Homer

Iliad    —    Ἰλιάς

Book 13

1Ζεὺς δ̓ επεὶ οῦν Τρῶάς τε καὶ Ἕκτορα νηυσὶ πέλασσε,
2τοὺς μὲν έα παρὰ τῇσι πόνον τ̓ εχέμεν καὶ οϊζὺν
3νωλεμέως, αυτὸς δὲ πάλιν τρέπεν όσσε φαεινὼ
4νόσφιν εφ̓ ἱπποπόλων Θρῃκῶν καθορώμενος αῖαν
5Μυσῶν τ̓ αγχεμάχων καὶ αγαυῶν ἱππημολγῶν
6γλακτοφάγων Αβίων τε δικαιοτάτων ανθρώπων

7ες Τροίην δ̓ ου πάμπαν έτι τρέπεν όσσε φαεινώ

8ου γὰρ γ̓ αθανάτων τινα έλπετο ὃν κατὰ θυμὸν
9ελθόντ̓ Τρώεσσιν αρηξέμεν Δαναοῖσιν

10ου δ̓ αλαοσκοπιὴν εῖχε κρείων ενοσίχθων

11καὶ γὰρ θαυμάζων ἧστο πτόλεμόν τε μάχην τε
12ὑψοῦ επ̓ ακροτάτης κορυφῆς Σάμου ὑληέσσης
13Θρηϊκίης
ένθεν γὰρ εφαίνετο πᾶσα μὲν Ίδη,
14φαίνετο δὲ Πριάμοιο πόλις καὶ νῆες Αχαιῶν

15ένθ̓ άῤ γ̓ εξ ἁλὸς έζετ̓ ιών, ελέαιρε δ̓ Αχαιοὺς
16Τρωσὶν δαμναμένους, Διὶ δὲ κρατερῶς ενεμέσσα

17αυτίκα δ̓ εξ όρεος κατεβήσετο παιπαλόεντος
18κραιπνὰ ποσὶ προβιβάς
τρέμε δ̓ ούρεα μακρὰ καὶ ὕλη
19ποσσὶν υπ̓ αθανάτοισι Ποσειδάωνος ιόντος

20τρὶς μὲν ορέξατ̓ ιών, τὸ δὲ τέτρατον ἵκετο τέκμωρ
21Αιγάς, ένθα δέ οἱ κλυτὰ δώματα βένθεσι λίμνης
22χρύσεα μαρμαίροντα τετεύχαται άφθιτα αιεί.

23ένθ̓ ελθὼν υπ̓ όχεσφι τιτύσκετο χαλκόποδ̓ ἵππω
24ωκυπέτα χρυσέῃσιν εθείρῃσιν κομόωντε,
25χρυσὸν δ̓ αυτὸς έδυνε περὶ χροΐ, γέντο δ̓ ἱμάσθλην
26χρυσείην εύτυκτον, ἑοῦ δ̓ επεβήσετο δίφρου,
27βῆ δ̓ ελάαν επὶ κύματ̓·
άταλλε δὲ κήτἐ υπ̓ αυτοῦ
28πάντοθεν εκ κευθμῶν, ου δ̓ ηγνοίησεν άνακτα

29γηθοσύνῃ δὲ θάλασσα διίστατο
τοὶ δὲ πέτοντο
30ῥίμφα μάλ̓, ου δ̓ ὑπένερθε διαίνετο χάλκεος άξων

31τὸν δ̓ ες Αχαιῶν νῆας εΰσκαρθμοι φέρον ἵπποι

32έστι δέ τι σπέος ευρὺ βαθείης βένθεσι λίμνης
33μεσσηγὺς Τενέδοιο καὶ Ίμβρου παιπαλοέσσης

34ένθ̓ ἵππους έστησε Ποσειδάων ενοσίχθων
35λύσας εξ οχέων, παρὰ δ̓ αμβρόσιον βάλεν εῖδαρ
36έδμεναι
αμφὶ δὲ ποσσὶ πέδας έβαλε χρυσείας
37αρρήκτους αλύτους, όφῤ έμπεδον αῦθι μένοιεν
38νοστήσαντα άνακτα·
δ̓ ες στρατὸν ῴχετ̓ Αχαιῶν
39Τρῶες δὲ φλογὶ ῖσοι αολλέες ηὲ θυέλλῃ
40Ἕκτορι Πριαμίδῃ άμοτον μεμαῶτες ἕποντο
41άβρομοι αυΐαχοι·
έλποντο δὲ νῆας Αχαιῶν
42αἱρήσειν, κτενέειν δὲ παῤ αυτόθι πάντας αρίστους

43αλλὰ Ποσειδάων γαιήοχος εννοσίγαιος
44Αργείους ότρυνε βαθείης εξ ἁλὸς ελθὼν
45εισάμενος Κάλχαντι δέμας καὶ ατειρέα φωνήν

46Αίαντε πρώτω προσέφη μεμαῶτε καὶ αυτώ

47Αίαντε σφὼ μέν τε σαώσετε λαὸν Αχαιῶν
48αλκῆς μνησαμένω, μὴ δὲ κρυεροῖο φόβοιο

49άλλῃ μὲν γὰρ έγωγ̓ ου δείδια χεῖρας αάπτους
50Τρώων, οἳ μέγα τεῖχος ὑπερκατέβησαν ὁμίλῳ

51ἕξουσιν γὰρ πάντας εϋκνήμιδες Αχαιοί

52τῇ δὲ δὴ αινότατον περιδείδια μή τι πάθωμεν,
53 ῥ̓ γ̓ λυσσώδης φλογὶ είκελος ἡγεμονεύει
54Ἕκτωρ, ὃς Διὸς εύχετ̓ ερισθενέος πάϊς εῖναι.

55σφῶϊν δ̓ ὧδε θεῶν τις ενὶ φρεσὶ ποιήσειεν
56αυτώ θ̓ ἑστάμεναι κρατερῶς καὶ ανωγέμεν άλλους

57τώ κε καὶ εσσύμενόν περ ερωήσαιτ̓ απὸ νηῶν
58ωκυπόρων, ει καί μιν Ολύμπιος αυτὸς εγείρει

59 καὶ σκηπανίῳ γαιήοχος εννοσίγαιος
60αμφοτέρω κεκόπων πλῆσεν μένεος κρατεροῖο,
61γυῖα δ̓ έθηκεν ελαφρὰ πόδας καὶ χεῖρας ὕπερθεν

62αυτὸς δ̓ ὥς τ̓ ίρηξ ωκύπτερος ῶρτο πέτεσθαι,
63ὅς ῥά τ̓ απ̓ αιγίλιπος πέτρης περιμήκεος αρθεὶς
64ὁρμήσῃ πεδίοιο διώκειν όρνεον άλλο,
65ὣς απὸ τῶν ήϊξε Ποσειδάων ενοσίχθων

66τοῖιν δ̓ έγνω πρόσθεν Οϊλῆος ταχὺς Αίας,
67αῖψα δ̓ άῤ Αίαντα προσέφη Τελαμώνιον υἱόν·

68Αῖαν επεί τις νῶϊ θεῶν οἳ Όλυμπον έχουσι
69μάντεϊ ειδόμενος κέλεται παρὰ νηυσὶ μάχεσθαι,
70ου δ̓ γε Κάλχας εστὶ θεοπρόπος οιωνιστής·

71ίχνια γὰρ μετόπισθε ποδῶν ηδὲ κνημάων
72ῥεῖ̓ έγνων απιόντος
αρίγνωτοι δὲ θεοί περ·
73καὶ δ̓ εμοὶ αυτῷ θυμὸς ενὶ στήθεσσι φίλοισι
74μᾶλλον εφορμᾶται πολεμίζειν ηδὲ μάχεσθαι,
75μαιμώωσι δ̓ ένερθε πόδες καὶ χεῖρες ὕπερθε

76τὸν δ̓ απαμειβόμενος προσέφη Τελαμώνιος Αίας

77οὕτω νῦν καὶ εμοὶ περὶ δούρατι χεῖρες άαπτοι
78μαιμῶσιν, καί μοι μένος ώρορε, νέρθε δὲ ποσσὶν
79έσσυμαι αμφοτέροισι
μενοινώω δὲ καὶ οῖος
80Ἕκτορι Πριαμίδῃ άμοτον μεμαῶτι μάχεσθαι

81ὣς οἳ μὲν τοιαῦτα πρὸς αλλήλους αγόρευον
82χάρμῃ γηθόσυνοι, τήν σφιν θεὸς έμβαλε θυμῷ

83τόφρα δὲ τοὺς όπιθεν γαιήοχος ῶρσεν Αχαιούς,
84οἳ παρὰ νηυσὶ θοῇσιν ανέψυχον φίλον ῆτορ

85τῶν ῥ̓ ἅμα τ̓ αργαλέῳ καμάτῳ φίλα γυῖα λέλυντο,
86καί σφιν άχος κατὰ θυμὸν εγίγνετο δερκομένοισι
87Τρῶας, τοὶ μέγα τεῖχος ὑπερκατέβησαν ὁμίλῳ

88τοὺς οἵ γ̓ εισορόωντες υπ̓ οφρύσι δάκρυα λεῖβον

89ου γὰρ έφαν φεύξεσθαι υπ̓ εκ κακοῦ
αλλ̓ ενοσίχθων
90ῥεῖα μετεισάμενος κρατερὰς ότρυνε φάλαγγας

91Τεῦκρον έπι πρῶτον καὶ Λήϊτον ῆλθε κελεύων
92Πηνέλεών θ̓ ἥρωα Θόαντά τε Δηΐπυρόν τε
93Μηριόνην τε καὶ Αντίλοχον μήστωρας αϋτῆς·

94τοὺς γ̓ εποτρύνων έπεα πτερόεντα προσηύδα

95αιδὼς Αργεῖοι, κοῦροι νέοι·
ύμμιν έγωγε
96μαρναμένοισι πέποιθα σαωσέμεναι νέας ἁμάς

97ει δ̓ ὑμεῖς πολέμοιο μεθήσετε λευγαλέοιο,
98νῦν δὴ είδεται ῆμαρ ὑπὸ Τρώεσσι δαμῆναι

99 πόποι μέγα θαῦμα τόδ̓ οφθαλμοῖσιν ὁρῶμαι
100δεινόν, ού ποτ̓ έγωγε τελευτήσεσθαι έφασκον,
101Τρῶας εφ̓ ἡμετέρας ιέναι νέας, οἳ τὸ πάρος περ
102φυζακινῇς ελάφοισιν εοίκεσαν, αἵ τε καθ̓ ὕλην
103θώων παρδαλίων τε λύκων τ̓ ήϊα πέλονται
104αύτως ηλάσκουσαι ανάλκιδες, ου δ̓ έπι χάρμη·

105ὣς Τρῶες τὸ πρίν γε μένος καὶ χεῖρας Αχαιῶν
106μίμνειν ουκ εθέλεσκον εναντίον, ου δ̓ ηβαιόν

107νῦν δὲ ἑκὰς πόλιος κοίλῃς επὶ νηυσὶ μάχονται
108ἡγεμόνος κακότητι μεθημοσύνῃσί τε λαῶν,
109οἳ κείνῳ ερίσαντες αμυνέμεν ουκ εθέλουσι
110νηῶν ωκυπόρων, αλλὰ κτείνονται αν̓ αυτάς

111αλλ̓ ει δὴ καὶ πάμπαν ετήτυμον αίτιός εστιν
112ἥρως Ατρεΐδης ευρὺ κρείων Αγαμέμνων
113ούνεκ̓ απητίμησε ποδώκεα Πηλεΐωνα,
114ἡμέας γ̓ ού πως έστι μεθιέμεναι πολέμοιο

115αλλ̓ ακεώμεθα θᾶσσον
ακεσταί τοι φρένες εσθλῶν.
116ὑμεῖς δ̓ ουκ έτι καλὰ μεθίετε θούριδος αλκῆς
117πάντες άριστοι εόντες ανὰ στρατόν
ου δ̓ ὰν έγωγε
118ανδρὶ μαχεσσαίμην ὅς τις πολέμοιο μεθείη
119λυγρὸς εών
ὑμῖν δὲ νεμεσσῶμαι περὶ κῆρι
120 πέπονες τάχα δή τι κακὸν ποιήσετε μεῖζον
121τῇδε μεθημοσύνῃ
αλλ̓ εν φρεσὶ θέσθε ἕκαστος
122αιδῶ καὶ νέμεσιν
δὴ γὰρ μέγα νεῖκος όρωρεν
123Ἕκτωρ δὴ παρὰ νηυσὶ βοὴν αγαθὸς πολεμίζει
124καρτερός, έρρηξεν δὲ πύλας καὶ μακρὸν οχῆα

125ὥς ῥα κελευτιόων γαιήοχος ῶρσεν Αχαιούς

126αμφὶ δ̓ άῤ Αίαντας δοιοὺς ἵσταντο φάλαγγες
127καρτεραί, ἃς ού τ̓ άν κεν Άρης ονόσαιτο μετελθὼν
128ού τε κ̓ Αθηναίη λαοσσόος·
οἳ γὰρ άριστοι
129κρινθέντες Τρῶάς τε καὶ Ἕκτορα δῖον έμιμνον,
130φράξαντες δόρυ δουρί, σάκος σάκεϊ προθελύμνῳ·

131ασπὶς άῤ ασπίδ̓ έρειδε, κόρυς κόρυν, ανέρα δ̓ ανήρ·

132ψαῦον δ̓ ἱππόκομοι κόρυθες λαμπροῖσι φάλοισι
133νευόντων, ὡς πυκνοὶ εφέστασαν αλλήλοισιν

134έγχεα δ̓ επτύσσοντο θρασειάων απὸ χειρῶν
135σειόμεν̓
οἳ δ̓ ιθὺς φρόνεον, μέμασαν δὲ μάχεσθαι
136Τρῶες δὲ προὔτυψαν αολλέες, ῆρχε δ̓ άῤ Ἕκτωρ
137αντικρὺ μεμαώς, ολοοίτροχος ὣς απὸ πέτρης,
138ὅν τε κατὰ στεφάνης ποταμὸς χειμάρροος ώσῃ
139ῥήξας ασπέτῳ όμβρῳ αναιδέος έχματα πέτρης·

140ὕψι δ̓ αναθρῴσκων πέτεται, κτυπέει δέ θ̓ υπ̓ αυτοῦ
141ὕλη
δ̓ ασφαλέως θέει έμπεδον, εἷος ἵκηται
142ισόπεδον, τότε δ̓ ού τι κυλίνδεται εσσύμενός περ

143ὣς Ἕκτωρ εἷος μὲν απείλει μέχρι θαλάσσης
144ῥέα διελεύσεσθαι κλισίας καὶ νῆας Αχαιῶν
145κτείνων
αλλ̓ ὅτε δὴ πυκινῇς ενέκυρσε φάλαγξι
146στῆ ῥα μάλ̓ εγχριμφθείς
οἳ δ̓ αντίοι υἷες Αχαιῶν
147νύσσοντες ξίφεσίν τε καὶ έγχεσιν αμφιγύοισιν
148ῶσαν απὸ σφείων·
δὲ χασσάμενος πελεμίχθη
149ήϋσεν δὲ διαπρύσιον Τρώεσσι γεγωνώς

150Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι αγχιμαχηταὶ
151παρμένετ̓
ού τοι δηρὸν εμὲ σχήσουσιν Αχαιοὶ
152καὶ μάλα πυργηδὸν σφέας αυτοὺς αρτύναντες,
153αλλ̓ οΐω χάσσονται υπ̓ έγχεος, ει ετεόν με
154ῶρσε θεῶν ώριστος, ερίγδουπος πόσις Ἥρης

155ὣς ειπὼν ότρυνε μένος καὶ θυμὸν ἑκάστου

156Δηΐφοβος δ̓ εν τοῖσι μέγα φρονέων εβεβήκει
157Πριαμίδης, πρόσθεν δ̓ έχεν ασπίδα πάντοσ̓ εΐσην
158κοῦφα ποσὶ προβιβὰς καὶ ὑπασπίδια προποδίζων

159Μηριόνης δ̓ αυτοῖο τιτύσκετο δουρὶ φαεινῷ
160καὶ βάλεν, ου δ̓ αφάμαρτε, κατ̓ ασπίδα πάντοσ̓ εΐσην
161ταυρείην
τῆς δ̓ ού τι διήλασεν, αλλὰ πολὺ πρὶν
162εν καυλῷ εάγη δολιχὸν δόρυ
Δηΐφοβος δὲ
163ασπίδα ταυρείην σχέθ̓ απὸ ἕο, δεῖσε δὲ θυμῷ
164έγχος Μηριόναο δαΐφρονος
αυτὰρ γ̓ ἥρως
165ὰψ ἑτάρων εις έθνος εχάζετο, χώσατο δ̓ αινῶς
166αμφότερον, νίκης τε καὶ έγχεος ξυνέαξε

167βῆ δ̓ ιέναι παρά τε κλισίας καὶ νῆας Αχαιῶν
168οισόμενος δόρυ μακρόν, οἱ κλισίηφι λέλειπτο

169οἳ δ̓ άλλοι μάρναντο, βοὴ δ̓ άσβεστος ορώρει

170Τεῦκρος δὲ πρῶτος Τελαμώνιος άνδρα κατέκτα
171Ίμβριον αιχμητὴν πολυΐππου Μέντορος υἱόν·

172ναῖε δὲ Πήδαιον πρὶν ελθεῖν υἷας Αχαιῶν,
173κούρην δὲ Πριάμοιο νόθην έχε, Μηδεσικάστην

174αυτὰρ επεὶ Δαναῶν νέες ήλυθον αμφιέλισσαι,
175ὰψ ες Ίλιον ῆλθε, μετέπρεπε δὲ Τρώεσσι,
176ναῖε δὲ πὰρ Πριάμῳ
δέ μιν τίεν ῖσα τέκεσσι
177τόν ῥ̓ υἱὸς Τελαμῶνος υπ̓ ούατος έγχεϊ μακρῷ
178νύξ̓, εκ δ̓ έσπασεν έγχος
δ̓ αῦτ̓ έπεσεν μελίη ὣς
179 τ̓ όρεος κορυφῇ ἕκαθεν περιφαινομένοιο
180χαλκῷ ταμνομένη τέρενα χθονὶ φύλλα πελάσσῃ·

181ὣς πέσεν, αμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ

182Τεῦκρος δ̓ ὁρμήθη μεμαὼς απὸ τεύχεα δῦσαι

183Ἕκτωρ δ̓ ὁρμηθέντος ακόντισε δουρὶ φαεινῷ

184αλλ̓ μὲν άντα ιδὼν ηλεύατο χάλκεον έγχος
185τυτθόν
δ̓ Αμφίμαχον Κτεάτου υῖ Ακτορίωνος
186νισόμενον πόλεμον δὲ κατὰ στῆθος βάλε δουρί·

187δούπησεν δὲ πεσών, αράβησε δὲ τεύχἐ επ̓ αυτῷ

188Ἕκτωρ δ̓ ὁρμήθη κόρυθα κροτάφοις αραρυῖαν
189κρατὸς αφαρπάξαι μεγαλήτορος Αμφιμάχοιο

190Αίας δ̓ ὁρμηθέντος ορέξατο δουρὶ φαεινῷ
191Ἕκτορος
αλλ̓ ού πῃ χροὸς είσατο, πᾶς δ̓ άρα χαλκῷ
192σμερδαλέῳ κεκάλυφθ̓
δ̓ άῤ ασπίδος ομφαλὸν οῦτα,
193ῶσε δέ μιν σθένεϊ μεγάλῳ
δὲ χάσσατ̓ οπίσσω
194νεκρῶν αμφοτέρων, τοὺς δ̓ εξείρυσσαν Αχαιοί

195Αμφίμαχον μὲν άρα Στιχίος δῖός τε Μενεσθεὺς
196αρχοὶ Αθηναίων κόμισαν μετὰ λαὸν Αχαιῶν·

197Ίμβριον αῦτ̓ Αίαντε μεμαότε θούριδος αλκῆς
198ὥς τε δύ̓ αῖγα λέοντε κυνῶν ὕπο καρχαροδόντων
199ἁρπάξαντε φέρητον ανὰ ῥωπήϊα πυκνὰ
200ὑψοῦ ὑπὲρ γαίης μετὰ γαμφηλῇσιν έχοντε,
201ὥς ῥα τὸν ὑψοῦ έχοντε δύω Αίαντε κορυστὰ
202τεύχεα συλήτην·
κεφαλὴν δ̓ ἁπαλῆς απὸ δειρῆς
203κόψεν Οϊλιάδης κεχολωμένος Αμφιμάχοιο,
204ἧκε δέ μιν σφαιρηδὸν ἑλιξάμενος δἰ ὁμίλου

205Ἕκτορι δὲ προπάροιθε ποδῶν πέσεν εν κονίῃσι

206καὶ τότε δὴ περὶ κῆρι Ποσειδάων εχολώθη
207υἱωνοῖο πεσόντος εν αινῇ δηϊοτῆτι,
208βῆ δ̓ ιέναι παρά τε κλισίας καὶ νῆας Αχαιῶν
209οτρυνέων Δαναούς, Τρώεσσι δὲ κήδεα τεῦχεν

