1μῆνιν άειδε θεὰ Πηληϊάδεω Αχιλῆος
2ουλομένην , ἣ μυρί̓ Αχαιοῖς άλγἐ έθηκε ,
3πολλὰς δ̓ ιφθίμους ψυχὰς Άϊδι προΐαψεν
4ἡρώων , αυτοὺς δὲ ἑλώρια τεῦχε κύνεσσιν
5οιωνοῖσί τε πᾶσι , Διὸς δ̓ ετελείετο βουλή ,
6εξ οὗ δὴ τὰ πρῶτα διαστήτην ερίσαντε
7Ατρεΐδης τε άναξ ανδρῶν καὶ δῖος Αχιλλεύς
8τίς τ̓ άρ σφωε θεῶν έριδι ξυνέηκε μάχεσθαι
9Λητοῦς καὶ Διὸς υἱός ·
ὃ γὰρ βασιλῆϊ χολωθεὶς
10νοῦσον ανὰ στρατὸν όρσε κακήν , ολέκοντο δὲ λαοί ,
11οὕνεκα τὸν Χρύσην ητίμασεν αρητῆρα
12Ατρεΐδης
ὃ γὰρ ῆλθε θοὰς επὶ νῆας Αχαιῶν
13λυσόμενός τε θύγατρα φέρων τ̓ απερείσἰ άποινα ,
14στέμματ̓ έχων εν χερσὶν ἑκηβόλου Απόλλωνος
15χρυσέῳ ανὰ σκήπτρῳ , καὶ λίσσετο πάντας Αχαιούς ,
16Ατρεΐδα δὲ μάλιστα δύω , κοσμήτορε λαῶν
17Ατρεΐδαι τε καὶ άλλοι εϋκνήμιδες Αχαιοί ,
18ὑμῖν μὲν θεοὶ δοῖεν Ολύμπια δώματ̓ έχοντες
19εκπέρσαι Πριάμοιο πόλιν , εῦ δ̓ οίκαδ̓ ἱκέσθαι
20παῖδα δ̓ εμοὶ λύσαιτε φίλην , τὰ δ̓ άποινα δέχεσθαι ,
21ἁζόμενοι Διὸς υἱὸν ἑκηβόλον Απόλλωνα .
22ένθ̓ άλλοι μὲν πάντες επευφήμησαν Αχαιοὶ
23αιδεῖσθαί θ̓ ἱερῆα καὶ αγλαὰ δέχθαι άποινα
24αλλ̓ ουκ Ατρεΐδῃ Αγαμέμνονι ἥνδανε θυμῷ ,
25αλλὰ κακῶς αφίει , κρατερὸν δ̓ επὶ μῦθον έτελλε
26μή σε γέρον κοίλῃσιν εγὼ παρὰ νηυσὶ κιχείω
27ὴ νῦν δηθύνοντ̓ ὴ ὕστερον αῦτις ιόντα ,
28μή νύ τοι ου χραίσμῃ σκῆπτρον καὶ στέμμα θεοῖο
29τὴν δ̓ εγὼ ου λύσω
πρίν μιν καὶ γῆρας έπεισιν
30ἡμετέρῳ ενὶ οίκῳ εν Άργεϊ τηλόθι πάτρης
31ἱστὸν εποιχομένην καὶ εμὸν λέχος αντιόωσαν
32αλλ̓ ίθι μή μ̓ ερέθιζε σαώτερος ὥς κε νέηαι .
33ὣς έφατ̓ , έδεισεν δ̓ ὃ γέρων καὶ επείθετο μύθῳ
34βῆ δ̓ ακέων παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης
35πολλὰ δ̓ έπειτ̓ απάνευθε κιὼν ηρᾶθ̓ ὃ γεραιὸς
36Απόλλωνι άνακτι , τὸν ηΰκομος τέκε Λητώ
37κλῦθί μευ αργυρότοξ̓ , ὃς Χρύσην αμφιβέβηκας
38Κίλλάν τε ζαθέην Τενέδοιό τε ῖφι ανάσσεις ,
39Σμινθεῦ εί ποτέ τοι χαρίεντ̓ επὶ νηὸν έρεψα ,
40ὴ ει δή ποτέ τοι κατὰ πίονα μηρί̓ έκηα
41ταύρων ηδ̓ αιγῶν , τὸ δέ μοι κρήηνον εέλδωρ
42τίσειαν Δαναοὶ εμὰ δάκρυα σοῖσι βέλεσσιν
43ὣς έφατ̓ ευχόμενος , τοῦ δ̓ έκλυε Φοῖβος Απόλλων ,
44βῆ δὲ κατ̓ Ουλύμποιο καρήνων χωόμενος κῆρ ,
45τόξ̓ ώμοισιν έχων αμφηρεφέα τε φαρέτρην
46έκλαγξαν δ̓ άῤ οϊστοὶ επ̓ ώμων χωομένοιο ,
47αυτοῦ κινηθέντος
ὃ δ̓ ήϊε νυκτὶ εοικώς
48έζετ̓ έπειτ̓ απάνευθε νεῶν , μετὰ δ̓ ιὸν ἕηκε
49δεινὴ δὲ κλαγγὴ γένετ̓ αργυρέοιο βιοῖο
50ουρῆας μὲν πρῶτον επῴχετο καὶ κύνας αργούς ,
51αυτὰρ έπειτ̓ αυτοῖσι βέλος εχεπευκὲς εφιεὶς
52βάλλ̓
αιεὶ δὲ πυραὶ νεκύων καίοντο θαμειαί
53εννῆμαρ μὲν ανὰ στρατὸν ῴχετο κῆλα θεοῖο ,
54τῇ δεκάτῃ δ̓ αγορὴν δὲ καλέσσατο λαὸν Αχιλλεύς
55τῷ γὰρ επὶ φρεσὶ θῆκε θεὰ λευκώλενος Ἥρη ·
56κήδετο γὰρ Δαναῶν , ὅτι ῥα θνήσκοντας ὁρᾶτο
57οἳ δ̓ επεὶ οῦν ήγερθεν ὁμηγερέες τε γένοντο ,
58τοῖσι δ̓ ανιστάμενος μετέφη πόδας ωκὺς Αχιλλεύς
59Ατρεΐδη νῦν άμμε παλιμπλαγχθέντας οΐω
60ὰψ απονοστήσειν , εί κεν θάνατόν γε φύγοιμεν ,
61ει δὴ ὁμοῦ πόλεμός τε δαμᾷ καὶ λοιμὸς Αχαιούς
62αλλ̓ άγε δή τινα μάντιν ερείομεν ὴ ἱερῆα
63ὴ καὶ ονειροπόλον , καὶ γάρ τ̓ όναρ εκ Διός εστιν ,
64ὅς κ̓ είποι ὅ τι τόσσον εχώσατο Φοῖβος Απόλλων ,
65είτ̓ άῤ ὅ γ̓ ευχωλῆς επιμέμφεται ηδ̓ ἑκατόμβης ,
66αί κέν πως αρνῶν κνίσης αιγῶν τε τελείων
67βούλεται αντιάσας ἡμῖν απὸ λοιγὸν αμῦναι
68ήτοι ὅ γ̓ ὣς ειπὼν κατ̓ άῤ ἕζετο
τοῖσι δ̓ ανέστη
69Κάλχας Θεστορίδης οιωνοπόλων όχ̓ άριστος ,
70ὃς ῄδη τά τ̓ εόντα τά τ̓ εσσόμενα πρό τ̓ εόντα ,
71καὶ νήεσσ̓ ηγήσατ̓ Αχαιῶν Ίλιον είσω
72ἣν διὰ μαντοσύνην , τήν οἱ πόρε Φοῖβος Απόλλων
73ὅ σφιν εὺ φρονέων αγορήσατο καὶ μετέειπεν
74ῶ Αχιλεῦ κέλεαί με Διῒ φίλε μυθήσασθαι
75μῆνιν Απόλλωνος ἑκατηβελέταο άνακτος ·
76τοὶ γὰρ εγὼν ερέω
σὺ δὲ σύνθεο καί μοι όμοσσον
77ῆ μέν μοι πρόφρων έπεσιν καὶ χερσὶν αρήξειν
78ῆ γὰρ οΐομαι άνδρα χολωσέμεν , ὃς μέγα πάντων
79Αργείων κρατέει καί οἱ πείθονται Αχαιοί
80κρείσσων γὰρ βασιλεὺς ὅτε χώσεται ανδρὶ χέρηϊ ·
81εί περ γάρ τε χόλον γε καὶ αυτῆμαρ καταπέψῃ ,
82αλλά τε καὶ μετόπισθεν έχει κότον , όφρα τελέσσῃ ,
83εν στήθεσσιν ἑοῖσι
σὺ δὲ φράσαι εί με σαώσεις
84τὸν δ̓ απαμειβόμενος προσέφη πόδας ωκὺς Αχιλλεύς
85θαρσήσας μάλα ειπὲ θεοπρόπιον ὅ τι οῖσθα
86ου μὰ γὰρ Απόλλωνα Διῒ φίλον , ᾧ τε σὺ Κάλχαν
