1ηὼς δ̓ εκ λεχέων παῤ αγαυοῦ Τιθωνοῖο
2όρνυθ̓ , ίν̓ αθανάτοισι φόως φέροι ηδὲ βροτοῖσι
3Ζεὺς δ̓ Έριδα προΐαλλε θοὰς επὶ νῆας Αχαιῶν
4αργαλέην , πολέμοιο τέρας μετὰ χερσὶν έχουσαν
5στῆ δ̓ επ̓ Οδυσσῆος μεγακήτεϊ νηῒ μελαίνῃ ,
6ἥ ῥ̓ εν μεσσάτῳ έσκε γεγωνέμεν αμφοτέρωσε ,
7ημὲν επ̓ Αίαντος κλισίας Τελαμωνιάδαο
8ηδ̓ επ̓ Αχιλλῆος , τοί ῥ̓ έσχατα νῆας εΐσας
9είρυσαν ηνορέῃ πίσυνοι καὶ κάρτεϊ χειρῶν
10ένθα στᾶσ̓ ήϋσε θεὰ μέγα τε δεινόν τε
11όρθἰ , Αχαιοῖσιν δὲ μέγα σθένος έμβαλ̓ ἑκάστῳ
12καρδίῃ άληκτον πολεμίζειν ηδὲ μάχεσθαι .
13τοῖσι δ̓ άφαρ πόλεμος γλυκίων γένετ̓ ηὲ νέεσθαι
14εν νηυσὶ γλαφυρῇσι φίλην ες πατρίδα γαῖαν
15Ατρεΐδης δ̓ εβόησεν ιδὲ ζώννυσθαι άνωγεν
16Αργείους
εν δ̓ αυτὸς εδύσετο νώροπα χαλκόν
17κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν έθηκε
18καλὰς αργυρέοισιν επισφυρίοις αραρυίας ·
19δεύτερον αῦ θώρηκα περὶ στήθεσσιν έδυνε ,
20τόν ποτέ οἱ Κινύρης δῶκε ξεινήϊον εῖναι
21πεύθετο γὰρ Κύπρον δὲ μέγα κλέος ούνεκ̓ Αχαιοὶ
22ες Τροίην νήεσσιν αναπλεύσεσθαι έμελλον ·
23τοὔνεκά οἱ τὸν δῶκε χαριζόμενος βασιλῆϊ
24τοῦ δ̓ ήτοι δέκα οῖμοι έσαν μέλανος κυάνοιο ,
25δώδεκα δὲ χρυσοῖο καὶ είκοσι κασσιτέροιο ·
26κυάνεοι δὲ δράκοντες ορωρέχατο προτὶ δειρὴν
27τρεῖς εκάτερθ̓ ίρισσιν εοικότες , ἅς τε Κρονίων
28εν νέφεϊ στήριξε , τέρας μερόπων ανθρώπων
29αμφὶ δ̓ άῤ ώμοισιν βάλετο ξίφος
εν δέ οἱ ἧλοι
30χρύσειοι πάμφαινον , ατὰρ περὶ κουλεὸν ῆεν
31αργύρεον χρυσέοισιν αορτήρεσσιν αρηρός .
32ὰν δ̓ έλετ̓ αμφιβρότην πολυδαίδαλον ασπίδα θοῦριν
33καλήν , ἣν πέρι μὲν κύκλοι δέκα χάλκεοι ῆσαν ,
34εν δέ οἱ ομφαλοὶ ῆσαν εείκοσι κασσιτέροιο
35λευκοί , εν δὲ μέσοισιν έην μέλανος κυάνοιο .
36τῇ δ̓ επὶ μὲν Γοργὼ βλοσυρῶπις εστεφάνωτο
37δεινὸν δερκομένη , περὶ δὲ Δεῖμός τε Φόβος τε .
38τῆς δ̓ εξ αργύρεος τελαμὼν ῆν
αυτὰρ επ̓ αυτοῦ
39κυάνεος ελέλικτο δράκων , κεφαλαὶ δέ οἱ ῆσαν
40τρεῖς αμφιστρεφέες ἑνὸς αυχένος εκπεφυυῖαι .
41κρατὶ δ̓ επ̓ αμφίφαλον κυνέην θέτο τετραφάληρον
42ἵππουριν
δεινὸν δὲ λόφος καθύπερθεν ένευεν
43εἵλετο δ̓ άλκιμα δοῦρε δύω κεκορυθμένα χαλκῷ
44οξέα
τῆλε δὲ χαλκὸς απ̓ αυτόφιν ουρανὸν είσω
45λάμπ̓
επὶ δ̓ εγδούπησαν Αθηναίη τε καὶ Ἥρη
46τιμῶσαι βασιλῆα πολυχρύσοιο Μυκήνης
47ἡνιόχῳ μὲν έπειτα ἑῷ επέτελλεν ἕκαστος
48ἵππους εῦ κατὰ κόσμον ερυκέμεν αῦθ̓ επὶ τάφρῳ ,
49αυτοὶ δὲ πρυλέες σὺν τεύχεσι θωρηχθέντες
50ῥώοντ̓
άσβεστος δὲ βοὴ γένετ̓ ηῶθι πρό
51φθὰν δὲ μέγ̓ ἱππήων επὶ τάφρῳ κοσμηθέντες ,
52ἱππῆες δ̓ ολίγον μετεκίαθον
εν δὲ κυδοιμὸν
53ῶρσε κακὸν Κρονίδης , κατὰ δ̓ ὑψόθεν ἧκεν εέρσας
54αἵματι μυδαλέας εξ αιθέρος , ούνεκ̓ έμελλε
55πολλὰς ιφθίμους κεφαλὰς Άϊδι προϊάψειν
56Τρῶες δ̓ αῦθ̓ ἑτέρωθεν επὶ θρωσμῷ πεδίοιο
57Ἕκτορά τ̓ αμφὶ μέγαν καὶ αμύμονα Πουλυδάμαντα
58Αινείαν θ̓ , ὃς Τρωσὶ θεὸς ὣς τίετο δήμῳ ,
59τρεῖς τ̓ Αντηνορίδας Πόλυβον καὶ Αγήνορα δῖον
60ηΐθεόν τ̓ Ακάμαντ̓ επιείκελον αθανάτοισιν .
61Ἕκτωρ δ̓ εν πρώτοισι φέῤ ασπίδα πάντοσ̓ εΐσην ,
62οἷος δ̓ εκ νεφέων αναφαίνεται ούλιος αστὴρ
63παμφαίνων , τοτὲ δ̓ αῦτις έδυ νέφεα σκιόεντα ,
64ὣς Ἕκτωρ ὁτὲ μέν τε μετὰ πρώτοισι φάνεσκεν ,
65άλλοτε δ̓ εν πυμάτοισι κελεύων ·
πᾶς δ̓ άρα χαλκῷ
66λάμφ̓ ὥς τε στεροπὴ πατρὸς Διὸς αιγιόχοιο .
67οἳ δ̓ , ὥς τ̓ αμητῆρες εναντίοι αλλήλοισιν
68όγμον ελαύνωσιν ανδρὸς μάκαρος κατ̓ άρουραν
69πυρῶν ὴ κριθῶν ·
τὰ δὲ δράγματα ταρφέα πίπτει ·
70ὣς Τρῶες καὶ Αχαιοὶ επ̓ αλλήλοισι θορόντες
71δῄουν , ου δ̓ ἕτεροι μνώοντ̓ ολοοῖο φόβοιο
72ίσας δ̓ ὑσμίνη κεφαλὰς έχεν , οἳ δὲ λύκοι ὣς
73θῦνον ·
Έρις δ̓ άῤ έχαιρε πολύστονος εισορόωσα
74οίη γάρ ῥα θεῶν παρετύγχανε μαρναμένοισιν ,
75οἳ δ̓ άλλοι ού σφιν πάρεσαν θεοί , αλλὰ ἕκηλοι
76σφοῖσιν ενὶ μεγάροισι καθήατο , ἧχι ἑκάστῳ
77δώματα καλὰ τέτυκτο κατὰ πτύχας Ουλύμποιο
78πάντες δ̓ ῃτιόωντο κελαινεφέα Κρονίωνα
79ούνεκ̓ άρα Τρώεσσιν εβούλετο κῦδος ορέξαι
80τῶν μὲν άῤ ουκ αλέγιζε πατήρ
ὃ δὲ νόσφι λιασθεὶς
81τῶν άλλων απάνευθε καθέζετο κύδεϊ γαίων
82εισορόων Τρώων τε πόλιν καὶ νῆας Αχαιῶν
83χαλκοῦ τε στεροπήν , ολλύντάς τ̓ ολλυμένους τε
84όφρα μὲν ηὼς ῆν καὶ αέξετο ἱερὸν ῆμαρ ,
85τόφρα μάλ̓ αμφοτέρων βέλἐ ἥπτετο , πῖπτε δὲ λαός
86ῆμος δὲ δρυτόμος περ ανὴρ ὁπλίσσατο δεῖπνον
87ούρεος εν βήσσῃσιν , επεί τ̓ εκορέσσατο χεῖρας
88τάμνων δένδρεα μακρά , ἅδος τέ μιν ἵκετο θυμόν ,
89σίτου τε γλυκεροῖο περὶ φρένας ἵμερος αἱρεῖ ,
90τῆμος σφῇ αρετῇ Δαναοὶ ῥήξαντο φάλαγγας
91κεκλόμενοι ἑτάροισι κατὰ στίχας
εν δ̓ Αγαμέμνων
92πρῶτος όρουσ̓ , ἕλε δ̓ άνδρα Βιάνορα ποιμένα λαῶν
93αυτόν , έπειτα δ̓ ἑταῖρον Οϊλῆα πλήξιππον .
94ήτοι ὅ γ̓ εξ ἵππων κατεπάλμενος αντίος έστη
95τὸν δ̓ ιθὺς μεμαῶτα μετώπιον οξέϊ δουρὶ
96νύξ̓ , ου δὲ στεφάνη δόρυ οἱ σχέθε χαλκοβάρεια ,
97αλλὰ δἰ αυτῆς ῆλθε καὶ οστέου , εγκέφαλος δὲ
98ένδον ἅπας πεπάλακτο
δάμασσε δέ μιν μεμαῶτα
99καὶ τοὺς μὲν λίπεν αῦθι άναξ ανδρῶν Αγαμέμνων
100στήθεσι παμφαίνοντας , επεὶ περίδυσε χιτῶνας
101αυτὰρ ὃ βῆ Ι͂σόν τε καὶ Άντιφον εξεναρίξων
102υἷε δύω Πριάμοιο νόθον καὶ γνήσιον άμφω
103ειν ἑνὶ δίφρῳ εόντας ·
ὃ μὲν νόθος ἡνιόχευεν ,
104Άντιφος αῦ παρέβασκε περικλυτός
ὥ ποτ̓ Αχιλλεὺς
105Ίδης εν κνημοῖσι δίδη μόσχοισι λύγοισι ,
106ποιμαίνοντ̓ επ̓ όεσσι λαβών , καὶ έλυσεν αποίνων
107δὴ τότε γ̓ Ατρεΐδης ευρὺ κρείων Αγαμέμνων
108τὸν μὲν ὑπὲρ μαζοῖο κατὰ στῆθος βάλε δουρί ,
109Άντιφον αῦ παρὰ οῦς έλασε ξίφει , εκ δ̓ έβαλ̓ ἵππων
110σπερχόμενος δ̓ απὸ τοῖιν εσύλα τεύχεα καλὰ
111γιγνώσκων
καὶ γάρ σφε πάρος παρὰ νηυσὶ θοῇσιν
112εῖδεν , ότ̓ εξ Ίδης άγαγεν πόδας ωκὺς Αχιλλεύς
113ὡς δὲ λέων ελάφοιο ταχείης νήπια τέκνα
114ῥηϊδίως συνέαξε λαβὼν κρατεροῖσιν οδοῦσιν
115ελθὼν εις ευνήν , ἁπαλόν τέ σφ̓ ῆτορ απηύρα ·
116ἣ δ̓ εί πέρ τε τύχῃσι μάλα σχεδόν , ου δύναταί σφι
117χραισμεῖν ·
αυτὴν γάρ μιν ὑπὸ τρόμος αινὸς ἱκάνει ·
118καρπαλίμως δ̓ ήϊξε διὰ δρυμὰ πυκνὰ καὶ ὕλην
119σπεύδουσ̓ ἱδρώουσα κραταιοῦ θηρὸς υφ̓ ὁρμῆς ·
120ὣς άρα τοῖς ού τις δύνατο χραισμῆσαι όλεθρον
121Τρώων , αλλὰ καὶ αυτοὶ υπ̓ Αργείοισι φέβοντο .