210Ιδομενεὺς δ̓ άρα οἱ δουρικλυτὸς αντεβόλησεν
211ερχόμενος παῤ ἑταίρου, οἱ νέον εκ πολέμοιο
212ῆλθε κατ̓ ιγνύην βεβλημένος οξέϊ χαλκῷ

213τὸν μὲν ἑταῖροι ένεικαν, δ̓ ιητροῖς επιτείλας
214ήϊεν ες κλισίην
έτι γὰρ πολέμοιο μενοίνα
215αντιάαν
τὸν δὲ προσέφη κρείων ενοσίχθων
216εισάμενος φθογγὴν Ανδραίμονος υἷϊ Θόαντι
217ὃς πάσῃ Πλευρῶνι καὶ αιπεινῇ Καλυδῶνι
218Αιτωλοῖσιν άνασσε, θεὸς δ̓ ὣς τίετο δήμῳ·

219Ιδομενεῦ Κρητῶν βουληφόρε ποῦ τοι απειλαὶ
220οίχονται, τὰς Τρωσὶν απείλεον υἷες Αχαιῶν

221τὸν δ̓ αῦτ̓ Ιδομενεὺς Κρητῶν αγὸς αντίον ηύδα·

222 Θόαν ού τις ανὴρ νῦν γ̓ αίτιος, ὅσσον έγωγε
223γιγνώσκω·
πάντες γὰρ επιστάμεθα πτολεμίζειν
224ούτέ τινα δέος ίσχει ακήριον ούτέ τις όκνῳ
225είκων ανδύεται πόλεμον κακόν
αλλά που οὕτω
226μέλλει δὴ φίλον εῖναι ὑπερμενέϊ Κρονίωνι
227νωνύμνους απολέσθαι απ̓ Άργεος ενθάδ̓ Αχαιούς

228αλλὰ Θόαν, καὶ γὰρ τὸ πάρος μενεδήϊος ῆσθα,
229οτρύνεις δὲ καὶ άλλον ὅθι μεθιέντα ίδηαι·

230τὼ νῦν μήτ̓ απόληγε κέλευέ τε φωτὶ ἑκάστῳ

231τὸν δ̓ ημείβετ̓ έπειτα Ποσειδάων ενοσίχθων

232Ιδομενεῦ μὴ κεῖνος ανὴρ έτι νοστήσειεν
233εκ Τροίης, αλλ̓ αῦθι κυνῶν μέλπηθρα γένοιτο,
234ὅς τις επ̓ ήματι τῷδε ἑκὼν μεθίῃσι μάχεσθαι

235αλλ̓ άγε τεύχεα δεῦρο λαβὼν ίθι
ταῦτα δ̓ ἅμα χρὴ
236σπεύδειν, αί κ̓ όφελός τι γενώμεθα καὶ δύ̓ εόντε

237συμφερτὴ δ̓ αρετὴ πέλει ανδρῶν καὶ μάλα λυγρῶν,
238νῶϊ δὲ καί κ̓ αγαθοῖσιν επισταίμεσθα μάχεσθαι

239ὣς ειπὼν μὲν αῦτις έβη θεὸς ὰμ πόνον ανδρῶν·

240Ιδομενεὺς δ̓ ὅτε δὴ κλισίην εύτυκτον ἵκανε
241δύσετο τεύχεα καλὰ περὶ χροΐ, γέντο δὲ δοῦρε,
242βῆ δ̓ ίμεν αστεροπῇ εναλίγκιος, ἥν τε Κρονίων
243χειρὶ λαβὼν ετίναξεν απ̓ αιγλήεντος Ολύμπου
244δεικνὺς σῆμα βροτοῖσιν
αρίζηλοι δέ οἱ αυγαί·
245ὣς τοῦ χαλκὸς έλαμπε περὶ στήθεσσι θέοντος

246Μηριόνης δ̓ άρα οἱ θεράπων εῢς αντεβόλησεν
247εγγὺς έτι κλισίης·
μετὰ γὰρ δόρυ χάλκεον ῄει
248οισόμενος
τὸν δὲ προσέφη σθένος Ιδομενῆος
249Μηριόνη Μόλου υἱὲ πόδας ταχὺ φίλταθ̓ ἑταίρων
250τίπτ̓ ῆλθες πόλεμόν τε λιπὼν καὶ δηϊοτῆτα;

251ηέ τι βέβληαι, βέλεος δέ σε τείρει ακωκή,
252ῆέ τευ αγγελίης μετ̓ έμ̓ ήλυθες
ου δέ τοι αυτὸς
253ἧσθαι ενὶ κλισίῃσι λιλαίομαι, αλλὰ μάχεσθαι

254τὸν δ̓ αῦ Μηριόνης πεπνυμένος αντίον ηύδα

255Ιδομενεῦ, Κρητῶν βουληφόρε χαλκοχιτώνων,
256έρχομαι εί τί τοι έγχος ενὶ κλισίῃσι λέλειπται
257οισόμενος
τό νυ γὰρ κατεάξαμεν πρὶν έχεσκον
258ασπίδα Δηϊφόβοιο βαλὼν ὑπερηνορέοντος

259τὸν δ̓ αῦτ̓ Ιδομενεὺς Κρητῶν αγὸς αντίον ηύδα·

260δούρατα δ̓ αί κ̓ εθέλῃσθα καὶ ἓν καὶ είκοσι δήεις
261εσταότ̓ εν κλισίῃ πρὸς ενώπια παμφανόωντα
262Τρώϊα, τὰ κταμένων αποαίνυμαι
ου γὰρ οΐω
263ανδρῶν δυσμενέων ἑκὰς ἱστάμενος πολεμίζειν

264τώ μοι δούρατά τ̓ έστι καὶ ασπίδες ομφαλόεσσαι
265καὶ κόρυθες καὶ θώρηκες λαμπρὸν γανόωντες

266τὸν δ̓ αῦ Μηριόνης πεπνυμένος αντίον ηύδα

267καί τοι εμοὶ παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ
268πόλλ̓ έναρα Τρώων·
αλλ̓ ου σχεδόν εστιν ἑλέσθαι
269ου δὲ γὰρ ου δ̓ εμέ φημι λελασμένον έμμεναι αλκῆς,
270αλλὰ μετὰ πρώτοισι μάχην ανὰ κυδιάνειραν
271ἵσταμαι, ὁππότε νεῖκος ορώρηται πολέμοιο

272άλλόν πού τινα μᾶλλον Αχαιῶν χαλκοχιτώνων
273λήθω μαρνάμενος, σὲ δὲ ίδμεναι αυτὸν οΐω

274τὸν δ̓ αῦτ̓ Ιδομενεὺς Κρητῶν αγὸς αντίον ηύδα·

275οῖδ̓ αρετὴν οἷός εσσι
τί σε χρὴ ταῦτα λέγεσθαι
276ει γὰρ νῦν παρὰ νηυσὶ λεγοίμεθα πάντες άριστοι
277ες λόχον, ένθα μάλιστ̓ αρετὴ διαείδεται ανδρῶν,
278ένθ̓ τε δειλὸς ανὴρ ὅς τ̓ άλκιμος εξεφαάνθη·

279τοῦ μὲν γάρ τε κακοῦ τρέπεται χρὼς άλλυδις άλλῃ,
280ου δέ οἱ ατρέμας ἧσθαι ερητύετ̓ εν φρεσὶ θυμός,
281αλλὰ μετοκλάζει καὶ επ̓ αμφοτέρους πόδας ἵζει,
282εν δέ τέ οἱ κραδίη μεγάλα στέρνοισι πατάσσει
283κῆρας οϊομένῳ, πάταγος δέ τε γίγνετ̓ οδόντων

284τοῦ δ̓ αγαθοῦ ού τ̓ ὰρ τρέπεται χρὼς ούτέ τι λίην
285ταρβεῖ, επειδὰν πρῶτον εσίζηται λόχον ανδρῶν,
286αρᾶται δὲ τάχιστα μιγήμεναι εν δαῒ λυγρῇ

287ου δέ κεν ένθα τεόν γε μένος καὶ χεῖρας όνοιτο

288εί περ γάρ κε βλεῖο πονεύμενος ηὲ τυπείης
289ουκ ὰν εν αυχέν̓ όπισθε πέσοι βέλος ου δ̓ ενὶ νώτῳ,
290αλλά κεν στέρνων νηδύος αντιάσειε
291πρόσσω ἱεμένοιο μετὰ προμάχων οαριστύν

292αλλ̓ άγε μηκέτι ταῦτα λεγώμεθα νηπύτιοι ὣς
293ἑσταότες, μή πού τις ὑπερφιάλως νεμεσήσῃ·

294αλλὰ σύ γε κλισίην δὲ κιὼν ἕλευ όβριμον έγχος

295ὣς φάτο, Μηριόνης δὲ θοῷ ατάλαντος Άρηϊ
296καρπαλίμως κλισίηθεν ανείλετο χάλκεον έγχος,
297βῆ δὲ μετ̓ Ιδομενῆα μέγα πτολέμοιο μεμηλώς

298οἷος δὲ βροτολοιγὸς Άρης πόλεμον δὲ μέτεισι,
299τῷ δὲ Φόβος φίλος υἱὸς ἅμα κρατερὸς καὶ αταρβὴς
300ἕσπετο, ὅς τ̓ εφόβησε ταλάφρονά περ πολεμιστήν·

301τὼ μὲν άῤ εκ Θρῄκης Εφύρους μέτα θωρήσσεσθον,
302ηὲ μετὰ Φλεγύας μεγαλήτορας·
ου δ̓ άρα τώ γε
303έκλυον αμφοτέρων, ἑτέροισι δὲ κῦδος έδωκαν·

304τοῖοι Μηριόνης τε καὶ Ιδομενεὺς αγοὶ ανδρῶν
305ήϊσαν ες πόλεμον κεκορυθμένοι αίθοπι χαλκῷ.

306τὸν καὶ Μηριόνης πρότερος πρὸς μῦθον έειπε

307Δευκαλίδη πῇ τὰρ μέμονας καταδῦναι ὅμιλον

308 επὶ δεξιόφιν παντὸς στρατοῦ, ανὰ μέσσους,
309 επ̓ αριστερόφιν;
επεὶ ού ποθι έλπομαι οὕτω
310δεύεσθαι πολέμοιο κάρη κομόωντας Αχαιούς.

311τὸν δ̓ αῦτ̓ Ιδομενεὺς Κρητῶν αγὸς αντίον ηύδα·

312νηυσὶ μὲν εν μέσσῃσιν αμύνειν εισὶ καὶ άλλοι
313Αίαντές τε δύω Τεῦκρός θ̓, ὃς άριστος Αχαιῶν
314τοξοσύνῃ, αγαθὸς δὲ καὶ εν σταδίῃ ὑσμίνῃ·

315οἵ μιν ἅδην ελόωσι καὶ εσσύμενον πολέμοιο
316Ἕκτορα Πριαμίδην, καὶ ει μάλα καρτερός εστιν.

