1ὣς ὃ μὲν εν κλισίῃσι Μενοιτίου άλκιμος υἱὸς
2ιᾶτ̓ Ευρύπυλον βεβλημένον ·
οἳ δὲ μάχοντο
3Αργεῖοι καὶ Τρῶες ὁμιλαδόν ·
ου δ̓ άῤ έμελλε
4τάφρος έτι σχήσειν Δαναῶν καὶ τεῖχος ὕπερθεν
5ευρύ , τὸ ποιήσαντο νεῶν ὕπερ , αμφὶ δὲ τάφρον
6ήλασαν
ου δὲ θεοῖσι δόσαν κλειτὰς ἑκατόμβας
7όφρά σφιν νῆάς τε θοὰς καὶ ληΐδα πολλὴν
8εντὸς έχον ῥύοιτο ·
θεῶν δ̓ αέκητι τέτυκτο
9αθανάτων
τὸ καὶ ού τι πολὺν χρόνον έμπεδον ῆεν
10όφρα μὲν Ἕκτωρ ζωὸς έην καὶ μήνἰ Αχιλλεὺς
11καὶ Πριάμοιο άνακτος απόρθητος πόλις έπλεν ,
12τόφρα δὲ καὶ μέγα τεῖχος Αχαιῶν έμπεδον ῆεν
13αυτὰρ επεὶ κατὰ μὲν Τρώων θάνον ὅσσοι άριστοι ,
14πολλοὶ δ̓ Αργείων οἳ μὲν δάμεν , οἳ δὲ λίποντο ,
15πέρθετο δὲ Πριάμοιο πόλις δεκάτῳ ενιαυτῷ ,
16Αργεῖοι δ̓ εν νηυσὶ φίλην ες πατρίδ̓ έβησαν ,
17δὴ τότε μητιόωντο Ποσειδάων καὶ Απόλλων
18τεῖχος αμαλδῦναι ποταμῶν μένος εισαγαγόντες .
19ὅσσοι απ̓ Ιδαίων ορέων ἅλα δὲ προρέουσι ,
20Ῥῆσός θ̓ Ἑπτάπορός τε Κάρησός τε Ῥοδίος τε
21Γρήνικός τε καὶ Αίσηπος δῖός τε Σκάμανδρος
22καὶ Σιμόεις , ὅθι πολλὰ βοάγρια καὶ τρυφάλειαι
23κάππεσον εν κονίῃσι καὶ ἡμιθέων γένος ανδρῶν ·
24τῶν πάντων ὁμόσε στόματ̓ έτραπε Φοῖβος Απόλλων ,
25εννῆμαρ δ̓ ες τεῖχος ἵει ῥόον
ὗε δ̓ άρα Ζεὺς
26συνεχές , όφρά κε θᾶσσον ἁλίπλοα τείχεα θείη
27αυτὸς δ̓ εννοσίγαιος έχων χείρεσσι τρίαιναν
28ηγεῖτ̓ , εκ δ̓ άρα πάντα θεμείλια κύμασι πέμπε
29φιτρῶν καὶ λάων , τὰ θέσαν μογέοντες Αχαιοί ,
30λεῖα δ̓ εποίησεν παῤ αγάρροον Ἑλλήσποντον ,
31αῦτις δ̓ ηϊόνα μεγάλην ψαμάθοισι κάλυψε
32τεῖχος αμαλδύνας
ποταμοὺς δ̓ έτρεψε νέεσθαι
33κὰρ ῥόον , ᾗ περ πρόσθεν ἵεν καλλίρροον ὕδωρ
34ὣς άῤ έμελλον όπισθε Ποσειδάων καὶ Απόλλων
35θησέμεναι
τότε δ̓ αμφὶ μάχη ενοπή τε δεδήει
36τεῖχος εΰδμητον , κανάχιζε δὲ δούρατα πύργων
37βαλλόμεν̓
Αργεῖοι δὲ Διὸς μάστιγι δαμέντες
38νηυσὶν έπι γλαφυρῇσιν εελμένοι ισχανόωντο
39Ἕκτορα δειδιότες , κρατερὸν μήστωρα φόβοιο
40αυτὰρ ὅ γ̓ ὡς τὸ πρόσθεν εμάρνατο ῖσος αέλλῃ ·
41ὡς δ̓ ότ̓ ὰν έν τε κύνεσσι καὶ ανδράσι θηρευτῇσι
42κάπριος ηὲ λέων στρέφεται σθένεϊ βλεμεαίνων ·
43οἳ δέ τε πυργηδὸν σφέας αυτοὺς αρτύναντες
44αντίον ἵστανται καὶ ακοντίζουσι θαμειὰς
45αιχμὰς εκ χειρῶν ·
τοῦ δ̓ ού ποτε κυδάλιμον κῆρ
46ταρβεῖ ου δὲ φοβεῖται , αγηνορίη δέ μιν έκτα ·
47ταρφέα τε στρέφεται στίχας ανδρῶν πειρητίζων ·
48ὅππῃ τ̓ ιθύσῃ τῇ είκουσι στίχες ανδρῶν ·
49ὣς Ἕκτωρ αν̓ ὅμιλον ιὼν ελλίσσεθ̓ ἑταίρους
50τάφρον εποτρύνων διαβαινέμεν ·
ου δέ οἱ ἵπποι
51τόλμων ωκύποδες , μάλα δὲ χρεμέτιζον επ̓ άκρῳ
52χείλει εφεσταότες
απὸ γὰρ δειδίσσετο τάφρος
53ευρεῖ̓ , ού τ̓ άῤ ὑπερθορέειν σχεδὸν ού τε περῆσαι
54ῥηϊδίη ·
κρημνοὶ γὰρ επηρεφέες περὶ πᾶσαν
55ἕστασαν αμφοτέρωθεν , ὕπερθεν δὲ σκολόπεσσιν
56οξέσιν ηρήρει , τοὺς ἵστασαν υἷες Αχαιῶν
57πυκνοὺς καὶ μεγάλους δηΐων ανδρῶν αλεωρήν
58ένθ̓ ού κεν ῥέα ἵππος εΰτροχον ἅρμα τιταίνων
59εσβαίη , πεζοὶ δὲ μενοίνεον ει τελέουσι
60δὴ τότε Πουλυδάμας θρασὺν Ἕκτορα εῖπε παραστάς
61Ἕκτορ τ̓ ηδ̓ άλλοι Τρώων αγοὶ ηδ̓ επικούρων
62αφραδέως διὰ τάφρον ελαύνομεν ωκέας ἵππους
63ἣ δὲ μάλ̓ αργαλέη περάαν ·
σκόλοπες γὰρ εν αυτῇ
64οξέες ἑστᾶσιν , ποτὶ δ̓ αυτοὺς τεῖχος Αχαιῶν ,
65ένθ̓ ού πως έστιν καταβήμεναι ου δὲ μάχεσθαι
66ἱππεῦσι ·
στεῖνος γάρ , ὅθι τρώσεσθαι οΐω .
