε δείδιθι μήτέ τιν̓ ανδρῶν
343όψεσθαι
τοῖόν τοι εγὼ νέφος αμφικαλύψω
344χρύσεον
ου δ̓ ὰν νῶϊ διαδράκοι Ηέλιός περ ,
345οὗ τε καὶ οξύτατον πέλεται φάος εισοράασθαι
346ῆ ῥα καὶ αγκὰς έμαρπτε Κρόνου παῖς ἣν παράκοιτιν
347τοῖσι δ̓ ὑπὸ χθὼν δῖα φύεν νεοθηλέα ποίην ,
348λωτόν θ̓ ἑρσήεντα ιδὲ κρόκον ηδ̓ ὑάκινθον
349πυκνὸν καὶ μαλακόν , ὃς απὸ χθονὸς υψόσ̓ έεργε
350τῷ ένι λεξάσθην , επὶ δὲ νεφέλην ἕσσαντο
351καλὴν χρυσείην
στιλπναὶ δ̓ απέπιπτον έερσαι
352ὣς ὃ μὲν ατρέμας εὗδε πατὴρ ανὰ Γαργάρῳ άκρῳ ,
353ὕπνῳ καὶ φιλότητι δαμείς , έχε δ̓ αγκὰς άκοιτιν
354βῆ δὲ θέειν επὶ νῆας Αχαιῶν νήδυμος Ὕπνος
355αγγελίην ερέων γαιηόχῳ εννοσιγαίῳ
356αγχοῦ δ̓ ἱστάμενος έπεα πτερόεντα προσηύδα
357πρόφρων νῦν Δαναοῖσι Ποσείδαον επάμυνε ,
358καί σφιν κῦδος όπαζε μίνυνθά περ , όφῤ έτι εὕδει
359Ζεύς , επεὶ αυτῷ εγὼ μαλακὸν περὶ κῶμ̓ εκάλυψα
360Ἥρη δ̓ εν φιλότητι παρήπαφεν ευνηθῆναι
361ὣς ειπὼν ὃ μὲν ῴχετ̓ επὶ κλυτὰ φῦλ̓ ανθρώπων ,
362τὸν δ̓ έτι μᾶλλον ανῆκεν αμυνέμεναι Δαναοῖσιν
363αυτίκα δ̓ εν πρώτοισι μέγα προθορὼν εκέλευσεν
364Αργεῖοι καὶ δ̓ αῦτε μεθίεμεν Ἕκτορι νίκην
365Πριαμίδῃ , ἵνα νῆας ἕλῃ καὶ κῦδος άρηται
366αλλ̓ ὃ μὲν οὕτω φησὶ καὶ εύχεται ούνεκ̓ Αχιλλεὺς
367νηυσὶν έπι γλαφυρῇσι μένει κεχολωμένος ῆτορ
368κείνου δ̓ ού τι λίην ποθὴ έσσεται , εί κεν οἳ άλλοι
369ἡμεῖς οτρυνώμεθ̓ αμυνέμεν αλλήλοισιν
370αλλ̓ άγεθ̓ ὡς ὰν εγὼ είπω πειθώμεθα πάντες
371ασπίδες ὅσσαι άρισται ενὶ στρατῷ ηδὲ μέγισται
372ἑσσάμενοι , κεφαλὰς δὲ παναίθῃσιν κορύθεσσι
373κρύψαντες , χερσίν τε τὰ μακρότατ̓ έγχἐ ἑλόντες
374ίομεν ·
αυτὰρ εγὼν ἡγήσομαι , ου δ̓ έτι φημὶ
375Ἕκτορα Πριαμίδην μενέειν μάλα περ μεμαῶτα
376ὃς δέ κ̓ ανὴρ μενέχαρμος , έχει δ̓ ολίγον σάκος ώμῳ ,
377χείρονι φωτὶ δότω , ὃ δ̓ εν ασπίδι μείζονι δύτω .