317αιπύ οἱ εσσεῖται μάλα περ μεμαῶτι μάχεσθαι
318κείνων νικήσαντι μένος καὶ χεῖρας αάπτους
319νῆας ενιπρῆσαι, ὅτε μὴ αυτός γε Κρονίων
320εμβάλοι αιθόμενον δαλὸν νήεσσι θοῇσιν

321ανδρὶ δέ κ̓ ουκ είξειε μέγας Τελαμώνιος Αίας,
322ὃς θνητός τ̓ είη καὶ έδοι Δημήτερος ακτὴν
323χαλκῷ τε ῥηκτὸς μεγάλοισί τε χερμαδίοισιν

324ου δ̓ ὰν Αχιλλῆϊ ῥηξήνορι χωρήσειεν
325έν γ̓ αυτοσταδίῃ
ποσὶ δ̓ ού πως έστιν ερίζειν
326νῶϊν δ̓ ῶδ̓ επ̓ αριστέῤ έχε στρατοῦ, όφρα τάχιστα
327είδομεν ηέ τῳ εῦχος ορέξομεν, ῆέ τις ἡμῖν.

328ὣς φάτο, Μηριόνης δὲ θοῷ ατάλαντος Άρηϊ
329ῆρχ̓ ίμεν, όφῤ αφίκοντο κατὰ στρατὸν μιν ανώγει,
330οἳ δ̓ ὡς Ιδομενῆα ίδον φλογὶ είκελον αλκὴν
331αυτὸν καὶ θεράποντα σὺν έντεσι δαιδαλέοισι,
332κεκλόμενοι καθ̓ ὅμιλον επ̓ αυτῷ πάντες έβησαν·

333τῶν δ̓ ὁμὸν ἵστατο νεῖκος επὶ πρυμνῇσι νέεσσιν

334ὡς δ̓ όθ̓ ὑπὸ λιγέων ανέμων σπέρχωσιν άελλαι
335ήματι τῷ ὅτε τε πλείστη κόνις αμφὶ κελεύθους,
336οἵ τ̓ άμυδις κονίης μεγάλην ἱστᾶσιν ομίχλην,
337ὣς άρα τῶν ομόσ̓ ῆλθε μάχη, μέμασαν δ̓ ενὶ θυμῷ
338αλλήλους καθ̓ ὅμιλον εναιρέμεν οξέϊ χαλκῷ.

339έφριξεν δὲ μάχη φθισίμβροτος εγχείῃσι
340μακρῇς, ἃς εῖχον ταμεσίχροας
όσσε δ̓ άμερδεν
341αυγὴ χαλκείη κορύθων άπο λαμπομενάων
342θωρήκων τε νεοσμήκτων σακέων τε φαεινῶν
343ερχομένων άμυδις
μάλα κεν θρασυκάρδιος είη
344ὃς τότε γηθήσειεν ιδὼν πόνον ου δ̓ ακάχοιτο

345τὼ δ̓ αμφὶς φρονέοντε δύω Κρόνου υἷε κραταιὼ
346ανδράσιν ἡρώεσσιν ετεύχετον άλγεα λυγρά

347Ζεὺς μέν ῥα Τρώεσσι καὶ Ἕκτορι βούλετο νίκην
348κυδαίνων Αχιλῆα πόδας ταχύν
ου δέ τι πάμπαν
349ήθελε λαὸν ολέσθαι Αχαιϊκὸν Ιλιόθι πρό,
350αλλὰ Θέτιν κύδαινε καὶ υἱέα καρτερόθυμον

351Αργείους δὲ Ποσειδάων ορόθυνε μετελθὼν
352λάθρῃ ὑπεξαναδὺς πολιῆς ἁλός
ήχθετο γάρ ῥα
353Τρωσὶν δαμναμένους, Διὶ δὲ κρατερῶς ενεμέσσα

354 μὰν αμφοτέροισιν ὁμὸν γένος ηδ̓ ία πάτρη,
355αλλὰ Ζεὺς πρότερος γεγόνει καὶ πλείονα ῄδη.

356τώ ῥα καὶ αμφαδίην μὲν αλεξέμεναι αλέεινε,
357λάθρῃ δ̓ αιὲν έγειρε κατὰ στρατὸν ανδρὶ εοικώς

358τοὶ δ̓ έριδος κρατερῆς καὶ ὁμοιΐου πτολέμοιο
359πεῖραρ επαλλάξαντες επ̓ αμφοτέροισι τάνυσσαν
360άρρηκτόν τ̓ άλυτόν τε, τὸ πολλῶν γούνατ̓ έλυσεν

361ένθα μεσαιπόλιός περ εὼν Δαναοῖσι κελεύσας
362Ιδομενεὺς Τρώεσσι μετάλμενος εν φόβον ῶρσε

363πέφνε γὰρ Οθρυονῆα Καβησόθεν ένδον εόντα,
364ὅς ῥα νέον πολέμοιο μετὰ κλέος ειληλούθει,
365ῄτεε δὲ Πριάμοιο θυγατρῶν εῖδος αρίστην
366Κασσάνδρην ανάεδνον, ὑπέσχετο δὲ μέγα έργον,
367εκ Τροίης αέκοντας απωσέμεν υἷας Αχαιῶν

368τῷ δ̓ γέρων Πρίαμος ὑπό τ̓ έσχετο καὶ κατένευσε
369δωσέμεναι
δὲ μάρναθ̓ ὑποσχεσίῃσι πιθήσας
370Ιδομενεὺς δ̓ αυτοῖο τιτύσκετο δουρὶ φαεινῷ,
371καὶ βάλεν ὕψι βιβάντα τυχών
ου δ̓ ήρκεσε θώρηξ
372χάλκεος, ὃν φορέεσκε, μέσῃ δ̓ εν γαστέρι πῆξε

373δούπησεν δὲ πεσών
δ̓ επεύξατο φώνησέν τε
374Οθρυονεῦ περὶ δή σε βροτῶν αινίζομ̓ ἁπάντων
375ει ετεὸν δὴ πάντα τελευτήσεις όσ̓ ὑπέστης
376Δαρδανίδῃ Πριάμῳ
δ̓ ὑπέσχετο θυγατέρα ἥν
377καί κέ τοι ἡμεῖς ταῦτά γ̓ ὑποσχόμενοι τελέσαιμεν,
378δοῖμεν δ̓ Ατρεΐδαο θυγατρῶν εῖδος αρίστην
379Άργεος εξαγαγόντες οπυιέμεν, εί κε σὺν άμμιν
380Ιλίου εκπέρσῃς εῦ ναιόμενον πτολίεθρον

381αλλ̓ έπἐ, όφῤ επὶ νηυσὶ συνώμεθα ποντοπόροισιν
382αμφὶ γάμῳ, επεὶ ού τοι εεδνωταὶ κακοί ειμεν

383ὣς ειπὼν ποδὸς ἕλκε κατὰ κρατερὴν ὑσμίνην
384ἥρως Ιδομενεύς
τῷ δ̓ Άσιος ῆλθ̓ επαμύντωρ
385πεζὸς πρόσθ̓ ἵππων
τὼ δὲ πνείοντε κατ̓ ώμων
386αιὲν έχ̓ ἡνίοχος θεράπων
δὲ ἵετο θυμῷ
387Ιδομενῆα βαλεῖν
δέ μιν φθάμενος βάλε δουρὶ
388λαιμὸν υπ̓ ανθερεῶνα, διὰ πρὸ δὲ χαλκὸν έλασσεν

389ήριπε δ̓ ὡς ὅτε τις δρῦς ήριπεν αχερωῒς
390ηὲ πίτυς βλωθρή, τήν τ̓ ούρεσι τέκτονες άνδρες
391εξέταμον πελέκεσσι νεήκεσι νήϊον εῖναι

392ὣς πρόσθ̓ ἵππων καὶ δίφρου κεῖτο τανυσθεὶς
393βεβρυχὼς κόνιος δεδραγμένος αἱματοέσσης

394εκ δέ οἱ ἡνίοχος πλήγη φρένας ἃς πάρος εῖχεν,
395ου δ̓ γ̓ ετόλμησεν δηΐων ὑπὸ χεῖρας αλύξας
396ὰψ ἵππους στρέψαι, τὸν δ̓ Αντίλοχος μενεχάρμης
397δουρὶ μέσον περόνησε τυχών
ου δ̓ ήρκεσε θώρηξ
398χάλκεος ὃν φορέεσκε, μέσῃ δ̓ εν γαστέρι πῆξεν

399αυτὰρ ασθμαίνων ευεργέος έκπεσε δίφρου,
400ἵππους δ̓ Αντίλοχος μεγαθύμου Νέστορος υἱὸς
401εξέλασε Τρώων μετ̓ εϋκνήμιδας Αχαιούς

402Δηΐφοβος δὲ μάλα σχεδὸν ήλυθεν Ιδομενῆος
403Ασίου αχνύμενος, καὶ ακόντισε δουρὶ φαεινῷ

404αλλ̓ μὲν άντα ιδὼν ηλεύατο χάλκεον έγχος
405Ιδομενεύς
κρύφθη γὰρ υπ̓ ασπίδι πάντοσ̓ εΐσῃ,
406τὴν άῤ γε ῥινοῖσι βοῶν καὶ νώροπι χαλκῷ
407δινωτὴν φορέεσκε, δύω κανόνεσσ̓ αραρυῖαν

408τῇ ὕπο πᾶς εάλη, τὸ δ̓ ὑπέρπτατο χάλκεον έγχος,
409καρφαλέον δέ οἱ ασπὶς επιθρέξαντος άϋσεν
410έγχεος
ου δ̓ ἅλιόν ῥα βαρείης χειρὸς αφῆκεν,
411αλλ̓ έβαλ̓ Ἱππασίδην Ὑψήνορα ποιμένα λαῶν
412ἧπαρ ὑπὸ πραπίδων, εῖθαρ δ̓ ὑπὸ γούνατ̓ έλυσε

413Δηΐφοβος δ̓ έκπαγλον επεύξατο μακρὸν αΰσας

414ου μὰν αῦτ̓ άτιτος κεῖτ̓ Άσιος, αλλά φημι
415εις Άϊδός περ ιόντα πυλάρταο κρατεροῖο
416γηθήσειν κατὰ θυμόν, επεί ῥά οἱ ώπασα πομπόν.