122αυτὰρ ὃ Πείσανδρόν τε καὶ Ἱππόλοχον μενεχάρμην
123υἱέας Αντιμάχοιο δαΐφρονος , ὅς ῥα μάλιστα
124χρυσὸν Αλεξάνδροιο δεδεγμένος αγλαὰ δῶρα
125ουκ είασχ̓ Ἑλένην δόμεναι ξανθῷ Μενελάῳ ,
126τοῦ περ δὴ δύο παῖδε λάβε κρείων Αγαμέμνων
127ειν ἑνὶ δίφρῳ εόντας , ὁμοῦ δ̓ έχον ωκέας ἵππους ·
128εκ γάρ σφεας χειρῶν φύγον ἡνία σιγαλόεντα ,
129τὼ δὲ κυκηθήτην
ὃ δ̓ εναντίον ῶρτο λέων ὣς
130Ατρεΐδης ·
τὼ δ̓ αῦτ̓ εκ δίφρου γουναζέσθην
131ζώγρει Ατρέος υἱέ , σὺ δ̓ άξια δέξαι άποινα
132πολλὰ δ̓ εν Αντιμάχοιο δόμοις κειμήλια κεῖται
133χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος ,
134τῶν κέν τοι χαρίσαιτο πατὴρ απερείσἰ άποινα ,
135ει νῶϊ ζωοὺς πεπύθοιτ̓ επὶ νηυσὶν Αχαιῶν .
136ὣς τώ γε κλαίοντε προσαυδήτην βασιλῆα
137μειλιχίοις επέεσσιν
αμείλικτον δ̓ όπ̓ άκουσαν
138ει μὲν δὴ Αντιμάχοιο δαΐφρονος υἱέες εστόν ,
139ὅς ποτ̓ ενὶ Τρώων αγορῇ Μενέλαον άνωγεν
140αγγελίην ελθόντα σὺν αντιθέῳ Οδυσῆϊ
141αῦθι κατακτεῖναι μη δ̓ εξέμεν ὰψ ες Αχαιούς ,
142νῦν μὲν δὴ τοῦ πατρὸς αεικέα τίσετε λώβην
143ῆ , καὶ Πείσανδρον μὲν αφ̓ ἵππων ῶσε χαμᾶζε
144δουρὶ βαλὼν πρὸς στῆθος
ὃ δ̓ ὕπτιος ούδει ερείσθη
145Ἱππόλοχος δ̓ απόρουσε , τὸν αῦ χαμαὶ εξενάριξε
146χεῖρας απὸ ξίφεϊ τμήξας από τ̓ αυχένα κόψας ,
147ὅλμον δ̓ ὣς έσσευε κυλίνδεσθαι δἰ ὁμίλου .
148τοὺς μὲν έασ̓
ὃ δ̓ ὅθι πλεῖσται κλονέοντο φάλαγγες ,
149τῇ ῥ̓ ενόρουσ̓ , ἅμα δ̓ άλλοι εϋκνήμιδες Αχαιοί .
150πεζοὶ μὲν πεζοὺς όλεκον φεύγοντας ανάγκῃ ,
151ἱππεῖς δ̓ ἱππῆας ·
ὑπὸ δέ σφισιν ῶρτο κονίη
152εκ πεδίου , τὴν ῶρσαν ερίγδουποι πόδες ἵππων
153χαλκῷ δηϊόωντες
ατὰρ κρείων Αγαμέμνων
154αιὲν αποκτείνων έπετ̓ Αργείοισι κελεύων
155ὡς δ̓ ὅτε πῦρ αΐδηλον εν αξύλῳ εμπέσῃ ὕλῃ ,
156πάντῃ τ̓ ειλυφόων άνεμος φέρει , οἳ δέ τε θάμνοι
157πρόρριζοι πίπτουσιν επειγόμενοι πυρὸς ὁρμῇ ·
158ὣς άῤ υπ̓ Ατρεΐδῃ Αγαμέμνονι πῖπτε κάρηνα
159Τρώων φευγόντων , πολλοὶ δ̓ εριαύχενες ἵπποι
160κείν̓ όχεα κροτάλιζον ανὰ πτολέμοιο γεφύρας
161ἡνιόχους ποθέοντες αμύμονας
οἳ δ̓ επὶ γαίῃ
162κείατο , γύπεσσιν πολὺ φίλτεροι ὴ αλόχοισιν
163Ἕκτορα δ̓ εκ βελέων ὕπαγε Ζεὺς έκ τε κονίης
164έκ τ̓ ανδροκτασίης έκ θ̓ αἵματος έκ τε κυδοιμοῦ
165Ατρεΐδης δ̓ ἕπετο σφεδανὸν Δαναοῖσι κελεύων
166οἳ δὲ παῤ Ίλου σῆμα παλαιοῦ Δαρδανίδαο
167μέσσον κὰπ πεδίον παῤ ερινεὸν εσσεύοντο
168ἱέμενοι πόλιος
ὃ δὲ κεκλήγων έπετ̓ αιεὶ
169Ατρεΐδης , λύθρῳ δὲ παλάσσετο χεῖρας αάπτους .
170αλλ̓ ὅτε δὴ Σκαιάς τε πύλας καὶ φηγὸν ἵκοντο ,
171ένθ̓ άρα δὴ ἵσταντο καὶ αλλήλους ανέμιμνον
172οἳ δ̓ έτι κὰμ μέσσον πεδίον φοβέοντο βόες ὥς ,
173ἅς τε λέων εφόβησε μολὼν εν νυκτὸς αμολγῷ
174πάσας ·
τῇ δέ τ̓ ιῇ αναφαίνεται αιπὺς όλεθρος
175τῆς δ̓ εξ αυχέν̓ έαξε λαβὼν κρατεροῖσιν οδοῦσι
176πρῶτον , έπειτα δέ θ̓ αἷμα καὶ έγκατα πάντα λαφύσσει
177ὣς τοὺς Ατρεΐδης έφεπε κρείων Αγαμέμνων
178αιὲν αποκτείνων τὸν οπίστατον
οἳ δ̓ εφέβοντο
179πολλοὶ δὲ πρηνεῖς τε καὶ ὕπτιοι έκπεσον ἵππων
180Ατρεΐδεω ὑπὸ χερσί
περὶ πρὸ γὰρ έγχεϊ θῦεν
181αλλ̓ ὅτε δὴ τάχ̓ έμελλεν ὑπὸ πτόλιν αιπύ τε τεῖχος
182ἵξεσθαι , τότε δή ῥα πατὴρ ανδρῶν τε θεῶν τε
183Ίδης εν κορυφῇσι καθέζετο πιδηέσσης
184ουρανόθεν καταβάς
έχε δ̓ αστεροπὴν μετὰ χερσίν
185Ι͂ριν δ̓ ότρυνε χρυσόπτερον αγγελέουσαν
186βάσκ̓ ίθι Ι͂ρι ταχεῖα , τὸν Ἕκτορι μῦθον ενίσπες
187όφῤ ὰν μέν κεν ὁρᾷ Αγαμέμνονα ποιμένα λαῶν
188θύνοντ̓ εν προμάχοισιν εναίροντα στίχας ανδρῶν ,
189τόφῤ αναχωρείτω , τὸν δ̓ άλλον λαὸν ανώχθω
190μάρνασθαι δηΐοισι κατὰ κρατερὴν ὑσμίνην .
191αυτὰρ επεί κ̓ ὴ δουρὶ τυπεὶς ὴ βλήμενος ιῷ
192εις ἵππους ἅλεται , τότε οἱ κράτος εγγυαλίξω
193κτείνειν εις ὅ κε νῆας εϋσσέλμους αφίκηται
194δύῃ τ̓ ηέλιος καὶ επὶ κνέφας ἱερὸν έλθῃ
195ὣς έφατ̓ , ου δ̓ απίθησε ποδήνεμος ωκέα Ι͂ρις ,
196βῆ δὲ κατ̓ Ιδαίων ορέων εις Ίλιον ἱρήν
197εῦῤ υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖον
198εσταότ̓ έν θ̓ ἵπποισι καὶ ἅρμασι κολλητοῖσιν ·
199αγχοῦ δ̓ ἱσταμένη προσέφη πόδας ωκέα Ι͂ρις
200Ἕκτορ υἱὲ Πριάμοιο Διὶ μῆτιν ατάλαντε
201Ζεύς με πατὴρ προέηκε τεῒν τάδε μυθήσασθαι .
202όφῤ ὰν μέν κεν ὁρᾷς Αγαμέμνονα ποιμένα λαῶν
203θύνοντ̓ εν προμάχοισιν , εναίροντα στίχας ανδρῶν ,
204τόφῤ ὑπόεικε μάχης , τὸν δ̓ άλλον λαὸν άνωχθι
205μάρνασθαι δηΐοισι κατὰ κρατερὴν ὑσμίνην .
206αυτὰρ επεί κ̓ ὴ δουρὶ τυπεὶς ὴ βλήμενος ιῷ
207εις ἵππους ἅλεται , τότε τοι κράτος εγγυαλίξει
208κτείνειν , εις ὅ κε νῆας εϋσσέλμους αφίκηαι
209δύῃ τ̓ ηέλιος καὶ επὶ κνέφας ἱερὸν έλθῃ
210ἣ μὲν άῤ ὣς ειποῦσ̓ απέβη πόδας ωκέα Ι͂ρις ,
211Ἕκτωρ δ̓ εξ οχέων σὺν τεύχεσιν ᾶλτο χαμᾶζε ,
212πάλλων δ̓ οξέα δοῦρα κατὰ στρατὸν ῴχετο πάντῃ
213οτρύνων μαχέσασθαι , έγειρε δὲ φύλοπιν αινήν .