378ὣς έφαθ̓ , οἳ δ̓ άρα τοῦ μάλα μὲν κλύον ηδὲ πίθοντο
379τοὺς δ̓ αυτοὶ βασιλῆες εκόσμεον ουτάμενοί περ
380Τυδεΐδης Οδυσεύς τε καὶ Ατρεΐδης Αγαμέμνων ·
381οιχόμενοι δ̓ επὶ πάντας αρήϊα τεύχἐ άμειβον
382εσθλὰ μὲν εσθλὸς έδυνε , χέρεια δὲ χείρονι δόσκεν
383αυτὰρ επεί ῥ̓ ἕσσαντο περὶ χροῒ νώροπα χαλκὸν
384βάν ῥ̓ ίμεν
ῆρχε δ̓ άρά σφι Ποσειδάων ενοσίχθων
385δεινὸν άορ τανύηκες έχων εν χειρὶ παχείῃ
386είκελον αστεροπῇ
τῷ δ̓ ου θέμις εστὶ μιγῆναι
387εν δαῒ λευγαλέῃ , αλλὰ δέος ισχάνει άνδρας
388Τρῶας δ̓ αῦθ̓ ἑτέρωθεν εκόσμει φαίδιμος Ἕκτωρ
389δή ῥα τότ̓ αινοτάτην έριδα πτολέμοιο τάνυσσαν
390κυανοχαῖτα Ποσειδάων καὶ φαίδιμος Ἕκτωρ ,
391ήτοι ὃ μὲν Τρώεσσιν , ὃ δ̓ Αργείοισιν αρήγων .
392εκλύσθη δὲ θάλασσα ποτὶ κλισίας τε νέας τε
393Αργείων
οἳ δὲ ξύνισαν μεγάλῳ αλαλητῷ
394ού τε θαλάσσης κῦμα τόσον βοάᾳ ποτὶ χέρσον
395ποντόθεν ορνύμενον πνοιῇ Βορέω αλεγεινῇ ·
396ού τε πυρὸς τόσσός γε ποτὶ βρόμος αιθομένοιο
397ούρεος εν βήσσῃς , ὅτε τ̓ ώρετο καιέμεν ὕλην ·
398ού τ̓ άνεμος τόσσόν γε περὶ δρυσὶν ὑψικόμοισι
399ηπύει , ὅς τε μάλιστα μέγα βρέμεται χαλεπαίνων ,
400ὅσση άρα Τρώων καὶ Αχαιῶν έπλετο φωνὴ
401δεινὸν αϋσάντων , ότ̓ επ̓ αλλήλοισιν όρουσαν
402Αίαντος δὲ πρῶτος ακόντισε φαίδιμος Ἕκτωρ
403έγχει , επεὶ τέτραπτο πρὸς ιθύ οἱ , ου δ̓ αφάμαρτε ,
404τῇ ῥα δύω τελαμῶνε περὶ στήθεσσι τετάσθην ,
405ήτοι ὃ μὲν σάκεος , ὃ δὲ φασγάνου αργυροήλου
406τώ οἱ ῥυσάσθην τέρενα χρόα
χώσατο δ̓ Ἕκτωρ ,
407ὅττί ῥά οἱ βέλος ωκὺ ετώσιον έκφυγε χειρός ,
408ὰψ δ̓ ἑτάρων εις έθνος εχάζετο κῆῤ αλεείνων
409τὸν μὲν έπειτ̓ απιόντα μέγας Τελαμώνιος Αίας
410χερμαδίῳ , τά ῥα πολλὰ θοάων έχματα νηῶν
411πὰρ ποσὶ μαρναμένων εκυλίνδετο , τῶν ἓν αείρας
412στῆθος βεβλήκει ὑπὲρ άντυγος αγχόθι δειρῆς ,
413στρόμβον δ̓ ὣς έσσευε βαλών , περὶ δ̓ έδραμε πάντῃ .
414ὡς δ̓ όθ̓ ὑπὸ πληγῆς πατρὸς Διὸς εξερίπῃ δρῦς
415πρόρριζος , δεινὴ δὲ θεείου γίγνεται οδμὴ
416εξ αυτῆς , τὸν δ̓ ού περ έχει θράσος ὅς κεν ίδηται
417εγγὺς εών , χαλεπὸς δὲ Διὸς μεγάλοιο κεραυνός ,
418ὣς έπεσ̓ Ἕκτορος ῶκα χαμαὶ μένος εν κονίῃσι ·
419χειρὸς δ̓ έκβαλεν έγχος , επ̓ αυτῷ δ̓ ασπὶς ἑάφθη
420καὶ κόρυς , αμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ
421οἳ δὲ μέγα ιάχοντες επέδραμον υἷες Αχαιῶν
422ελπόμενοι ερύεσθαι , ακόντιζον δὲ θαμειὰς
423αιχμάς
αλλ̓ ού τις εδυνήσατο ποιμένα λαῶν
424ουτάσαι ου δὲ βαλεῖν
πρὶν γὰρ περίβησαν άριστοι
425Πουλυδάμας τε καὶ Αινείας καὶ δῖος Αγήνωρ
426Σαρπηδών τ̓ αρχὸς Λυκίων καὶ Γλαῦκος αμύμων .