417ὣς έφατ̓, Αργείοισι δ̓ άχος γένετ̓ ευξαμένοιο,
418Αντιλόχῳ δὲ μάλιστα δαΐφρονι θυμὸν όρινεν

419αλλ̓ ου δ̓ αχνύμενός περ ἑοῦ αμέλησεν ἑταίρου,
420αλλὰ θέων περίβη καί οἱ σάκος αμφεκάλυψε

421τὸν μὲν έπειθ̓ ὑποδύντε δύω ερίηρες ἑταῖροι
422Μηκιστεὺς Εχίοιο πάϊς καὶ δῖος Αλάστωρ,
423νῆας έπι γλαφυρὰς φερέτην βαρέα στενάχοντα.

424Ιδομενεὺς δ̓ ου λῆγε μένος μέγα, ἵετο δ̓ αιεὶ
425ηέ τινα Τρώων ερεβεννῇ νυκτὶ καλύψαι
426 αυτὸς δουπῆσαι αμύνων λοιγὸν Αχαιοῖς

427ένθ̓ Αισυήταο διοτρεφέος φίλον υἱὸν
428ήρὠ Αλκάθοον, γαμβρὸς δ̓ ῆν Αγχίσαο,
429πρεσβυτάτην δ̓ ώπυιε θυγατρῶν Ἱπποδάμειαν
430τὴν περὶ κῆρι φίλησε πατὴρ καὶ πότνια μήτηρ
431εν μεγάρῳ·
πᾶσαν γὰρ ὁμηλικίην εκέκαστο
432κάλλεϊ καὶ έργοισιν ιδὲ φρεσί
τοὔνεκα καί μιν
433γῆμεν ανὴρ ώριστος ενὶ Τροίῃ ευρείῃ

434τὸν τόθ̓ υπ̓ Ιδομενῆϊ Ποσειδάων εδάμασσε
435θέλξας όσσε φαεινά, πέδησε δὲ φαίδιμα γυῖα

436ού τε γὰρ εξοπίσω φυγέειν δύνατ̓ ού τ̓ αλέασθαι,
437αλλ̓ ὥς τε στήλην δένδρεον ὑψιπέτηλον
438ατρέμας ἑσταότα στῆθος μέσον ούτασε δουρὶ
439ἥρως Ιδομενεύς, ῥῆξεν δέ οἱ αμφὶ χιτῶνα
440χάλκεον, ὅς οἱ πρόσθεν απὸ χροὸς ήρκει όλεθρον·

441δὴ τότε γ̓ αῦον άϋσεν ερεικόμενος περὶ δουρί

442δούπησεν δὲ πεσών, δόρυ δ̓ εν κραδίῃ επεπήγει,
443 ῥά οἱ ασπαίρουσα καὶ ουρίαχον πελέμιζεν
444έγχεος
ένθα δ̓ έπειτ̓ αφίει μένος όβριμος Άρης
445Ιδομενεὺς δ̓ έκπαγλον επεύξατο μακρὸν αΰσας
446Δηΐφοβ̓ άρα δή τι εΐσκομεν άξιον εῖναι
447τρεῖς ἑνὸς αντὶ πεφάσθαι
επεὶ σύ περ εύχεαι οὕτω.
448δαιμόνἰ αλλὰ καὶ αυτὸς εναντίον ίστασ̓ εμεῖο,
449όφρα ίδῃ οἷος Ζηνὸς γόνος ενθάδ̓ ἱκάνω,
450ὃς πρῶτον Μίνωα τέκε Κρήτῃ επίουρον

451Μίνως δ̓ αῦ τέκεθ̓ υἱὸν αμύμονα Δευκαλίωνα,
452Δευκαλίων δ̓ εμὲ τίκτε πολέσσ̓ άνδρεσσιν άνακτα
453Κρήτῃ εν ευρείῃ
νῦν δ̓ ενθάδε νῆες ένεικαν
454σοί τε κακὸν καὶ πατρὶ καὶ άλλοισι Τρώεσσιν

455ὣς φάτο, Δηΐφοβος δὲ διάνδιχα μερμήριξεν
456ή τινά που Τρώων ἑταρίσσαιτο μεγαθύμων
457ὰψ αναχωρήσας, πειρήσαιτο καὶ οῖος

458ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εῖναι
459βῆναι επ̓ Αινείαν
τὸν δ̓ ὕστατον εὗρεν ὁμίλου
460εσταότ̓
αιεὶ γὰρ Πριάμῳ επεμήνιε δίῳ
461ούνεκ̓ άῤ εσθλὸν εόντα μετ̓ ανδράσιν ού τι τίεσκεν

462αγχοῦ δ̓ ἱστάμενος έπεα πτερόεντα προσηύδα

463Αινεία Τρώων βουληφόρε νῦν σε μάλα χρὴ
464γαμβρῷ αμυνέμεναι, εί πέρ τί σε κῆδος ἱκάνει

465αλλ̓ ἕπευ Αλκαθόῳ επαμύνομεν, ὅς σε πάρος γε
466γαμβρὸς εὼν έθρεψε δόμοις ένι τυτθὸν εόντα·

467τὸν δέ τοι Ιδομενεὺς δουρικλυτὸς εξενάριξεν

468ὣς φάτο, τῷ δ̓ άρα θυμὸν ενὶ στήθεσσιν όρινε,
469βῆ δὲ μετ̓ Ιδομενῆα μέγα πτολέμοιο μεμηλώς

470αλλ̓ ουκ Ιδομενῆα φόβος λάβε τηλύγετον ὥς,
471αλλ̓ έμεν̓ ὡς ὅτε τις σῦς ούρεσιν αλκὶ πεποιθώς,
472ὅς τε μένει κολοσυρτὸν επερχόμενον πολὺν ανδρῶν
473χώρῳ εν οιοπόλῳ, φρίσσει δέ τε νῶτον ὕπερθεν·

474οφθαλμὼ δ̓ άρα οἱ πυρὶ λάμπετον
αυτὰρ οδόντας
475θήγει, αλέξασθαι μεμαὼς κύνας ηδὲ καὶ άνδρας

476ὣς μένεν Ιδομενεὺς δουρικλυτός, ου δ̓ ὑπεχώρει,
477Αινείαν επιόντα βοηθόον
αῦε δ̓ ἑταίρους
478Ασκάλαφόν τ̓ εσορῶν Αφαρῆά τε Δηΐπυρόν τε
479Μηριόνην τε καὶ Αντίλοχον μήστωρας αϋτῆς

480τοὺς γ̓ εποτρύνων έπεα πτερόεντα προσηύδα

481δεῦτε φίλοι, καί μ̓ οίῳ αμύνετε·
δείδια δ̓ αινῶς
482Αινείαν επιόντα πόδας ταχύν, ὅς μοι έπεισιν,
483ὃς μάλα καρτερός εστι μάχῃ ένι φῶτας εναίρειν

484καὶ δ̓ έχει ἥβης άνθος, τε κράτος εστὶ μέγιστον

485ει γὰρ ὁμηλικίη γε γενοίμεθα τῷδ̓ επὶ θυμῷ
486αῖψά κεν ηὲ φέροιτο μέγα κράτος, ηὲ φεροίμην

487ὣς έφαθ̓, οἳ δ̓ άρα πάντες ἕνα φρεσὶ θυμὸν έχοντες
488πλησίοι έστησαν, σάκἐ ώμοισι κλίναντες

489Αινείας δ̓ ἑτέρωθεν εκέκλετο οἷς ἑτάροισι
490Δηΐφοβόν τε Πάριν τ̓ εσορῶν καὶ Αγήνορα δῖον,
491οἵ οἱ άμ̓ ἡγεμόνες Τρώων έσαν
αυτὰρ έπειτα
492λαοὶ έπονθ̓, ὡς εί τε μετὰ κτίλον ἕσπετο μῆλα
493πιόμεν̓ εκ βοτάνης
γάνυται δ̓ άρα τε φρένα ποιμήν
494ὣς Αινείᾳ θυμὸς ενὶ στήθεσσι γεγήθει
495ὡς ίδε λαῶν έθνος επισπόμενον ἑοῖ αυτῷ

496οἳ δ̓ αμφ̓ Αλκαθόῳ αυτοσχεδὸν ὁρμήθησαν
497μακροῖσι ξυστοῖσι
περὶ στήθεσσι δὲ χαλκὸς
498σμερδαλέον κονάβιζε τιτυσκομένων καθ̓ ὅμιλον
499αλλήλων
δύο δ̓ άνδρες αρήϊοι έξοχον άλλων
500Αινείας τε καὶ Ιδομενεὺς ατάλαντοι Άρηϊ
501ίεντ̓ αλλήλων ταμέειν χρόα νηλέϊ χαλκῷ.

502Αινείας δὲ πρῶτος ακόντισεν Ιδομενῆος

503αλλ̓ μὲν άντα ιδὼν ηλεύατο χάλκεον έγχος,
504αιχμὴ δ̓ Αινείαο κραδαινομένη κατὰ γαίης
505ῴχετ̓, επεί ῥ̓ ἅλιον στιβαρῆς απὸ χειρὸς όρουσεν

506Ιδομενεὺς δ̓ άρα Οινόμαον βάλε γαστέρα μέσσην,
507ῥῆξε δὲ θώρηκος γύαλον, διὰ δ̓ έντερα χαλκὸς
508ήφυσ̓
δ̓ εν κονίῃσι πεσὼν ἕλε γαῖαν αγοστῷ
509Ιδομενεὺς δ̓ εκ μὲν νέκυος δολιχόσκιον έγχος
510εσπάσατ̓, ου δ̓ άῤ έτ̓ άλλα δυνήσατο τεύχεα καλὰ
511ώμοιιν αφελέσθαι
επείγετο γὰρ βελέεσσιν
512ου γὰρ έτ̓ έμπεδα γυῖα ποδῶν ῆν ὁρμηθέντι,
513ού τ̓ άῤ επαΐξαι μεθ̓ ἑὸν
βέλος ού τ̓ αλέασθαι.
514τώ ῥα καὶ εν σταδίῃ μὲν αμύνετο νηλεὲς ῆμαρ,
515τρέσσαι δ̓ ουκ έτι ῥίμφα πόδες φέρον εκ πολέμοιο

516τοῦ δὲ βάδην απιόντος ακόντισε δουρὶ φαεινῷ
517Δηΐφοβος
δὴ γάρ οἱ έχεν κότον εμμενὲς αιεί
518αλλ̓ γε καὶ τόθ̓ ἅμαρτεν, δ̓ Ασκάλαφον βάλε δουρὶ
519υἱὸν Ενυαλίοιο
δἰ ώμου δ̓ όβριμον έγχος
520έσχεν
δ̓ εν κονίῃσι πεσὼν ἕλε γαῖαν αγοστῷ
521ου δ̓ άρα πώ τι πέπυστο βριήπυος όβριμος Άρης
522υἷος ἑοῖο πεσόντος ενὶ κρατερῇ ὑσμίνῃ,
523αλλ̓ γ̓ άῤ άκρῳ Ολύμπῳ ὑπὸ χρυσέοισι νέφεσσιν
524ἧστο Διὸς βουλῇσιν εελμένος, ένθά περ άλλοι
525αθάνατοι θεοὶ ῆσαν εεργόμενοι πολέμοιο