214οἳ δ̓ ελελίχθησαν καὶ εναντίοι έσταν Αχαιῶν ,
215Αργεῖοι δ̓ ἑτέρωθεν εκαρτύναντο φάλαγγας
216αρτύνθη δὲ μάχη , στὰν δ̓ αντίοι
εν δ̓ Αγαμέμνων
217πρῶτος όρουσ̓ , έθελεν δὲ πολὺ προμάχεσθαι ἁπάντων
218έσπετε νῦν μοι Μοῦσαι Ολύμπια δώματ̓ έχουσαι
219ὅς τις δὴ πρῶτος Αγαμέμνονος αντίον ῆλθεν
220ὴ αυτῶν Τρώων ηὲ κλειτῶν επικούρων
221Ιφιδάμας Αντηνορίδης ηΰς τε μέγας τε
222ὃς τράφη εν Θρῄκῃ εριβώλακι μητέρι μήλων ·
223Κισσῆς τόν γ̓ έθρεψε δόμοις ένι τυτθὸν εόντα
224μητροπάτωρ , ὃς τίκτε Θεανὼ καλλιπάρῃον ·
225αυτὰρ επεί ῥ̓ ἥβης ερικυδέος ἵκετο μέτρον ,
226αυτοῦ μιν κατέρυκε , δίδου δ̓ ὅ γε θυγατέρα ἥν
227γήμας δ̓ εκ θαλάμοιο μετὰ κλέος ίκετ̓ Αχαιῶν
228σὺν δυοκαίδεκα νηυσὶ κορωνίσιν , αἵ οἱ ἕποντο
229τὰς μὲν έπειτ̓ εν Περκώτῃ λίπε νῆας εΐσας ,
230αυτὰρ ὃ πεζὸς εὼν ες Ίλιον ειληλούθει ·
231ὅς ῥα τότ̓ Ατρεΐδεω Αγαμέμνονος αντίον ῆλθεν
232οἳ δ̓ ὅτε δὴ σχεδὸν ῆσαν επ̓ αλλήλοισιν ιόντες ,
233Ατρεΐδης μὲν ἅμαρτε , παραὶ δέ οἱ ετράπετ̓ έγχος ,
234Ιφιδάμας δὲ κατὰ ζώνην θώρηκος ένερθε
235νύξ̓ , επὶ δ̓ αυτὸς έρεισε βαρείῃ χειρὶ πιθήσας
236ου δ̓ έτορε ζωστῆρα παναίολον , αλλὰ πολὺ πρὶν
237αργύρῳ αντομένη μόλιβος ὣς ετράπετ̓ αιχμή .
238καὶ τό γε χειρὶ λαβὼν ευρὺ κρείων Αγαμέμνων
239έλκ̓ επὶ οἷ μεμαὼς ὥς τε λίς , εκ δ̓ άρα χειρὸς
240σπάσσατο ·
τὸν δ̓ άορι πλῆξ̓ αυχένα , λῦσε δὲ γυῖα
241ὣς ὃ μὲν αῦθι πεσὼν κοιμήσατο χάλκεον ὕπνον
242οικτρὸς απὸ μνηστῆς αλόχου , αστοῖσιν αρήγων ,
243κουριδίης , ἧς ού τι χάριν ίδε , πολλὰ δ̓ έδωκε
244πρῶθ̓ ἑκατὸν βοῦς δῶκεν , έπειτα δὲ χίλἰ ὑπέστη
245αῖγας ὁμοῦ καὶ όϊς , τά οἱ άσπετα ποιμαίνοντο
246δὴ τότε γ̓ Ατρεΐδης Αγαμέμνων εξενάριξε ,
247βῆ δὲ φέρων αν̓ ὅμιλον Αχαιῶν τεύχεα καλά
248τὸν δ̓ ὡς οῦν ενόησε Κόων αριδείκετος ανδρῶν
249πρεσβυγενὴς Αντηνορίδης , κρατερόν ῥά ἑ πένθος
250οφθαλμοὺς εκάλυψε κασιγνήτοιο πεσόντος
251στῆ δ̓ ευρὰξ σὺν δουρὶ λαθὼν Αγαμέμνονα δῖον ,
252νύξε δέ μιν κατὰ χεῖρα μέσην αγκῶνος ένερθε ,
253αντικρὺ δὲ διέσχε φαεινοῦ δουρὸς ακωκή
254ῥίγησέν τ̓ άῤ έπειτα άναξ ανδρῶν Αγαμέμνων
255αλλ̓ ου δ̓ ὧς απέληγε μάχης ηδὲ πτολέμοιο ,
256αλλ̓ επόρουσε Κόωνι έχων ανεμοτρεφὲς έγχος
257ήτοι ὃ Ιφιδάμαντα κασίγνητον καὶ όπατρον
258ἕλκε ποδὸς μεμαώς , καὶ αΰτει πάντας αρίστους ·
259τὸν δ̓ έλκοντ̓ αν̓ ὅμιλον υπ̓ ασπίδος ομφαλοέσσης
260ούτησε ξυστῷ χαλκήρεϊ , λῦσε δὲ γυῖα ·
261τοῖο δ̓ επ̓ Ιφιδάμαντι κάρη απέκοψε παραστάς
262ένθ̓ Αντήνορος υἷες υπ̓ Ατρεΐδῃ βασιλῆϊ
263πότμον αναπλήσαντες έδυν δόμον Άϊδος είσω
264αυτὰρ ὃ τῶν άλλων επεπωλεῖτο στίχας ανδρῶν
265έγχεΐ τ̓ άορί τε μεγάλοισί τε χερμαδίοισιν ,
266όφρά οἱ αῖμ̓ έτι θερμὸν ανήνοθεν εξ ωτειλῆς .
267αυτὰρ επεὶ τὸ μὲν ἕλκος ετέρσετο , παύσατο δ̓ αἷμα ,
268οξεῖαι δ̓ οδύναι δῦνον μένος Ατρεΐδαο
269ὡς δ̓ ότ̓ ὰν ωδίνουσαν έχῃ βέλος οξὺ γυναῖκα
270δριμύ , τό τε προϊεῖσι μογοστόκοι Ειλείθυιαι
271Ἥρης θυγατέρες πικρὰς ωδῖνας έχουσαι ,
272ὣς οξεῖ̓ οδύναι δῦνον μένος Ατρεΐδαο .
273ες δίφρον δ̓ ανόρουσε , καὶ ἡνιόχῳ επέτελλε
274νηυσὶν έπι γλαφυρῇσιν ελαυνέμεν
ήχθετο γὰρ κῆρ
275ήϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς
276ῶ φίλοι Αργείων ἡγήτορες ηδὲ μέδοντες
277ὑμεῖς μὲν νῦν νηυσὶν αμύνετε ποντοπόροισι
278φύλοπιν αργαλέην , επεὶ ουκ εμὲ μητίετα Ζεὺς
279είασε Τρώεσσι πανημέριον πολεμίζειν .
280ὣς έφαθ̓ , ἡνίοχος δ̓ ἵμασεν καλλίτριχας ἵππους
281νῆας έπι γλαφυράς
τὼ δ̓ ουκ αέκοντε πετέσθην
282άφρεον δὲ στήθεα , ῥαίνοντο δὲ νέρθε κονίῃ
283τειρόμενον βασιλῆα μάχης απάνευθε φέροντες
284Ἕκτωρ δ̓ ὡς ενόησ̓ Αγαμέμνονα νόσφι κιόντα
285Τρωσί τε καὶ Λυκίοισιν εκέκλετο μακρὸν αΰσας
286Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι αγχιμαχηταὶ
287ανέρες έστε φίλοι , μνήσασθε δὲ θούριδος αλκῆς .
288οίχετ̓ ανὴρ ώριστος , εμοὶ δὲ μέγ̓ εῦχος έδωκε
289Ζεὺς Κρονίδης
αλλ̓ ιθὺς ελαύνετε μώνυχας ἵππους
290ιφθίμων Δαναῶν , ίν̓ ὑπέρτερον εῦχος άρησθε
291ὣς ειπὼν ότρυνε μένος καὶ θυμὸν ἑκάστου
292ὡς δ̓ ὅτε πού τις θηρητὴρ κύνας αργιόδοντας
293σεύῃ επ̓ αγροτέρῳ συῒ καπρίῳ ηὲ λέοντι ,
294ὣς επ̓ Αχαιοῖσιν σεῦε Τρῶας μεγαθύμους
295Ἕκτωρ Πριαμίδης βροτολοιγῷ ῖσος Άρηϊ .
296αυτὸς δ̓ εν πρώτοισι μέγα φρονέων εβεβήκει ,
297εν δ̓ έπεσ̓ ὑσμίνῃ ὑπεραέϊ ῖσος αέλλῃ ,
298ἥ τε καθαλλομένη ιοειδέα πόντον ορίνει
299ένθα τίνα πρῶτον , τίνα δ̓ ὕστατον εξενάριξεν
300Ἕκτωρ Πριαμίδης , ὅτε οἱ Ζεὺς κῦδος έδωκεν ;
301Ασαῖον μὲν πρῶτα καὶ Αυτόνοον καὶ Οπίτην
302καὶ Δόλοπα Κλυτίδην καὶ Οφέλτιον ηδ̓ Αγέλαον
303Αίσυμνόν τ̓ Ω͂ρόν τε καὶ Ἱππόνοον μενεχάρμην .
304τοὺς άῤ ὅ γ̓ ἡγεμόνας Δαναῶν ἕλεν , αυτὰρ έπειτα
305πληθύν , ὡς ὁπότε νέφεα Ζέφυρος στυφελίξῃ
306αργεστᾶο Νότοιο βαθείῃ λαίλαπι τύπτων ·
307πολλὸν δὲ τρόφι κῦμα κυλίνδεται , ὑψόσε δ̓ άχνη
308σκίδναται εξ ανέμοιο πολυπλάγκτοιο ιωῆς
309ὣς άρα πυκνὰ καρήαθ̓ υφ̓ Ἕκτορι δάμνατο λαῶν
310ένθά κε λοιγὸς έην καὶ αμήχανα έργα γένοντο ,
311καί νύ κεν εν νήεσσι πέσον φεύγοντες Αχαιοί ,
312ει μὴ Τυδεΐδῃ Διομήδεϊ κέκλετ̓ Οδυσσεύς
313Τυδεΐδη τί παθόντε λελάσμεθα θούριδος αλκῆς
314αλλ̓ άγε δεῦρο πέπον , παῤ έμ̓ ἵσταο ·
δὴ γὰρ έλεγχος
315έσσεται εί κεν νῆας ἕλῃ κορυθαίολος Ἕκτωρ
316τὸν δ̓ απαμειβόμενος προσέφη κρατερὸς Διομήδης
317ήτοι εγὼ μενέω καὶ τλήσομαι
αλλὰ μίνυνθα
318ἡμέων έσσεται ῆδος , επεὶ νεφεληγερέτα Ζεὺς
319Τρωσὶν δὴ βόλεται δοῦναι κράτος ηέ περ ἡμῖν
320ῆ καὶ Θυμβραῖον μὲν αφ̓ ἵππων ῶσε χαμᾶζε
321δουρὶ βαλὼν κατὰ μαζὸν αριστερόν
αυτὰρ Οδυσσεὺς
322αντίθεον θεράποντα Μολίονα τοῖο άνακτος .