427τῶν δ̓ άλλων ού τίς εὑ ακήδεσεν , αλλὰ πάροιθεν
428ασπίδας ευκύκλους σχέθον αυτοῦ
τὸν δ̓ άῤ ἑταῖροι
429χερσὶν αείραντες φέρον εκ πόνου , όφῤ ίκεθ̓ ἵππους
430ωκέας , οἵ οἱ όπισθε μάχης ηδὲ πτολέμοιο
431ἕστασαν ἡνίοχόν τε καὶ ἅρματα ποικίλ̓ έχοντες
432οἳ τόν γε προτὶ άστυ φέρον βαρέα στενάχοντα
433αλλ̓ ὅτε δὴ πόρον ἷξον εϋρρεῖος ποταμοῖο
434Ξάνθου δινήεντος , ὃν αθάνατος τέκετο Ζεύς ,
435ένθά μιν εξ ἵππων πέλασαν χθονί , κὰδ δέ οἱ ὕδωρ
436χεῦαν ·
ὃ δ̓ αμπνύνθη καὶ ανέδρακεν οφθαλμοῖσιν ,
437ἑζόμενος δ̓ επὶ γοῦνα κελαινεφὲς αῖμ̓ απέμεσσεν
438αῦτις δ̓ εξοπίσω πλῆτο χθονί , τὼ δέ οἱ όσσε
439νὺξ εκάλυψε μέλαινα
βέλος δ̓ έτι θυμὸν εδάμνα
440Αργεῖοι δ̓ ὡς οῦν ίδον Ἕκτορα νόσφι κιόντα
441μᾶλλον επὶ Τρώεσσι θόρον , μνήσαντο δὲ χάρμης
442ένθα πολὺ πρώτιστος Οϊλῆος ταχὺς Αίας
443Σάτνιον ούτασε δουρὶ μετάλμενος οξυόεντι
444Ηνοπίδην , ὃν άρα νύμφη τέκε νηῒς αμύμων
445Ήνοπι βουκολέοντι παῤ όχθας Σατνιόεντος .
446τὸν μὲν Οϊλιάδης δουρὶ κλυτὸς εγγύθεν ελθὼν
447οῦτα κατὰ λαπάρην
ὃ δ̓ ανετράπετ̓ , αμφὶ δ̓ άῤ αυτῷ
448Τρῶες καὶ Δαναοὶ σύναγον κρατερὴν ὑσμίνην
449τῷ δ̓ επὶ Πουλυδάμας εγχέσπαλος ῆλθεν αμύντωρ
450Πανθοΐδης , βάλε δὲ Προθοήνορα δεξιὸν ῶμον
451υἱὸν Αρηϊλύκοιο , δἰ ώμου δ̓ όβριμον έγχος
452έσχεν , ὃ δ̓ εν κονίῃσι πεσὼν ἕλε γαῖαν αγοστῷ .
453Πουλυδάμας δ̓ έκπαγλον επεύξατο μακρὸν αΰσας
454ου μὰν αῦτ̓ οΐω μεγαθύμου Πανθοΐδαο
455χειρὸς άπο στιβαρῆς ἅλιον πηδῆσαι άκοντα ,
456αλλά τις Αργείων κόμισε χροΐ , καί μιν οΐω
457αυτῷ σκηπτόμενον κατίμεν δόμον Άϊδος είσω
458ὣς έφατ̓ , Αργείοισι δ̓ άχος γένετ̓ ευξαμένοιο
459Αίαντι δὲ μάλιστα δαΐφρονι θυμὸν όρινε
460τῷ Τελαμωνιάδῃ
τοῦ γὰρ πέσεν άγχι μάλιστα
461καρπαλίμως δ̓ απιόντος ακόντισε δουρὶ φαεινῷ
462Πουλυδάμας δ̓ αυτὸς μὲν αλεύατο κῆρα μέλαιναν
463λικριφὶς αΐξας , κόμισεν δ̓ Αντήνορος υἱὸς
464Αρχέλοχος ·
τῷ γάρ ῥα θεοὶ βούλευσαν όλεθρον
465τόν ῥ̓ έβαλεν κεφαλῆς τε καὶ αυχένος εν συνεοχμῷ ,
466νείατον αστράγαλον , απὸ δ̓ άμφω κέρσε τένοντε
467τοῦ δὲ πολὺ προτέρη κεφαλὴ στόμα τε ῥῖνές τε
468ούδεϊ πλῆντ̓ ή περ κνῆμαι καὶ γοῦνα πεσόντος .