526οἳ δ̓ αμφ̓ Ασκαλάφῳ αυτοσχεδὸν ὁρμήθησαν

527Δηΐφοβος μὲν απ̓ Ασκαλάφου πήληκα φαεινὴν
528ἥρπασε, Μηριόνης δὲ θοῷ ατάλαντος Άρηϊ
529δουρὶ βραχίονα τύψεν επάλμενος, εκ δ̓ άρα χειρὸς
530αυλῶπις τρυφάλεια χαμαὶ βόμβησε πεσοῦσα

531Μηριόνης δ̓ εξ αῦτις επάλμενος αιγυπιὸς ὣς
532εξέρυσε πρυμνοῖο βραχίονος όβριμον έγχος,
533ὰψ δ̓ ἑτάρων εις έθνος εχάζετο.
τὸν δὲ Πολίτης
534αυτοκασίγνητος περὶ μέσσῳ χεῖρε τιτήνας
535εξῆγεν πολέμοιο δυσηχέος, όφῤ ίκεθ̓ ἵππους
536ωκέας, οἵ οἱ όπισθε μάχης ηδὲ πτολέμοιο
537ἕστασαν ἡνίοχόν τε καὶ ἅρματα ποικίλ̓ έχοντες

538οἳ τόν γε προτὶ άστυ φέρον βαρέα στενάχοντα
539τειρόμενον
κατὰ δ̓ αἷμα νεουτάτου έρρεε χειρός
540οἳ δ̓ άλλοι μάρναντο, βοὴ δ̓ άσβεστος ορώρει

541ένθ̓ Αινέας Αφαρῆα Καλητορίδην επορούσας
542λαιμὸν τύψ̓ επὶ οἷ τετραμμένον οξέϊ δουρί

543εκλίνθη δ̓ ἑτέρωσε κάρη, επὶ δ̓ ασπὶς ἑάφθη
544καὶ κόρυς, αμφὶ δέ οἱ θάνατος χύτο θυμοραϊστής

545Αντίλοχος δὲ Θόωνα μεταστρεφθέντα δοκεύσας
546ούτασ̓ επαΐξας, απὸ δὲ φλέβα πᾶσαν έκερσεν,
547 τ̓ ανὰ νῶτα θέουσα διαμπερὲς αυχέν̓ ἱκάνει

548τὴν απὸ πᾶσαν έκερσεν
δ̓ ὕπτιος εν κονίῃσι
549κάππεσεν, άμφω χεῖρε φίλοις ἑτάροισι πετάσσας

550Αντίλοχος δ̓ επόρουσε, καὶ αίνυτο τεύχἐ απ̓ ώμων
551παπταίνων
Τρῶες δὲ περισταδὸν άλλοθεν άλλος
552ούταζον σάκος ευρὺ παναίολον, ου δὲ δύναντο
553είσω επιγράψαι τέρενα χρόα νηλέϊ χαλκῷ
554Αντιλόχου
πέρι γάρ ῥα Ποσειδάων ενοσίχθων
555Νέστορος υἱὸν έρυτο καὶ εν πολλοῖσι βέλεσσιν

556ου μὲν γάρ ποτ̓ άνευ δηΐων ῆν, αλλὰ κατ̓ αυτοὺς
557στρωφᾶτ̓
ου δέ οἱ έγχος έχ̓ ατρέμας, αλλὰ μάλ̓ αιεὶ
558σειόμενον ελέλικτο
τιτύσκετο δὲ φρεσὶν ᾗσιν
559ή τευ ακοντίσσαι, ηὲ σχεδὸν ὁρμηθῆναι

560αλλ̓ ου λῆθ̓ Αδάμαντα τιτυσκόμενος καθ̓ ὅμιλον
561Ασιάδην, οἱ οῦτα μέσον σάκος οξέϊ χαλκῷ
562εγγύθεν ὁρμηθείς
αμενήνωσεν δέ οἱ αιχμὴν
563κυανοχαῖτα Ποσειδάων βιότοιο μεγήρας

564καὶ τὸ μὲν αυτοῦ μεῖν̓ ὥς τε σκῶλος πυρίκαυστος
565εν σάκει Αντιλόχοιο, τὸ δ̓ ἥμισυ κεῖτ̓ επὶ γαίης·

566ὰψ δ̓ ἑτάρων εις έθνος εχάζετο κῆῤ αλεείνων

567Μηριόνης δ̓ απιόντα μετασπόμενος βάλε δουρὶ
568αιδοίων τε μεσηγὺ καὶ ομφαλοῦ, ένθα μάλιστα
569γίγνετ̓ Άρης αλεγεινὸς οϊζυροῖσι βροτοῖσιν

570ένθά οἱ έγχος έπηξεν
δ̓ ἑσπόμενος περὶ δουρὶ
571ήσπαιῤ ὡς ὅτε βοῦς τόν τ̓ ούρεσι βουκόλοι άνδρες
572ιλλάσιν ουκ εθέλοντα βίῃ δήσαντες άγουσιν·

573ὣς τυπεὶς ήσπαιρε μίνυνθά περ, ού τι μάλα δήν,
574όφρά οἱ εκ χροὸς έγχος ανεσπάσατ̓ εγγύθεν ελθὼν
575ἥρως Μηριόνης
τὸν δὲ σκότος όσσε κάλυψε
576Δηΐπυρον δ̓ Ἕλενος ξίφεϊ σχεδὸν ήλασε κόρσην
577Θρηϊκίῳ μεγάλῳ, απὸ δὲ τρυφάλειαν άραξεν

578 μὲν αποπλαγχθεῖσα χαμαὶ πέσε, καί τις Αχαιῶν
579μαρναμένων μετὰ ποσσὶ κυλινδομένην εκόμισσε

580τὸν δὲ κατ̓ οφθαλμῶν ερεβεννὴ νὺξ εκάλυψεν

581Ατρεΐδην δ̓ άχος εἷλε βοὴν αγαθὸν Μενέλαον

582βῆ δ̓ επαπειλήσας Ἑλένῳ ἥρωϊ άνακτι
583οξὺ δόρυ κραδάων
δὲ τόξου πῆχυν άνελκε
584τὼ δ̓ άῤ ὁμαρτήδην μὲν έγχεϊ οξυόεντι
585ίετ̓ ακοντίσσαι, δ̓ απὸ νευρῆφιν οϊστῷ.

586Πριαμίδης μὲν έπειτα κατὰ στῆθος βάλεν ιῷ
587θώρηκος γύαλον, απὸ δ̓ έπτατο πικρὸς οϊστός

588ὡς δ̓ ότ̓ απὸ πλατέος πτυόφιν μεγάλην κατ̓ αλωὴν
589θρῴσκωσιν κύαμοι μελανόχροες ερέβινθοι
590πνοιῇ ὕπο λιγυρῇ καὶ λικμητῆρος ερωῇ,
591ὣς απὸ θώρηκος Μενελάου κυδαλίμοιο
592πολλὸν αποπλαγχθεὶς ἑκὰς έπτατο πικρὸς οϊστός

593Ατρεΐδης δ̓ άρα χεῖρα βοὴν αγαθὸς Μενέλαος
594τὴν βάλεν ῥ̓ έχε τόξον εΰξοον
εν δ̓ άρα τόξῳ
595αντικρὺ διὰ χειρὸς ελήλατο χάλκεον έγχος

596ὰψ δ̓ ἑτάρων εις έθνος εχάζετο κῆῤ αλεείνων
597χεῖρα παρακρεμάσας
τὸ δ̓ εφέλκετο μείλινον έγχος
598καὶ τὸ μὲν εκ χειρὸς έρυσεν μεγάθυμος Αγήνωρ,
599αυτὴν δὲ ξυνέδησεν εϋστρεφεῖ οιὸς αώτῳ
600σφενδόνῃ, ἣν άρα οἱ θεράπων έχε ποιμένι λαῶν.

601Πείσανδρος δ̓ ιθὺς Μενελάου κυδαλίμοιο
602ήϊε
τὸν δ̓ άγε μοῖρα κακὴ θανάτοιο τέλος δὲ
603σοὶ Μενέλαε δαμῆναι εν αινῇ δηϊοτῆτι

604οἳ δ̓ ὅτε δὴ σχεδὸν ῆσαν επ̓ αλλήλοισιν ιόντες
605Ατρεΐδης μὲν ἅμαρτε, παραὶ δέ οἱ ετράπετ̓ έγχος,
606Πείσανδρος δὲ σάκος Μενελάου κυδαλίμοιο
607ούτασεν, ου δὲ διὰ πρὸ δυνήσατο χαλκὸν ελάσσαι

608έσχεθε γὰρ σάκος ευρύ, κατεκλάσθη δ̓ ενὶ καυλῷ
609έγχος
δὲ φρεσὶν ᾗσι χάρη καὶ εέλπετο νίκην
610Ατρεΐδης δὲ ερυσσάμενος ξίφος αργυρόηλον
611ᾶλτ̓ επὶ Πεισάνδρῳ
δ̓ υπ̓ ασπίδος εἵλετο καλὴν
612αξίνην εύχαλκον ελαΐνῳ αμφὶ πελέκκῳ
613μακρῷ εϋξέστῳ
ἅμα δ̓ αλλήλων εφίκοντο
614ήτοι μὲν κόρυθος φάλον ήλασεν ἱπποδασείης
615άκρον ὑπὸ λόφον αυτόν, δὲ προσιόντα μέτωπον
616ῥινὸς ὕπερ πυμάτης·
λάκε δ̓ οστέα, τὼ δέ οἱ όσσε
617πὰρ ποσὶν αἱματόεντα χαμαὶ πέσον εν κονίῃσιν,
618ιδνώθη δὲ πεσών
δὲ λὰξ εν στήθεσι βαίνων
619τεύχεά τ̓ εξενάριξε καὶ ευχόμενος έπος ηύδα

620λείψετέ θην οὕτω γε νέας Δαναῶν ταχυπώλων
621Τρῶες ὑπερφίαλοι δεινῆς ακόρητοι αϋτῆς,
622άλλης μὲν λώβης τε καὶ αίσχεος ουκ επιδευεῖς
623ἣν εμὲ λωβήσασθε κακαὶ κύνες, ου δέ τι θυμῷ
624Ζηνὸς εριβρεμέτεω χαλεπὴν εδείσατε μῆνιν
625ξεινίου, ὅς τέ ποτ̓ ύμμι διαφθέρσει πόλιν αιπήν·

626οἵ μευ κουριδίην άλοχον καὶ κτήματα πολλὰ
627μὰψ οίχεσθ̓ ανάγοντες, επεὶ φιλέεσθε παῤ αυτῇ

628νῦν αῦτ̓ εν νηυσὶν μενεαίνετε ποντοπόροισι
629πῦρ ολοὸν βαλέειν, κτεῖναι δ̓ ἥρωας Αχαιούς

630αλλά ποθι σχήσεσθε καὶ εσσύμενοί περ Άρηος

631Ζεῦ πάτερ τέ σέ φασι περὶ φρένας έμμεναι άλλων
632ανδρῶν ηδὲ θεῶν
σέο δ̓ εκ τάδε πάντα πέλονται
633οἷον δὴ άνδρεσσι χαρίζεαι ὑβριστῇσι
634Τρωσίν, τῶν μένος αιὲν ατάσθαλον, ου δὲ δύνανται
635φυλόπιδος κορέσασθαι ὁμοιΐου πτολέμοιο.