323τοὺς μὲν έπειτ̓ είασαν , επεὶ πολέμου απέπαυσαν
324τὼ δ̓ αν̓ ὅμιλον ιόντε κυδοίμεον , ὡς ὅτε κάπρω
325εν κυσὶ θηρευτῇσι μέγα φρονέοντε πέσητον ·
326ὣς όλεκον Τρῶας πάλιν ορμένω
αυτὰρ Αχαιοὶ
327ασπασίως φεύγοντες ανέπνεον Ἕκτορα δῖον
328ένθ̓ ἑλέτην δίφρόν τε καὶ ανέρε δήμου αρίστω
329υἷε δύω Μέροπος Περκωσίου , ὃς περὶ πάντων
330ῄδεε μαντοσύνας , ου δὲ οὓς παῖδας έασκε
331στείχειν ες πόλεμον φθισήνορα ·
τὼ δέ οἱ ού τι
332πειθέσθην
κῆρες γὰρ άγον μέλανος θανάτοιο
333τοὺς μὲν Τυδεΐδης δουρικλειτὸς Διομήδης
334θυμοῦ καὶ ψυχῆς κεκαδὼν κλυτὰ τεύχἐ απηύρα ·
335Ἱππόδαμον δ̓ Οδυσεὺς καὶ Ὑπείροχον εξενάριξεν
336ένθά σφιν κατὰ ῖσα μάχην ετάνυσσε Κρονίων
337εξ Ίδης καθορῶν
τοὶ δ̓ αλλήλους ενάριζον
338ήτοι Τυδέος υἱὸς Αγάστροφον ούτασε δουρὶ
339Παιονίδην ἥρωα κατ̓ ισχίον
ου δέ οἱ ἵπποι
340εγγὺς έσαν προφυγεῖν , αάσατο δὲ μέγα θυμῷ
341τοὺς μὲν γὰρ θεράπων απάνευθ̓ έχεν , αυτὰρ ὃ πεζὸς
342θῦνε διὰ προμάχων , εἷος φίλον ώλεσε θυμόν
343Ἕκτωρ δ̓ οξὺ νόησε κατὰ στίχας , ῶρτο δ̓ επ̓ αυτοὺς
344κεκλήγων
ἅμα δὲ Τρώων εἵποντο φάλαγγες
345τὸν δὲ ιδὼν ῥίγησε βοὴν αγαθὸς Διομήδης ,
346αῖψα δ̓ Οδυσσῆα προσεφώνεεν εγγὺς εόντα
347νῶϊν δὴ τόδε πῆμα κυλίνδεται όβριμος Ἕκτωρ ·
348αλλ̓ άγε δὴ στέωμεν καὶ αλεξώμεσθα μένοντες
349ῆ ῥα , καὶ αμπεπαλὼν προΐει δολιχόσκιον έγχος
350καὶ βάλεν , ου δ̓ αφάμαρτε τιτυσκόμενος κεφαλῆφιν ,
351άκρην κὰκ κόρυθα
πλάγχθη δ̓ απὸ χαλκόφι χαλκός ,
352ου δ̓ ἵκετο χρόα καλόν
ερύκακε γὰρ τρυφάλεια
353τρίπτυχος αυλῶπις , τήν οἱ πόρε Φοῖβος Απόλλων
354Ἕκτωρ δ̓ ῶκ̓ απέλεθρον ανέδραμε , μίκτο δ̓ ὁμίλῳ ,
355στῆ δὲ γνὺξ εριπὼν καὶ ερείσατο χειρὶ παχείῃ
356γαίης
αμφὶ δὲ όσσε κελαινὴ νὺξ εκάλυψεν
357όφρα δὲ Τυδεΐδης μετὰ δούρατος ῴχετ̓ ερωὴν
358τῆλε διὰ προμάχων , ὅθι οἱ καταείσατο γαίης
359τόφῤ Ἕκτωρ έμπνυτο , καὶ ὰψ ες δίφρον ορούσας
360εξέλασ̓ ες πληθύν , καὶ αλεύατο κῆρα μέλαιναν
361δουρὶ δ̓ επαΐσσων προσέφη κρατερὸς Διομήδης
362εξ αῦ νῦν έφυγες θάνατον κύον
ῆ τέ τοι άγχι
363ῆλθε κακόν
νῦν αῦτέ σ̓ ερύσατο Φοῖβος Απόλλων
364ᾧ μέλλεις εύχεσθαι ιὼν ες δοῦπον ακόντων
365ῆ θήν σ̓ εξανύω γε καὶ ὕστερον αντιβολήσας ,
366εί πού τις καὶ έμοιγε θεῶν επιτάρροθός εστι
367νῦν αῦ τοὺς άλλους επιείσομαι , ὅν κε κιχείω
368ῆ , καὶ Παιονίδην δουρὶ κλυτὸν εξενάριζεν
369αυτὰρ Αλέξανδρος Ἑλένης πόσις ηϋκόμοιο
370Τυδεΐδῃ έπι τόξα τιταίνετο ποιμένι λαῶν ,
371στήλῃ κεκλιμένος ανδροκμήτῳ επὶ τύμβῳ
372Ίλου Δαρδανίδαο , παλαιοῦ δημογέροντος .
373ήτοι ὃ μὲν θώρηκα Αγαστρόφου ιφθίμοιο
374αίνυτ̓ απὸ στήθεσφι παναίολον ασπίδα τ̓ ώμων
375καὶ κόρυθα βριαρήν ·
ὃ δὲ τόξου πῆχυν άνελκε
376καὶ βάλεν , ου δ̓ άρα μιν ἅλιον βέλος έκφυγε χειρός ,
377ταρσὸν δεξιτεροῖο ποδός
διὰ δ̓ αμπερὲς ιὸς
378εν γαίῃ κατέπηκτο
ὃ δὲ μάλα ἡδὺ γελάσσας
379εκ λόχου αμπήδησε καὶ ευχόμενος έπος ηύδα
380βέβληαι ου δ̓ ἅλιον βέλος έκφυγεν
ὡς όφελόν τοι
381νείατον ες κενεῶνα βαλὼν εκ θυμὸν ἑλέσθαι
382οὕτω κεν καὶ Τρῶες ανέπνευσαν κακότητος ,
383οἵ τέ σε πεφρίκασι λέονθ̓ ὡς μηκάδες αῖγες .
384τὸν δ̓ ου ταρβήσας προσέφη κρατερὸς Διομήδης
385τοξότα λωβητὴρ κέρᾳ αγλαὲ παρθενοπῖπα
386ει μὲν δὴ αντίβιον σὺν τεύχεσι πειρηθείης ,
387ουκ άν τοι χραίσμῃσι βιὸς καὶ ταρφέες ιοί ·
388νῦν δέ μ̓ επιγράψας ταρσὸν ποδὸς εύχεαι αύτως
389ουκ αλέγω , ὡς εί με γυνὴ βάλοι ὴ πάϊς άφρων ·
390κωφὸν γὰρ βέλος ανδρὸς ανάλκιδος ουτιδανοῖο .
391ῆ τ̓ άλλως υπ̓ εμεῖο , καὶ εί κ̓ ολίγον περ επαύρῃ ,
392οξὺ βέλος πέλεται , καὶ ακήριον αῖψα τίθησι
393τοῦ δὲ γυναικὸς μέν τ̓ αμφίδρυφοί εισι παρειαί ,
394παῖδες δ̓ ορφανικοί ·
ὃ δέ θ̓ αἵματι γαῖαν ερεύθων
395πύθεται , οιωνοὶ δὲ περὶ πλέες ηὲ γυναῖκες .
396ὣς φάτο , τοῦ δ̓ Οδυσεὺς δουρικλυτὸς εγγύθεν ελθὼν
397έστη πρόσθ̓
ὃ δ̓ όπισθε καθεζόμενος βέλος ωκὺ
398εκ ποδὸς έλκ̓ , οδύνη δὲ διὰ χροὸς ῆλθ̓ αλεγεινή
399ες δίφρον δ̓ ανόρουσε , καὶ ἡνιόχῳ επέτελλε
400νηυσὶν έπι γλαφυρῇσιν ελαυνέμεν
ήχθετο γὰρ κῆρ
401οιώθη δ̓ Οδυσεὺς δουρὶ κλυτός , ου δέ τις αυτῷ
402Αργείων παρέμεινεν , επεὶ φόβος έλλαβε πάντας
403οχθήσας δ̓ άρα εῖπε πρὸς ὃν μεγαλήτορα θυμόν
404ώ μοι εγὼ τί πάθω
μέγα μὲν κακὸν αί κε φέβωμαι
405πληθὺν ταρβήσας ·
τὸ δὲ ῥίγιον αί κεν ἁλώω
406μοῦνος ·
τοὺς δ̓ άλλους Δαναοὺς εφόβησε Κρονίων
407αλλὰ τί ή μοι ταῦτα φίλος διελέξατο θυμός
408οῖδα γὰρ ὅττι κακοὶ μὲν αποίχονται πολέμοιο ,
409ὃς δέ κ̓ αριστεύῃσι μάχῃ ένι τὸν δὲ μάλα χρεὼ
410ἑστάμεναι κρατερῶς , ή τ̓ έβλητ̓ ή τ̓ έβαλ̓ άλλον .
411εἷος ὃ ταῦθ̓ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν ,
412τόφρα δ̓ επὶ Τρώων στίχες ήλυθον ασπιστάων ,
413έλσαν δ̓ εν μέσσοισι , μετὰ σφίσι πῆμα τιθέντες
414ὡς δ̓ ὅτε κάπριον αμφὶ κύνες θαλεροί τ̓ αιζηοὶ
415σεύωνται , ὃ δέ τ̓ εῖσι βαθείης εκ ξυλόχοιο
416θήγων λευκὸν οδόντα μετὰ γναμπτῇσι γένυσσιν ,
417αμφὶ δέ τ̓ αΐσσονται , ὑπαὶ δέ τε κόμπος οδόντων
418γίγνεται , οἳ δὲ μένουσιν άφαρ δεινόν περ εόντα ,
419ὥς ῥα τότ̓ αμφ̓ Οδυσῆα Διῒ φίλον εσσεύοντο
420Τρῶες ·
ὃ δὲ πρῶτον μὲν αμύμονα Δηϊοπίτην
421ούτασεν ῶμον ὕπερθεν επάλμενος οξέϊ δουρί ,
422αυτὰρ έπειτα Θόωνα καὶ Έννομον εξενάριξε
423Χερσιδάμαντα δ̓ έπειτα καθ̓ ἵππων αΐξαντα
424δουρὶ κατὰ πρότμησιν υπ̓ ασπίδος ομφαλοέσσης
425νύξεν
ὃ δ̓ εν κονίῃσι πεσὼν ἕλε γαῖαν αγοστῷ
426τοὺς μὲν έασ̓ , ὃ δ̓ άῤ Ἱππασίδην Χάροπ̓ ούτασε δουρὶ
427αυτοκασίγνητον ευηφενέος Σώκοιο .
428τῷ δ̓ επαλεξήσων Σῶκος κίεν ισόθεος φώς ,
429στῆ δὲ μάλ̓ εγγὺς ιὼν καί μιν πρὸς μῦθον έειπεν
430ῶ Οδυσεῦ πολύαινε δόλων ᾶτ̓ ηδὲ πόνοιο
431σήμερον ὴ δοιοῖσιν επεύξεαι Ἱππασίδῃσι
432τοιώδ̓ άνδρε κατακτείνας καὶ τεύχἐ απούρας ,
433ή κεν εμῷ ὑπὸ δουρὶ τυπεὶς απὸ θυμὸν ολέσσῃς .
434ὣς ειπὼν ούτησε κατ̓ ασπίδα πάντοσ̓ εΐσην
435διὰ μὲν ασπίδος ῆλθε φαεινῆς όβριμον έγχος ,
436καὶ διὰ θώρηκος πολυδαιδάλου ηρήρειστο ,
437πάντα δ̓ απὸ πλευρῶν χρόα έργαθεν , ου δ̓ έτ̓ έασε
438Παλλὰς Αθηναίη μιχθήμεναι έγκασι φωτός
439γνῶ δ̓ Οδυσεὺς ὅ οἱ ού τι τέλος κατακαίριον ῆλθεν ,
440ὰψ δ̓ αναχωρήσας Σῶκον πρὸς μῦθον έειπεν
441ᾶ δείλ̓ ῆ μάλα δή σε κιχάνεται αιπὺς όλεθρος
442ήτοι μέν ῥ̓ έμ̓ έπαυσας επὶ Τρώεσσι μάχεσθαι
443σοὶ δ̓ εγὼ ενθάδε φημὶ φόνον καὶ κῆρα μέλαιναν
444ήματι τῷδ̓ έσσεσθαι , εμῷ δ̓ ὑπὸ δουρὶ δαμέντα
445εῦχος εμοὶ δώσειν , ψυχὴν δ̓ Άϊδι κλυτοπώλῳ .