67ει μὲν γὰρ τοὺς πάγχυ κακὰ φρονέων αλαπάζει
68Ζεὺς ὑψιβρεμέτης , Τρώεσσι δὲ ίετ̓ αρήγειν ,
69ῆ τ̓ ὰν έγωγ̓ εθέλοιμι καὶ αυτίκα τοῦτο γενέσθαι ,
70νωνύμνους απολέσθαι απ̓ Άργεος ενθάδ̓ Αχαιούς
71ει δέ χ̓ ὑποστρέψωσι , παλίωξις δὲ γένηται
72εκ νηῶν καὶ τάφρῳ ενιπλήξωμεν ορυκτῇ ,
73ουκέτ̓ έπειτ̓ οΐω ου δ̓ άγγελον απονέεσθαι
74άψορρον προτὶ άστυ ἑλιχθέντων υπ̓ Αχαιῶν
75αλλ̓ άγεθ̓ ὡς ὰν εγὼ είπω πειθώμεθα πάντες ·
76ἵππους μὲν θεράποντες ερυκόντων επὶ τάφρῳ ,
77αυτοὶ δὲ πρυλέες σὺν τεύχεσι θωρηχθέντες
78Ἕκτορι πάντες επώμεθ̓ αολλέες
αυτὰρ Αχαιοὶ
79ου μενέουσ̓ ει δή σφιν ολέθρου πείρατ̓ εφῆπται
80ὣς φάτο Πουλυδάμας , ἅδε δ̓ Ἕκτορι μῦθος απήμων ,
81αυτίκα δ̓ εξ οχέων σὺν τεύχεσιν ᾶλτο χαμᾶζε
82ου δὲ μὲν άλλοι Τρῶες εφ̓ ἵππων ηγερέθοντο ,
83αλλ̓ απὸ πάντες όρουσαν , επεὶ ίδον Ἕκτορα δῖον
84ἡνιόχῳ μὲν έπειτα ἑῷ επέτελλεν ἕκαστος
85ἵππους εῦ κατὰ κόσμον ερυκέμεν αῦθ̓ επὶ τάφρῳ
86οἳ δὲ διαστάντες σφέας αυτοὺς αρτύναντες
87πένταχα κοσμηθέντες άμ̓ ἡγεμόνεσσιν ἕποντο
88οἳ μὲν άμ̓ Έκτοῤ ίσαν καὶ αμύμονι Πουλυδάμαντι ,
89οἳ πλεῖστοι καὶ άριστοι έσαν , μέμασαν δὲ μάλιστα
90τεῖχος ῥηξάμενοι κοίλῃς επὶ νηυσὶ μάχεσθαι
91καί σφιν Κεβριόνης τρίτος εἵπετο
πὰρ δ̓ άῤ όχεσφιν
92άλλον Κεβριόναο χερείονα κάλλιπεν Ἕκτωρ
93τῶν δ̓ ἑτέρων Πάρις ῆρχε καὶ Αλκάθοος καὶ Αγήνωρ ,
94τῶν δὲ τρίτων Ἕλενος καὶ Δηΐφοβος θεοειδὴς
95υἷε δύω Πριάμοιο ·
τρίτος δ̓ ῆν Άσιος ἥρως
96Άσιος Ὑρτακίδης , ὃν Αρίσβηθεν φέρον ἵπποι
97αίθωνες μεγάλοι ποταμοῦ άπο Σελλήεντος .
98τῶν δὲ τετάρτων ῆρχεν εῢς πάϊς Αγχίσαο
99Αινείας , ἅμα τῷ γε δύω Αντήνορος υἷε
100Αρχέλοχός τ̓ Ακάμας τε μάχης εῦ ειδότε πάσης .
101Σαρπηδὼν δ̓ ηγήσατ̓ αγακλειτῶν επικούρων ,
102πρὸς δ̓ ἕλετο Γλαῦκον καὶ αρήϊον Αστεροπαῖον
103οἳ γάρ οἱ είσαντο διακριδὸν εῖναι άριστοι
104τῶν άλλων μετά γ̓ αυτόν
ὃ δ̓ έπρεπε καὶ διὰ πάντων
105οἳ δ̓ επεὶ αλλήλους άραρον τυκτῇσι βόεσσι
106βάν ῥ̓ ιθὺς Δαναῶν λελιημένοι , ου δ̓ έτ̓ έφαντο
107σχήσεσθ̓ , αλλ̓ εν νηυσὶ μελαίνῃσιν πεσέεσθαι
108ένθ̓ άλλοι Τρῶες τηλεκλειτοί τ̓ επίκουροι
109βουλῇ Πουλυδάμαντος αμωμήτοιο πίθοντο
110αλλ̓ ουχ Ὑρτακίδης έθελ̓ Άσιος όρχαμος ανδρῶν
111αῦθι λιπεῖν ἵππους τε καὶ ἡνίοχον θεράποντα ,
112αλλὰ σὺν αυτοῖσιν πέλασεν νήεσσι θοῇσι
113νήπιος , ου δ̓ άῤ έμελλε κακὰς ὑπὸ κῆρας αλύξας
114ἵπποισιν καὶ όχεσφιν αγαλλόμενος παρὰ νηῶν
115ὰψ απονοστήσειν προτὶ Ίλιον ηνεμόεσσαν
116πρόσθεν γάρ μιν μοῖρα δυσώνυμος αμφεκάλυψεν
117έγχεϊ Ιδομενῆος αγαυοῦ Δευκαλίδαο
118είσατο γὰρ νηῶν επ̓ αριστερά , τῇ περ Αχαιοὶ
119εκ πεδίου νίσοντο σὺν ἵπποισιν καὶ όχεσφι
120τῇ ῥ̓ ἵππους τε καὶ ἅρμα διήλασεν , ου δὲ πύλῃσιν
121εῦῤ επικεκλιμένας σανίδας καὶ μακρὸν οχῆα ,
122αλλ̓ αναπεπταμένας έχον ανέρες , εί τιν̓ ἑταίρων
123εκ πολέμου φεύγοντα σαώσειαν μετὰ νῆας
124τῇ ῥ̓ ιθὺς φρονέων ἵππους έχε , τοὶ δ̓ άμ̓ ἕποντο
125οξέα κεκλήγοντες
έφαντο γὰρ ουκ έτ̓ Αχαιοὺς
126σχήσεσθ̓ , αλλ̓ εν νηυσὶ μελαίνῃσιν πεσέεσθαι
127νήπιοι , εν δὲ πύλῃσι δύ̓ ανέρας εὗρον αρίστους