636πάντων μὲν κόρος εστὶ καὶ ὕπνου καὶ φιλότητος
637μολπῆς τε γλυκερῆς καὶ αμύμονος ορχηθμοῖο,
638τῶν πέρ τις καὶ μᾶλλον εέλδεται εξ έρον εἷναι
639 πολέμου·
Τρῶες δὲ μάχης ακόρητοι έασιν
640ὣς ειπὼν τὰ μὲν έντἐ απὸ χροὸς αἱματόεντα
641συλήσας ἑτάροισι δίδου Μενέλαος αμύμων,
642αυτὸς δ̓ αῦτ̓ εξ αῦτις ιὼν προμάχοισιν εμίχθη

643ένθά οἱ υἱὸς επᾶλτο Πυλαιμένεος βασιλῆος
644Ἁρπαλίων, ῥα πατρὶ φίλῳ ἕπετο πτολεμίξων
645ες τροίην, ου δ̓ αῦτις αφίκετο πατρίδα γαῖαν

646ὅς ῥα τότ̓ Ατρεΐδαο μέσον σάκος ούτασε δουρὶ
647εγγύθεν, ου δὲ διὰ πρὸ δυνήσατο χαλκὸν ελάσσαι
648ὰψ δ̓ ἑτάρων εις έθνος εχάζετο κῆῤ αλεείνων
649πάντοσε παπταίνων μή τις χρόα χαλκῷ επαύρῃ

650Μηριόνης δ̓ απιόντος ἵει χαλκήρἐ οϊστόν,
651καί ῥ̓ έβαλε γλουτὸν κάτα δεξιόν
αυτὰρ οϊστὸς
652αντικρὺ κατὰ κύστιν υπ̓ οστέον εξεπέρησεν

653ἑζόμενος δὲ κατ̓ αῦθι φίλων εν χερσὶν ἑταίρων
654θυμὸν αποπνείων, ὥς τε σκώληξ επὶ γαίῃ
655κεῖτο ταθείς·
εκ δ̓ αἷμα μέλαν ῥέε, δεῦε δὲ γαῖαν
656τὸν μὲν Παφλαγόνες μεγαλήτορες αμφεπένοντο,
657ες δίφρον δ̓ ανέσαντες άγον προτὶ Ίλιον ἱρὴν
658αχνύμενοι
μετὰ δέ σφι πατὴρ κίε δάκρυα λείβων,
659ποινὴ δ̓ ού τις παιδὸς εγίγνετο τεθνηῶτος

660τοῦ δὲ Πάρις μάλα θυμὸν αποκταμένοιο χολώθη

661ξεῖνος γάρ οἱ έην πολέσιν μετὰ Παφλαγόνεσσι

662τοῦ γε χωόμενος προΐει χαλκήρἐ οϊστόν

663ῆν δέ τις Ευχήνωρ Πολυΐδου μάντιος υἱὸς
664αφνειός τ̓ αγαθός τε Κορινθόθι οικία ναίων,
665ὅς ῥ̓ εῦ ειδὼς κῆῤ ολοὴν επὶ νηὸς έβαινε

666πολλάκι γάρ οἱ έειπε γέρων αγαθὸς Πολύϊδος
667νούσῳ υπ̓ αργαλέῃ φθίσθαι οἷς εν μεγάροισιν,
668 μετ̓ Αχαιῶν νηυσὶν ὑπὸ Τρώεσσι δαμῆναι

669τώ ῥ̓ ἅμα τ̓ αργαλέην θωὴν αλέεινεν Αχαιῶν
670νοῦσόν τε στυγερήν, ἵνα μὴ πάθοι άλγεα θυμῷ

671τὸν βάλ̓ ὑπὸ γναθμοῖο
καὶ ούατος· ῶκα δὲ θυμὸς
672ῴχετ̓ απὸ μελέων, στυγερὸς δ̓ άρα μιν σκότος εἷλεν

673ὣς οἳ μὲν μάρναντο δέμας πυρὸς αιθομένοιο

674Ἕκτωρ δ̓ ουκ επέπυστο Διῒ φίλος, ου δέ τι ῄδη
675ὅττί ῥά οἱ νηῶν επ̓ αριστερὰ δηϊόωντο
676λαοὶ υπ̓ Αργείων
τάχα δ̓ ὰν καὶ κῦδος Αχαιῶν
677έπλετο
τοῖος γὰρ γαιήοχος εννοσίγαιος
678ότρυν̓ Αργείους, πρὸς δὲ σθένει αυτὸς άμυνεν

679αλλ̓ έχεν τὰ πρῶτα πύλας καὶ τεῖχος εσᾶλτο
680ῥηξάμενος Δαναῶν πυκινὰς στίχας ασπιστάων,
681ένθ̓ έσαν Αίαντός τε νέες καὶ Πρωτεσιλάου
682θῖν̓ έφ̓ ἁλὸς πολιῆς ειρυμέναι
αυτὰρ ὕπερθε
683τεῖχος εδέδμητο χθαμαλώτατον, ένθα μάλιστα
684ζαχρηεῖς γίγνοντο μάχῃ αυτοί τε καὶ ἵπποι

685ένθα δὲ Βοιωτοὶ καὶ Ιάονες ἑλκεχίτωνες
686Λοκροὶ καὶ Φθῖοι καὶ φαιδιμόεντες Επειοὶ
687σπουδῇ επαΐσσοντα νεῶν έχον, ου δὲ δύναντο
688ῶσαι απὸ σφείων φλογὶ είκελον Ἕκτορα δῖον
689οἳ μὲν Αθηναίων προλελεγμένοι·
εν δ̓ άρα τοῖσιν
690ῆρχ̓ υἱὸς Πετεῶο Μενεσθεύς, οἳ δ̓ άμ̓ ἕποντο
691Φείδας τε Στιχίος τε Βίας τ̓ εΰς
αυτὰρ Επειῶν
692Φυλεΐδης τε Μέγης Αμφίων τε Δρακίος τε,
693πρὸ Φθίων δὲ Μέδων τε μενεπτόλεμός τε Ποδάρκης.

694ήτοι μὲν νόθος υἱὸς Οϊλῆος θείοιο
695έσκε Μέδων Αίαντος αδελφεός
αυτὰρ έναιεν
696εν Φυλάκῃ γαίης άπο πατρίδος άνδρα κατακτὰς
697γνωτὸν μητρυιῆς Εριώπιδος, ἣν έχ̓ Οϊλεύς

698αυτὰρ Ιφίκλοιο πάϊς τοῦ Φυλακίδαο.

699οἳ μὲν πρὸ Φθίων μεγαθύμων θωρηχθέντες
700ναῦφιν αμυνόμενοι μετὰ Βοιωτῶν εμάχοντο

701Αίας δ̓ ουκέτι πάμπαν Οϊλῆος ταχὺς υἱὸς
702ίστατ̓ απ̓ Αίαντος Τελαμωνίου ου δ̓ ηβαιόν,
703αλλ̓ ὥς τ̓ εν νειῷ βόε οίνοπε πηκτὸν άροτρον
704ῖσον θυμὸν έχοντε τιταίνετον·
αμφὶ δ̓ άρά σφι
705πρυμνοῖσιν κεράεσσι πολὺς ανακηκίει ἱδρώς

706τὼ μέν τε ζυγὸν οῖον εΰξοον αμφὶς εέργει
707ἱεμένω κατὰ ῶλκα
τέμει δέ τε τέλσον αρούρης
708ὣς τὼ παρβεβαῶτε μάλ̓ ἕστασαν αλλήλοιιν

709αλλ̓ ήτοι Τελαμωνιάδῃ πολλοί τε καὶ εσθλοὶ
710λαοὶ έπονθ̓ ἕταροι, οἵ οἱ σάκος εξεδέχοντο
711ὁππότε μιν κάματός τε καὶ ἱδρὼς γούναθ̓ ἵκοιτο.

712ου δ̓ άῤ Οϊλιάδῃ μεγαλήτορι Λοκροὶ ἕποντο

713ου γάρ σφι σταδίῃ ὑσμίνῃ μίμνε φίλον κῆρ

714ου γὰρ έχον κόρυθας χαλκήρεας ἱπποδασείας,
715ου δ̓ έχον ασπίδας ευκύκλους καὶ μείλινα δοῦρα,
716αλλ̓ άρα τόξοισιν καὶ εϋστρεφεῖ οῖος αώτῳ
717Ίλιον εις άμ̓ ἕποντο πεποιθότες, οἷσιν έπειτα
718ταρφέα βάλλοντες Τρώων ῥήγνυντο φάλαγγας

719δή ῥα τόθ̓ οἳ μὲν πρόσθε σὺν έντεσι δαιδαλέοισι
720μάρναντο Τρωσίν τε καὶ Ἕκτορι χαλκοκορυστῇ,
721οἳ δ̓ όπιθεν βάλλοντες ελάνθανον
ου δέ τι χάρμης
722Τρῶες μιμνήσκοντο
συνεκλόνεον γὰρ οϊστοί
723ένθά κε λευγαλέως νηῶν άπο καὶ κλισιάων
724Τρῶες εχώρησαν προτὶ Ίλιον ηνεμόεσσαν,
725ει μὴ Πουλυδάμας θρασὺν Ἕκτορα εῖπε παραστάς

726Ἕκτορ αμήχανός εσσι παραρρητοῖσι πιθέσθαι

727οὕνεκά τοι περὶ δῶκε θεὸς πολεμήϊα έργα
728τοὔνεκα καὶ βουλῇ εθέλεις περιίδμεναι άλλων

729αλλ̓ ού πως ἅμα πάντα δυνήσεαι αυτὸς ἑλέσθαι

730άλλῳ μὲν γὰρ έδωκε θεὸς πολεμήϊα έργα,
731άλλῳ δ̓ ορχηστύν, ἑτέρῳ κίθαριν καὶ αοιδήν,
732άλλῳ δ̓ εν στήθεσσι τιθεῖ νόον ευρύοπα Ζεὺς
733εσθλόν, τοῦ δέ τε πολλοὶ επαυρίσκοντ̓ άνθρωποι,
734καί τε πολέας εσάωσε, μάλιστα δὲ καὐτὸς ανέγνω.