469Αίας δ̓ αῦτ̓ εγέγωνεν αμύμονι Πουλυδάμαντι
470φράζεο Πουλυδάμα καί μοι νημερτὲς ενίσπες
471ῆ ῥ̓ ουχ οὗτος ανὴρ Προθοήνορος αντὶ πεφάσθαι
472άξιος ;
ου μέν μοι κακὸς είδεται ου δὲ κακῶν έξ ,
473αλλὰ κασίγνητος Αντήνορος ἱπποδάμοιο
474ὴ πάϊς
αυτῷ γὰρ γενεὴν άγχιστα εῴκει
475ῆ ῥ̓ εῦ γιγνώσκων , Τρῶας δ̓ άχος έλλαβε θυμόν
476ένθ̓ Ακάμας Πρόμαχον Βοιώτιον ούτασε δουρὶ
477αμφὶ κασιγνήτῳ βεβαώς
ὃ δ̓ ὕφελκε ποδοῖιν
478τῷ δ̓ Ακάμας έκπαγλον επεύξατο μακρὸν αΰσας
479Αργεῖοι ιόμωροι απειλάων ακόρητοι
480ού θην οίοισίν γε πόνος τ̓ έσεται καὶ οϊζὺς
481ἡμῖν , αλλά ποθ̓ ὧδε κατακτενέεσθε καὶ ύμμες
482φράζεσθ̓ ὡς ὑμῖν Πρόμαχος δεδμημένος εὕδει
483έγχει εμῷ , ἵνα μή τι κασιγνήτοιό γε ποινὴ
484δηρὸν άτιτος έῃ
τὼ καί κέ τις εύχεται ανὴρ
485γνωτὸν ενὶ μεγάροισιν αρῆς αλκτῆρα λιπέσθαι
486ὣς έφατ̓ , Αργείοισι δ̓ άχος γένετ̓ ευξαμένοιο
487Πηνέλεῳ δὲ μάλιστα δαΐφρονι θυμὸν όρινεν
488ὁρμήθη δ̓ Ακάμαντος
ὃ δ̓ ουχ ὑπέμεινεν ερωὴν
489Πηνελέωο άνακτος
ὃ δ̓ ούτασεν Ιλιονῆα
490υἱὸν Φόρβαντος πολυμήλου , τόν ῥα μάλιστα
491Ἑρμείας Τρώων εφίλει καὶ κτῆσιν όπασσε ·
492τῷ δ̓ άῤ ὑπὸ μήτηρ μοῦνον τέκεν Ιλιονῆα
493τὸν τόθ̓ υπ̓ οφρύος οῦτα κατ̓ οφθαλμοῖο θέμεθλα ,
494εκ δ̓ ῶσε γλήνην ·
δόρυ δ̓ οφθαλμοῖο διὰ πρὸ
495καὶ διὰ ινίου ῆλθεν , ὃ δ̓ ἕζετο χεῖρε πετάσσας
496άμφω
Πηνέλεως δὲ ερυσσάμενος ξίφος οξὺ
497αυχένα μέσσον έλασσεν , απήραξεν δὲ χαμᾶζε
498αυτῇ σὺν πήληκι κάρη
έτι δ̓ όβριμον έγχος
499ῆεν εν οφθαλμῷ
ὃ δὲ φὴ κώδειαν ανασχὼν
500πέφραδέ τε Τρώεσσι καὶ ευχόμενος έπος ηύδα
501ειπέμεναί μοι Τρῶες αγαυοῦ Ιλιονῆος
502πατρὶ φίλῳ καὶ μητρὶ γοήμεναι εν μεγάροισιν
503ου δὲ γὰρ ἣ Προμάχοιο δάμαρ Αλεγηνορίδαο
504ανδρὶ φίλῳ ελθόντι γανύσσεται , ὁππότε κεν δὴ
505εκ Τροίης σὺν νηυσὶ νεώμεθα κοῦροι Αχαιῶν
506ὣς φάτο , τοὺς δ̓ άρα πάντας ὑπὸ τρόμος έλλαβε γυῖα ,
507πάπτηνεν δὲ ἕκαστος ὅπῃ φύγοι αιπὺν όλεθρον
508έσπετε νῦν μοι Μοῦσαι Ολύμπια δώματ̓ έχουσαι
509ὅς τις δὴ πρῶτος βροτόεντ̓ ανδράγρἰ Αχαιῶν
510ήρατ̓ , επεί ῥ̓ έκλινε μάχην κλυτὸς εννοσίγαιος
511Αίας ῥα πρῶτος Τελαμώνιος Ὕρτιον οῦτα
512Γυρτιάδην Μυσῶν ἡγήτορα καρτεροθύμων ·
513Φάλκην δ̓ Αντίλοχος καὶ Μέρμερον εξενάριξε
514Μηριόνης δὲ Μόρυν τε καὶ Ἱπποτίωνα κατέκτα ,
515Τεῦκρος δὲ Προθόωνά τ̓ ενήρατο καὶ Περιφήτην
516Ατρεΐδης δ̓ άῤ έπειθ̓ Ὑπερήνορα ποιμένα λαῶν