446ῆ , καὶ ὃ μὲν φύγαδ̓ αῦτις ὑποστρέψας εβεβήκει ,
447τῷ δὲ μεταστρεφθέντι μεταφρένῳ εν δόρυ πῆξεν
448ώμων μεσσηγύς , διὰ δὲ στήθεσφιν έλασσε ,
449δούπησεν δὲ πεσών
ὃ δ̓ επεύξατο δῖος Οδυσσεύς ·
450ῶ Σῶχ̓ Ἱππάσου υἱὲ δαΐφρονος ἱπποδάμοιο
451φθῆ σε τέλος θανάτοιο κιχήμενον , ου δ̓ ὑπάλυξας .
452ᾶ δείλ̓ ου μὲν σοί γε πατὴρ καὶ πότνια μήτηρ
453όσσε καθαιρήσουσι θανόντι περ , αλλ̓ οιωνοὶ
454ωμησταὶ ερύουσι , περὶ πτερὰ πυκνὰ βαλόντες
455αυτὰρ έμ̓ , εί κε θάνω , κτεριοῦσί γε δῖοι Αχαιοί
456ὣς ειπὼν Σώκοιο δαΐφρονος όβριμον έγχος
457έξω τε χροὸς ἕλκε καὶ ασπίδος ομφαλοέσσης
458αἷμα δέ οἱ σπασθέντος ανέσσυτο , κῆδε δὲ θυμόν
459Τρῶες δὲ μεγάθυμοι ὅπως ίδον αῖμ̓ Οδυσῆος
460κεκλόμενοι καθ̓ ὅμιλον επ̓ αυτῷ πάντες έβησαν
461αυτὰρ ὅ γ̓ εξοπίσω ανεχάζετο , αῦε δ̓ ἑταίρους
462τρὶς μὲν έπειτ̓ ήϋσεν ὅσον κεφαλὴ χάδε φωτός ,
463τρὶς δ̓ άϊεν ιάχοντος άρηι φίλος Μενέλαος
464αῖψα δ̓ άῤ Αίαντα προσεφώνεεν εγγὺς εόντα
465Αῖαν διογενὲς Τελαμώνιε κοίρανε λαῶν
466αμφί μ̓ Οδυσσῆος ταλασίφρονος ίκετ̓ αϋτὴ
467τῷ ικέλη ὡς εί ἑ βιῴατο μοῦνον εόντα
468Τρῶες αποτμήξαντες ενὶ κρατερῇ ὑσμίνῃ .
469αλλ̓ ίομεν καθ̓ ὅμιλον
αλεξέμεναι γὰρ άμεινον .
470δείδω μή τι πάθῃσιν ενὶ Τρώεσσι μονωθεὶς
471εσθλὸς εών , μεγάλη δὲ ποθὴ Δαναοῖσι γένηται
472ὣς ειπὼν ὃ μὲν ῆρχ̓ , ὃ δ̓ άμ̓ ἕσπετο ισόθεος φώς .
473εὗρον έπειτ̓ Οδυσῆα Διῒ φίλον
αμφὶ δ̓ άῤ αυτὸν
474Τρῶες έπονθ̓ ὡς εί τε δαφοινοὶ θῶες όρεσφιν
475αμφ̓ έλαφον κεραὸν βεβλημένον , ὅν τ̓ έβαλ̓ ανὴρ
476ιῷ απὸ νευρῆς ·
τὸν μέν τ̓ ήλυξε πόδεσσι
477φεύγων , όφῤ αἷμα λιαρὸν καὶ γούνατ̓ ορώρῃ
478αυτὰρ επεὶ δὴ τόν γε δαμάσσεται ωκὺς οϊστός ,
479ωμοφάγοι μιν θῶες εν ούρεσι δαρδάπτουσιν
480εν νέμεϊ σκιερῷ
επί τε λῖν ήγαγε δαίμων
481σίντην
θῶες μέν τε διέτρεσαν , αυτὰρ ὃ δάπτει
482ὥς ῥα τότ̓ αμφ̓ Οδυσῆα δαΐφρονα ποικιλομήτην
483Τρῶες ἕπον πολλοί τε καὶ άλκιμοι , αυτὰρ ὅ γ̓ ἥρως
484αΐσσων ᾧ έγχει αμύνετο νηλεὲς ῆμαρ .
485Αίας δ̓ εγγύθεν ῆλθε φέρων σάκος ηΰτε πύργον ,
486στῆ δὲ παρέξ
Τρῶες δὲ διέτρεσαν άλλυδις άλλος
487ήτοι τὸν Μενέλαος αρήϊος έξαγ̓ ὁμίλου
488χειρὸς έχων , εἷος θεράπων σχεδὸν ήλασεν ἵππους
489Αίας δὲ Τρώεσσιν επάλμενος εἷλε Δόρυκλον
490Πριαμίδην νόθον υἱόν , έπειτα δὲ Πάνδοκον οῦτα ,
491οῦτα δὲ Λύσανδρον καὶ Πύρασον ηδὲ Πυλάρτην .
492ὡς δ̓ ὁπότε πλήθων ποταμὸς πεδίον δὲ κάτεισι
493χειμάρρους κατ̓ όρεσφιν οπαζόμενος Διὸς όμβρῳ ,
494πολλὰς δὲ δρῦς αζαλέας , πολλὰς δέ τε πεύκας
495εσφέρεται , πολλὸν δέ τ̓ αφυσγετὸν εις ἅλα βάλλει ,
496ὣς έφεπε κλονέων πεδίον τότε φαίδιμος Αίας ,
497δαΐζων ἵππους τε καὶ ανέρας ·
ου δέ πω Ἕκτωρ
498πεύθετ̓ , επεί ῥα μάχης επ̓ αριστερὰ μάρνατο πάσης
499όχθας πὰρ ποταμοῖο Σκαμάνδρου , τῇ ῥα μάλιστα
500ανδρῶν πῖπτε κάρηνα , βοὴ δ̓ άσβεστος ορώρει
501Νέστορά τ̓ αμφὶ μέγαν καὶ αρήϊον Ιδομενῆα
502Ἕκτωρ μὲν μετὰ τοῖσιν ὁμίλει μέρμερα ῥέζων
503έγχεΐ θ̓ ἱπποσύνῃ τε , νέων δ̓ αλάπαζε φάλαγγας
504ου δ̓ άν πω χάζοντο κελεύθου δῖοι Αχαιοὶ
505ει μὴ Αλέξανδρος Ἑλένης πόσις ηϋκόμοιο
506παῦσεν αριστεύοντα Μαχάονα ποιμένα λαῶν ,
507ιῷ τριγλώχινι βαλὼν κατὰ δεξιὸν ῶμον .
508τῷ ῥα περίδεισαν μένεα πνείοντες Αχαιοὶ
509μή πώς μιν πολέμοιο μετακλινθέντος ἕλοιεν
510αυτίκα δ̓ Ιδομενεὺς προσεφώνεε Νέστορα δῖον
511ῶ Νέστορ Νηληϊάδη μέγα κῦδος Αχαιῶν
512άγρει σῶν οχέων επιβήσεο , πὰρ δὲ Μαχάων
513βαινέτω , ες νῆας δὲ τάχιστ̓ έχε μώνυχας ἵππους ·
514ιητρὸς γὰρ ανὴρ πολλῶν αντάξιος άλλων
515ιούς τ̓ εκτάμνειν επί τ̓ ήπια φάρμακα πάσσειν .
516ὣς έφατ̓ , ου δ̓ απίθησε Γερήνιος ἱππότα Νέστωρ
517αυτίκα δ̓ ὧν οχέων επεβήσετο , πὰρ δὲ Μαχάων
518βαῖν̓ Ασκληπιοῦ υἱὸς αμύμονος ιητῆρος ·
519μάστιξεν δ̓ ἵππους , τὼ δ̓ ουκ αέκοντε πετέσθην
520νῆας έπι γλαφυράς
τῇ γὰρ φίλον έπλετο θυμῷ
521Κεβριόνης δὲ Τρῶας ορινομένους ενόησεν
522Ἕκτορι παρβεβαώς , καί μιν πρὸς μῦθον έειπεν
523Ἕκτορ νῶϊ μὲν ενθάδ̓ ὁμιλέομεν Δαναοῖσιν
524εσχατιῇ πολέμοιο δυσηχέος
οἳ δὲ δὴ άλλοι
525Τρῶες ορίνονται επιμὶξ ἵπποι τε καὶ αυτοί .
526Αίας δὲ κλονέει Τελαμώνιος
εῦ δέ μιν έγνων
527ευρὺ γὰρ αμφ̓ ώμοισιν έχει σάκος
αλλὰ καὶ ἡμεῖς
528κεῖσ̓ ἵππους τε καὶ άρμ̓ ιθύνομεν , ένθα μάλιστα
529ἱππῆες πεζοί τε κακὴν έριδα προβαλόντες
530αλλήλους ολέκουσι , βοὴ δ̓ άσβεστος όρωρεν
531ὣς άρα φωνήσας ἵμασεν καλλίτριχας ἵππους
532μάστιγι λιγυρῇ
τοὶ δὲ πληγῆς αΐοντες
533ῥίμφ̓ έφερον θοὸν ἅρμα μετὰ Τρῶας καὶ Αχαιοὺς
534στείβοντες νέκυάς τε καὶ ασπίδας
αἵματι δ̓ άξων
535νέρθεν ἅπας πεπάλακτο καὶ άντυγες αἳ περὶ δίφρον ,
536ἃς άῤ αφ̓ ἱππείων ὁπλέων ῥαθάμιγγες έβαλλον
537αἵ τ̓ απ̓ επισσώτρων .
ὃ δὲ ἵετο δῦναι ὅμιλον
538ανδρόμεον ῥῆξαί τε μετάλμενος
εν δὲ κυδοιμὸν
539ἧκε κακὸν Δαναοῖσι , μίνυνθα δὲ χάζετο δουρός
540αυτὰρ ὃ τῶν άλλων επεπωλεῖτο στίχας ανδρῶν
541έγχεΐ τ̓ άορί τε μεγάλοισί τε χερμαδίοισιν ,
542Αίαντος δ̓ αλέεινε μάχην Τελαμωνιάδαο
543Ζεὺς δὲ πατὴρ Αίανθ̓ ὑψίζυγος εν φόβον ῶρσε
545στῆ δὲ ταφών , όπιθεν δὲ σάκος βάλεν ἑπταβόειον ,
546τρέσσε δὲ παπτήνας εφ̓ ὁμίλου θηρὶ εοικὼς
547εντροπαλιζόμενος ολίγον γόνυ γουνὸς αμείβων .