128υἷας ὑπερθύμους Λαπιθάων αιχμητάων ,
129τὸν μὲν Πειριθόου υἷα κρατερὸν Πολυποίτην ,
130τὸν δὲ Λεοντῆα βροτολοιγῷ ῖσον Άρηϊ
131τὼ μὲν άρα προπάροιθε πυλάων ὑψηλάων
132ἕστασαν ὡς ὅτε τε δρύες ούρεσιν ὑψικάρηνοι ,
133αἵ τ̓ άνεμον μίμνουσι καὶ ὑετὸν ήματα πάντα
134ῥίζῃσιν μεγάλῃσι διηνεκέεσσ̓ αραρυῖαι ·
135ὣς άρα τὼ χείρεσσι πεποιθότες ηδὲ βίηφι
136μίμνον επερχόμενον μέγαν Άσιον ου δὲ φέβοντο
137οἳ δ̓ ιθὺς πρὸς τεῖχος εΰδμητον βόας αύας
138υψόσ̓ ανασχόμενοι έκιον μεγάλῳ αλαλητῷ
139Άσιον αμφὶ άνακτα καὶ Ιαμενὸν καὶ Ορέστην
140Ασιάδην τ̓ Αδάμαντα Θόωνά τε Οινόμαόν τε
141οἳ δ̓ ήτοι εἷος μὲν εϋκνήμιδας Αχαιοὺς
142όρνυον ένδον εόντες αμύνεσθαι περὶ νηῶν
143αυτὰρ επεὶ δὴ τεῖχος επεσσυμένους ενόησαν
144Τρῶας , ατὰρ Δαναῶν γένετο ιαχή τε φόβος τε ,
145εκ δὲ τὼ αΐξαντε πυλάων πρόσθε μαχέσθην
146αγροτέροισι σύεσσιν εοικότε , τώ τ̓ εν όρεσσιν
147ανδρῶν ηδὲ κυνῶν δέχαται κολοσυρτὸν ιόντα ,
148δοχμώ τ̓ αΐσσοντε περὶ σφίσιν άγνυτον ὕλην
149πρυμνὴν εκτάμνοντες , ὑπαὶ δέ τε κόμπος οδόντων
150γίγνεται εις ὅ κέ τίς τε βαλὼν εκ θυμὸν ἕληται
151ὣς τῶν κόμπει χαλκὸς επὶ στήθεσσι φαεινὸς
152άντην βαλλομένων
μάλα γὰρ κρατερῶς εμάχοντο
153λαοῖσιν καθύπερθε πεποιθότες ηδὲ βίηφιν
154οἳ δ̓ άρα χερμαδίοισιν εϋδμήτων απὸ πύργων
155βάλλον αμυνόμενοι σφῶν τ̓ αυτῶν καὶ κλισιάων
156νηῶν τ̓ ωκυπόρων
νιφάδες δ̓ ὡς πῖπτον έραζε ,
157ἅς τ̓ άνεμος ζαὴς νέφεα σκιόεντα δονήσας
158ταρφειὰς κατέχευεν επὶ χθονὶ πουλυβοτείρῃ ·
159ὣς τῶν εκ χειρῶν βέλεα ῥέον ημὲν Αχαιῶν
160ηδὲ καὶ εκ Τρώων ·
κόρυθες δ̓ αμφ̓ αῦον αΰτευν
161βαλλομένων μυλάκεσσι καὶ ασπίδες ομφαλόεσσαι
162δή ῥα τότ̓ ῴμωξεν καὶ ὣ πεπλήγετο μηρὼ
163Άσιος Ὑρτακίδης , καὶ αλαστήσας έπος ηύδα
164Ζεῦ πάτερ ῆ ῥά νυ καὶ σὺ φιλοψευδὴς ετέτυξο
165πάγχυ μάλ̓
ου γὰρ έγωγ̓ εφάμην ἥρωας Αχαιοὺς
166σχήσειν ἡμέτερόν γε μένος καὶ χεῖρας αάπτους
167οἳ δ̓ , ὥς τε σφῆκες μέσον αιόλοι ηὲ μέλισσαι
168οικία ποιήσωνται ὁδῷ έπι παιπαλοέσσῃ ,
169ου δ̓ απολείπουσιν κοῖλον δόμον , αλλὰ μένοντες
170άνδρας θηρητῆρας αμύνονται περὶ τέκνων ,
171ὣς οἵ γ̓ ουκ εθέλουσι πυλάων καὶ δύ̓ εόντε
172χάσσασθαι πρίν γ̓ ηὲ κατακτάμεν ηὲ ἁλῶναι
173ὣς έφατ̓ , ου δὲ Διὸς πεῖθε φρένα ταῦτ̓ αγορεύων
174Ἕκτορι γάρ οἱ θυμὸς εβούλετο κῦδος ορέξαι
175άλλοι δ̓ αμφ̓ άλλῃσι μάχην εμάχοντο πύλῃσιν
176αργαλέον δέ με ταῦτα θεὸν ὣς πάντ̓ αγορεῦσαι ·
177πάντῃ γὰρ περὶ τεῖχος ορώρει θεσπιδαὲς πῦρ
178λάϊνον
Αργεῖοι δὲ καὶ αχνύμενοί περ ανάγκῃ
179νηῶν ημύνοντο
θεοὶ δ̓ ακαχήατο θυμὸν
180πάντες ὅσοι Δαναοῖσι μάχης επιτάρροθοι ῆσαν
181σὺν δ̓ έβαλον Λαπίθαι πόλεμον καὶ δηϊοτῆτα
182ένθ̓ αῦ Πειριθόου υἱὸς κρατερὸς Πολυποίτης
183δουρὶ βάλεν Δάμασον κυνέης διὰ χαλκοπαρῄου ·
184ου δ̓ άρα χαλκείη κόρυς έσχεθεν , αλλὰ διὰ πρὸ
185αιχμὴ χαλκείη ῥῆξ̓ οστέον , εγκέφαλος δὲ
186ένδον ἅπας πεπάλακτο
δάμασσε δέ μιν μεμαῶτα
187αυτὰρ έπειτα Πύλωνα καὶ Όρμενον εξενάριξεν
188υἱὸν δ̓ Αντιμάχοιο Λεοντεὺς όζος Άρηος
189Ἱππόμαχον βάλε δουρὶ κατὰ ζωστῆρα τυχήσας .
