Plato

Eutyphro    —    Εὐθύφρων

τί νεώτερον, Σώκρατες, γέγονεν, ὅτι σὺ τὰς εν Λυκείῳ καταλιπὼν διατριβὰς ενθάδε νῦν διατρίβεις περὶ τὴν τοῦ βασιλέως στοάν ου γάρ που καὶ σοί γε δίκη τις οῦσα τυγχάνει πρὸς τὸν βασιλέα ὥσπερ εμοί. ούτοι δὴ Αθηναῖοί γε, Ευθύφρων, δίκην αυτὴν καλοῦσιν αλλὰ γραφήν τί φῄς γραφὴν σέ τις, ὡς έοικε, γέγραπται ου γὰρ εκεῖνό γε καταγνώσομαι, ὡς σὺ ἕτερον. ου γὰρ οῦν. αλλὰ σὲ άλλος; πάνυ γε. τίς οὗτος; ουδ̓ αυτὸς πάνυ τι γιγνώσκω, Ευθύφρων, τὸν άνδρα, νέος γάρ τίς μοι φαίνεται καὶ αγνώς ονομάζουσι μέντοι αυτόν, ὡς εγᾦμαι, Μέλητον έστι δὲ τῶν δήμων Πιτθεύς, εί τινα νῷ έχεις Πιτθέα Μέλητον οἷον τετανότριχα καὶ ου πάνυ ευγένειον, επίγρυπον δέ ουκ εννοῶ, Σώκρατες αλλὰ δὴ τίνα γραφήν σε γέγραπται ἥντινα ; ουκ αγεννῆ, έμοιγε δοκεῖ· τὸ γὰρ νέον όντα τοσοῦτον πρᾶγμα εγνωκέναι ου φαῦλόν εστιν εκεῖνος γάρ, ὥς φησιν, οῖδε τίνα τρόπον οἱ νέοι διαφθείρονται καὶ τίνες οἱ διαφθείροντες αυτούς. καὶ κινδυνεύει σοφός τις εῖναι, καὶ τὴν εμὴν αμαθίαν κατιδὼν ὡς διαφθείροντος τοὺς ἡλικιώτας αυτοῦ, έρχεται κατηγορήσων μου ὥσπερ πρὸς μητέρα πρὸς τὴν πόλιν. καὶ φαίνεταί μοι τῶν πολιτικῶν μόνος άρχεσθαι ορθῶς ορθῶς γάρ εστι τῶν νέων πρῶτον επιμεληθῆναι ὅπως έσονται ὅτι άριστοι, ὥσπερ γεωργὸν αγαθὸν τῶν νέων φυτῶν εικὸς πρῶτον επιμεληθῆναι, μετὰ δὲ τοῦτο καὶ τῶν άλλων. καὶ δὴ καὶ Μέλητος ίσως πρῶτον μὲν ἡμᾶς εκκαθαίρει τοὺς τῶν νέων τὰς βλάστας διαφθείροντας, ὥς φησιν έπειτα μετὰ τοῦτο δῆλον ὅτι τῶν πρεσβυτέρων επιμεληθεὶς πλείστων καὶ μεγίστων αγαθῶν αίτιος τῇ πόλει γενήσεται, ὥς γε τὸ εικὸς συμβῆναι εκ τοιαύτης αρχῆς αρξαμένῳ. βουλοίμην άν, Σώκρατες, αλλ̓ ορρωδῶ μὴ τοὐναντίον γένηται ατεχνῶς γάρ μοι δοκεῖ αφ̓ ἑστίας άρχεσθαι κακουργεῖν τὴν πόλιν, επιχειρῶν αδικεῖν σέ καί μοι λέγε, τί καὶ ποιοῦντά σέ φησι διαφθείρειν τοὺς νέους άτοπα, θαυμάσιε, ὡς οὕτω γ̓ ακοῦσαι. φησὶ γάρ με ποιητὴν εῖναι θεῶν, καὶ ὡς καινοὺς ποιοῦντα θεοὺς τοὺς δ̓ αρχαίους ου νομίζοντα εγράψατο τούτων αυτῶν ἕνεκα, ὥς φησιν μανθάνω, Σώκρατες ὅτι δὴ σὺ τὸ δαιμόνιον φῂς σαυτῷ ἑκάστοτε γίγνεσθαι. ὡς οῦν καινοτομοῦντός σου περὶ τὰ θεῖα γέγραπται ταύτην τὴν γραφήν, καὶ ὡς διαβαλῶν δὴ έρχεται εις τὸ δικαστήριον, ειδὼς ὅτι ευδιάβολα τὰ τοιαῦτα πρὸς τοὺς πολλούς. καὶ εμοῦ γάρ τοι, ὅταν τι λέγω εν τῇ εκκλησίᾳ περὶ τῶν θείων, προλέγων αυτοῖς τὰ μέλλοντα, καταγελῶσιν ὡς μαινομένου καίτοι ουδὲν ὅτι ουκ αληθὲς είρηκα ὧν προεῖπον, αλλ̓ ὅμως φθονοῦσιν ἡμῖν πᾶσι τοῖς τοιούτοις. αλλ̓ ουδὲν αυτῶν χρὴ φροντίζειν, αλλ̓ ὁμόσε ιέναι φίλε Ευθύφρων, αλλὰ τὸ μὲν καταγελασθῆναι ίσως ουδὲν πρᾶγμα. Αθηναίοις γάρ τοι, ὡς εμοὶ δοκεῖ, ου σφόδρα μέλει άν τινα δεινὸν οίωνται εῖναι, μὴ μέντοι διδασκαλικὸν τῆς αὑτοῦ σοφίας ὃν δ̓ ὰν καὶ άλλους οίωνται ποιεῖν τοιούτους, θυμοῦνται, είτ̓ οῦν φθόνῳ ὡς σὺ λέγεις, είτε δἰ άλλο τι τούτου οῦν πέρι ὅπως ποτὲ πρὸς εμὲ έχουσιν, ου πάνυ επιθυμῶ πειραθῆναι ίσως γὰρ σὺ μὲν δοκεῖς σπάνιον