87ευχόμενος Δαναοῖσι θεοπροπίας αναφαίνεις ,
88ού τις εμεῦ ζῶντος καὶ επὶ χθονὶ δερκομένοιο
89σοὶ κοίλῃς παρὰ νηυσί βαρείας χεῖρας εποίσει
90συμπάντων Δαναῶν , ου δ̓ ὴν Αγαμέμνονα είπῃς ,
91ὃς νῦν πολλὸν άριστος Αχαιῶν εύχεται εῖναι
92καὶ τότε δὴ θάρσησε καὶ ηύδα μάντις αμύμων
93ού τ̓ άρ ὅ γ̓ ευχωλῆς επιμέμφεται ου δ̓ ἑκατόμβης ,
94αλλ̓ ένεκ̓ αρητῆρος ὃν ητίμησ̓ Αγαμέμνων ,
95ου δ̓ απέλυσε θύγατρα καὶ ουκ απεδέξατ̓ άποινα ,
96τοὔνεκ̓ άῤ άλγἐ έδωκεν ἑκηβόλος ηδ̓ έτι δώσει
97ου δ̓ ὅ γε πρὶν Δαναοῖσιν αεικέα λοιγὸν απώσει
98πρίν γ̓ απὸ πατρὶ φίλῳ δόμεναι ἑλικώπιδα κούρην
99απριάτην ανάποινον , άγειν θ̓ ἱερὴν ἑκατόμβην
100ες Χρύσην ·
τότε κέν μιν ἱλασσάμενοι πεπίθοιμεν
101ήτοι ὅ γ̓ ὣς ειπὼν κατ̓ άῤ ἕζετο
τοῖσι δ̓ ανέστη
102ἥρως Ατρεΐδης ευρὺ κρείων Αγαμέμνων
103αχνύμενος
μένεος δὲ μέγα φρένες αμφιμέλαιναι
104πίμπλαντ̓ , όσσε δέ οἱ πυρὶ λαμπετόωντι εΐκτην
105Κάλχαντα πρώτιστα κάκ̓ οσσόμενος προσέειπε
106μάντι κακῶν ου πώ ποτέ μοι τὸ κρήγυον εῖπας
107αιεί τοι τὰ κάκ̓ εστὶ φίλα φρεσὶ μαντεύεσθαι ,
108εσθλὸν δ̓ ούτέ τί πω εῖπας έπος ού τ̓ ετέλεσσας
109καὶ νῦν εν Δαναοῖσι θεοπροπέων αγορεύεις
110ὡς δὴ τοῦδ̓ ἕνεκά σφιν ἑκηβόλος άλγεα τεύχει ,
111ούνεκ̓ εγὼ κούρης Χρυσηΐδος αγλά̓ άποινα
112ουκ έθελον δέξασθαι , επεὶ πολὺ βούλομαι αυτὴν
113οίκοι έχειν
καὶ γάρ ῥα Κλυταιμνήστρης προβέβουλα
114κουριδίης αλόχου , επεὶ ού ἑθέν εστι χερείων ,
115ου δέμας ου δὲ φυήν , ού τ̓ ὰρ φρένας ούτέ τι έργα .
116αλλὰ καὶ ὧς εθέλω δόμεναι πάλιν ει τό γ̓ άμεινον ·
117βούλομ̓ εγὼ λαὸν σῶν έμμεναι ὴ απολέσθαι
118αυτὰρ εμοὶ γέρας αυτίχ̓ ετοιμάσατ̓ όφρα μὴ οῖος
119Αργείων αγέραστος έω , επεὶ ου δὲ έοικε
120λεύσσετε γὰρ τό γε πάντες ὅ μοι γέρας έρχεται άλλῃ .
121τὸν δ̓ ημείβετ̓ έπειτα ποδάρκης δῖος Αχιλλεύς
122Ατρεΐδη κύδιστε φιλοκτεανώτατε πάντων ,
123πῶς γάρ τοι δώσουσι γέρας μεγάθυμοι Αχαιοί
124ου δέ τί που ίδμεν ξυνήϊα κείμενα πολλά
125αλλὰ τὰ μὲν πολίων εξεπράθομεν , τὰ δέδασται ,
126λαοὺς δ̓ ουκ επέοικε παλίλλογα ταῦτ̓ επαγείρειν
127αλλὰ σὺ μὲν νῦν τήνδε θεῷ πρόες
αυτὰρ Αχαιοὶ
128τριπλῇ τετραπλῇ τ̓ αποτείσομεν , αί κέ ποθι Ζεὺς
129δῷσι πόλιν Τροίην ευτείχεον εξαλαπάξαι
130τὸν δ̓ απαμειβόμενος προσέφη κρείων Αγαμέμνων
131μὴ δ̓ οὕτως αγαθός περ εὼν θεοείκελ̓ Αχιλλεῦ
132κλέπτε νόῳ , επεὶ ου παρελεύσεαι ου δέ με πείσεις
133ῆ εθέλεις όφῤ αυτὸς έχῃς γέρας , αυτὰρ έμ̓ αύτως
134ἧσθαι δευόμενον , κέλεαι δέ με τήνδ̓ αποδοῦναι
135αλλ̓ ει μὲν δώσουσι γέρας μεγάθυμοι Αχαιοὶ
136άρσαντες κατὰ θυμὸν ὅπως αντάξιον έσται ·
137ει δέ κε μὴ δώωσιν εγὼ δέ κεν αυτὸς ἕλωμαι
138ὴ τεὸν ὴ Αίαντος ιὼν γέρας , ὴ Οδυσῆος
139άξω ἑλών ·
ὃ δέ κεν κεχολώσεται ὅν κεν ἵκωμαι
140αλλ̓ ήτοι μὲν ταῦτα μεταφρασόμεσθα καὶ αῦτις ,
141νῦν δ̓ άγε νῆα μέλαιναν ερύσσομεν εις ἅλα δῖαν ,
142εν δ̓ ερέτας επιτηδὲς αγείρομεν , ες δ̓ ἑκατόμβην
143θείομεν , ὰν δ̓ αυτὴν Χρυσηΐδα καλλιπάρῃον
144βήσομεν
εἷς δέ τις αρχὸς ανὴρ βουληφόρος έστω ,
145ὴ Αίας ὴ Ιδομενεὺς ὴ δῖος Οδυσσεὺς
146ηὲ σὺ Πηλεΐδη πάντων εκπαγλότατ̓ ανδρῶν ,
147όφῤ ἥμιν ἑκάεργον ἱλάσσεαι ἱερὰ ῥέξας
148τὸν δ̓ άῤ ὑπόδρα ιδὼν προσέφη πόδας ωκὺς Αχιλλεύς
149ώ μοι αναιδείην επιειμένε κερδαλεόφρον
150πῶς τίς τοι πρόφρων έπεσιν πείθηται Αχαιῶν
151ὴ ὁδὸν ελθέμεναι ὴ ανδράσιν ῖφι μάχεσθαι
152ου γὰρ εγὼ Τρώων ένεκ̓ ήλυθον αιχμητάων
153δεῦρο μαχησόμενος , επεὶ ού τί μοι αίτιοί εισιν
154ου γὰρ πώποτ̓ εμὰς βοῦς ήλασαν ου δὲ μὲν ἵππους , ου δέ
155ποτ̓ εν Φθίῃ εριβώλακι βωτιανείρῃ
156καρπὸν εδηλήσαντ̓ , επεὶ ῆ μάλα πολλὰ μεταξὺ
157ούρεά τε σκιόεντα θάλασσά τε ηχήεσσα ·
158αλλὰ σοὶ ῶ μέγ̓ αναιδὲς άμ̓ εσπόμεθ̓ όφρα σὺ χαίρῃς ,
159τιμὴν αρνύμενοι Μενελάῳ σοί τε κυνῶπα
160πρὸς Τρώων
τῶν ού τι μετατρέπῃ ου δ̓ αλεγίζεις
161καὶ δή μοι γέρας αυτὸς αφαιρήσεσθαι απειλεῖς ,
162ᾧ έπι πολλὰ μόγησα , δόσαν δέ μοι υἷες Αχαιῶν
163ου μὲν σοί ποτε ῖσον έχω γέρας οππότ̓ Αχαιοὶ
164Τρώων εκπέρσωσ̓ εῦ ναιόμενον πτολίεθρον
165αλλὰ τὸ μὲν πλεῖον πολυάϊκος πολέμοιο
166χεῖρες εμαὶ διέπουσ̓
ατὰρ ήν ποτε δασμὸς ἵκηται ,
167σοὶ τὸ γέρας πολὺ μεῖζον , εγὼ δ̓ ολίγον τε φίλον τε
168έρχομ̓ έχων επὶ νῆας , επεί κε κάμω πολεμίζων .