548ὡς δ̓ αίθωνα λέοντα βοῶν απὸ μεσσαύλοιο
549εσσεύαντο κύνες τε καὶ ανέρες αγροιῶται ,
550οἵ τέ μιν ουκ ειῶσι βοῶν εκ πῖαρ ἑλέσθαι
551πάννυχοι εγρήσσοντες ·
ὃ δὲ κρειῶν ερατίζων
552ιθύει , αλλ̓ ού τι πρήσσει ·
θαμέες γὰρ άκοντες
553αντίον αΐσσουσι θρασειάων απὸ χειρῶν
554καιόμεναί τε δεταί , τάς τε τρεῖ εσσύμενός περ ·
555ηῶθεν δ̓ απὸ νόσφιν έβη τετιηότι θυμῷ ·
556ὣς Αίας τότ̓ απὸ Τρώων τετιημένος ῆτορ
557ήϊε πόλλ̓ αέκων
περὶ γὰρ δίε νηυσὶν Αχαιῶν
558ὡς δ̓ ότ̓ όνος παῤ άρουραν ιὼν εβιήσατο παῖδας
559νωθής , ᾧ δὴ πολλὰ περὶ ῥόπαλ̓ αμφὶς εάγῃ ,
560κείρει τ̓ εισελθὼν βαθὺ λήϊον ·
οἳ δέ τε παῖδες
561τύπτουσιν ῥοπάλοισι ·
βίη δέ τε νηπίη αυτῶν ·
562σπουδῇ τ̓ εξήλασσαν , επεί τ̓ εκορέσσατο φορβῆς ·
563ὣς τότ̓ έπειτ̓ Αίαντα μέγαν Τελαμώνιον υἱὸν
564Τρῶες ὑπέρθυμοι πολυηγερέες τ̓ επίκουροι
565νύσσοντες ξυστοῖσι μέσον σάκος αιὲν ἕποντο .
566Αίας δ̓ άλλοτε μὲν μνησάσκετο θούριδος αλκῆς
567αῦτις ὑποστρεφθείς , καὶ ερητύσασκε φάλαγγας
568Τρώων ἱπποδάμων
ὁτὲ δὲ τρωπάσκετο φεύγειν
569πάντας δὲ προέεργε θοὰς επὶ νῆας ὁδεύειν ,
570αυτὸς δὲ Τρώων καὶ Αχαιῶν θῦνε μεσηγὺ
571ἱστάμενος
τὰ δὲ δοῦρα θρασειάων απὸ χειρῶν
572άλλα μὲν εν σάκεϊ μεγάλῳ πάγεν όρμενα πρόσσω ,
573πολλὰ δὲ καὶ μεσσηγύ , πάρος χρόα λευκὸν επαυρεῖν ,
574εν γαίῃ ἵσταντο λιλαιόμενα χροὸς ᾶσαι
575τὸν δ̓ ὡς οῦν ενόησ̓ Ευαίμονος αγλαὸς υἱὸς
576Ευρύπυλος πυκινοῖσι βιαζόμενον βελέεσσι ,
577στῆ ῥα παῤ αυτὸν ιών , καὶ ακόντισε δουρὶ φαεινῷ ,
578καὶ βάλε Φαυσιάδην Απισάονα ποιμένα λαῶν
579ἧπαρ ὑπὸ πραπίδων , εῖθαρ δ̓ ὑπὸ γούνατ̓ έλυσεν ·
580Ευρύπυλος δ̓ επόρουσε καὶ αίνυτο τεύχἐ απ̓ ώμων
581τὸν δ̓ ὡς οῦν ενόησεν Αλέξανδρος θεοειδὴς
582τεύχἐ απαινύμενον Απισάονος , αυτίκα τόξον
583έλκετ̓ επ̓ Ευρυπύλῳ , καί μιν βάλε μηρὸν οϊστῷ
584δεξιόν
εκλάσθη δὲ δόναξ , εβάρυνε δὲ μηρόν
585ὰψ δ̓ ἑτάρων εις έθνος εχάζετο κῆῤ αλεείνων ,
586ήϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς
587ῶ φίλοι Αργείων ἡγήτορες ηδὲ μέδοντες
588στῆτ̓ ελελιχθέντες καὶ αμύνετε νηλεὲς ῆμαρ
589Αίανθ̓ , ὃς βελέεσσι βιάζεται , ου δέ ἕ φημι
590φεύξεσθ̓ εκ πολέμοιο δυσηχέος ·
αλλὰ μάλ̓ άντην
591ίστασθ̓ αμφ̓ Αίαντα μέγαν Τελαμώνιον υἱόν .
592ὣς έφατ̓ Ευρύπυλος βεβλημένος
οἳ δὲ παῤ αυτὸν
593πλησίοι έστησαν σάκἐ ώμοισι κλίναντες
594δούρατ̓ ανασχόμενοι
τῶν δ̓ αντίος ήλυθεν Αίας
595στῆ δὲ μεταστρεφθείς , επεὶ ἵκετο έθνος ἑταίρων
596ὣς οἳ μὲν μάρναντο δέμας πυρὸς αιθομένοιο
597Νέστορα δ̓ εκ πολέμοιο φέρον Νηλήϊαι ἵπποι
598ἱδρῶσαι , ῆγον δὲ Μαχάονα ποιμένα λαῶν .
599τὸν δὲ ιδὼν ενόησε ποδάρκης δῖος Αχιλλεύς
600ἑστήκει γὰρ επὶ πρυμνῇ μεγακήτεϊ νηῒ
601εισορόων πόνον αιπὺν ιῶκά τε δακρυόεσσαν
602αῖψα δ̓ ἑταῖρον ἑὸν Πατροκλῆα προσέειπε
603φθεγξάμενος παρὰ νηός ·
ὃ δὲ κλισίηθεν ακούσας
604έκμολεν ῖσος Άρηϊ , κακοῦ δ̓ άρα οἱ πέλεν αρχή
605τὸν πρότερος προσέειπε Μενοιτίου άλκιμος υἱός
606τίπτέ με κικλήσκεις Αχιλεῦ
τί δέ σε χρεὼ εμεῖο ;
607τὸν δ̓ απαμειβόμενος προσέφη πόδας ωκὺς Αχιλλεύς
608δῖε Μενοιτιάδη τῷ εμῷ κεχαρισμένε θυμῷ
609νῦν οΐω περὶ γούνατ̓ εμὰ στήσεσθαι Αχαιοὺς
610λισσομένους
χρειὼ γὰρ ἱκάνεται ουκέτ̓ ανεκτός
611αλλ̓ ίθι νῦν Πάτροκλε Διῒ φίλε Νέστοῤ έρειο
612ὅν τινα τοῦτον άγει βεβλημένον εκ πολέμοιο ·
613ήτοι μὲν τά γ̓ όπισθε Μαχάονι πάντα έοικε
614τῷ Ασκληπιάδῃ , ατὰρ ουκ ίδον όμματα φωτός ·
615ἵπποι γάρ με παρήϊξαν πρόσσω μεμαυῖαι
616ὣς φάτο , Πάτροκλος δὲ φίλῳ επεπείθεθ̓ ἑταίρῳ ,
617βῆ δὲ θέειν παρά τε κλισίας καὶ νῆας Αχαιῶν
618οἳ δ̓ ὅτε δὴ κλισίην Νηληϊάδεω αφίκοντο ,
619αυτοὶ μέν ῥ̓ απέβησαν επὶ χθόνα πουλυβότειραν ,
620ἵππους δ̓ Ευρυμέδων θεράπων λύε τοῖο γέροντος
621εξ οχέων
τοὶ δ̓ ἱδρῶ απεψύχοντο χιτώνων
622στάντε ποτὶ πνοιὴν παρὰ θῖν̓ ἁλός
αυτὰρ έπειτα
623ες κλισίην ελθόντες επὶ κλισμοῖσι κάθιζον
624τοῖσι δὲ τεῦχε κυκειῶ εϋπλόκαμος Ἑκαμήδη ,
625τὴν άρετ̓ εκ Τενέδοιο γέρων , ὅτε πέρσεν Αχιλλεύς ,
626θυγατέῤ Αρσινόου μεγαλήτορος , ἥν οἱ Αχαιοὶ
627έξελον οὕνεκα βουλῇ αριστεύεσκεν ἁπάντων
628ἥ σφωϊν πρῶτον μὲν επιπροΐηλε τράπεζαν
629καλὴν κυανόπεζαν εΰξοον , αυτὰρ επ̓ αυτῆς
630χάλκειον κάνεον , επὶ δὲ κρόμυον ποτῷ όψον ,
631ηδὲ μέλι χλωρόν , παρὰ δ̓ αλφίτου ἱεροῦ ακτήν ,
632πὰρ δὲ δέπας περικαλλές , ὃ οίκοθεν ῆγ̓ ὁ γεραιός ,
633χρυσείοις ἥλοισι πεπαρμένον ·
ούατα δ̓ αυτοῦ
634τέσσαῤ έσαν , δοιαὶ δὲ πελειάδες αμφὶς ἕκαστον
635χρύσειαι νεμέθοντο , δύω δ̓ ὑπὸ πυθμένες ῆσαν
636άλλος μὲν μογέων αποκινήσασκε τραπέζης
637πλεῖον εόν , Νέστωρ δ̓ ὁ γέρων αμογητὶ άειρεν .
638εν τῷ ῥά σφι κύκησε γυνὴ εϊκυῖα θεῇσιν
639οίνῳ Πραμνείῳ , επὶ δ̓ αίγειον κνῆ τυρὸν
640κνήστι χαλκείῃ , επὶ δ̓ άλφιτα λευκὰ πάλυνε ,
641πινέμεναι δ̓ εκέλευσεν , επεί ῥ̓ ὥπλισσε κυκειῶ
642τὼ δ̓ επεὶ οῦν πίνοντ̓ αφέτην πολυκαγκέα δίψαν
643μύθοισιν τέρποντο πρὸς αλλήλους ενέποντες ,
644Πάτροκλος δὲ θύρῃσιν εφίστατο ισόθεος φώς .
645τὸν δὲ ιδὼν ὁ γεραιὸς απὸ θρόνου ῶρτο φαεινοῦ ,
646ες δ̓ άγε χειρὸς ἑλών , κατὰ δ̓ ἑδριάασθαι άνωγε
647Πάτροκλος δ̓ ἑτέρωθεν αναίνετο εῖπέ τε μῦθον
648ουχ ἕδος εστὶ γεραιὲ διοτρεφές , ου δέ με πείσεις
649αιδοῖος νεμεσητὸς ὅ με προέηκε πυθέσθαι
650ὅν τινα τοῦτον άγεις βεβλημένον ·
αλλὰ καὶ αυτὸς
651γιγνώσκω , ὁρόω δὲ Μαχάονα ποιμένα λαῶν .