σεαυτὸν παρέχειν καὶ διδάσκειν ουκ εθέλειν τὴν σεαυτοῦ σοφίαν εγὼ δὲ φοβοῦμαι μὴ ὑπὸ φιλανθρωπίας δοκῶ αυτοῖς ὅτιπερ έχω εκκεχυμένως παντὶ ανδρὶ λέγειν, ου μόνον άνευ μισθοῦ, αλλὰ καὶ προστιθεὶς ὰν ἡδέως εί τίς μου εθέλει ακούειν ει μὲν οῦν, νυνδὴ έλεγον, μέλλοιέν μου καταγελᾶν ὥσπερ σὺ φῂς σαυτοῦ, ουδὲν ὰν είη αηδὲς παίζοντας καὶ γελῶντας εν τῷ δικαστηρίῳ διαγαγεῖν· ει δὲ σπουδάσονται, τοῦτ̓ ήδη ὅπῃ αποβήσεται άδηλον πλὴν ὑμῖν τοῖς μάντεσιν. αλλ̓ ίσως ουδὲν έσται, Σώκρατες, πρᾶγμα, αλλὰ σύ τε κατὰ νοῦν αγωνιῇ τὴν δίκην, οῖμαι δὲ καὶ εμὲ τὴν εμήν. έστιν δὲ δὴ σοί, Ευθύφρων, τίς δίκη φεύγεις αυτὴν διώκεις διώκω τίνα ; ὃν διώκων αῦ δοκῶ μαίνεσθαι τί δέ; πετόμενόν τινα διώκεις πολλοῦ γε δεῖ πέτεσθαι, ὅς γε τυγχάνει ὼν εῦ μάλα πρεσβύτης τίς οὗτος; εμὸς πατήρ. σός, βέλτιστε; πάνυ μὲν οῦν. έστιν δὲ τί τὸ έγκλημα καὶ τίνος δίκη; φόνου, Σώκρατες. Ἡράκλεις που, Ευθύφρων, αγνοεῖται ὑπὸ τῶν πολλῶν ὅπῃ ποτὲ ορθῶς έχει ου γὰρ οῖμαί γε τοῦ επιτυχόντος ορθῶς αυτὸ πρᾶξαι αλλὰ πόρρω που ήδη σοφίας ελαύνοντος. πόρρω μέντοι νὴ Δία, Σώκρατες. έστιν δὲ δὴ τῶν οικείων τις τεθνεὼς ὑπὸ τοῦ σοῦ πατρός δῆλα δή; ου γὰρ άν που ὑπέρ γε αλλοτρίου επεξῇσθα φόνου αυτῷ γελοῖον, Σώκρατες, ὅτι οίει τι διαφέρειν είτε αλλότριος είτε οικεῖος τεθνεώς, αλλ̓ ου τοῦτο μόνον δεῖν φυλάττειν, είτε εν δίκῃ έκτεινεν κτείνας είτε μή, καὶ ει μὲν εν δίκῃ, εᾶν, ει δὲ μή, επεξιέναι, εάνπερ κτείνας συνέστιός σοι καὶ ὁμοτράπεζος · ίσον γὰρ τὸ μίασμα γίγνεται εὰν συνῇς τῷ τοιούτῳ συνειδὼς καὶ μὴ αφοσιοῖς σεαυτόν τε καὶ εκεῖνον τῇ δίκῃ επεξιών επεὶ γε αποθανὼν πελάτης τις ῆν εμός, καὶ ὡς εγεωργοῦμεν εν τῇ Νάξῳ, εθήτευεν εκεῖ παῤ ἡμῖν παροινήσας οῦν καὶ οργισθεὶς τῶν οικετῶν τινι τῶν ἡμετέρων αποσφάττει αυτόν οῦν πατὴρ συνδήσας τοὺς πόδας καὶ τὰς χεῖρας αυτοῦ, καταβαλὼν εις τάφρον τινά, πέμπει δεῦρο άνδρα πευσόμενον τοῦ εξηγητοῦ ὅτι χρείη ποιεῖν εν δὲ τούτῳ τῷ χρόνῳ τοῦ δεδεμένου ωλιγώρει τε καὶ ημέλει ὡς ανδροφόνου καὶ ουδὲν ὸν πρᾶγμα ει καὶ αποθάνοι, ὅπερ οῦν καὶ έπαθεν ὑπὸ γὰρ λιμοῦ καὶ ῥίγους καὶ τῶν δεσμῶν αποθνῄσκει πρὶν τὸν άγγελον παρὰ τοῦ εξηγητοῦ αφικέσθαι ταῦτα δὴ οῦν καὶ αγανακτεῖ τε πατὴρ καὶ οἱ άλλοι οικεῖοι, ὅτι εγὼ ὑπὲρ τοῦ ανδροφόνου τῷ πατρὶ φόνου επεξέρχομαι ούτε αποκτείναντι, ὥς φασιν εκεῖνοι, ούτ̓ ει ὅτι μάλιστα απέκτεινεν, ανδροφόνου γε όντος τοῦ αποθανόντος, ου δεῖν φροντίζειν ὑπὲρ τοῦ τοιούτου - ανόσιον γὰρ εῖναι τὸ ὑὸν πατρὶ φόνου επεξιέναι - κακῶς ειδότες, Σώκρατες, τὸ θεῖον ὡς έχει τοῦ ὁσίου τε πέρι καὶ τοῦ ανοσίου. σὺ δὲ δὴ πρὸς Διός, Ευθύφρων, οὑτωσὶ ακριβῶς οίει επίστασθαι περὶ τῶν θείων ὅπῃ έχει, καὶ τῶν ὁσίων τε καὶ ανοσίων, ὥστε τούτων οὕτω πραχθέντων ὡς σὺ λέγεις, ου φοβῇ δικαζόμενος τῷ πατρὶ ὅπως μὴ αῦ σὺ ανόσιον πρᾶγμα τυγχάνῃς πράττων ουδὲν γὰρ άν μου όφελος είη, Σώκρατες, ουδέ τῳ ὰν διαφέροι Ευθύφρων τῶν πολλῶν ανθρώπων, ει μὴ τὰ τοιαῦτα πάντα ακριβῶς ειδείην ᾶῤ οῦν