190αῦτις δ̓ εκ κολεοῖο ερυσσάμενος ξίφος οξὺ
191Αντιφάτην μὲν πρῶτον επαΐξας δἰ ὁμίλου
192πλῆξ̓ αυτοσχεδίην
ὃ δ̓ άῤ ὕπτιος ούδει ερείσθη
193αυτὰρ έπειτα Μένωνα καὶ Ιαμενὸν καὶ Ορέστην
194πάντας επασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ
195όφῤ οἳ τοὺς ενάριζον απ̓ έντεα μαρμαίροντα ,
196τόφῤ οἳ Πουλυδάμαντι καὶ Ἕκτορι κοῦροι ἕποντο ,
197οἳ πλεῖστοι καὶ άριστοι έσαν , μέμασαν δὲ μάλιστα
198τεῖχός τε ῥήξειν καὶ ενιπρήσειν πυρὶ νῆας ,
199οἵ ῥ̓ έτι μερμήριζον εφεσταότες παρὰ τάφρῳ
200όρνις γάρ σφιν επῆλθε περησέμεναι μεμαῶσιν
201αιετὸς ὑψιπέτης επ̓ αριστερὰ λαὸν εέργων
202φοινήεντα δράκοντα φέρων ονύχεσσι πέλωρον
203ζωὸν έτ̓ ασπαίροντα , καὶ ού πω λήθετο χάρμης ,
204κόψε γὰρ αυτὸν έχοντα κατὰ στῆθος παρὰ δειρὴν
205ιδνωθεὶς οπίσω ·
ὃ δ̓ απὸ ἕθεν ἧκε χαμᾶζε
206αλγήσας οδύνῃσι , μέσῳ δ̓ ενὶ κάββαλ̓ ὁμίλῳ ,
207αυτὸς δὲ κλάγξας πέτετο πνοιῇς ανέμοιο
208Τρῶες δ̓ ερρίγησαν ὅπως ίδον αιόλον όφιν
209κείμενον εν μέσσοισι Διὸς τέρας αιγιόχοιο .
210δὴ τότε Πουλυδάμας θρασὺν Ἕκτορα εῖπε παραστάς
211Ἕκτορ αεὶ μέν πώς μοι επιπλήσσεις αγορῇσιν
212εσθλὰ φραζομένῳ , επεὶ ου δὲ μὲν ου δὲ έοικε
213δῆμον εόντα παρὲξ αγορευέμεν , ού τ̓ ενὶ βουλῇ
214ούτέ ποτ̓ εν πολέμῳ , σὸν δὲ κράτος αιὲν αέξειν ·
215νῦν αῦτ̓ εξερέω ὥς μοι δοκεῖ εῖναι άριστα
216μὴ ίομεν Δαναοῖσι μαχησόμενοι περὶ νηῶν
217ὧδε γὰρ εκτελέεσθαι οΐομαι , ει ετεόν γε
218Τρωσὶν όδ̓ όρνις ῆλθε περησέμεναι μεμαῶσιν
219αιετὸς ὑψιπέτης επ̓ αριστερὰ λαὸν εέργων
220φοινήεντα δράκοντα φέρων ονύχεσσι πέλωρον
221ζωόν ·
άφαρ δ̓ αφέηκε πάρος φίλα οικί̓ ἱκέσθαι ,
222ου δ̓ ετέλεσσε φέρων δόμεναι τεκέεσσιν ἑοῖσιν
223ὣς ἡμεῖς , εί πέρ τε πύλας καὶ τεῖχος Αχαιῶν
224ῥηξόμεθα σθένεϊ μεγάλῳ , είξωσι δ̓ Αχαιοί ,
225ου κόσμῳ παρὰ ναῦφιν ελευσόμεθ̓ αυτὰ κέλευθα
226πολλοὺς γὰρ Τρώων καταλείψομεν , οὕς κεν Αχαιοὶ
227χαλκῷ δῃώσωσιν αμυνόμενοι περὶ νηῶν
228ὧδέ χ̓ ὑποκρίναιτο θεοπρόπος , ὃς σάφα θυμῷ
229ειδείη τεράων καί οἱ πειθοίατο λαοί
230τὸν δ̓ άῤ ὑπόδρα ιδὼν προσέφη κορυθαίολος Ἕκτωρ
231Πουλυδάμα , σὺ μὲν ουκ έτ̓ εμοὶ φίλα ταῦτ̓ αγορεύεις
232οῖσθα καὶ άλλον μῦθον αμείνονα τοῦδε νοῆσαι
233ει δ̓ ετεὸν δὴ τοῦτον απὸ σπουδῆς αγορεύεις ,
234εξ άρα δή τοι έπειτα θεοὶ φρένας ώλεσαν αυτοί ,
235ὃς κέλεαι Ζηνὸς μὲν εριγδούποιο λαθέσθαι
236βουλέων , ἅς τέ μοι αυτὸς ὑπέσχετο καὶ κατένευσε
237τύνη δ̓ οιωνοῖσι τανυπτερύγεσσι κελεύεις
238πείθεσθαι , τῶν ού τι μετατρέπομ̓ ου δ̓ αλεγίζω
239είτ̓ επὶ δεξί̓ ίωσι πρὸς ηῶ τ̓ ηέλιόν τε ,
240είτ̓ επ̓ αριστερὰ τοί γε ποτὶ ζόφον ηερόεντα .
241ἡμεῖς δὲ μεγάλοιο Διὸς πειθώμεθα βουλῇ ,
242ὃς πᾶσι θνητοῖσι καὶ αθανάτοισιν ανάσσει
243εἷς οιωνὸς άριστος αμύνεσθαι περὶ πάτρης .
244τίπτε σὺ δείδοικας πόλεμον καὶ δηϊοτῆτα
245εί περ γάρ τ̓ άλλοι γε περὶ κτεινώμεθα πάντες
246νηυσὶν επ̓ Αργείων , σοὶ δ̓ ου δέος έστ̓ απολέσθαι
247ου γάρ τοι κραδίη μενεδήϊος ου δὲ μαχήμων .