517οῦτα κατὰ λαπάρην , διὰ δ̓ έντερα χαλκὸς άφυσσε
518δῃώσας ·
ψυχὴ δὲ κατ̓ ουταμένην ωτειλὴν
519έσσυτ̓ επειγομένη , τὸν δὲ σκότος όσσε κάλυψε
520πλείστους δ̓ Αίας εἷλεν Οϊλῆος ταχὺς υἱός ·
521ου γάρ οἵ τις ὁμοῖος επισπέσθαι ποσὶν ῆεν
522ανδρῶν τρεσσάντων , ὅτε τε Ζεὺς εν φόβον όρσῃ
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52
53
54
55
56
57
58
59
60
61
62
63
64
65
66
67
68
69
70
71
72
73
74
75
76
77
78
79
80
81
82
83
84
85
86
87
88
89
90
91
92
93
94
95
96
97
98
99
100
101
102
103
104
105
106
107
108
109
110
111
112
113
114
115
116
117
118
119
120
121
122
123
124
125
126
127
128
129
130
131
132
133
134
135
136
137
138
139
140
141
142
143
144
145
146
147
148
149
150
151
152
153
154
155
156
157
158
159
160
161
162
163
164
165
166
167
168
169
170
171
172
173
174
175
176
177
178
179
180
181
182
183
184
185
186
187
188
189
190
191
192
193
194
195
196
197
198
199
200
201
202
203
204
205
206
207
208
209
210
211
212
213
214
215
216
217
218
219
220
221
222
223
224
225
226
227
228
229
230
231
232
233
234
235
236
237
238
239
240
241
242
243
244
245
246
247
248
249
250
251
252
253
254
255
256
257
258
259
260
261
262
263
264
265
266
267
268
269
271
272
273
274
275
276
277
278
279
280
281
282
283
284
285
286
287
288
289
290
291
292
293
294
295
296
297
298
299
300
301
302
303
304
305
306
307
308
309
310
311
312
313
314
315
316
317
318
319
320
321
322
323
324
325
326
327
328
329
330
331
332
333
334
335
336
337
338
339
340
341
342
343
344
345
346
347
348
349
350
351
352
353
354
355
356
357
358
359
360
361
362
363
364
365
366
367
368
369
370
371
372
373
374
375
376
377
378
379
380
381
382
383
384
385
386
387
388
389
390
391
392
393
394
395
396
397
398
399
400
401
402
403
404
405
406
407
408
409
410
411
412
413
414
415
416
417
418
419
420
421
422
423
424
425
426
427
428
429
430
431
432
433
434
435
436
437
438
439
440
441
442
443
444
445
446
447
448
449
450
451
452
453
454
455
456
457
458
459
460
461
462
463
464
465
466
467
468
469
470
471
472
473
474
475
476
477
478
479
480
481
482
483
484
485
486
487
488
489
490
491
492
493
494
495
496
497
498
499
500
501
502
503
504
505
506
507
508
509
510
511
512
513
514
515
516
517
518
519
520
521
522