652νῦν δὲ έπος ερέων πάλιν άγγελος εῖμ̓ Αχιλῆϊ
653εῦ δὲ σὺ οῖσθα γεραιὲ διοτρεφές , οἷος εκεῖνος
654δεινὸς ανήρ ·
τάχα κεν καὶ αναίτιον αιτιόῳτο
655τὸν δ̓ ημείβετ̓ έπειτα Γερήνιος ἱππότα Νέστωρ
656τίπτε τὰρ ῶδ̓ Αχιλεὺς ολοφύρεται υἷας Αχαιῶν ,
657ὅσσοι δὴ βέλεσιν βεβλήαται
ου δέ τι οῖδε
658πένθεος , ὅσσον όρωρε κατὰ στρατόν
οἳ γὰρ άριστοι
659εν νηυσὶν κέαται βεβλημένοι ουτάμενοί τε
660βέβληται μὲν ὃ Τυδεΐδης κρατερὸς Διομήδης ,
661ούτασται δ̓ Οδυσεὺς δουρὶ κλυτὸς ηδ̓ Αγαμέμνων ·
662βέβληται δὲ καὶ Ευρύπυλος κατὰ μηρὸν οϊστῷ
663τοῦτον δ̓ άλλον εγὼ νέον ήγαγον εκ πολέμοιο
664ιῷ απὸ νευρῆς βεβλημένον
αυτὰρ Αχιλλεὺς
665εσθλὸς εὼν Δαναῶν ου κήδεται ου δ̓ ελεαίρει
666ῆ μένει εις ὅ κε δὴ νῆες θοαὶ άγχι θαλάσσης
667Αργείων αέκητι πυρὸς δηΐοιο θέρωνται ,
668αυτοί τε κτεινώμεθ̓ επισχερώ
ου γὰρ εμὴ ὶς
669έσθ̓ οἵη πάρος έσκεν ενὶ γναμπτοῖσι μέλεσσιν
670είθ̓ ὣς ἡβώοιμι βίη δέ μοι έμπεδος είη
671ὡς οπότ̓ Ηλείοισι καὶ ἡμῖν νεῖκος ετύχθη
672αμφὶ βοηλασίῃ , ότ̓ εγὼ κτάνον Ιτυμονῆα
673εσθλὸν Ὑπειροχίδην , ὃς εν Ήλιδι ναιετάασκε ,
674ῥύσἰ ελαυνόμενος ·
ὃ δ̓ αμύνων ᾗσι βόεσσιν
675έβλητ̓ εν πρώτοισιν εμῆς απὸ χειρὸς άκοντι ,
676κὰδ δ̓ έπεσεν , λαοὶ δὲ περίτρεσαν αγροιῶται
677ληΐδα δ̓ εκ πεδίου συνελάσσαμεν ήλιθα πολλὴν
678πεντήκοντα βοῶν αγέλας , τόσα πώεα οιῶν ,
679τόσσα συῶν συβόσια , τόσ̓ αιπόλια πλατέ̓ αιγῶν ,
680ἵππους δὲ ξανθὰς ἑκατὸν καὶ πεντήκοντα
681πάσας θηλείας , πολλῇσι δὲ πῶλοι ὑπῆσαν .
682καὶ τὰ μὲν ηλασάμεσθα Πύλον Νηλήϊον είσω
683εννύχιοι προτὶ άστυ
γεγήθει δὲ φρένα Νηλεύς ,
684οὕνεκά μοι τύχε πολλὰ νέῳ πόλεμον δὲ κιόντι
685κήρυκες δ̓ ελίγαινον άμ̓ ηοῖ φαινομένηφι
686τοὺς ίμεν οἷσι χρεῖος οφείλετ̓ εν Ήλιδι δίῃ
687οἳ δὲ συναγρόμενοι Πυλίων ἡγήτορες άνδρες
688δαίτρευον ·
πολέσιν γὰρ Επειοὶ χρεῖος όφειλον ,
689ὡς ἡμεῖς παῦροι κεκακωμένοι εν Πύλῳ ῆμεν
690ελθὼν γάρ ῥ̓ εκάκωσε βίη Ἡρακληείη
691τῶν προτέρων ετέων , κατὰ δ̓ έκταθεν ὅσσοι άριστοι ·
692δώδεκα γὰρ Νηλῆος αμύμονος υἱέες ῆμεν
693τῶν οῖος λιπόμην , οἳ δ̓ άλλοι πάντες όλοντο
694ταῦθ̓ ὑπερηφανέοντες Επειοὶ χαλκοχίτωνες
695ἡμέας ὑβρίζοντες ατάσθαλα μηχανόωντο
696εκ δ̓ ὃ γέρων αγέλην τε βοῶν καὶ πῶϋ μέγ̓ οιῶν
697εἵλετο κρινάμενος τριηκόσἰ ηδὲ νομῆας
698καὶ γὰρ τῷ χρεῖος μέγ̓ οφείλετ̓ εν Ήλιδι δίῃ
699τέσσαρες αθλοφόροι ἵπποι αυτοῖσιν όχεσφιν
700ελθόντες μετ̓ άεθλα ·
περὶ τρίποδος γὰρ έμελλον
701θεύσεσθαι
τοὺς δ̓ αῦθι άναξ ανδρῶν Αυγείας
702κάσχεθε , τὸν δ̓ ελατῆῤ αφίει ακαχήμενον ἵππων
703τῶν ὃ γέρων επέων κεχολωμένος ηδὲ καὶ έργων
704εξέλετ̓ άσπετα πολλά
τὰ δ̓ άλλ̓ ες δῆμον έδωκε
705δαιτρεύειν , μή τίς οἱ ατεμβόμενος κίοι ίσης .
706ἡμεῖς μὲν τὰ ἕκαστα διείπομεν , αμφί τε άστυ
707ἕρδομεν ἱρὰ θεοῖς
οἳ δὲ τρίτῳ ήματι πάντες
708ῆλθον ὁμῶς αυτοί τε πολεῖς καὶ μώνυχες ἵπποι
709πανσυδίῃ ·
μετὰ δέ σφι Μολίονε θωρήσσοντο
710παῖδ̓ έτ̓ εόντ̓ , ού πω μάλα ειδότε θούριδος αλκῆς
711έστι δέ τις Θρυόεσσα πόλις αιπεῖα κολώνη
712τηλοῦ επ̓ Αλφειῷ , νεάτη Πύλου ημαθόεντος ·
713τὴν αμφεστρατόωντο διαρραῖσαι μεμαῶτες
714αλλ̓ ὅτε πᾶν πεδίον μετεκίαθον , άμμι δ̓ Αθήνη
715άγγελος ῆλθε θέουσ̓ απ̓ Ολύμπου θωρήσσεσθαι
716έννυχος , ου δ̓ αέκοντα Πύλον κάτα λαὸν άγειρεν
717αλλὰ μάλ̓ εσσυμένους πολεμίζειν
ου δέ με Νηλεὺς
718εία θωρήσσεσθαι , απέκρυψεν δέ μοι ἵππους
719ου γάρ πώ τί μ̓ έφη ίδμεν πολεμήϊα έργα
720αλλὰ καὶ ὧς ἱππεῦσι μετέπρεπον ἡμετέροισι
721καὶ πεζός περ εών , επεὶ ὧς άγε νεῖκος Αθήνη
722έστι δέ τις ποταμὸς Μινυήϊος εις ἅλα βάλλων
723εγγύθεν Αρήνης , ὅθι μείναμεν Ηῶ δῖαν
724ἱππῆες Πυλίων , τὰ δ̓ επέρρεον έθνεα πεζῶν
725ένθεν πανσυδίῃ σὺν τεύχεσι θωρηχθέντες
726ένδιοι ικόμεσθ̓ ἱερὸν ῥόον Αλφειοῖο
727ένθα Διὶ ῥέξαντες ὑπερμενεῖ ἱερὰ καλά ,
728ταῦρον δ̓ Αλφειῷ , ταῦρον δὲ Ποσειδάωνι ,
729αυτὰρ Αθηναίη γλαυκώπιδι βοῦν αγελαίην ,
730δόρπον έπειθ̓ ἑλόμεσθα κατὰ στρατὸν εν τελέεσσι ,
731καὶ κατεκοιμήθημεν εν έντεσιν οἷσιν ἕκαστος
732αμφὶ ῥοὰς ποταμοῖο .
ατὰρ μεγάθυμοι Επειοὶ
733αμφέσταν δὴ άστυ διαρραῖσαι μεμαῶτες
734αλλά σφι προπάροιθε φάνη μέγα έργον Άρηος
735εῦτε γὰρ ηέλιος φαέθων ὑπερέσχεθε γαίης ,
736συμφερόμεσθα μάχῃ Διί τ̓ ευχόμενοι καὶ Αθήνῃ
737αλλ̓ ὅτε δὴ Πυλίων καὶ Επειῶν έπλετο νεῖκος ,
738πρῶτος εγὼν ἕλον άνδρα , κόμισσα δὲ μώνυχας ἵππους ,
739Μούλιον αιχμητήν
γαμβρὸς δ̓ ῆν Αυγείαο ,
740πρεσβυτάτην δὲ θύγατῤ εῖχε ξανθὴν Αγαμήδην ,
741ἣ τόσα φάρμακα ῄδη ὅσα τρέφει ευρεῖα χθών .
742τὸν μὲν εγὼ προσιόντα βάλον χαλκήρεϊ δουρί ,
743ήριπε δ̓ εν κονίῃσιν
εγὼ δ̓ ες δίφρον ορούσας
744στῆν ῥα μετὰ προμάχοισιν
ατὰρ μεγάθυμοι Επειοὶ
745έτρεσαν άλλυδις άλλος , επεὶ ίδον άνδρα πεσόντα
746ηγεμόν̓ ἱππήων , ὃς αριστεύεσκε μάχεσθαι .
747αυτὰρ εγὼν επόρουσα κελαινῇ λαίλαπι ῖσος ,
748πεντήκοντα δ̓ ἕλον δίφρους , δύο δ̓ αμφὶς ἕκαστον
749φῶτες οδὰξ ἕλον οῦδας εμῷ ὑπὸ δουρὶ δαμέντες
750καί νύ κεν Ακτορίωνε Μολίονε παῖδ̓ αλάπαξα ,
751ει μή σφωε πατὴρ ευρὺ κρείων ενοσίχθων
752εκ πολέμου εσάωσε καλύψας ηέρι πολλῇ .
753ένθα Ζεὺς Πυλίοισι μέγα κράτος εγγυάλιξε
754τόφρα γὰρ οῦν ἑπόμεσθα διὰ σπιδέος πεδίοιο
755κτείνοντές τ̓ αυτοὺς ανά τ̓ έντεα καλὰ λέγοντες ,
756όφῤ επὶ Βουπρασίου πολυπύρου βήσαμεν ἵππους
757πέτρης τ̓ Ωλενίης , καὶ Αλησίου ένθα κολώνη
758κέκληται
ὅθεν αῦτις απέτραπε λαὸν Αθήνη
759ένθ̓ άνδρα κτείνας πύματον λίπον
αυτὰρ Αχαιοὶ
760ὰψ απὸ Βουπρασίοιο Πύλονδ̓ έχον ωκέας ἵππους ,
761πάντες δ̓ ευχετόωντο θεῶν Διὶ Νέστορί τ̓ ανδρῶν
762ὣς έον , εί ποτ̓ έον γε , μετ̓ ανδράσιν
αυτὰρ Αχιλλεὺς
763οῖος τῆς αρετῆς απονήσεται
ῆ τέ μιν οίω
764πολλὰ μετακλαύσεσθαι επεί κ̓ απὸ λαὸς όληται
765ῶ πέπον ῆ μὲν σοί γε Μενοίτιος ῶδ̓ επέτελλεν
766ήματι τῷ ὅτε σ̓ εκ Φθίης Αγαμέμνονι πέμπε ,
767νῶϊ δέ τ̓ ένδον εόντες εγὼ καὶ δῖος Οδυσσεὺς
768πάντα μάλ̓ εν μεγάροις ηκούομεν ὡς επέτελλε .
769Πηλῆος δ̓ ἱκόμεσθα δόμους εῦ ναιετάοντας
770λαὸν αγείροντες κατ̓ Αχαιΐδα πουλυβότειραν
771ένθα δ̓ έπειθ̓ ἥρωα Μενοίτιον εὕρομεν ένδον
772ηδὲ σέ , πὰρ δ̓ Αχιλῆα ·
γέρων δ̓ ἱππηλάτα Πηλεὺς
773πίονα μηρία καῖε βοὸς Διὶ τερπικεραύνῳ
774αυλῆς εν χόρτῳ
έχε δὲ χρύσειον άλεισον
775σπένδων αίθοπα οῖνον επ̓ αιθομένοις ἱεροῖσι
776σφῶϊ μὲν αμφὶ βοὸς ἕπετον κρέα , νῶϊ δ̓ έπειτα
777στῆμεν ενὶ προθύροισι
ταφὼν δ̓ ανόρουσεν Αχιλλεύς ,
778ες δ̓ άγε χειρὸς ἑλών , κατὰ δ̓ ἑδριάασθαι άνωγε ,
779ξείνιά τ̓ εῦ παρέθηκεν , ἅ τε ξείνοις θέμις εστίν .