248ει δὲ σὺ δηϊοτῆτος αφέξεαι , ηέ τιν̓ άλλον
249παρφάμενος επέεσσιν αποτρέψεις πολέμοιο ,
250αυτίκ̓ εμῷ ὑπὸ δουρὶ τυπεὶς απὸ θυμὸν ολέσσεις
251ὣς άρα φωνήσας ἡγήσατο , τοὶ δ̓ άμ̓ ἕποντο
252ηχῇ θεσπεσίῃ
επὶ δὲ Ζεὺς τερπικέραυνος
253ῶρσεν απ̓ Ιδαίων ορέων ανέμοιο θύελλαν ,
254ἥ ῥ̓ ιθὺς νηῶν κονίην φέρεν
αυτὰρ Αχαιῶν
255θέλγε νόον , Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος όπαζε
256τοῦ περ δὴ τεράεσσι πεποιθότες ηδὲ βίηφι
257ῥήγνυσθαι μέγα τεῖχος Αχαιῶν πειρήτιζον
258κρόσσας μὲν πύργων έρυον , καὶ έρειπον επάλξεις ,
259στήλας τε προβλῆτας εμόχλεον , ἃς άῤ Αχαιοὶ
260πρώτας εν γαίῃ θέσαν έμμεναι έχματα πύργων
261τὰς οἵ γ̓ αυέρυον , έλποντο δὲ τεῖχος Αχαιῶν
262ῥήξειν
ου δέ νύ πω Δαναοὶ χάζοντο κελεύθου ,
263αλλ̓ οἵ γε ῥινοῖσι βοῶν φράξαντες επάλξεις
264βάλλον απ̓ αυτάων δηΐους ὑπὸ τεῖχος ιόντας
265αμφοτέρω δ̓ Αίαντε κελευτιόωντ̓ επὶ πύργων
266πάντοσε φοιτήτην μένος οτρύνοντες Αχαιῶν
267άλλον μειλιχίοις , άλλον στερεοῖς επέεσσι
268νείκεον , ὅν τινα πάγχυ μάχης μεθιέντα ίδοιεν ·
269ῶ φίλοι Αργείων ὅς τ̓ έξοχος ὅς τε μεσήεις
270ὅς τε χερειότερος , επεὶ ού πω πάντες ὁμοῖοι
271ανέρες εν πολέμῳ , νῦν έπλετο έργον ἅπασι ·
272καὶ δ̓ αυτοὶ τόδε που γιγνώσκετε
μή τις οπίσσω
273τετράφθω ποτὶ νῆας ὁμοκλητῆρος ακούσας ,
274αλλὰ πρόσω ἵεσθε καὶ αλλήλοισι κέλεσθε ,
275αί κε Ζεὺς δώῃσιν Ολύμπιος αστεροπητὴς
276νεῖκος απωσαμένους δηΐους προτὶ άστυ δίεσθαι
277ὣς τώ γε προβοῶντε μάχην ότρυνον Αχαιῶν
278τῶν δ̓ , ὥς τε νιφάδες χιόνος πίπτωσι θαμειαὶ
279ήματι χειμερίῳ , ὅτε τ̓ ώρετο μητίετα Ζεὺς
280νιφέμεν ανθρώποισι πιφαυσκόμενος τὰ ἃ κῆλα ·
281κοιμήσας δ̓ ανέμους χέει έμπεδον , όφρα καλύψῃ
282ὑψηλῶν ορέων κορυφὰς καὶ πρώονας άκρους
283καὶ πεδία λωτοῦντα καὶ ανδρῶν πίονα έργα ,
284καί τ̓ εφ̓ ἁλὸς πολιῆς κέχυται λιμέσιν τε καὶ ακταῖς ,
285κῦμα δέ μιν προσπλάζον ερύκεται
άλλά τε πάντα
286είλυται καθύπερθ̓ , ότ̓ επιβρίσῃ Διὸς όμβρος ·
287ὣς τῶν αμφοτέρωσε λίθοι πωτῶντο θαμειαί ,
288αἱ μὲν άῤ ες Τρῶας , αἱ δ̓ εκ Τρώων ες Αχαιούς ,
289βαλλομένων ·
τὸ δὲ τεῖχος ὕπερ πᾶν δοῦπος ορώρει
290ου δ̓ άν πω τότε γε Τρῶες καὶ φαίδιμος Ἕκτωρ
291τείχεος ερρήξαντο πύλας καὶ μακρὸν οχῆα ,
292ει μὴ άῤ υἱὸν ἑὸν Σαρπηδόνα μητίετα Ζεὺς
293ῶρσεν επ̓ Αργείοισι λέονθ̓ ὣς βουσὶν ἕλιξιν .
294αυτίκα δ̓ ασπίδα μὲν πρόσθ̓ έσχετο πάντοσ̓ εΐσην
295καλὴν χαλκείην εξήλατον , ἣν άρα χαλκεὺς
296ήλασεν , έντοσθεν δὲ βοείας ῥάψε θαμειὰς
297χρυσείῃς ῥάβδοισι διηνεκέσιν περὶ κύκλον .
298τὴν άῤ ὅ γε πρόσθε σχόμενος δύο δοῦρε τινάσσων
299βῆ ῥ̓ ίμεν ὥς τε λέων ορεσίτροφος , ὅς τ̓ επιδευὴς
300δηρὸν έῃ κρειῶν , κέλεται δέ ἑ θυμὸς αγήνωρ
301μήλων πειρήσοντα καὶ ες πυκινὸν δόμον ελθεῖν ·
302εί περ γάρ χ̓ εὕρῃσι παῤ αυτόφι βώτορας άνδρας
303σὺν κυσὶ καὶ δούρεσσι φυλάσσοντας περὶ μῆλα ,
304ού ῥά τ̓ απείρητος μέμονε σταθμοῖο δίεσθαι ,
305αλλ̓ ὅ γ̓ άῤ ὴ ἥρπαξε μετάλμενος , ηὲ καὶ αυτὸς
306έβλητ̓ εν πρώτοισι θοῆς απὸ χειρὸς άκοντι
307ὥς ῥα τότ̓ αντίθεον Σαρπηδόνα θυμὸς ανῆκε
308τεῖχος επαΐξαι διά τε ῥήξασθαι επάλξεις
309αυτίκα δὲ Γλαῦκον προσέφη παῖδ̓ Ἱππολόχοιο ·
310Γλαῦκε τί ὴ δὴ νῶϊ τετιμήμεσθα μάλιστα
311ἕδρῃ τε κρέασίν τε ιδὲ πλείοις δεπάεσσιν
312εν Λυκίῃ , πάντες δὲ θεοὺς ὣς εισορόωσι ,
313καὶ τέμενος νεμόμεσθα μέγα Ξάνθοιο παῤ όχθας
314καλὸν φυταλιῆς καὶ αρούρης πυροφόροιο ;
315τὼ νῦν χρὴ Λυκίοισι μέτα πρώτοισιν εόντας
316ἑστάμεν ηδὲ μάχης καυστείρης αντιβολῆσαι ,
317όφρά τις ῶδ̓ είπῃ Λυκίων πύκα θωρηκτάων
318ου μὰν ακλεέες Λυκίην κάτα κοιρανέουσιν
319ἡμέτεροι βασιλῆες , έδουσί τε πίονα μῆλα
320οῖνόν τ̓ έξαιτον μελιηδέα
αλλ̓ άρα καὶ ὶς
321εσθλή , επεὶ Λυκίοισι μέτα πρώτοισι μάχονται .