735αυτὰρ εγὼν ερέω ὥς μοι δοκεῖ εῖναι άριστα

736πάντῃ γάρ σε περὶ στέφανος πολέμοιο δέδηε

737Τρῶες δὲ μεγάθυμοι επεὶ κατὰ τεῖχος έβησαν
738οἳ μὲν αφεστᾶσιν σὺν τεύχεσιν, οἳ δὲ μάχονται
739παυρότεροι πλεόνεσσι κεδασθέντες κατὰ νῆας

740αλλ̓ αναχασσάμενος κάλει ενθάδε πάντας αρίστους

741ένθεν δ̓ ὰν μάλα πᾶσαν επιφρασσαίμεθα βουλὴν
742ή κεν ενὶ νήεσσι πολυκλήϊσι πέσωμεν
743αί κ̓ εθέλῃσι θεὸς δόμεναι κράτος, κεν έπειτα
744πὰρ νηῶν έλθωμεν απήμονες.
γὰρ έγωγε
745δείδω μὴ τὸ χθιζὸν αποστήσωνται Αχαιοὶ
746χρεῖος, επεὶ παρὰ νηυσὶν ανὴρ ᾶτος πολέμοιο
747μίμνει, ὃν ουκέτι πάγχυ μάχης σχήσεσθαι οΐω

748ὣς φάτο Πουλυδάμας, ἅδε δ̓ Ἕκτορι μῦθος απήμων,
749αυτίκα δ̓ εξ οχέων σὺν τεύχεσιν ᾶλτο χαμᾶζε
750καί μιν φωνήσας έπεα πτερόεντα προσηύδα

751Πουλυδάμα σὺ μὲν αυτοῦ ερύκακε πάντας αρίστους,
752αυτὰρ εγὼ κεῖσ̓ εῖμι καὶ αντιόω πολέμοιο

753αῖψα δ̓ ελεύσομαι αῦτις επὴν εῦ τοῖς επιτείλω

754 ῥα, καὶ ὁρμήθη όρεϊ νιφόεντι εοικὼς
755κεκλήγων, διὰ δὲ Τρώων πέτετ̓ ηδ̓ επικούρων

756οἳ δ̓ ες Πανθοΐδην αγαπήνορα Πουλυδάμαντα
757πάντες επεσσεύοντ̓, επεὶ Ἕκτορος έκλυον αυδήν

758αυτὰρ Δηΐφοβόν τε βίην θ̓ Ἑλένοιο άνακτος
759Ασιάδην τ̓ Αδάμαντα καὶ Άσιον Ὑρτάκου υἱὸν
760φοίτα ανὰ προμάχους διζήμενος, εί που εφεύροι

761τοὺς δ̓ εῦῤ ουκέτι πάμπαν απήμονας ου δ̓ ανολέθρους

762αλλ̓ οἳ μὲν δὴ νηυσὶν έπι πρυμνῇσιν Αχαιῶν
763χερσὶν υπ̓ Αργείων κέατο ψυχὰς ολέσαντες,
764οἳ δ̓ εν τείχει έσαν βεβλημένοι ουτάμενοί τε

765τὸν δὲ τάχ̓ εὗρε μάχης επ̓ αριστερὰ δακρυοέσσης
766δῖον Αλέξανδρον Ἑλένης πόσιν ηϋκόμοιο
767θαρσύνονθ̓ ἑτάρους καὶ εποτρύνοντα μάχεσθαι,
768αγχοῦ δ̓ ἱστάμενος προσέφη αισχροῖς επέεσσι·

769Δύσπαρι εῖδος άριστε γυναιμανὲς ηπεροπευτὰ
770ποῦ τοι Δηΐφοβός τε βίη θ̓ Ἑλένοιο άνακτος
771Ασιάδης τ̓ Αδάμας ηδ̓ Άσιος Ὑρτάκου υἱός;

772ποῦ δέ τοι Οθρυονεύς;
νῦν ώλετο πᾶσα κατ̓ άκρης
773Ίλιος αιπεινή
νῦν τοι σῶς αιπὺς όλεθρος.
774τὸν δ̓ αῦτε προσέειπεν Αλέξανδρος θεοειδής

775Ἕκτορ επεί τοι θυμὸς αναίτιον αιτιάασθαι,
776άλλοτε δή ποτε μᾶλλον ερωῆσαι πολέμοιο
777μέλλω, επεὶ ου δ̓ εμὲ πάμπαν ανάλκιδα γείνατο μήτηρ·

778εξ οὗ γὰρ παρὰ νηυσὶ μάχην ήγειρας ἑταίρων,
779εκ τοῦ δ̓ ενθάδ̓ εόντες ὁμιλέομεν Δαναοῖσι
780νωλεμέως
ἕταροι δὲ κατέκταθεν οὓς σὺ μεταλλᾷς
781οίω Δηΐφοβός τε βίη θ̓ Ἑλένοιο άνακτος
782οίχεσθον, μακρῇσι τετυμμένω εγχείῃσιν
783αμφοτέρω κατὰ χεῖρα
φόνον δ̓ ήμυνε Κρονίων
784νῦν δ̓ άρχ̓ ὅππῃ σε κραδίη θυμός τε κελεύει

785ἡμεῖς δ̓ εμμεμαῶτες άμ̓ εψόμεθ̓, ου δέ τί φημι
786αλκῆς δευήσεσθαι, ὅση δύναμίς γε πάρεστι

787πὰρ δύναμιν δ̓ ουκ έστι καὶ εσσύμενον πολεμίζειν

788ὣς ειπὼν παρέπεισεν αδελφειοῦ φρένας ἥρως

789βὰν δ̓ ίμεν ένθα μάλιστα μάχη καὶ φύλοπις ῆεν
790αμφί τε Κεβριόνην καὶ αμύμονα Πουλυδάμαντα
791Φάλκην Ορθαῖόν τε καὶ αντίθεον Πολυφήτην
792Πάλμύν τ̓ Ασκάνιόν τε Μόρυν θ̓ υῖ Ἱπποτίωνος,
793οἵ ῥ̓ εξ Ασκανίης εριβώλακος ῆλθον αμοιβοὶ
794ηοῖ τῇ προτέρῃ
τότε δὲ Ζεὺς ῶρσε μάχεσθαι
795οἳ δ̓ ίσαν αργαλέων ανέμων ατάλαντοι αέλλῃ,
796 ῥά θ̓ ὑπὸ βροντῆς πατρὸς Διὸς εῖσι πέδον δέ,
797θεσπεσίῳ δ̓ ὁμάδῳ ἁλὶ μίσγεται, εν δέ τε πολλὰ
798κύματα παφλάζοντα πολυφλοίσβοιο θαλάσσης
799κυρτὰ φαληριόωντα, πρὸ μέν τ̓ άλλ̓, αυτὰρ επ̓ άλλα·

800ὣς Τρῶες πρὸ μὲν άλλοι αρηρότες, αυτὰρ επ̓ άλλοι,
801χαλκῷ μαρμαίροντες άμ̓ ἡγεμόνεσσιν ἕποντο.

802Ἕκτωρ δ̓ ἡγεῖτο βροτολοιγῷ ῖσος Άρηϊ
803Πριαμίδης
πρόσθεν δ̓ έχεν ασπίδα πάντοσ̓ εΐσην
804ῥινοῖσιν πυκινήν, πολλὸς δ̓ επελήλατο χαλκός

805αμφὶ δέ οἱ κροτάφοισι φαεινὴ σείετο πήληξ

806πάντῃ δ̓ αμφὶ φάλαγγας επειρᾶτο προποδίζων,
807εί πώς οἱ είξειαν ὑπασπίδια προβιβῶντι

808αλλ̓ ου σύγχει θυμὸν ενὶ στήθεσσιν Αχαιῶν

809Αίας δὲ πρῶτος προκαλέσσατο μακρὰ βιβάσθων

810δαιμόνιε σχεδὸν ελθέ
τί δειδίσσεαι αύτως
811Αργείους
ού τοί τι μάχης αδαήμονές ειμεν,
812αλλὰ Διὸς μάστιγι κακῇ εδάμημεν Αχαιοί

813 θήν πού τοι θυμὸς εέλπεται εξαλαπάξειν
814νῆας
άφαρ δέ τε χεῖρες αμύνειν εισὶ καὶ ἡμῖν
815 κε πολὺ φθαίη εῦ ναιομένη πόλις ὑμὴ
816χερσὶν υφ̓ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε

817σοὶ δ̓ αυτῷ φημὶ σχεδὸν έμμεναι ὁππότε φεύγων
818αρήσῃ Διὶ πατρὶ καὶ άλλοις αθανάτοισι
819θάσσονας ιρήκων έμεναι καλλίτριχας ἵππους,
820οἵ σε πόλιν δ̓ οίσουσι κονίοντες πεδίοιο

821ὣς άρα οἱ ειπόντι επέπτατο δεξιὸς όρνις
822αιετὸς ὑψιπέτης·
επὶ δ̓ ίαχε λαὸς Αχαιῶν
823θάρσυνος οιωνῷ
δ̓ αμείβετο φαίδιμος Ἕκτωρ
824Αῖαν ἁμαρτοεπὲς βουγάϊε ποῖον έειπες

825ει γὰρ εγὼν οὕτω γε Διὸς πάϊς αιγιόχοιο
826είην ήματα πάντα, τέκοι δέ με πότνια Ἥρη,
827τιοίμην δ̓ ὡς τίετ̓ Αθηναίη καὶ Απόλλων,
828ὡς νῦν ἡμέρη ἥδε κακὸν φέρει Αργείοισι
829πᾶσι μάλ̓, εν δὲ σὺ τοῖσι πεφήσεαι, αί κε ταλάσσῃς
830μεῖναι εμὸν δόρυ μακρόν, τοι χρόα λειριόεντα
831δάψει
ατὰρ Τρώων κορέεις κύνας ηδ̓ οιωνοὺς
832δημῷ καὶ σάρκεσσι πεσὼν επὶ νηυσὶν Αχαιῶν

833ὣς άρα φωνήσας ἡγήσατο
τοὶ δ̓ άμ̓ ἕποντο
834ηχῇ θεσπεσίῃ, επὶ δ̓ ίαχε λαὸς όπισθεν

835Αργεῖοι δ̓ ἑτέρωθεν επίαχον, ου δὲ λάθοντο
836αλκῆς, αλλ̓ έμενον Τρώων επιόντας αρίστους

837ηχὴ δ̓ αμφοτέρων ίκετ̓ αιθέρα καὶ Διὸς αυγάς