169νῦν δ̓ εῖμι Φθίην δ̓ , επεὶ ῆ πολὺ φέρτερόν εστιν
170οίκαδ̓ ίμεν σὺν νηυσὶ κορωνίσιν , ου δέ σ̓ οΐω
171ενθάδ̓ άτιμος εὼν άφενος καὶ πλοῦτον αφύξειν
172τὸν δ̓ ημείβετ̓ έπειτα άναξ ανδρῶν Αγαμέμνων
173φεῦγε μάλ̓ εί τοι θυμὸς επέσσυται , ου δέ σ̓ έγωγε
174λίσσομαι είνεκ̓ εμεῖο μένειν
πάῤ έμοιγε καὶ άλλοι
175οἵ κέ με τιμήσουσι , μάλιστα δὲ μητίετα Ζεύς .
176έχθιστος δέ μοί εσσι διοτρεφέων βασιλήων
177αιεὶ γάρ τοι έρις τε φίλη πόλεμοί τε μάχαι τε ·
178ει μάλα καρτερός εσσι , θεός που σοὶ τό γ̓ έδωκεν
179οίκαδ̓ ιὼν σὺν νηυσί τε σῇς καὶ σοῖς ἑτάροισι
180Μυρμιδόνεσσιν άνασσε , σέθεν δ̓ εγὼ ουκ αλεγίζω ,
181ου δ̓ όθομαι κοτέοντος
απειλήσω δέ τοι ὧδε
182ὡς έμ̓ αφαιρεῖται Χρυσηΐδα Φοῖβος Απόλλων ,
183τὴν μὲν εγὼ σὺν νηΐ τ̓ εμῇ καὶ εμοῖς ἑτάροισι
184πέμψω , εγὼ δέ κ̓ άγω Βρισηΐδα καλλιπάρῃον
185αυτὸς ιὼν κλισίην δὲ τὸ σὸν γέρας όφῤ εῢ ειδῇς
186ὅσσον φέρτερός ειμι σέθεν , στυγέῃ δὲ καὶ άλλος
187ῖσον εμοὶ φάσθαι καὶ ὁμοιωθήμεναι άντην .
188ὣς φάτο
Πηλεΐωνι δ̓ άχος γένετ̓ , εν δέ οἱ ῆτορ
189στήθεσσιν λασίοισι διάνδιχα μερμήριξεν ,
190ὴ ὅ γε φάσγανον οξὺ ερυσσάμενος παρὰ μηροῦ
191τοὺς μὲν αναστήσειεν , ὃ δ̓ Ατρεΐδην εναρίζοι ,
192ῆε χόλον παύσειεν ερητύσειέ τε θυμόν
193ἧος ὃ ταῦθ̓ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν ,
194ἕλκετο δ̓ εκ κολεοῖο μέγα ξίφος , ῆλθε δ̓ Αθήνη
195ουρανόθεν
πρὸ γὰρ ἧκε θεὰ λευκώλενος Ἥρη
196άμφω ὁμῶς θυμῷ φιλέουσά τε κηδομένη τε ·
197στῆ δ̓ όπιθεν , ξανθῆς δὲ κόμης ἕλε Πηλεΐωνα
198οίῳ φαινομένη
τῶν δ̓ άλλων ού τις ὁρᾶτο
199θάμβησεν δ̓ Αχιλεύς , μετὰ δ̓ ετράπετ̓ , αυτίκα δ̓ έγνω
200Παλλάδ̓ Αθηναίην
δεινὼ δέ οἱ όσσε φάανθεν
201καί μιν φωνήσας έπεα πτερόεντα προσηύδα
202τίπτ̓ αῦτ̓ αιγιόχοιο Διὸς τέκος ειλήλουθας
203ῆ ἵνα ὕβριν ίδῃ Αγαμέμνονος Ατρεΐδαο ;
204αλλ̓ έκ τοι ερέω , τὸ δὲ καὶ τελέεσθαι οΐω
205ᾗς ὑπεροπλίῃσι τάχ̓ άν ποτε θυμὸν ολέσσῃ
206τὸν δ̓ αῦτε προσέειπε θεὰ γλαυκῶπις Αθήνη ·
207ῆλθον εγὼ παύσουσα τὸ σὸν μένος , αί κε πίθηαι ,
208ουρανόθεν
πρὸ δέ μ̓ ἧκε θεὰ λευκώλενος Ἥρη
209άμφω ὁμῶς θυμῷ φιλέουσά τε κηδομένη τε ·
210αλλ̓ άγε λῆγ̓ έριδος , μη δὲ ξίφος ἕλκεο χειρί
211αλλ̓ ήτοι έπεσιν μὲν ονείδισον ὡς έσεταί περ
212ὧδε γὰρ εξερέω , τὸ δὲ καὶ τετελεσμένον έσται
213καί ποτέ τοι τρὶς τόσσα παρέσσεται αγλαὰ δῶρα
214ὕβριος εἵνεκα τῆσδε
σὺ δ̓ ίσχεο , πείθεο δ̓ ἡμῖν
215τὴν δ̓ απαμειβόμενος προσέφη πόδας ωκὺς Αχιλλεύς
216χρὴ μὲν σφωΐτερόν γε θεὰ έπος ειρύσσασθαι
217καὶ μάλα περ θυμῷ κεχολωμένον
ὧς γὰρ άμεινον ·
218ὅς κε θεοῖς επιπείθηται μάλα τ̓ έκλυον αυτοῦ
219ῆ καὶ επ̓ αργυρέῃ κώπῃ σχέθε χεῖρα βαρεῖαν ,
220ὰψ δ̓ ες κουλεὸν ῶσε μέγα ξίφος , ου δ̓ απίθησε
221μύθῳ Αθηναίης
ἣ δ̓ Ούλυμπον δὲ βεβήκει
222δώματ̓ ες αιγιόχοιο Διὸς μετὰ δαίμονας άλλους
223Πηλεΐδης δ̓ εξαῦτις αταρτηροῖς επέεσσιν
224Ατρεΐδην προσέειπε , καὶ ού πω λῆγε χόλοιο
225οινοβαρές , κυνὸς όμματ̓ έχων , κραδίην δ̓ ελάφοιο ,
226ούτέ ποτ̓ ες πόλεμον ἅμα λαῷ θωρηχθῆναι
227ού τε λόχον δ̓ ιέναι σὺν αριστήεσσιν Αχαιῶν
228τέτληκας θυμῷ
τὸ δέ τοι κὴρ είδεται εῖναι
229ῆ πολὺ λώϊόν εστι κατὰ στρατὸν ευρὺν Αχαιῶν
230δῶῤ αποαιρεῖσθαι ὅς τις σέθεν αντίον είπῃ
231δημοβόρος βασιλεὺς επεὶ ουτιδανοῖσιν ανάσσεις ·
232ῆ γὰρ ὰν Ατρεΐδη νῦν ὕστατα λωβήσαιο
233αλλ̓ έκ τοι ερέω καὶ επὶ μέγαν ὅρκον ομοῦμαι
234ναὶ μὰ τόδε σκῆπτρον , τὸ μὲν ού ποτε φύλλα καὶ όζους
235φύσει , επεὶ δὴ πρῶτα τομὴν εν όρεσσι λέλοιπεν ,
236ου δ̓ αναθηλήσει
περὶ γάρ ῥά ἑ χαλκὸς έλεψε
237φύλλά τε καὶ φλοιόν
νῦν αῦτέ μιν υἷες Αχαιῶν
238εν παλάμῃς φορέουσι δικασπόλοι , οἵ τε θέμιστας
239πρὸς Διὸς ειρύαται
ὃ δέ τοι μέγας έσσεται ὅρκος
240ῆ ποτ̓ Αχιλλῆος ποθὴ ἵξεται υἷας Αχαιῶν
241σύμπαντας
τότε δ̓ ού τι δυνήσεαι αχνύμενός περ
242χραισμεῖν , εῦτ̓ ὰν πολλοὶ υφ̓ Ἕκτορος ανδροφόνοιο
243θνήσκοντες πίπτωσι
σὺ δ̓ ένδοθι θυμὸν αμύξεις
244χωόμενος ὅ τ̓ άριστον Αχαιῶν ουδὲν έτισας
245ὣς φάτο Πηλεΐδης , ποτὶ δὲ σκῆπτρον βάλε γαίῃ
246χρυσείοις ἥλοισι πεπαρμένον , ἕζετο δ̓ αυτός
247Ατρεΐδης δ̓ ἑτέρωθεν εμήνιε
τοῖσι δὲ Νέστωρ
248ἡδυεπὴς ανόρουσε λιγὺς Πυλίων αγορητής ,
249τοῦ καὶ απὸ γλώσσης μέλιτος γλυκίων ῥέεν αυδή ·
250τῷ δ̓ ήδη δύο μὲν γενεαὶ μερόπων ανθρώπων
251εφθίαθ̓ , οἵ οἱ πρόσθεν ἅμα τράφεν ηδ̓ εγένοντο
252εν Πύλῳ ηγαθέῃ , μετὰ δὲ τριτάτοισιν άνασσεν
253ὅ σφιν εὺ φρονέων αγορήσατο καὶ μετέειπεν
254ῶ πόποι ῆ μέγα πένθος Αχαιΐδα γαῖαν ἱκάνει
255ῆ κεν γηθήσαι Πρίαμος Πριάμοιό τε παῖδες
256άλλοι τε Τρῶες μέγα κεν κεχαροίατο θυμῷ
257ει σφῶϊν τάδε πάντα πυθοίατο μαρναμένοιϊν ,
258οἳ περὶ μὲν βουλὴν Δαναῶν , περὶ δ̓ εστὲ μάχεσθαι .
259αλλὰ πίθεσθ̓
άμφω δὲ νεωτέρω εστὸν εμεῖο
260ήδη γάρ ποτ̓ εγὼ καὶ αρείοσιν ηέ περ ὑμῖν
261ανδράσιν ὡμίλησα , καὶ ού ποτέ μ̓ οἵ γ̓ αθέριζον
262ου γάρ πω τοίους ίδον ανέρας ου δὲ ίδωμαι ,
263οἷον Πειρίθοόν τε Δρύαντά τε ποιμένα λαῶν
264Καινέα τ̓ Εξάδιόν τε καὶ αντίθεον Πολύφημον
265Θησέα τ̓ Αιγεΐδην , επιείκελον αθανάτοισιν ·
266κάρτιστοι δὴ κεῖνοι επιχθονίων τράφεν ανδρῶν
267κάρτιστοι μὲν έσαν καὶ καρτίστοις εμάχοντο
268φηρσὶν ορεσκῴοισι καὶ εκπάγλως απόλεσσαν .
269καὶ μὲν τοῖσιν εγὼ μεθομίλεον εκ Πύλου ελθὼν
270τηλόθεν εξ απίης γαίης ·
καλέσαντο γὰρ αυτοί
271καὶ μαχόμην κατ̓ έμ̓ αυτὸν εγώ
κείνοισι δ̓ ὰν ού τις
272τῶν οἳ νῦν βροτοί εισιν επιχθόνιοι μαχέοιτο
273καὶ μέν μευ βουλέων ξύνιεν πείθοντό τε μύθῳ
274αλλὰ πίθεσθε καὶ ύμμες , επεὶ πείθεσθαι άμεινον ·
275μήτε σὺ τόνδ̓ αγαθός περ εὼν αποαίρεο κούρην ,
276αλλ̓ έα ὥς οἱ πρῶτα δόσαν γέρας υἷες Αχαιῶν
277μήτε σὺ Πηλείδη έθελ̓ εριζέμεναι βασιλῆϊ
278αντιβίην , επεὶ ού ποθ̓ ὁμοίης έμμορε τιμῆς
279σκηπτοῦχος βασιλεύς , ᾧ τε Ζεὺς κῦδος έδωκεν
280ει δὲ σὺ καρτερός εσσι θεὰ δέ σε γείνατο μήτηρ ,
281αλλ̓ ὅ γε φέρτερός εστιν επεὶ πλεόνεσσιν ανάσσει
282Ατρεΐδη σὺ δὲ παῦε τεὸν μένος
αυτὰρ έγωγε
283λίσσομ̓ Αχιλλῆϊ μεθέμεν χόλον , ὃς μέγα πᾶσιν
284ἕρκος Αχαιοῖσιν πέλεται πολέμοιο κακοῖο
285τὸν δ̓ απαμειβόμενος προσέφη κρείων Αγαμέμνων
286ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν έειπες
287αλλ̓ όδ̓ ανὴρ εθέλει περὶ πάντων έμμεναι άλλων ,
288πάντων μὲν κρατέειν εθέλει , πάντεσσι δ̓ ανάσσειν ,
289πᾶσι δὲ σημαίνειν , ἅ τιν̓ ου πείσεσθαι οΐω
290ει δέ μιν αιχμητὴν έθεσαν θεοὶ αιὲν εόντες
291τοὔνεκά οἱ προθέουσιν ονείδεα μυθήσασθαι
292τὸν δ̓ άῤ ὑποβλήδην ημείβετο δῖος Αχιλλεύς
293ῆ γάρ κεν δειλός τε καὶ ουτιδανὸς καλεοίμην
294ει δὴ σοὶ πᾶν έργον ὑπείξομαι ὅττί κεν είπῃς
295άλλοισιν δὴ ταῦτ̓ επιτέλλεο , μὴ γὰρ έμοιγε
296σήμαιν̓
ου γὰρ έγωγ̓ έτι σοὶ πείσεσθαι οΐω
297άλλο δέ τοι ερέω , σὺ δ̓ ενὶ φρεσὶ βάλλεο σῇσι
298χερσὶ μὲν ού τοι έγωγε μαχήσομαι εἵνεκα κούρης
299ού τε σοὶ ούτέ τῳ άλλῳ , επεί μ̓ αφέλεσθέ γε δόντες
300τῶν δ̓ άλλων ἅ μοί εστι θοῇ παρὰ νηῒ μελαίνῃ
301τῶν ουκ άν τι φέροις ανελὼν αέκοντος εμεῖο
302ει δ̓ άγε μὴν πείρησαι ἵνα γνώωσι καὶ οἵδε
303αῖψά τοι αἷμα κελαινὸν ερωήσει περὶ δουρί
304ὣς τώ γ̓ αντιβίοισι μαχεσσαμένω επέεσσιν
305ανστήτην , λῦσαν δ̓ αγορὴν παρὰ νηυσὶν Αχαιῶν
306Πηλεΐδης μὲν επὶ κλισίας καὶ νῆας εΐσας
307ήϊε σύν τε Μενοιτιάδῃ καὶ οἷς ἑτάροισιν
308Ατρεΐδης δ̓ άρα νῆα θοὴν ἅλα δὲ προέρυσσεν ,
309εν δ̓ ερέτας έκρινεν εείκοσιν , ες δ̓ ἑκατόμβην
310βῆσε θεῷ , ανὰ δὲ Χρυσηΐδα καλλιπάρῃον
311εἷσεν άγων
εν δ̓ αρχὸς έβη πολύμητις Οδυσσεύς
312οἳ μὲν έπειτ̓ αναβάντες επέπλεον ὑγρὰ κέλευθα ,
313λαοὺς δ̓ Ατρεΐδης απολυμαίνεσθαι άνωγεν
314οἳ δ̓ απελυμαίνοντο καὶ εις ἅλα λύματα βάλλον ,
315ἕρδον δ̓ Απόλλωνι τεληέσσας ἑκατόμβας
316ταύρων ηδ̓ αιγῶν παρὰ θῖν̓ ἁλὸς ατρυγέτοιο
317κνίση δ̓ ουρανὸν ἷκεν ἑλισσομένη περὶ καπνῷ
318ὣς οἳ μὲν τὰ πένοντο κατὰ στρατόν
ου δ̓ Αγαμέμνων
319λῆγ̓ έριδος τὴν πρῶτον επηπείλησ̓ Αχιλῆϊ ,
320αλλ̓ ὅ γε Ταλθύβιόν τε καὶ Ευρυβάτην προσέειπε ,
321τώ οἱ έσαν κήρυκε καὶ οτρηρὼ θεράποντε
322έρχεσθον κλισίην Πηληϊάδεω Αχιλῆος
323χειρὸς ελόντ̓ αγέμεν Βρισηΐδα καλλιπάρῃον
324ει δέ κε μὴ δώῃσιν εγὼ δέ κεν αυτὸς ἕλωμαι
325ελθὼν σὺν πλεόνεσσι
τό οἱ καὶ ῥίγιον έσται
326ὣς ειπὼν προΐει , κρατερὸν δ̓ επὶ μῦθον έτελλε
327τὼ δ̓ αέκοντε βάτην παρὰ θῖν̓ ἁλὸς ατρυγέτοιο ,
328Μυρμιδόνων δ̓ επί τε κλισίας καὶ νῆας ἱκέσθην ,
329τὸν δ̓ εὗρον παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ
330ἥμενον
ου δ̓ άρα τώ γε ιδὼν γήθησεν Αχιλλεύς
331τὼ μὲν ταρβήσαντε καὶ αιδομένω βασιλῆα
332στήτην , ου δέ τί μιν προσεφώνεον ου δ̓ ερέοντο
333αυτὰρ ὃ έγνω ᾗσιν ενὶ φρεσὶ φώνησέν τε
334χαίρετε κήρυκες Διὸς άγγελοι ηδὲ καὶ ανδρῶν ,
335ᾶσσον ίτ̓ ·
ού τί μοι ύμμες επαίτιοι αλλ̓ Αγαμέμνων ,
336ὃ σφῶϊ προΐει Βρισηΐδος εἵνεκα κούρης .
337αλλ̓ άγε διογενὲς Πατρόκλεες έξαγε κούρην
338καί σφωϊν δὸς άγειν
τὼ δ̓ αυτὼ μάρτυροι έστων
339πρός τε θεῶν μακάρων πρός τε θνητῶν ανθρώπων
340καὶ πρὸς τοῦ βασιλῆος απηνέος εί ποτε δ̓ αῦτε
341χρειὼ εμεῖο γένηται αεικέα λοιγὸν αμῦναι
342τοῖς άλλοις
ῆ γὰρ ὅ γ̓ ολοιῇσι φρεσὶ θύει ,
343ου δέ τι οῖδε νοῆσαι ἅμα πρόσσω καὶ οπίσσω ,
344ὅππως οἱ παρὰ νηυσὶ σόοι μαχέοιντο Αχαιοί
345ὣς φάτο , Πάτροκλος δὲ φίλῳ επεπείθεθ̓ ἑταίρῳ ,
346εκ δ̓ άγαγε κλισίης Βρισηΐδα καλλιπάρῃον ,
347δῶκε δ̓ άγειν
τὼ δ̓ αῦτις ίτην παρὰ νῆας Αχαιῶν
348ἣ δ̓ αέκουσ̓ ἅμα τοῖσι γυνὴ κίεν
αυτὰρ Αχιλλεὺς
349δακρύσας ἑτάρων άφαρ ἕζετο νόσφι λιασθείς ,
350θῖν̓ έφ̓ ἁλὸς πολιῆς , ὁρόων επ̓ απείρονα πόντον
351πολλὰ δὲ μητρὶ φίλῃ ηρήσατο χεῖρας ορεγνύς
352μῆτερ επεί μ̓ έτεκές γε μινυνθάδιόν περ εόντα ,
353τιμήν πέρ μοι όφελλεν Ολύμπιος εγγυαλίξαι
354Ζεὺς ὑψιβρεμέτης
νῦν δ̓ ου δέ με τυτθὸν έτισεν
355ῆ γάρ μ̓ Ατρεΐδης ευρὺ κρείων Αγαμέμνων
356ητίμησεν
ἑλὼν γὰρ έχει γέρας αυτὸς απούρας
357ὣς φάτο δάκρυ χέων , τοῦ δ̓ έκλυε πότνια μήτηρ
358ἡμένη εν βένθεσσιν ἁλὸς παρὰ πατρὶ γέροντι
359καρπαλίμως δ̓ ανέδυ πολιῆς ἁλὸς ηΰτ̓ ομίχλη ,
360καί ῥα πάροιθ̓ αυτοῖο καθέζετο δάκρυ χέοντος ,
361χειρί τέ μιν κατέρεξεν έπος τ̓ έφατ̓ έκ τ̓ ονόμαζε ·
362τέκνον τί κλαίεις
τί δέ σε φρένας ἵκετο πένθος
363εξαύδα , μὴ κεῦθε νόῳ , ἵνα είδομεν άμφω
364τὴν δὲ βαρὺ στενάχων προσέφη πόδας ωκὺς Αχιλλεύς
365οῖσθα
τί ή τοι ταῦτα ιδυίῃ πάντ̓ αγορεύω
366ῳχόμεθ̓ ες Θήβην ἱερὴν πόλιν Ηετίωνος ,
367τὴν δὲ διεπράθομέν τε καὶ ήγομεν ενθάδε πάντα ·
368καὶ τὰ μὲν εῦ δάσσαντο μετὰ σφίσιν υἷες Αχαιῶν ,
369εκ δ̓ ἕλον Ατρεΐδῃ Χρυσηΐδα καλλιπάρῃον
370Χρύσης δ̓ αῦθ̓ ἱερεὺς ἑκατηβόλου Απόλλωνος
371ῆλθε θοὰς επὶ νῆας Αχαιῶν χαλκοχιτώνων
372λυσόμενός τε θύγατρα φέρων τ̓ απερείσἰ άποινα ,
373στέμματ̓ έχων εν χερσὶν ἑκηβόλου Απόλλωνος
374χρυσέῳ ανὰ σκήπτρῳ , καὶ λίσσετο πάντας Αχαιούς ,
375Ατρεΐδα δὲ μάλιστα δύω κοσμήτορε λαῶν .
376ένθ̓ άλλοι μὲν πάντες επευφήμησαν Αχαιοὶ
377αιδεῖσθαί θ̓ ἱερῆα καὶ αγλαὰ δέχθαι άποινα
378αλλ̓ ουκ Ατρεΐδῃ Αγαμέμνονι ἥνδανε θυμῷ ,
379αλλὰ κακῶς αφίει , κρατερὸν δ̓ επὶ μῦθον έτελλε
380χωόμενος δ̓ ὁ γέρων πάλιν ῴχετο
τοῖο δ̓ Απόλλων
381ευξαμένου ήκουσεν , επεὶ μάλα οἱ φίλος ῆεν ,
382ἧκε δ̓ επ̓ Αργείοισι κακὸν βέλος
οἳ δέ νυ λαοὶ
383θνῇσκον επασσύτεροι , τὰ δ̓ επῴχετο κῆλα θεοῖο
384πάντῃ ανὰ στρατὸν ευρὺν Αχαιῶν
άμμι δὲ μάντις
385εῦ ειδὼς αγόρευε θεοπροπίας ἑκάτοιο
386αυτίκ̓ εγὼ πρῶτος κελόμην θεὸν ἱλάσκεσθαι
387Ατρεΐωνα δ̓ έπειτα χόλος λάβεν , αῖψα δ̓ αναστὰς
388ηπείλησεν μῦθον ὃ δὴ τετελεσμένος εστί
389τὴν μὲν γὰρ σὺν νηῒ θοῇ ἑλίκωπες Αχαιοὶ
390ες Χρύσην πέμπουσιν , άγουσι δὲ δῶρα άνακτι
391τὴν δὲ νέον κλισίηθεν έβαν κήρυκες άγοντες
392κούρην Βρισῆος τήν μοι δόσαν υἷες Αχαιῶν .
393αλλὰ σὺ ει δύνασαί γε περίσχεο παιδὸς ἑῆος
394ελθοῦσ̓ Ούλυμπον δὲ Δία λίσαι , εί ποτε δή τι
395ὴ έπει ώνησας κραδίην Διὸς ηὲ καὶ έργῳ
396πολλάκι γάρ σεο πατρὸς ενὶ μεγάροισιν άκουσα
397ευχομένης ότ̓ έφησθα κελαινεφέϊ Κρονίωνι
398οίη εν αθανάτοισιν αεικέα λοιγὸν αμῦναι ,
399ὁππότε μιν ξυνδῆσαι Ολύμπιοι ήθελον άλλοι
400Ἥρη τ̓ ηδὲ Ποσειδάων καὶ Παλλὰς Αθήνη ·
401αλλὰ σὺ τόν γ̓ ελθοῦσα θεὰ ὑπελύσαο δεσμῶν ,
402ῶχ̓ ἑκατόγχειρον καλέσασ̓ ες μακρὸν Όλυμπον ,
403ὃν Βριάρεων καλέουσι θεοί , άνδρες δέ τε πάντες
404Αιγαίων̓ , ὃ γὰρ αῦτε βίην οὗ πατρὸς αμείνων ·
405ὅς ῥα παρὰ Κρονίωνι καθέζετο κύδεϊ γαίων
406τὸν καὶ ὑπέδεισαν μάκαρες θεοὶ ου δ̓ έτ̓ έδησαν
407τῶν νῦν μιν μνήσασα παρέζεο καὶ λαβὲ γούνων
408αί κέν πως εθέλῃσιν επὶ Τρώεσσιν αρῆξαι ,
409τοὺς δὲ κατὰ πρύμνας τε καὶ αμφ̓ ἅλα έλσαι Αχαιοὺς
410κτεινομένους , ἵνα πάντες επαύρωνται βασιλῆος ,
411γνῷ δὲ καὶ Ατρεΐδης ευρὺ κρείων Αγαμέμνων
412ἣν άτην ὅ τ̓ άριστον Αχαιῶν ουδὲν έτισεν
413τὸν δ̓ ημείβετ̓ έπειτα Θέτις κατὰ δάκρυ χέουσα
414ώ μοι τέκνον εμόν , τί νύ σ̓ έτρεφον αινὰ τεκοῦσα
415αίθ̓ όφελες παρὰ νηυσὶν αδάκρυτος καὶ απήμων
416ἧσθαι , επεί νύ τοι αῖσα μίνυνθά περ ού τι μάλα δήν ·
417νῦν δ̓ ἅμα τ̓ ωκύμορος καὶ οϊζυρὸς περὶ πάντων
418έπλεο
τώ σε κακῇ αίσῃ τέκον εν μεγάροισι
419τοῦτο δέ τοι ερέουσα έπος Διὶ τερπικεραύνῳ
420εῖμ̓ αυτὴ πρὸς Όλυμπον αγάννιφον αί κε πίθηται
421αλλὰ σὺ μὲν νῦν νηυσὶ παρήμενος ωκυπόροισι
422μήνἰ Αχαιοῖσιν , πολέμου δ̓ αποπαύεο πάμπαν
423Ζεὺς γὰρ ες Ωκεανὸν μετ̓ αμύμονας Αιθιοπῆας
424χθιζὸς έβη κατὰ δαῖτα , θεοὶ δ̓ ἅμα πάντες ἕποντο
425δωδεκάτῃ δέ τοι αῦτις ελεύσεται Ούλυμπον δέ ,
426καὶ τότ̓ έπειτά τοι εῖμι Διὸς ποτὶ χαλκοβατὲς δῶ ,
427καί μιν γουνάσομαι καί μιν πείσεσθαι οΐω
428ὣς άρα φωνήσασ̓ απεβήσετο , τὸν δὲ λίπ̓ αυτοῦ
429χωόμενον κατὰ θυμὸν εϋζώνοιο γυναικὸς
430τήν ῥα βίῃ αέκοντος απηύρων
αυτὰρ Οδυσσεὺς
431ες Χρύσην ἵκανεν άγων ἱερὴν ἑκατόμβην
432οἳ δ̓ ὅτε δὴ λιμένος πολυβενθέος εντὸς ἵκοντο
433ἱστία μὲν στείλαντο , θέσαν δ̓ εν νηῒ μελαίνῃ ,
434ἱστὸν δ̓ ἱστοδόκῃ πέλασαν προτόνοισιν ὑφέντες
435καρπαλίμως , τὴν δ̓ εις ὅρμον προέρεσσαν ερετμοῖς
436εκ δ̓ ευνὰς έβαλον , κατὰ δὲ πρυμνήσἰ έδησαν
437εκ δὲ καὶ αυτοὶ βαῖνον επὶ ῥηγμῖνι θαλάσσης ,
438εκ δ̓ ἑκατόμβην βῆσαν ἑκηβόλῳ Απόλλωνι
439εκ δὲ Χρυσηῒς νηὸς βῆ ποντοπόροιο
440τὴν μὲν έπειτ̓ επὶ βωμὸν άγων πολύμητις Οδυσσεὺς
441πατρὶ φίλῳ εν χερσὶ τίθει καί μιν προσέειπεν
442ῶ Χρύση , πρό μ̓ έπεμψεν άναξ ανδρῶν Αγαμέμνων
443παῖδά τε σοὶ αγέμεν , Φοίβῳ θ̓ ἱερὴν ἑκατόμβην
444ῥέξαι ὑπὲρ Δαναῶν όφῤ ἱλασόμεσθα άνακτα ,
445ὃς νῦν Αργείοισι πολύστονα κήδἐ εφῆκεν
446ὣς ειπὼν εν χερσὶ τίθει , ὃ δὲ δέξατο χαίρων
447παῖδα φίλην
τοὶ δ̓ ῶκα θεῷ ἱερὴν ἑκατόμβην
448ἑξείης έστησαν εΰδμητον περὶ βωμόν ,
449χερνίψαντο δ̓ έπειτα καὶ ουλοχύτας ανέλοντο
450τοῖσιν δὲ Χρύσης μεγάλ̓ εύχετο χεῖρας ανασχών
451κλῦθί μευ αργυρότοξ̓ , ὃς Χρύσην αμφιβέβηκας
452Κίλλαν τε ζαθέην Τενέδοιό τε ῖφι ανάσσεις
453ῆ μὲν δή ποτ̓ εμεῦ πάρος έκλυες ευξαμένοιο ,
454τίμησας μὲν εμέ , μέγα δ̓ ίψαο λαὸν Αχαιῶν
455ηδ̓ έτι καὶ νῦν μοι τόδ̓ επικρήηνον εέλδωρ
456ήδη νῦν Δαναοῖσιν αεικέα λοιγὸν άμυνον
457ὣς έφατ̓ ευχόμενος , τοῦ δ̓ έκλυε Φοῖβος Απόλλων
458αυτὰρ επεί ῥ̓ εύξαντο καὶ ουλοχύτας προβάλοντο ,
459αυέρυσαν μὲν πρῶτα καὶ έσφαξαν καὶ έδειραν ,
460μηρούς τ̓ εξέταμον κατά τε κνίσῃ εκάλυψαν
461δίπτυχα ποιήσαντες , επ̓ αυτῶν δ̓ ωμοθέτησαν
462καῖε δ̓ επὶ σχίζῃς ὁ γέρων , επὶ δ̓ αίθοπα οῖνον
463λεῖβε
νέοι δὲ παῤ αυτὸν έχον πεμπώβολα χερσίν
464αυτὰρ επεὶ κατὰ μῆρε κάη καὶ σπλάγχνα πάσαντο ,
465μίστυλλόν τ̓ άρα τἆλλα καὶ αμφ̓ οβελοῖσιν έπειραν ,
466ώπτησάν τε περιφραδέως , ερύσαντό τε πάντα
467αυτὰρ επεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα
468δαίνυντ̓ , ου δέ τι θυμὸς εδεύετο δαιτὸς εΐσης
469αυτὰρ επεὶ πόσιος καὶ εδητύος εξ έρον ἕντο ,
470κοῦροι μὲν κρητῆρας επεστέψαντο ποτοῖο ,
471νώμησαν δ̓ άρα πᾶσιν επαρξάμενοι δεπάεσσιν
472οἳ δὲ πανημέριοι μολπῇ θεὸν ἱλάσκοντο
473καλὸν αείδοντες παιήονα κοῦροι Αχαιῶν
474μέλποντες ἑκάεργον ·
ὃ δὲ φρένα τέρπετ̓ ακούων
475ῆμος δ̓ ηέλιος κατέδυ καὶ επὶ κνέφας ῆλθε ,
476δὴ τότε κοιμήσαντο παρὰ πρυμνήσια νηός
477ῆμος δ̓ ηριγένεια φάνη ῥοδοδάκτυλος Ηώς ,
478καὶ τότ̓ έπειτ̓ ανάγοντο μετὰ στρατὸν ευρὺν Αχαιῶν
479τοῖσιν δ̓ ίκμενον οῦρον ἵει ἑκάεργος Απόλλων
480οἳ δ̓ ἱστὸν στήσαντ̓ ανά θ̓ ἱστία λευκὰ πέτασσαν ,
481εν δ̓ άνεμος πρῆσεν μέσον ἱστίον , αμφὶ δὲ κῦμα
482στείρῃ πορφύρεον μεγάλ̓ ίαχε νηὸς ιούσης
483ἣ δ̓ έθεεν κατὰ κῦμα διαπρήσσουσα κέλευθον
484αυτὰρ επεί ῥ̓ ἵκοντο κατὰ στρατὸν ευρὺν Αχαιῶν ,
485νῆα μὲν οἵ γε μέλαιναν επ̓ ηπείροιο έρυσσαν
486ὑψοῦ επὶ ψαμάθοις , ὑπὸ δ̓ ἕρματα μακρὰ τάνυσσαν
487αυτοὶ δ̓ εσκίδναντο κατὰ κλισίας τε νέας τε
488αυτὰρ ὃ μήνιε νηυσὶ παρήμενος ωκυπόροισι
489διογενὴς Πηλῆος υἱὸς πόδας ωκὺς Αχιλλεύς ·
490ούτέ ποτ̓ εις αγορὴν πωλέσκετο κυδιάνειραν
491ούτέ ποτ̓ ες πόλεμον , αλλὰ φθινύθεσκε φίλον κῆρ
492αῦθι μένων , ποθέεσκε δ̓ αϋτήν τε πτόλεμόν τε .
493αλλ̓ ὅτε δή ῥ̓ εκ τοῖο δυωδεκάτη γένετ̓ ηώς ,
494καὶ τότε δὴ πρὸς Όλυμπον ίσαν θεοὶ αιὲν εόντες
495πάντες ἅμα , Ζεὺς δ̓ ῆρχε
Θέτις δ̓ ου λήθετ̓ εφετμέων
496παιδὸς ἑοῦ , αλλ̓ ἥ γ̓ ανεδύσετο κῦμα θαλάσσης
497ηερίη δ̓ ανέβη μέγαν ουρανὸν Ούλυμπόν τε
498εὗρεν δ̓ ευρύοπα Κρονίδην άτερ ἥμενον άλλων
499ακροτάτῃ κορυφῇ πολυδειράδος Ουλύμποιο ·
500καί ῥα πάροιθ̓ αυτοῖο καθέζετο , καὶ λάβε γούνων
501σκαιῇ , δεξιτερῇ δ̓ άῤ υπ̓ ανθερεῶνος ἑλοῦσα
502λισσομένη προσέειπε Δία Κρονίωνα άνακτα
503Ζεῦ πάτερ εί ποτε δή σε μετ̓ αθανάτοισιν όνησα
504ὴ έπει ὴ έργῳ , τόδε μοι κρήηνον εέλδωρ
505τίμησόν μοι υἱὸν ὃς ωκυμορώτατος άλλων
506έπλετ̓
ατάρ μιν νῦν γε άναξ ανδρῶν Αγαμέμνων
507ητίμησεν
ἑλὼν γὰρ έχει γέρας αυτὸς απούρας
508αλλὰ σύ πέρ μιν τῖσον Ολύμπιε μητίετα Ζεῦ
509τόφρα δ̓ επὶ Τρώεσσι τίθει κράτος όφῤ ὰν Αχαιοὶ
510υἱὸν εμὸν τίσωσιν οφέλλωσίν τέ ἑ τιμῇ
511ὣς φάτο
τὴν δ̓ ού τι προσέφη νεφεληγερέτα Ζεύς ,
512αλλ̓ ακέων δὴν ἧστο
Θέτις δ̓ ὡς ἥψατο γούνων
513ὣς έχετ̓ εμπεφυυῖα , καὶ είρετο δεύτερον αῦτις
514νημερτὲς μὲν δή μοι ὑπόσχεο καὶ κατάνευσον
515ὴ απόειπ̓ , επεὶ ού τοι έπι δέος , όφῤ εῢ ειδέω
516ὅσσον εγὼ μετὰ πᾶσιν ατιμοτάτη θεός ειμι .
517τὴν δὲ μέγ̓ οχθήσας προσέφη νεφεληγερέτα Ζεύς
518ῆ δὴ λοίγια έργ̓ ὅ τέ μ̓ εχθοδοπῆσαι εφήσεις
519Ἥρῃ ότ̓ άν μ̓ ερέθῃσιν ονειδείοις επέεσσιν ·
520ἣ δὲ καὶ αύτως μ̓ αιεὶ εν αθανάτοισι θεοῖσι
521νεικεῖ , καί τέ μέ φησι μάχῃ Τρώεσσιν αρήγειν
522αλλὰ σὺ μὲν νῦν αῦτις απόστιχε μή τι νοήσῃ
523Ἥρη
εμοὶ δέ κε ταῦτα μελήσεται όφρα τελέσσω
524ει δ̓ άγε τοι κεφαλῇ κατανεύσομαι όφρα πεποίθῃς
525τοῦτο γὰρ εξ εμέθεν γε μετ̓ αθανάτοισι μέγιστον
526τέκμωρ ·
ου γὰρ εμὸν παλινάγρετον ου δ̓ απατηλὸν ου δ̓
527ατελεύτητον ὅ τί κεν κεφαλῇ κατανεύσω .
528ῆ καὶ κυανέῃσιν επ̓ οφρύσι νεῦσε Κρονίων
529αμβρόσιαι δ̓ άρα χαῖται επερρώσαντο άνακτος
530κρατὸς απ̓ αθανάτοιο
μέγαν δ̓ ελέλιξεν Όλυμπον
531τώ γ̓ ὣς βουλεύσαντε διέτμαγεν
ἣ μὲν έπειτα
532εις ἅλα ᾶλτο βαθεῖαν απ̓ αιγλήεντος Ολύμπου ,
533Ζεὺς δὲ ἑὸν πρὸς δῶμα ·
θεοὶ δ̓ ἅμα πάντες ανέσταν
534εξ ἑδέων σφοῦ πατρὸς εναντίον
ου δέ τις έτλη
535μεῖναι επερχόμενον , αλλ̓ αντίοι έσταν ἅπαντες
536ὣς ὃ μὲν ένθα καθέζετ̓ επὶ θρόνου
ου δέ μιν Ἥρη
537ηγνοίησεν ιδοῦσ̓ ὅτι οἱ συμφράσσατο βουλὰς
538αργυρόπεζα Θέτις θυγάτηρ ἁλίοιο γέροντος .