322ῶ πέπον ει μὲν γὰρ πόλεμον περὶ τόνδε φυγόντε
323αιεὶ δὴ μέλλοιμεν αγήρω τ̓ αθανάτω τε
324έσσεσθ̓ , ούτέ κεν αυτὸς ενὶ πρώτοισι μαχοίμην
325ούτέ κε σὲ στέλλοιμι μάχην ες κυδιάνειραν
326νῦν δ̓ έμπης γὰρ κῆρες εφεστᾶσιν θανάτοιο
327μυρίαι , ἃς ουκ έστι φυγεῖν βροτὸν ου δ̓ ὑπαλύξαι ,
328ίομεν ηέ τῳ εῦχος ορέξομεν ηέ τις ἡμῖν .
329ὣς έφατ̓ , ου δὲ Γλαῦκος απετράπετ̓ ου δ̓ απίθησε
330τὼ δ̓ ιθὺς βήτην Λυκίων μέγα έθνος άγοντε
331τοὺς δὲ ιδὼν ῥίγησ̓ υἱὸς Πετεῶο Μενεσθεύς ·
332τοῦ γὰρ δὴ πρὸς πύργον ίσαν κακότητα φέροντες
333πάπτηνεν δ̓ ανὰ πύργον Αχαιῶν εί τιν̓ ίδοιτο
334ἡγεμόνων , ὅς τίς οἱ αρὴν ἑτάροισιν αμύναι
335ες δ̓ ενόησ̓ Αίαντε δύω πολέμου ακορήτω
336ἑσταότας , Τεῦκρόν τε νέον κλισίηθεν ιόντα
337εγγύθεν
αλλ̓ ού πώς οἱ έην βώσαντι γεγωνεῖν
338τόσσος γὰρ κτύπος ῆεν , αϋτὴ δ̓ ουρανὸν ἷκε ,
339βαλλομένων σακέων τε καὶ ἱπποκόμων τρυφαλειῶν
340καὶ πυλέων
πᾶσαι γὰρ επώχατο , τοὶ δὲ κατ̓ αυτὰς
341ἱστάμενοι πειρῶντο βίῃ ῥήξαντες εσελθεῖν
342αῖψα δ̓ επ̓ Αίαντα προΐει κήρυκα Θοώτην
343έρχεο δῖε Θοῶτα , θέων Αίαντα κάλεσσον ,
344αμφοτέρω μὲν μᾶλλον ·
ὃ γάρ κ̓ όχ̓ άριστον ἁπάντων
345είη , επεὶ τάχα τῇδε τετεύξεται αιπὺς όλεθρος .
346ὧδε γὰρ έβρισαν Λυκίων αγοί , οἳ τὸ πάρος περ
347ζαχρηεῖς τελέθουσι κατὰ κρατερὰς ὑσμίνας
348ει δέ σφιν καὶ κεῖθι πόνος καὶ νεῖκος όρωρεν ,
349αλλά περ οῖος ίτω Τελαμώνιος άλκιμος Αίας ,
350καί οἱ Τεῦκρος ἅμα σπέσθω τόξων εῢ ειδώς
351ὣς έφατ̓ , ου δ̓ άρα οἱ κῆρυξ απίθησεν ακούσας ,
352βῆ δὲ θέειν παρὰ τεῖχος Αχαιῶν χαλκοχιτώνων ,
353στῆ δὲ παῤ Αιάντεσσι κιών , εῖθαρ δὲ προσηύδα
354Αίαντ̓ Αργείων ἡγήτορε χαλκοχιτώνων
355ηνώγει Πετεῶο διοτρεφέος φίλος υἱὸς
356κεῖσ̓ ίμεν , όφρα πόνοιο μίνυνθά περ αντιάσητον
357αμφοτέρω μὲν μᾶλλον ·
ὃ γάρ κ̓ όχ̓ άριστον ἁπάντων
358είη , επεὶ τάχα κεῖθι τετεύξεται αιπὺς όλεθρος ·
359ὧδε γὰρ έβρισαν Λυκίων αγοί , οἳ τὸ πάρος περ
360ζαχρηεῖς τελέθουσι κατὰ κρατερὰς ὑσμίνας
361ει δὲ καὶ ενθάδε περ πόλεμος καὶ νεῖκος όρωρεν ,
362αλλά περ οῖος ίτω Τελαμώνιος άλκιμος Αίας ,
363καί οἱ Τεῦκρος ἅμα σπέσθω τόξων εῢ ειδώς
364ὣς έφατ̓ , ου δ̓ απίθησε μέγας Τελαμώνιος Αίας
365αυτίκ̓ Οϊλιάδην έπεα πτερόεντα προσηύδα
366Αῖαν σφῶϊ μὲν αῦθι , σὺ καὶ κρατερὸς Λυκομήδης ,
367ἑσταότες Δαναοὺς οτρύνετον ῖφι μάχεσθαι
368αυτὰρ εγὼ κεῖσ̓ εῖμι καὶ αντιόω πολέμοιο
369αῖψα δ̓ ελεύσομαι αῦτις , επὴν εῦ τοῖς επαμύνω
370ὣς άρα φωνήσας απέβη Τελαμώνιος Αίας ,
371καί οἱ Τεῦκρος άμ̓ ῇε κασίγνητος καὶ όπατρος ·
372τοῖς δ̓ ἅμα Πανδίων Τεύκρου φέρε καμπύλα τόξα
373εῦτε Μενεσθῆος μεγαθύμου πύργον ἵκοντο
374τείχεος εντὸς ιόντες , επειγομένοισι δ̓ ἵκοντο ,
375οἳ δ̓ επ̓ επάλξεις βαῖνον ερεμνῇ λαίλαπι ῖσοι