780αυτὰρ επεὶ τάρπημεν εδητύος ηδὲ ποτῆτος ,
781ῆρχον εγὼ μύθοιο κελεύων ύμμ̓ άμ̓ ἕπεσθαι
782σφὼ δὲ μάλ̓ ηθέλετον , τὼ δ̓ άμφω πόλλ̓ επέτελλον
783Πηλεὺς μὲν ᾧ παιδὶ γέρων επέτελλ̓ Αχιλῆϊ
784αιὲν αριστεύειν καὶ ὑπείροχον έμμεναι άλλων
785σοὶ δ̓ αῦθ̓ ῶδ̓ επέτελλε Μενοίτιος Άκτορος υἱός ·
786τέκνον εμὸν γενεῇ μὲν ὑπέρτερός εστιν Αχιλλεύς ,
787πρεσβύτερος δὲ σύ εσσι
βίῃ δ̓ ὅ γε πολλὸν αμείνων .
788αλλ̓ εῦ οἱ φάσθαι πυκινὸν έπος ηδ̓ ὑποθέσθαι
789καί οἱ σημαίνειν
ὃ δὲ πείσεται εις αγαθόν περ
790ὣς επέτελλ̓ ὃ γέρων , σὺ δὲ λήθεαι
αλλ̓ έτι καὶ νῦν
791ταῦτ̓ είποις Αχιλῆϊ δαΐφρονι αί κε πίθηται
792τίς δ̓ οῖδ̓ εί κέν οἱ σὺν δαίμονι θυμὸν ορίναις
793παρειπών
αγαθὴ δὲ παραίφασίς εστιν ἑταίρου
794ει δέ τινα φρεσὶν ᾗσι θεοπροπίην αλεείνει
795καί τινά οἱ πὰρ Ζηνὸς επέφραδε πότνια μήτηρ ,
796αλλὰ σέ περ προέτω , ἅμα δ̓ άλλος λαὸς ἑπέσθω
797Μυρμιδόνων , αί κέν τι φόως Δαναοῖσι γένηαι
798καί τοι τεύχεα καλὰ δότω πόλεμον δὲ φέρεσθαι ,
799αί κέ σε τῷ είσκοντες απόσχωνται πολέμοιο
800Τρῶες , αναπνεύσωσι δ̓ αρήϊοι υἷες Αχαιῶν
801τειρόμενοι
ολίγη δέ τ̓ ανάπνευσις πολέμοιο .
802ῥεῖα δέ κ̓ ακμῆτες κεκμηότας άνδρας αϋτῇ
803ώσαισθε προτὶ άστυ νεῶν άπο καὶ κλισιάων
804ὣς φάτο , τῷ δ̓ άρα θυμὸν ενὶ στήθεσσιν όρινε ,
805βῆ δὲ θέειν παρὰ νῆας επ̓ Αιακίδην Αχιλῆα
806αλλ̓ ὅτε δὴ κατὰ νῆας Οδυσσῆος θείοιο
807ἷξε θέων Πάτροκλος , ἵνά σφ̓ αγορή τε θέμις τε
808ήην , τῇ δὴ καί σφι θεῶν ετετεύχατο βωμοί ,
809ένθά οἱ Ευρύπυλος βεβλημένος αντεβόλησε
810διογενὴς Ευαιμονίδης κατὰ μηρὸν οϊστῷ
811σκάζων εκ πολέμου ·
κατὰ δὲ νότιος ῥέεν ἱδρὼς
812ώμων καὶ κεφαλῆς , απὸ δ̓ ἕλκεος αργαλέοιο
813αἷμα μέλαν κελάρυζε
νόος γε μὲν έμπεδος ῆεν
814τὸν δὲ ιδὼν ῴκτειρε Μενοιτίου άλκιμος υἱός ,
815καί ῥ̓ ολοφυρόμενος έπεα πτερόεντα προσηύδα
816ᾶ δειλοὶ Δαναῶν ἡγήτορες ηδὲ μέδοντες
817ὣς άῤ εμέλλετε τῆλε φίλων καὶ πατρίδος αίης
818άσειν εν Τροίῃ ταχέας κύνας αργέτι δημῷ .
819αλλ̓ άγε μοι τόδε ειπὲ διοτρεφὲς Ευρύπυλ̓ ἥρως ,
820ή ῥ̓ έτι που σχήσουσι πελώριον Έκτοῤ Αχαιοί ,
821ῆ ήδη φθίσονται υπ̓ αυτοῦ δουρὶ δαμέντες
822τὸν δ̓ αῦτ̓ Ευρύπυλος βεβλημένος αντίον ηύδα
823ουκέτι διογενὲς Πατρόκλεες άλκαρ Αχαιῶν
824έσσεται , αλλ̓ εν νηυσὶ μελαίνῃσιν πεσέονται
825οἳ μὲν γὰρ δὴ πάντες , ὅσοι πάρος ῆσαν άριστοι ,
826εν νηυσὶν κέαται βεβλημένοι ουτάμενοί τε
827χερσὶν ὕπο Τρώων
τῶν δὲ σθένος όρνυται αιέν
828αλλ̓ εμὲ μὲν σὺ σάωσον άγων επὶ νῆα μέλαιναν ,
829μηροῦ δ̓ έκταμ̓ οϊστόν , απ̓ αυτοῦ δ̓ αἷμα κελαινὸν
830νίζ̓ ὕδατι λιαρῷ , επὶ δ̓ ήπια φάρμακα πάσσε
831εσθλά , τά σε προτί φασιν Αχιλλῆος δεδιδάχθαι ,
832ὃν Χείρων εδίδαξε δικαιότατος Κενταύρων
833ιητροὶ μὲν γὰρ Ποδαλείριος ηδὲ Μαχάων
834τὸν μὲν ενὶ κλισίῃσιν οΐομαι ἕλκος έχοντα
835χρηΐζοντα καὶ αυτὸν αμύμονος ιητῆρος
836κεῖσθαι ·
ὃ δ̓ εν πεδίῳ Τρώων μένει οξὺν Άρηα
837τὸν δ̓ αῦτε προσέειπε Μενοιτίου άλκιμος υἱός
838πῶς τὰρ έοι τάδε έργα
τί ῥέξομεν Ευρύπυλ̓ ἥρως
839έρχομαι όφῤ Αχιλῆϊ δαΐφρονι μῦθον ενίσπω
840ὃν Νέστωρ επέτελλε Γερήνιος οῦρος Αχαιῶν ·
841αλλ̓ ου δ̓ ὧς περ σεῖο μεθήσω τειρομένοιο
842ῆ , καὶ ὑπὸ στέρνοιο λαβὼν άγε ποιμένα λαῶν
843ες κλισίην
θεράπων δὲ ιδὼν ὑπέχευε βοείας
844ένθά μιν εκτανύσας εκ μηροῦ τάμνε μαχαίρῃ
845οξὺ βέλος περιπευκές , απ̓ αυτοῦ δ̓ αἷμα κελαινὸν
846νίζ̓ ὕδατι λιαρῷ , επὶ δὲ ῥίζαν βάλε πικρὴν
847χερσὶ διατρίψας οδυνήφατον , ἥ οἱ ἁπάσας
848έσχ̓ οδύνας
τὸ μὲν ἕλκος ετέρσετο , παύσατο δ̓ αἷμα
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52
53
54
55
56
57
58
59
60
61
62
63
64
65
66
67
68
69
70
71
72
73
74
75
76
77
78
79
80
81
82
83
84
85
86
87
88
89
90
91
92
93
94
95
96
97
98
99
100
101
102
103
104
105
106
107
108
109
110
111
112
113
114
115
116
117
118
119
120
121
122
123
124
125
126
127
128
129
130
131
132
133
134
135
136
137
138
139
140
141
142
143
144
145
146
147
148
149
150
151
152
153
154
155
156
157
158
159
160
161
162
163
164
165
166
167
168
169
170
171
172
173
174
175
176
177
178
179
180
181
182
183
184
185
186
187
188
189
190
191
192
193
194
195
196
197
198
199
200
201
202
203
204
205
206
207
208
209
210
211
212
213
214
215
216
217
218
219
220
221
222
223
224
225
226
227
228
229
230
231
232
233
234
235
236
237
238
239
240
241
242
243
244
245
246
247
248
249
250
251
252
253
254
255
256
257
258
259
260
261
262
263
264
265
266
267
268
269
270
271
272
273
274
275
276
277
278
279
280
281
282
283
284
285
286
287
288
289
290
291
292
293
294
295
296
297
298
299
300
301
302
303
304
305
306
307
308
309
310
311
312
313
314
315
316
317
318
319
320
321
322
323
324
325
326
327
328
329
330
331
332
333
334
335
336
337
338
339
340
341
342
343
344
345
346
347
348
349
350
351
352
353
354
355
356
357
358
359
360
361
362
363
364
365
366
367
368
369
370
371
372
373
374
375
376
377
378
379
380
381
382
383
384
385
386
387
388
389
390
391
392
393
394
395
396
397
398
399
400
401
402
403
404
405
406
407
408
409
410
411
412
413
414
415
416
417
418
419
420
421
422
423
424
425
426
427
428
429
430
431
432
433
434
435
436
437
438
439
440
441
442
443
444
445
446
447
448
449
450
451
452
453
454
455
456
457
458
459
460
461
462
463
464
465
466
467
468
469
470
471
472
473
474
475
476
477
478
479
480
481
482
483
484
485
486
487
488
489
490
491
492
493
494
495
496
497
498
499
500
501
502
503
504
505
506
507
508
509
510
511
512
513
514
515
516
517
518
519
520
521
522
523
524
525
526
527
528
529
530
531
532
533
534
535
536
537
538
539
540
541
542
543
545
546
547
548
549
550
551
552
553
554
555
556
557
558
559
560
561
562
563
564
565
566
567
568
569
570
571
572
573
574
575
576
577
578
579
580
581
582
583
584
585
586
587
588
589
590
591
592
593
594
595
596
597
598
599
600
601
602
603
604
605
606
607
608
609
610
611
612
613
614
615
616
617
618
619
620
621
622
623
624
625
626
627
628
629
630
631
632
633
634
635
636
637
638
639
640
641
642
643
644
645
646
647
648
649
650
651
652
653
654
655
656
657
658
659
660
661
662
663
664
665
666
667
668
669
670
671
672
673
674
675
676
677
678
679
680
681
682
683
684
685
686
687
688
689
690
691
692
693
694
695
696
697
698
699
700
701
702
703
704
705
706
707
708
709
710
711
712
713
714
715
716
717
718
719
720
721
722
723
724
725
726
727
728
729
730
731
732
733
734
735
736
737
738
739
740
741
742
743
744
745
746
747
748
749
750
751
752
753
754
755
756
757
758
759
760
761
762
763
764
765
766
767
768
769
770
771
772
773
774
775
776
777
778
779
780
781
782
783
784
785
786
787
788
789
790
791
792
793
794
795
796
797
798
799
800
801
802
803
804
805
806
807
808
809
810
811
812
813
814
815
816
817
818
819
820
821
822
823
824
825
826
827
828
829
830
831
832
833
834
835
836
837
838
839
840
841
842
843
844
845
846
847
848