539αυτίκα κερτομίοισι Δία Κρονίωνα προσηύδα ·
540τίς δ̓ αῦ τοι δολομῆτα θεῶν συμφράσσατο βουλάς
541αιεί τοι φίλον εστὶν εμεῦ απὸ νόσφιν εόντα
542κρυπτάδια φρονέοντα δικαζέμεν
ου δέ τί πώ μοι
543πρόφρων τέτληκας ειπεῖν έπος ὅττι νοήσῃς
544τὴν δ̓ ημείβετ̓ έπειτα πατὴρ ανδρῶν τε θεῶν τε
545Ἥρη μὴ δὴ πάντας εμοὺς επιέλπεο μύθους
546ειδήσειν
χαλεποί τοι έσοντ̓ αλόχῳ περ εούσῃ
547αλλ̓ ὃν μέν κ̓ επιεικὲς ακουέμεν ού τις έπειτα
548ού τε θεῶν πρότερος τὸν είσεται ού τ̓ ανθρώπων ·
549ὃν δέ κ̓ εγὼν απάνευθε θεῶν εθέλωμι νοῆσαι
550μή τι σὺ ταῦτα ἕκαστα διείρεο μη δὲ μετάλλα
551τὸν δ̓ ημείβετ̓ έπειτα βοῶπις πότνια Ἥρη
552αινότατε Κρονίδη ποῖον τὸν μῦθον έειπες
553καὶ λίην σε πάρος γ̓ ού τ̓ είρομαι ού τε μεταλλῶ ,
554αλλὰ μάλ̓ εύκηλος τὰ φράζεαι άσσ̓ εθέλῃσθα
555νῦν δ̓ αινῶς δείδοικα κατὰ φρένα μή σε παρείπῃ
556αργυρόπεζα Θέτις θυγάτηρ ἁλίοιο γέροντος ·
557ηερίη γὰρ σοί γε παρέζετο καὶ λάβε γούνων
558τῇ σ̓ οΐω κατανεῦσαι ετήτυμον ὡς Αχιλῆα
559τιμήσῃς , ολέσῃς δὲ πολέας επὶ νηυσὶν Αχαιῶν
560τὴν δ̓ απαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς
561δαιμονίη αιεὶ μὲν οΐεαι ου δέ σε λήθω
562πρῆξαι δ̓ έμπης ού τι δυνήσεαι , αλλ̓ απὸ θυμοῦ
563μᾶλλον εμοὶ έσεαι
τὸ δέ τοι καὶ ῥίγιον έσται
564ει δ̓ οὕτω τοῦτ̓ εστὶν εμοὶ μέλλει φίλον εῖναι
565αλλ̓ ακέουσα κάθησο , εμῷ δ̓ επιπείθεο μύθῳ ,
566μή νύ τοι ου χραίσμωσιν ὅσοι θεοί εισ̓ εν Ολύμπῳ
567ᾶσσον ιόνθ̓ , ὅτε κέν τοι αάπτους χεῖρας εφείω
568ὣς έφατ̓ έδεισεν δὲ βοῶπις πότνια Ἥρη ,
569καί ῥ̓ ακέουσα καθῆστο επιγνάμψασα φίλον κῆρ
570όχθησαν δ̓ ανὰ δῶμα Διὸς θεοὶ Ουρανίωνες
571τοῖσιν δ̓ Ἥφαιστος κλυτοτέχνης ῆρχ̓ αγορεύειν
572μητρὶ φίλῃ επίηρα φέρων λευκωλένῳ Ἥρῃ ·
573ῆ δὴ λοίγια έργα τάδ̓ έσσεται ου δ̓ έτ̓ ανεκτά ,
574ει δὴ σφὼ ἕνεκα θνητῶν εριδαίνετον ὧδε ,
575εν δὲ θεοῖσι κολῳὸν ελαύνετον
ου δέ τι δαιτὸς
576εσθλῆς έσσεται ῆδος , επεὶ τὰ χερείονα νικᾷ
577μητρὶ δ̓ εγὼ παράφημι καὶ αυτῇ περ νοεούσῃ
578πατρὶ φίλῳ επίηρα φέρειν Διί , όφρα μὴ αῦτε
579νεικείῃσι πατήρ , σὺν δ̓ ἡμῖν δαῖτα ταράξῃ .
580εί περ γάρ κ̓ εθέλῃσιν Ολύμπιος αστεροπητὴς
581εξ ἑδέων στυφελίξαι
ὃ γὰρ πολὺ φέρτατός εστιν
582αλλὰ σὺ τὸν επέεσσι καθάπτεσθαι μαλακοῖσιν
583αυτίκ̓ έπειθ̓ ἵλαος Ολύμπιος έσσεται ἡμῖν
584ὣς άῤ έφη καὶ αναΐξας δέπας αμφικύπελλον
585μητρὶ φίλῃ εν χειρὶ τίθει καί μιν προσέειπε
586τέτλαθι μῆτερ εμή , καὶ ανάσχεο κηδομένη περ ,
587μή σε φίλην περ εοῦσαν εν οφθαλμοῖσιν ίδωμαι
588θεινομένην , τότε δ̓ ού τι δυνήσομαι αχνύμενός περ
589χραισμεῖν
αργαλέος γὰρ Ολύμπιος αντιφέρεσθαι ·
590ήδη γάρ με καὶ άλλοτ̓ αλεξέμεναι μεμαῶτα
591ῥῖψε ποδὸς τεταγὼν απὸ βηλοῦ θεσπεσίοιο ,
592πᾶν δ̓ ῆμαρ φερόμην , ἅμα δ̓ ηελίῳ καταδύντι
593κάππεσον εν Λήμνῳ , ολίγος δ̓ έτι θυμὸς ενῆεν
594ένθά με Σίντιες άνδρες άφαρ κομίσαντο πεσόντα
595ὣς φάτο , μείδησεν δὲ θεὰ λευκώλενος Ἥρη ,
596μειδήσασα δὲ παιδὸς εδέξατο χειρὶ κύπελλον ·
597αυτὰρ ὃ τοῖς άλλοισι θεοῖς ενδέξια πᾶσιν
598οινοχόει γλυκὺ νέκταρ απὸ κρητῆρος αφύσσων
599άσβεστος δ̓ άῤ ενῶρτο γέλως μακάρεσσι θεοῖσιν
600ὡς ίδον Ἥφαιστον διὰ δώματα ποιπνύοντα
601ὣς τότε μὲν πρόπαν ῆμαρ ες ηέλιον καταδύντα
602δαίνυντ̓ , ου δέ τι θυμὸς εδεύετο δαιτὸς εΐσης ,
603ου μὲν φόρμιγγος περικαλλέος ἣν έχ̓ Απόλλων ,
604Μουσάων θ̓ αἳ άειδον αμειβόμεναι οπὶ καλῇ
605αυτὰρ επεὶ κατέδυ λαμπρὸν φάος ηελίοιο ,
606οἳ μὲν κακκείοντες έβαν οῖκον δὲ ἕκαστος ,
607ἧχι ἑκάστῳ δῶμα περικλυτὸς αμφιγυήεις
608Ἥφαιστος ποίησεν ιδυίῃσι πραπίδεσσι
609Ζεὺς δὲ πρὸς ὃν λέχος ήϊ̓ Ολύμπιος αστεροπητής ,
610ένθα πάρος κοιμᾶθ̓ ὅτε μιν γλυκὺς ὕπνος ἱκάνοι
611ένθα καθεῦδ̓ αναβάς , παρὰ δὲ χρυσόθρονος Ἥρη .
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52
53
54
55
56
57
58
59
60
61
62
63
64
65
66
67
68
69
70
71
72
73
74
75
76
77
78
79
80
81
82
83
84
85
86
87
88
89
90
91
92
93
94
95
96
97
98
99
100
101
102
103
104
105
106
107
108
109
110
111
112
113
114
115
116
117
118
119
120
121
122
123
124
125
126
127
128
129
130
131
132
133
134
135
136
137
138
139
140
141
142
143
144
145
146
147
148
149
150
151
152
153
154
155
156
157
158
159
160
161
162
163
164
165
166
167
168
169
170
171
172
173
174
175
176
177
178
179
180
181
182
183
184
185
186
187
188
189
190
191
192
193
194
195
196
197
198
199
200
201
202
203
204
205
206
207
208
209
210
211
212
213
214
215
216
217
218
219
220
221
222
223
224
225
226
227
228
229
230
231
232
233
234
235
236
237
238
239
240
241
242
243
244
245
246
247
248
249
250
251
252
253
254
255
256
257
258
259
260
261
262
263
264
265
266
267
268
269
270
271
272
273
274
275
276
277
278
279
280
281
282
283
284
285
286
287
288
289
290
291
292
293
294
295
296
297
298
299
300
301
302
303
304
305
306
307
308
309
310
311
312
313
314
315
316
317
318
319
320
321
322
323
324
325
326
327
328
329
330
331
332
333
334
335
336
337
338
339
340
341
342
343
344
345
346
347
348
349
350
351
352
353
354
355
356
357
358
359
360
361
362
363
364
365
366
367
368
369
370
371
372
373
374
375
376
377
378
379
380
381
382
383
384
385
386
387
388
389
390
391
392
393
394
395
396
397
398
399
400
401
402
403
404
405
406
407
408
409
410
411
412
413
414
415
416
417
418
419
420
421
422
423
424
425
426
427
428
429
430
431
432
433
434
435
436
437
438
439
440
441
442
443
444
445
446
447
448
449
450
451
452
453
454
455
456
457
458
459
460
461
462
463
464
465
466
467
468
469
470
471
472
473
474
475
476
477
478
479
480
481
482
483
484
485
486
487
488
489
490
491
492
493
494
495
496
497
498
499
500
501
502
503
504
505
506
507
508
509
510
511
512
513
514
515
516
517
518
519
520
521
522
523
524
525
526
527
528
529
530
531
532
533
534
535
536
537
538
539
540
541
542
543
544
545
546
547
548
549
550
551
552
553
554
555
556
557
558
559
560
561
562
563
564
565
566
567
568
569
570
571
572
573
574
575
576
577
578
579
580
581
582
583
584
585
586
587
588
589
590
591
592
593
594
595
596
597
598
599
600
601
602
603
604
605
606
607
608
609
610
611