376ίφθιμοι Λυκίων ἡγήτορες ηδὲ μέδοντες ·
377σὺν δ̓ εβάλοντο μάχεσθαι εναντίον , ῶρτο δ̓ αϋτή
378Αίας δὲ πρῶτος Τελαμώνιος άνδρα κατέκτα
379Σαρπήδοντος ἑταῖρον Επικλῆα μεγάθυμον
380μαρμάρῳ οκριόεντι βαλών , ὅ ῥα τείχεος εντὸς
381κεῖτο μέγας παῤ έπαλξιν ὑπέρτατος ·
ου δέ κέ μιν ῥέα
382χείρεσσ̓ αμφοτέρῃς έχοι ανὴρ ου δὲ μάλ̓ ἡβῶν ,
383οἷοι νῦν βροτοί εισ̓ ·
ὃ δ̓ άῤ ὑψόθεν έμβαλ̓ αείρας ,
384θλάσσε δὲ τετράφαλον κυνέην , σὺν δ̓ οστέ̓ άραξε
385πάντ̓ άμυδις κεφαλῆς
ὃ δ̓ άῤ αρνευτῆρι εοικὼς
386κάππεσ̓ αφ̓ ὑψηλοῦ πύργου , λίπε δ̓ οστέα θυμός
387Τεῦκρος δὲ Γλαῦκον κρατερὸν παῖδ̓ Ἱππολόχοιο
388ιῷ επεσσύμενον βάλε τείχεος ὑψηλοῖο ,
389ᾗ ῥ̓ ίδε γυμνωθέντα βραχίονα , παῦσε δὲ χάρμης .
390ὰψ δ̓ απὸ τείχεος ᾶλτο λαθών , ἵνα μή τις Αχαιῶν
391βλήμενον αθρήσειε καὶ ευχετόῳτ̓ επέεσσι
392Σαρπήδοντι δ̓ άχος γένετο Γλαύκου απιόντος
393αυτίκ̓ επεί τ̓ ενόησεν
ὅμως δ̓ ου λήθετο χάρμης ,
394αλλ̓ ὅ γε Θεστορίδην Αλκμάονα δουρὶ τυχήσας
395νύξ̓ , εκ δ̓ έσπασεν έγχος
ὃ δ̓ ἑσπόμενος πέσε δουρὶ
396πρηνής , αμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ ,
397Σαρπηδὼν δ̓ άῤ έπαλξιν ἑλὼν χερσὶ στιβαρῇσιν
398έλχ̓ , ἣ δ̓ ἕσπετο πᾶσα διαμπερές , αυτὰρ ὕπερθε
399τεῖχος εγυμνώθη , πολέεσσι δὲ θῆκε κέλευθον
400τὸν δ̓ Αίας καὶ Τεῦκρος ομαρτήσανθ̓ ὃ μὲν ιῷ
401βεβλήκει τελαμῶνα περὶ στήθεσσι φαεινὸν
402ασπίδος αμφιβρότης
αλλὰ Ζεὺς κῆρας άμυνε
403παιδὸς ἑοῦ , μὴ νηυσὶν έπι πρύμνῃσι δαμείη
404Αίας δ̓ ασπίδα νύξεν επάλμενος , ου δὲ διὰ πρὸ
405ήλυθεν εγχείη , στυφέλιξε δέ μιν μεμαῶτα
406χώρησεν δ̓ άρα τυτθὸν επάλξιος
ου δ̓ ὅ γε πάμπαν
407χάζετ̓ , επεί οἱ θυμὸς εέλπετο κῦδος αρέσθαι
408κέκλετο δ̓ αντιθέοισιν ἑλιξάμενος Λυκίοισιν
409ῶ Λύκιοι τί τ̓ άῤ ὧδε μεθίετε θούριδος αλκῆς
410αργαλέον δέ μοί εστι καὶ ιφθίμῳ περ εόντι
411μούνῳ ῥηξαμένῳ θέσθαι παρὰ νηυσὶ κέλευθον
412αλλ̓ εφομαρτεῖτε
πλεόνων δέ τι έργον άμεινον .
413ὣς έφαθ̓ , οἳ δὲ άνακτος ὑποδείσαντες ὁμοκλὴν
414μᾶλλον επέβρισαν βουληφόρον αμφὶ άνακτα
415Αργεῖοι δ̓ ἑτέρωθεν εκαρτύναντο φάλαγγας
416τείχεος έντοσθεν , μέγα δέ σφισι φαίνετο έργον
417ού τε γὰρ ίφθιμοι Λύκιοι Δαναῶν εδύναντο
418τεῖχος ῥηξάμενοι θέσθαι παρὰ νηυσὶ κέλευθον ,
419ούτέ ποτ̓ αιχμηταὶ Δαναοὶ Λυκίους εδύναντο
420τείχεος ὰψ ώσασθαι , επεὶ τὰ πρῶτα πέλασθεν
421αλλ̓ ὥς τ̓ αμφ̓ ούροισι δύ̓ ανέρε δηριάασθον
422μέτῤ εν χερσὶν έχοντες επιξύνῳ εν αρούρῃ ,
423ὥ τ̓ ολίγῳ ενὶ χώρῳ ερίζητον περὶ ίσης ,
424ὣς άρα τοὺς διέεργον επάλξιες
οἳ δ̓ ὑπὲρ αυτέων
425δῄουν αλλήλων αμφὶ στήθεσσι βοείας
426ασπίδας ευκύκλους λαισήϊά τε πτερόεντα
427πολλοὶ δ̓ ουτάζοντο κατὰ χρόα νηλέϊ χαλκῷ ,
428ημὲν ὅτεῳ στρεφθέντι μετάφρενα γυμνωθείη
429μαρναμένων , πολλοὶ δὲ διαμπερὲς ασπίδος αυτῆς .
430πάντῃ δὴ πύργοι καὶ επάλξιες αἵματι φωτῶν
431ερράδατ̓ αμφοτέρωθεν απὸ Τρώων καὶ Αχαιῶν
432αλλ̓ ου δ̓ ὧς εδύναντο φόβον ποιῆσαι Αχαιῶν ,
433αλλ̓ έχον ὥς τε τάλαντα γυνὴ χερνῆτις αληθής ,
434ἥ τε σταθμὸν έχουσα καὶ είριον αμφὶς ανέλκει
435ισάζουσ̓ , ἵνα παισὶν αεικέα μισθὸν άρηται ·
436ὣς μὲν τῶν επὶ ῖσα μάχη τέτατο πτόλεμός τε ,
437πρίν γ̓ ὅτε δὴ Ζεὺς κῦδος ὑπέρτερον Ἕκτορι δῶκε
438Πριαμίδῃ , ὃς πρῶτος εσήλατο τεῖχος Αχαιῶν
439ήϋσεν δὲ διαπρύσιον Τρώεσσι γεγωνώς
440όρνυσθ̓ ἱππόδαμοι Τρῶες , ῥήγνυσθε δὲ τεῖχος
441Αργείων καὶ νηυσὶν ενίετε θεσπιδαὲς πῦρ
442ὣς φάτ̓ εποτρύνων , οἳ δ̓ ούασι πάντες άκουον ,
443ίθυσαν δ̓ επὶ τεῖχος αολλέες
οἳ μὲν έπειτα
444κροσσάων επέβαινον ακαχμένα δούρατ̓ έχοντες ,
445Ἕκτωρ δ̓ ἁρπάξας λᾶαν φέρεν , ὅς ῥα πυλάων
446ἑστήκει πρόσθε πρυμνὸς παχύς , αυτὰρ ὕπερθεν
447οξὺς έην
τὸν δ̓ ού κε δύ̓ ανέρε δήμου αρίστω
448ῥηϊδίως επ̓ άμαξαν απ̓ ούδεος οχλίσσειαν ,
449οἷοι νῦν βροτοί εισ̓
ὃ δέ μιν ῥέα πάλλε καὶ οῖος
450τόν οἱ ελαφρὸν έθηκε Κρόνου πάϊς αγκυλομήτεω
451ὡς δ̓ ὅτε ποιμὴν ῥεῖα φέρει πόκον άρσενος οιὸς
452χειρὶ λαβὼν ἑτέρῃ , ολίγον τέ μιν άχθος επείγει ,
453ὣς Ἕκτωρ ιθὺς σανίδων φέρε λᾶαν αείρας ,
454αἵ ῥα πύλας είρυντο πύκα στιβαρῶς αραρυίας
455δικλίδας ὑψηλάς ·
δοιοὶ δ̓ έντοσθεν οχῆες
456εῖχον επημοιβοί , μία δὲ κληῒς επαρήρει
457στῆ δὲ μάλ̓ εγγὺς ιών , καὶ ερεισάμενος βάλε μέσσας
458εῦ διαβάς , ἵνα μή οἱ αφαυρότερον βέλος είη ,
459ῥῆξε δ̓ απ̓ αμφοτέρους θαιρούς
πέσε δὲ λίθος είσω
460βριθοσύνῃ , μέγα δ̓ αμφὶ πύλαι μύκον , ου δ̓ άῤ οχῆες
461εσχεθέτην , σανίδες δὲ διέτμαγεν άλλυδις άλλη
462λᾶος ὑπὸ ῥιπῆς
ὃ δ̓ άῤ έσθορε φαίδιμος Ἕκτωρ
463νυκτὶ θοῇ ατάλαντος ὑπώπια ·
λάμπε δὲ χαλκῷ
464σμερδαλέῳ , τὸν ἕεστο περὶ χροΐ , δοιὰ δὲ χερσὶ
465δοῦῤ έχεν
ού κέν τίς μιν ερύκακεν αντιβολήσας
466νόσφι θεῶν ότ̓ εσᾶλτο πύλας
πυρὶ δ̓ όσσε δεδήει
467κέκλετο δὲ Τρώεσσιν ἑλιξάμενος καθ̓ ὅμιλον
468τεῖχος ὑπερβαίνειν
τοὶ δ̓ οτρύνοντι πίθοντο
469αυτίκα δ̓ οἳ μὲν τεῖχος ὑπέρβασαν , οἳ δὲ κατ̓ αυτὰς
470ποιητὰς εσέχυντο πύλας
Δαναοὶ δὲ φόβηθεν
471νῆας ανὰ γλαφυράς , ὅμαδος δ̓ αλίαστος ετύχθη
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52
53
54
55
56
57
58
59
60
61
62
63
64
65
66
67
68
69
70
71
72
73
74
75
76
77
78
79
80
81
82
83
84
85
86
87
88
89
90
91
92
93
94
95
96
97
98
99
100
101
102
103
104
105
106
107
108
109
110
111
112
113
114
115
116
117
118
119
120
121
122
123
124
125
126
127
128
129
130
131
132
133
134
135
136
137
138
139
140
141
142
143
144
145
146
147
148
149
150
151
152
153
154
155
156
157
158
159
160
161
162
163
164
165
166
167
168
169
170
171
172
173
174
175
176
177
178
179
180
181
182
183
184
185
186
187
188
189
190
191
192
193
194
195
196
197
198
199
200
201
202
203
204
205
206
207
208
209
210
211
212
213
214
215
216
217
218
219
220
221
222
223
224
225
226
227
228
229
230
231
232
233
234
235
236
237
238
239
240
241
242
243
244
245
246
247
248
249
250
251
252
253
254
255
256
257
258
259
260
261
262
263
264
265
266
267
268
269
270
271
272
273
274
275
276
277
278
279
280
281
282
283
284
285
286
287
288
289
290
291
292
293
294
295
296
297
298
299
300
301
302
303
304
305
306
307
308
309
310
311
312
313
314
315
316
317
318
319
320
321
322
323
324
325
326
327
328
329
330
331
332
333
334
335
336
337
338
339
340
341
342
343
344
345
346
347
348
349
350
351
352
353
354
355
356
357
358
359
360
361
362
363
364
365
366
367
368
369
370
371
372
373
374
375
376
377
378
379
380
381
382
383
384
385
386
387
388
389
390
391
392
393
394
395
396
397
398
399
400
401
402
403
404
405
406
407
408
409
410
411
412
413
414
415
416
417
418
419
420
421
422
423
424
425
426
427
428
429
430
431
432
433
434
435
436
437
438
439
440
441
442
443
444
445
446
447
448
449
450
451
452
453
454
455
456
457
458
459
460
461
462
463
464
465
466
467
468
469
470
471