μοι, θαυμάσιε Ευθύφρων, κράτιστόν εστι μαθητῇ σῷ γενέσθαι, καὶ πρὸ τῆς γραφῆς τῆς πρὸς Μέλητον αυτὰ ταῦτα προκαλεῖσθαι αυτόν, λέγοντα ὅτι έγωγε καὶ εν τῷ έμπροσθεν χρόνῳ τὰ θεῖα περὶ πολλοῦ εποιούμην ειδέναι, καὶ νῦν επειδή με εκεῖνος αυτοσχεδιάζοντά φησι καὶ καινοτομοῦντα περὶ τῶν θείων εξαμαρτάνειν, μαθητὴς δὴ γέγονα σός - καὶ ει μέν, Μέλητε, φαίην άν, Ευθύφρονα ὁμολογεῖς σοφὸν εῖναι τὰ τοιαῦτα, καὶ ορθῶς νομίζειν καὶ εμὲ ἡγοῦ καὶ μὴ δικάζου ει δὲ μή, εκείνῳ τῷ διδασκάλῳ λάχε δίκην πρότερον εμοί, ὡς τοὺς πρεσβυτέρους διαφθείροντι εμέ τε καὶ τὸν αὑτοῦ πατέρα, εμὲ μὲν διδάσκοντι, εκεῖνον δὲ νουθετοῦντί τε καὶ κολάζοντι - καὶ ὰν μή μοι πείθηται μηδὲ αφίῃ τῆς δίκης αντ̓ εμοῦ γράφηται σέ, αυτὰ ταῦτα λέγειν εν τῷ δικαστηρίῳ προυκαλούμην αυτόν; ναὶ μὰ Δία, Σώκρατες, ει άρα εμὲ επιχειρήσειε γράφεσθαι, εύροιμ̓ άν, ὡς οῖμαι, ὅπῃ σαθρός εστιν, καὶ πολὺ ὰν ἡμῖν πρότερον περὶ εκείνου λόγος εγένετο εν τῷ δικαστηρίῳ περὶ εμοῦ. καὶ εγώ τοι, φίλε ἑταῖρε, ταῦτα γιγνώσκων μαθητὴς επιθυμῶ γενέσθαι σός, ειδὼς ὅτι καὶ άλλος πού τις καὶ Μέλητος οὗτος σὲ μὲν ουδὲ δοκεῖ ὁρᾶν, εμὲ δὲ οὕτως οξέως ατεχνῶς καὶ ῥᾳδίως κατεῖδεν ὥστε ασεβείας εγράψατο νῦν οῦν πρὸς Διὸς λέγε μοι νυνδὴ σαφῶς ειδέναι διισχυρίζου, ποῖόν τι τὸ ευσεβὲς φῂς εῖναι καὶ τὸ ασεβὲς καὶ περὶ φόνου καὶ περὶ τῶν άλλων ου ταὐτόν εστιν εν πάσῃ πράξει τὸ ὅσιον αυτὸ αὑτῷ, καὶ τὸ ανόσιον αῦ τοῦ μὲν ὁσίου παντὸς εναντίον, αυτὸ δὲ αὑτῷ ὅμοιον καὶ έχον μίαν τινὰ ιδέαν κατὰ τὴν ανοσιότητα πᾶν ὅτιπερ ὰν μέλλῃ ανόσιον εῖναι; πάντως δήπου, Σώκρατες. λέγε δή, τί φῂς εῖναι τὸ ὅσιον καὶ τί τὸ ανόσιον; λέγω τοίνυν ὅτι τὸ μὲν ὅσιόν εστιν ὅπερ εγὼ νῦν ποιῶ, τῷ αδικοῦντι περὶ φόνους περὶ ἱερῶν κλοπὰς ή τι άλλο τῶν τοιούτων εξαμαρτάνοντι επεξιέναι, εάντε πατὴρ ὼν τυγχάνῃ εάντε μήτηρ εάντε άλλος ὁστισοῦν, τὸ δὲ μὴ επεξιέναι ανόσιον· επεί, Σώκρατες, θέασαι ὡς μέγα σοι ερῶ τεκμήριον τοῦ νόμου ὅτι οὕτως έχει - καὶ άλλοις ήδη εῖπον, ὅτι ταῦτα ορθῶς ὰν είη οὕτω γιγνόμενα - μὴ επιτρέπειν τῷ ασεβοῦντι μηδ̓ ὰν ὁστισοῦν τυγχάνῃ ών αυτοὶ γὰρ οἱ άνθρωποι τυγχάνουσι νομίζοντες τὸν Δία τῶν θεῶν άριστον καὶ δικαιότατον, καὶ τοῦτον ὁμολογοῦσι τὸν αὑτοῦ πατέρα δῆσαι ὅτι τοὺς ὑεῖς κατέπινεν ουκ εν δίκῃ, κἀκεῖνόν γε αῦ τὸν αὑτοῦ πατέρα εκτεμεῖν δἰ ἕτερα τοιαῦτα εμοὶ δὲ χαλεπαίνουσιν ὅτι τῷ πατρὶ επεξέρχομαι αδικοῦντι, καὶ οὕτως αυτοὶ αὑτοῖς τὰ εναντία λέγουσι περί τε τῶν θεῶν καὶ περὶ εμοῦ ᾶρά γε, Ευθύφρων, τοῦτ̓ έστιν οὗ οὕνεκα τὴν γραφὴν φεύγω, ὅτι τὰ τοιαῦτα επειδάν τις περὶ τῶν θεῶν λέγῃ, δυσχερῶς πως αποδέχομαι διὸ δή, ὡς έοικε, φήσει τίς με εξαμαρτάνειν νῦν οῦν ει καὶ σοὶ ταῦτα συνδοκεῖ τῷ εῦ ειδότι περὶ τῶν τοιούτων, ανάγκη δή, ὡς έοικε, καὶ ἡμῖν συγχωρεῖν τί γὰρ καὶ φήσομεν, οἵ γε καὶ αυτοὶ ὁμολογοῦμεν περὶ αυτῶν μηδὲν ειδέναι αλλά μοι ειπὲ πρὸς Φιλίου, σὺ ὡς αληθῶς ἡγῇ ταῦτα οὕτως γεγονέναι καὶ έτι γε τούτων θαυμασιώτερα, Σώκρατες, οἱ πολλοὶ ουκ ίσασιν. καὶ πόλεμον ᾶρα ἡγῇ σὺ εῖναι τῷ όντι εν τοῖς θεοῖς πρὸς αλλήλους, καὶ έχθρας γε δεινὰς καὶ μάχας καὶ άλλα τοιαῦτα πολλά, οἷα λέγεταί τε ὑπὸ τῶν ποιητῶν, καὶ ὑπὸ τῶν αγαθῶν γραφέων τά τε άλλα ἱερὰ ἡμῖν καταπεποίκιλται, καὶ δὴ καὶ τοῖς μεγάλοις Παναθηναίοις πέπλος μεστὸς τῶν τοιούτων ποικιλμάτων ανάγεται εις τὴν ακρόπολιν ταῦτα αληθῆ φῶμεν εῖναι, Ευθύφρων μὴ μόνον γε, Σώκρατες, αλλ̓ ὅπερ άρτι εῖπον, καὶ άλλα σοι εγὼ πολλά, εάνπερ βούλῃ, περὶ τῶν θείων διηγήσομαι, σὺ ακούων εῦ οῖδ̓ ὅτι εκπλαγήσῃ. ουκ ὰν θαυμάζοιμι αλλὰ ταῦτα μέν μοι εις αῦθις επὶ σχολῆς διηγήσῃ νυνὶ δὲ ὅπερ άρτι σε ηρόμην πειρῶ σαφέστερον ειπεῖν ου γάρ με, ἑταῖρε, τὸ πρότερον ἱκανῶς εδίδαξας ερωτήσαντα τὸ ὅσιον ὅτι ποτ̓ είη, αλλά μοι εῖπες ὅτι τοῦτο τυγχάνει ὅσιον ὸν σὺ νῦν ποιεῖς, φόνου επεξιὼν τῷ πατρί καὶ αληθῆ γε έλεγον, Σώκρατες ίσως . αλλὰ γάρ, Ευθύφρων, καὶ άλλα πολλὰ φῂς εῖναι ὅσια καὶ γὰρ έστιν μέμνησαι οῦν ὅτι ου τοῦτό σοι διεκελευόμην, ἕν τι δύο με διδάξαι τῶν πολλῶν ὁσίων, αλλ̓ εκεῖνο αυτὸ τὸ εῖδος πάντα τὰ ὅσια ὅσιά εστιν έφησθα γάρ που μιᾷ ιδέᾳ τά τε ανόσια ανόσια εῖναι καὶ τὰ ὅσια ὅσια· ου μνημονεύεις έγωγε . ταύτην τοίνυν με αυτὴν δίδαξον τὴν ιδέαν τίς ποτέ εστιν, ἵνα εις εκείνην αποβλέπων καὶ χρώμενος αυτῇ παραδείγματι, μὲν ὰν τοιοῦτον ὧν ὰν σὺ άλλος τις πράττῃ φῶ ὅσιον εῖναι, δ̓ ὰν μὴ τοιοῦτον, μὴ φῶ. αλλ̓ ει οὕτω βούλει, Σώκρατες, καὶ οὕτω σοι φράσω αλλὰ μὴν βούλομαί γε έστι τοίνυν τὸ μὲν τοῖς θεοῖς προσφιλὲς ὅσιον, τὸ δὲ μὴ προσφιλὲς ανόσιον. παγκάλως, Ευθύφρων, καὶ ὡς εγὼ εζήτουν αποκρίνασθαί σε, οὕτω νῦν απεκρίνω. ει μέντοι αληθῶς, τοῦτο ούπω οῖδα, αλλὰ σὺ δῆλον ὅτι επεκδιδάξεις ὡς έστιν αληθῆ λέγεις. πάνυ μὲν οῦν. φέρε δή, επισκεψώμεθα τί λέγομεν τὸ μὲν θεοφιλές τε καὶ θεοφιλὴς άνθρωπος ὅσιος, τὸ δὲ θεομισὲς καὶ θεομισὴς ανόσιος· ου ταὐτὸν δ̓ εστίν, αλλὰ τὸ εναντιώτατον, τὸ ὅσιον τῷ ανοσίῳ ουχ οὕτως; οὕτω μὲν οῦν. καὶ εῦ γε φαίνεται ειρῆσθαι δοκῶ, Σώκρατες είρηται γάρ γ ουκοῦν καὶ ὅτι στασιάζουσιν οἱ θεοί, Ευθύφρων, καὶ διαφέρονται αλλήλοις καὶ έχθρα εστὶν εν αυτοῖς πρὸς αλλήλους, καὶ τοῦτο είρηται είρηται γάρ έχθραν δὲ καὶ οργάς, άριστε, περὶ τίνων διαφορὰ ποιεῖ ὧδε δὲ σκοπῶμεν ᾶῤ ὰν ει διαφεροίμεθα εγώ τε καὶ σὺ περὶ αριθμοῦ ὁπότερα πλείω, περὶ τούτων διαφορὰ εχθροὺς ὰν ἡμᾶς ποιοῖ καὶ οργίζεσθαι αλλήλοις, επὶ λογισμὸν ελθόντες περί γε τῶν τοιούτων ταχὺ ὰν απαλλαγεῖμεν; πάνυ γε. ουκοῦν καὶ περὶ τοῦ μείζονος καὶ ελάττονος ει διαφεροίμεθα, επὶ τὸ μετρεῖν ελθόντες ταχὺ παυσαίμεθ̓ ὰν τῆς διαφορᾶς έστι ταῦτα καὶ επί γε τὸ ἱστάναι ελθόντες, ὡς εγᾦμαι, περὶ τοῦ βαρυτέρου τε καὶ κουφοτέρου διακριθεῖμεν άν πῶς γὰρ ού; περὶ τίνος δὲ δὴ διενεχθέντες καὶ επὶ τίνα κρίσιν ου δυνάμενοι αφικέσθαι εχθροί γε ὰν αλλήλοις εῖμεν καὶ οργιζοίμεθα ίσως ου πρόχειρόν σοί εστιν, αλλ̓ εμοῦ λέγοντος σκόπει ει τάδε εστὶ τό τε δίκαιον καὶ τὸ άδικον καὶ καλὸν καὶ αισχρὸν καὶ αγαθὸν καὶ κακόν ᾶρα ου ταῦτά εστιν περὶ ὧν διενεχθέντες καὶ ου δυνάμενοι επὶ ἱκανὴν κρίσιν αυτῶν ελθεῖν εχθροὶ αλλήλοις γιγνόμεθα, ὅταν γιγνώμεθα, καὶ εγὼ καὶ σὺ καὶ οἱ άλλοι άνθρωποι πάντες αλλ̓ έστιν αὕτη διαφορά, Σώκρατες, καὶ περὶ τούτων. τί δὲ οἱ θεοί, Ευθύφρων ουκ είπερ τι διαφέρονται, δἰ αυτὰ ταῦτα διαφέροιντ̓ άν πολλὴ ανάγκη. καὶ τῶν θεῶν άρα, γενναῖε Ευθύφρων, άλλοι άλλα δίκαια ἡγοῦνται κατὰ τὸν σὸν λόγον, καὶ καλὰ καὶ αισχρὰ καὶ αγαθὰ καὶ κακά ου γὰρ άν που εστασίαζον αλλήλοις ει μὴ περὶ τούτων διεφέροντο γάρ; ορθῶς λέγεις ουκοῦν ἅπερ καλὰ ἡγοῦνται ἕκαστοι καὶ αγαθὰ καὶ δίκαια, ταῦτα καὶ φιλοῦσιν, τὰ δὲ εναντία τούτων μισοῦσιν πάνυ γε. ταὐτὰ δέ γε, ὡς σὺ φῄς, οἱ μὲν δίκαια ἡγοῦνται, οἱ δὲ άδικα, περὶ καὶ αμφισβητοῦντες στασιάζουσί τε καὶ πολεμοῦσιν αλλήλοις· ᾶρα ουχ οὕτω; οὕτω . ταὔτ̓ άρα, ὡς έοικεν, μισεῖταί τε ὑπὸ τῶν θεῶν καὶ φιλεῖται, καὶ θεομισῆ τε καὶ θεοφιλῆ ταὔτ̓ ὰν είη έοικεν καὶ ὅσια άρα καὶ ανόσια τὰ αυτὰ ὰν είη, Ευθύφρων, τούτῳ τῷ λόγῳ κινδυνεύει ουκ άρα ηρόμην απεκρίνω, θαυμάσιε ου γὰρ τοῦτό γε ηρώτων, τυγχάνει ταὐτὸν ὸν ὅσιόν τε καὶ ανόσιον δ̓ ὰν θεοφιλὲς καὶ θεομισές εστιν, ὡς έοικεν ὥστε, Ευθύφρων, σὺ νῦν ποιεῖς τὸν πατέρα κολάζων, ουδὲν θαυμαστὸν ει τοῦτο δρῶν τῷ μὲν Διὶ προσφιλὲς ποιεῖς, τῷ δὲ Κρόνῳ καὶ τῷ Ουρανῷ εχθρόν, καὶ τῷ μὲν Ἡφαίστῳ φίλον, τῇ δὲ Ἥρᾳ εχθρόν, καὶ εί τις άλλος τῶν θεῶν ἕτερος ἑτέρῳ διαφέρεται περὶ αυτοῦ, καὶ εκείνοις κατὰ τὰ αυτά. αλλ̓ οῖμαι, Σώκρατες, περί γε τούτου τῶν θεῶν ουδένα ἕτερον ἑτέρῳ διαφέρεσθαι, ὡς ου δεῖ δίκην διδόναι εκεῖνον ὃς ὰν αδίκως τινὰ αποκτείνῃ τί δέ; ανθρώπων, Ευθύφρων, ήδη τινὸς ήκουσας αμφισβητοῦντος ὡς τὸν αδίκως αποκτείναντα άλλο αδίκως ποιοῦντα ὁτιοῦν ου δεῖ δίκην διδόναι ουδὲν μὲν οῦν παύονται ταῦτα αμφισβητοῦντες καὶ άλλοθι καὶ εν τοῖς δικαστηρίοις αδικοῦντες γὰρ πάμπολλα, πάντα ποιοῦσι καὶ λέγουσι φεύγοντες τὴν δίκην καὶ ὁμολογοῦσιν, Ευθύφρων, αδικεῖν, καὶ ὁμολογοῦντες ὅμως ου δεῖν φασὶ σφᾶς διδόναι δίκην ουδαμῶς τοῦτό γε. ουκ άρα πᾶν γε ποιοῦσι καὶ λέγουσι τοῦτο γὰρ οῖμαι ου τολμῶσι λέγειν ουδ̓ αμφισβητεῖν, ὡς ουχὶ είπερ αδικοῦσί γε δοτέον δίκην, αλλ̓ οῖμαι ού φασιν αδικεῖν γάρ; αληθῆ λέγεις ουκ άρα εκεῖνό γε αμφισβητοῦσιν, ὡς ου τὸν αδικοῦντα δεῖ διδόναι δίκην, αλλ̓ εκεῖνο ίσως αμφισβητοῦσιν, τὸ τίς εστιν αδικῶν καὶ τί δρῶν καὶ πότε αληθῆ λέγεις ουκοῦν αυτά γε ταῦτα καὶ οἱ θεοὶ πεπόνθασιν, είπερ στασιάζουσι περὶ τῶν δικαίων καὶ αδίκων ὡς σὸς λόγος, καὶ οἱ μέν φασιν αλλήλους αδικεῖν, οἱ δὲ ού φασιν επεὶ εκεῖνό γε δήπου, θαυμάσιε, ουδεὶς ούτε θεῶν ούτε ανθρώπων τολμᾷ λέγειν, ὡς ου τῷ γε αδικοῦντι δοτέον δίκην ναί, τοῦτο μὲν αληθὲς λέγεις, Σώκρατες, τό γε κεφάλαιον. αλλ̓ ἕκαστόν γε οῖμαι, Ευθύφρων, τῶν πραχθέντων αμφισβητοῦσιν οἱ αμφισβητοῦντες, καὶ άνθρωποι καὶ θεοί, είπερ αμφισβητοῦσιν θεοί πράξεώς τινος πέρι διαφερόμενοι οἱ μὲν δικαίως φασὶν αυτὴν πεπρᾶχθαι, οἱ δὲ αδίκως· ᾶῤ ουχ οὕτω; πάνυ γε. ίθι νυν, φίλε Ευθύφρων, δίδαξον καὶ εμέ, ἵνα σοφώτερος γένωμαι, τί σοι τεκμήριόν εστιν ὡς πάντες θεοὶ ἡγοῦνται εκεῖνον αδίκως τεθνάναι, ὃς ὰν θητεύων ανδροφόνος γενόμενος, συνδεθεὶς ὑπὸ τοῦ δεσπότου τοῦ αποθανόντος, φθάσῃ τελευτήσας διὰ τὰ δεσμὰ πρὶν τὸν συνδήσαντα παρὰ τῶν εξηγητῶν περὶ αυτοῦ πυθέσθαι τί χρὴ ποιεῖν, καὶ ὑπὲρ τοῦ τοιούτου δὴ ορθῶς έχει επεξιέναι καὶ επισκήπτεσθαι φόνου τὸν ὑὸν τῷ πατρί ίθι, περὶ τούτων πειρῶ τί μοι σαφὲς ενδείξασθαι ὡς παντὸς μᾶλλον πάντες θεοὶ ἡγοῦνται ορθῶς έχειν ταύτην τὴν πρᾶξιν κἄν μοι ἱκανῶς ενδείξῃ, εγκωμιάζων σε επὶ σοφίᾳ ουδέποτε παύσομαι αλλ̓ ίσως ουκ ολίγον έργον εστίν, Σώκρατες, επεὶ πάνυ γε σαφῶς έχοιμι ὰν επιδεῖξαί σοι μανθάνω ὅτι σοι δοκῶ τῶν δικαστῶν δυσμαθέστερος εῖναι, επεὶ εκείνοις γε ενδείξῃ δῆλον ὅτι ὡς άδικά τέ εστιν καὶ οἱ θεοὶ ἅπαντες τὰ τοιαῦτα μισοῦσιν. πάνυ γε σαφῶς, Σώκρατες, εάνπερ ακούωσί γέ μου λέγοντος. αλλ̓ ακούσονται εάνπερ εῦ δοκῇς λέγειν τόδε δέ σου ενενόησα ἅμα λέγοντος καὶ πρὸς εμαυτὸν σκοπῶ ει ὅτι μάλιστά με Ευθύφρων διδάξειεν ὡς οἱ θεοὶ ἅπαντες τὸν τοιοῦτον θάνατον ἡγοῦνται άδικον εῖναι, τί μᾶλλον εγὼ μεμάθηκα παῤ Ευθύφρονος τί ποτ̓ εστὶν τὸ ὅσιόν τε καὶ τὸ ανόσιον θεομισὲς μὲν γὰρ τοῦτο τὸ έργον, ὡς έοικεν, είη άν αλλὰ γὰρ ου τούτῳ εφάνη άρτι ὡρισμένα τὸ ὅσιον καὶ μή τὸ γὰρ θεομισὲς ὸν καὶ θεοφιλὲς εφάνη ὥστε τούτου μὲν αφίημί σε, Ευθύφρων ει βούλει, πάντες αυτὸ ἡγείσθων θεοὶ άδικον καὶ πάντες μισούντων. αλλ̓ ᾶρα τοῦτο νῦν επανορθούμεθα εν τῷ λόγῳ - ὡς μὲν ὰν πάντες οἱ θεοὶ μισῶσιν ανόσιόν εστιν, δ̓ ὰν φιλῶσιν, ὅσιον· δ̓ ὰν οἱ μὲν φιλῶσιν οἱ δὲ μισῶσιν, ουδέτερα αμφότερα - ᾶῤ οὕτω βούλει ἡμῖν ὡρίσθαι νῦν περὶ τοῦ ὁσίου καὶ τοῦ ανοσίου; τί γὰρ κωλύει, Σώκρατες ουδὲν εμέ γε, Ευθύφρων, αλλὰ σὺ δὴ τὸ σὸν σκόπει, ει τοῦτο ὑποθέμενος οὕτω ῥᾷστά με διδάξεις ὑπέσχου. αλλ̓ έγωγε φαίην ὰν τοῦτο εῖναι τὸ ὅσιον ὰν πάντες οἱ θεοὶ φιλῶσιν, καὶ τὸ εναντίον, ὰν πάντες θεοὶ μισῶσιν, ανόσιον. ουκοῦν επισκοπῶμεν αῦ τοῦτο, Ευθύφρων, ει καλῶς λέγεται, εῶμεν καὶ οὕτω ἡμῶν τε αυτῶν αποδεχώμεθα καὶ τῶν άλλων, εὰν μόνον φῇ τίς τι έχειν οὕτω συγχωροῦντες έχειν σκεπτέον τί λέγει λέγων σκεπτέον οῖμαι μέντοι έγωγε τοῦτο νυνὶ καλῶς λέγεσθαι τάχ̓, ωγαθέ, βέλτιον εισόμεθα εννόησον γὰρ τὸ τοιόνδε ᾶρα τὸ ὅσιον ὅτι ὅσιόν εστιν φιλεῖται ὑπὸ τῶν θεῶν, ὅτι φιλεῖται ὅσιόν εστιν ουκ οῖδ̓ ὅτι λέγεις, Σώκρατες αλλ̓ εγὼ πειράσομαι σαφέστερον φράσαι λέγομέν τι φερόμενον καὶ φέρον καὶ αγόμενον καὶ άγον καὶ ὁρώμενον καὶ ὁρῶν καὶ πάντα τὰ τοιαῦτα μανθάνεις ὅτι ἕτερα αλλήλων εστὶ καὶ ἕτερα; έγωγέ μοι δοκῶ μανθάνειν ουκοῦν καὶ φιλούμενόν τί εστιν καὶ τούτου ἕτερον τὸ φιλοῦν; πῶς γὰρ ού; λέγε δή μοι, πότερον τὸ φερόμενον διότι φέρεται φερόμενόν εστιν, δἰ άλλο τι ούκ, αλλὰ διὰ τοῦτο. καὶ τὸ αγόμενον δὴ διότι άγεται, καὶ τὸ ὁρώμενον διότι ὁρᾶται; πάνυ γε. ουκ άρα διότι ὁρώμενόν γέ εστιν, διὰ τοῦτο ὁρᾶται, αλλὰ τὸ εναντίον διότι ὁρᾶται, διὰ τοῦτο ὁρώμενον· ουδὲ διότι αγόμενόν εστιν, διὰ τοῦτο άγεται, αλλὰ διότι άγεται, διὰ τοῦτο αγόμενον ουδὲ διότι φερόμενον φέρεται, αλλὰ διότι φέρεται φερόμενον. ᾶρα κατάδηλον, Ευθύφρων, βούλομαι λέγειν; βούλομαι δὲ τόδε, ὅτι εί τι γίγνεται ή τι πάσχει, ουχ ὅτι γιγνόμενόν εστι γίγνεται, αλλ̓ ὅτι γίγνεται γιγνόμενόν εστιν ουδ̓ ὅτι πάσχον εστὶ πάσχει, αλλ̓ ὅτι πάσχει πάσχον εστίν ου συγχωρεῖς οὕτω έγωγε . ουκοῦν καὶ τὸ φιλούμενον γιγνόμενόν τί εστιν πάσχον τι ὑπό του πάνυ γε. καὶ τοῦτο άρα οὕτως έχει ὥσπερ τὰ πρότερα· ουχ ὅτι φιλούμενόν εστιν φιλεῖται ὑπὸ ὧν φιλεῖται, αλλ̓ ὅτι φιλεῖται φιλούμενον; ανάγκη . τί δὴ οῦν λέγομεν περὶ τοῦ ὁσίου, Ευθύφρων άλλο τι φιλεῖται ὑπὸ θεῶν πάντων, ὡς σὸς λόγος; ναί . ᾶρα διὰ τοῦτο, ὅτι ὅσιόν εστιν, δἰ άλλο τι; ούκ, αλλὰ διὰ τοῦτο. διότι άρα ὅσιόν εστιν φιλεῖται, αλλ̓ ουχ ὅτι φιλεῖται, διὰ τοῦτο ὅσιόν εστιν έοικεν αλλὰ μὲν δὴ διότι γε φιλεῖται ὑπὸ θεῶν φιλούμενόν εστι καὶ θεοφιλές πῶς γὰρ ού; ουκ άρα τὸ θεοφιλὲς ὅσιόν εστιν, Ευθύφρων, ουδὲ τὸ ὅσιον θεοφιλές, ὡς σὺ λέγεις, αλλ̓ ἕτερον τοῦτο τούτου. πῶς δή, Σώκρατες; ὅτι ὁμολογοῦμεν τὸ μὲν ὅσιον διὰ τοῦτο φιλεῖσθαι, ὅτι ὅσιόν εστιν, αλλ̓ ου διότι φιλεῖται ὅσιον εῖναι· γάρ; ναί . τὸ δέ γε θεοφιλὲς ὅτι φιλεῖται ὑπὸ θεῶν, αυτῷ τούτῳ τῷ φιλεῖσθαι θεοφιλὲς εῖναι, αλλ̓ ουχ ὅτι θεοφιλές, διὰ τοῦτο φιλεῖσθαι. αληθῆ λέγεις αλλ̓ εί γε ταὐτὸν ῆν, φίλε Ευθύφρων, τὸ θεοφιλὲς καὶ τὸ ὅσιον, ει μὲν διὰ τὸ ὅσιον εῖναι εφιλεῖτο τὸ ὅσιον, καὶ διὰ τὸ θεοφιλὲς εῖναι εφιλεῖτο ὰν τὸ θεοφιλές, ει δὲ διὰ τὸ φιλεῖσθαι ὑπὸ θεῶν τὸ θεοφιλὲς θεοφιλὲς ῆν, καὶ τὸ ὅσιον ὰν διὰ τὸ φιλεῖσθαι ὅσιον ῆν νῦν δὲ ὁρᾷς ὅτι εναντίως έχετον, ὡς παντάπασιν ἑτέρω όντε αλλήλων τὸ μὲν γάρ, ὅτι φιλεῖται, εστὶν οἷον φιλεῖσθαι τὸ δ̓ ὅτι εστὶν οἷον φιλεῖσθαι, διὰ τοῦτο φιλεῖται καὶ κινδυνεύεις, Ευθύφρων, ερωτώμενος τὸ ὅσιον ὅτι ποτ̓ εστίν, τὴν μὲν ουσίαν μοι αυτοῦ ου βούλεσθαι δηλῶσαι, πάθος δέ τι περὶ αυτοῦ λέγειν, ὅτι πέπονθε τοῦτο τὸ ὅσιον, φιλεῖσθαι ὑπὸ πάντων θεῶν ὅτι δὲ όν, ούπω εῖπες ει οῦν σοι φίλον, μή με αποκρύψῃ αλλὰ πάλιν ειπὲ εξ αρχῆς τί ποτε ὸν τὸ ὅσιον είτε φιλεῖται ὑπὸ θεῶν είτε ὁτιδὴ πάσχει - ου γὰρ περὶ τούτου διοισόμεθα - αλλ̓ ειπὲ προθύμως τί εστιν τό τε ὅσιον καὶ τὸ ανόσιον; αλλ̓, Σώκρατες, ουκ έχω έγωγε ὅπως σοι είπω νοῶ περιέρχεται γάρ πως ἡμῖν αεὶ ὰν προθώμεθα καὶ ουκ εθέλει μένειν ὅπου ὰν ἱδρυσώμεθα αυτό τοῦ ἡμετέρου προγόνου, Ευθύφρων, έοικεν εῖναι Δαιδάλου τὰ ὑπὸ σοῦ λεγόμενα καὶ ει μὲν αυτὰ εγὼ έλεγον καὶ ετιθέμην, ίσως άν με επέσκωπτες ὡς άρα καὶ εμοὶ κατὰ τὴν εκείνου συγγένειαν τὰ εν τοῖς λόγοις έργα αποδιδράσκει καὶ ουκ εθέλει μένειν ὅπου άν τις αυτὰ θῇ νῦν δὲ σαὶ γὰρ αἱ ὑποθέσεις εισίν άλλου δή τινος δεῖ σκώμματος ου γὰρ εθέλουσι σοὶ μένειν, ὡς καὶ αυτῷ σοι δοκεῖ εμοὶ δὲ δοκεῖ σχεδόν τι τοῦ αυτοῦ σκώμματος, Σώκρατες, δεῖσθαι τὰ λεγόμενα τὸ γὰρ περιιέναι αυτοῖς τοῦτο καὶ μὴ μένειν εν τῷ αυτῷ ουκ εγώ ειμι εντιθείς, αλλὰ σύ μοι δοκεῖς Δαίδαλος, επεὶ εμοῦ γε ἕνεκα έμενεν ὰν ταῦτα οὕτως κινδυνεύω άρα, ἑταῖρε, εκείνου τοῦ ανδρὸς δεινότερος γεγονέναι τὴν τέχνην τοσούτῳ, ὅσῳ μὲν τὰ αὑτοῦ μόνα εποίει ου μένοντα, εγὼ δὲ πρὸς τοῖς εμαυτοῦ, ὡς έοικε, καὶ τὰ αλλότρια. καὶ δῆτα τοῦτό μοι τῆς τέχνης εστὶ κομψότατον, ὅτι άκων ειμὶ σοφός εβουλόμην γὰρ άν μοι τοὺς λόγους μένειν καὶ ακινήτως ἱδρῦσθαι μᾶλλον πρὸς τῇ Δαιδάλου σοφίᾳ τὰ Ταντάλου χρήματα γενέσθαι καὶ τούτων μὲν ἅδην· επειδὴ δέ μοι δοκεῖς σὺ τρυφᾶν, αυτός σοι συμπροθυμήσομαι δεῖξαι ὅπως άν με διδάξῃς περὶ τοῦ ὁσίου καὶ μὴ προαποκάμῃς ιδὲ γὰρ ει ουκ αναγκαῖόν σοι δοκεῖ δίκαιον εῖναι πᾶν τὸ ὅσιον. έμοιγε . ᾶῤ οῦν καὶ πᾶν τὸ δίκαιον ὅσιον; τὸ μὲν ὅσιον πᾶν δίκαιον, τὸ δὲ δίκαιον ου πᾶν ὅσιον, αλλὰ τὸ μὲν αυτοῦ ὅσιον, τὸ δέ τι καὶ άλλο; ουχ ἕπομαι, Σώκρατες, τοῖς λεγομένοις καὶ μὴν νεώτερός γέ μου εῖ ουκ έλαττον ὅσῳ σοφώτερος· αλλ̓, λέγω, τρυφᾷς ὑπὸ πλούτου τῆς σοφίας αλλ̓, μακάριε, σύντεινε σαυτόν καὶ γὰρ ουδὲ χαλεπὸν κατανοῆσαι λέγω. λέγω γὰρ δὴ τὸ εναντίον ποιητὴς εποίησεν ποιήσας - Ζῆνα δὲ τὸν θ̓ έρξαντα καὶ ὃς τάδε πάντ̓ εφύτευσεν ουκ εθέλει νεικεῖν ἵνα γὰρ δέος ένθα καὶ αιδώς. στασινυς ξψπρια φρ. 20 εγὼ οῦν τούτῳ διαφέρομαι τῷ ποιητῇ είπω σοι ὅπῃ; πάνυ γε. ου δοκεῖ μοι εῖναι ἵνα δέος ένθα καὶ αιδώς πολλοὶ γάρ μοι δοκοῦσι καὶ νόσους καὶ πενίας καὶ άλλα πολλὰ τοιαῦτα δεδιότες δεδιέναι μέν, αιδεῖσθαι δὲ μηδὲν ταῦτα δεδίασιν ου καὶ σοὶ δοκεῖ πάνυ γε. αλλ̓ ἵνα γε αιδὼς ένθα καὶ δέος εῖναι· επεὶ έστιν ὅστις αιδούμενός τι πρᾶγμα καὶ αισχυνόμενος ου πεφόβηταί τε καὶ δέδοικεν ἅμα δόξαν πονηρίας δέδοικε μὲν οῦν ουκ άῤ ορθῶς έχει λέγειν ἵνα γὰρ δέος ένθα καὶ αιδώς, αλλ̓ ἵνα μὲν αιδὼς ένθα καὶ δέος, ου μέντοι ἵνα γε δέος πανταχοῦ αιδώς· επὶ πλέον γὰρ οῖμαι δέος αιδοῦς. μόριον γὰρ αιδὼς δέους ὥσπερ αριθμοῦ περιττόν, ὥστε ουχ ἵναπερ αριθμὸς ένθα καὶ περιττόν, ἵνα δὲ περιττὸν ένθα καὶ αριθμός. ἕπῃ γάρ που νῦν γε πάνυ γε. τὸ τοιοῦτον τοίνυν καὶ εκεῖ λέγων ηρώτων ᾶρα ἵνα δίκαιον ένθα καὶ ὅσιον; ἵνα μὲν ὅσιον ένθα καὶ δίκαιον, ἵνα δὲ δίκαιον ου πανταχοῦ ὅσιον· μόριον γὰρ τοῦ δικαίου τὸ ὅσιον; οὕτω φῶμεν άλλως σοι δοκεῖ ούκ, αλλ̓ οὕτω. φαίνῃ γάρ μοι ορθῶς λέγειν ὅρα δὴ τὸ μετὰ τοῦτο ει γὰρ μέρος τὸ ὅσιον τοῦ δικαίου, δεῖ δὴ ἡμᾶς, ὡς έοικεν, εξευρεῖν τὸ ποῖον μέρος ὰν είη τοῦ δικαίου τὸ ὅσιον. ει μὲν οῦν σύ με ηρώτας τι τῶν νυνδή, οἷον ποῖον μέρος εστὶν αριθμοῦ τὸ άρτιον καὶ τίς ὼν τυγχάνει οὗτος αριθμός, εῖπον ὰν ὅτι ὃς ὰν μὴ σκαληνὸς αλλ̓ ισοσκελής· ου δοκεῖ σοι έμοιγε . πειρῶ δὴ καὶ σὺ εμὲ οὕτω διδάξαι τὸ ποῖον μέρος τοῦ δικαίου ὅσιόν εστιν, ἵνα καὶ Μελήτῳ λέγωμεν μηκέθ̓ ἡμᾶς αδικεῖν μηδὲ ασεβείας γράφεσθαι, ὡς ἱκανῶς ήδη παρὰ σοῦ μεμαθηκότας τά τε ευσεβῆ καὶ ὅσια καὶ τὰ μή τοῦτο τοίνυν έμοιγε δοκεῖ, Σώκρατες, τὸ μέρος τοῦ δικαίου εῖναι ευσεβές τε καὶ ὅσιον, τὸ περὶ τὴν τῶν θεῶν θεραπείαν, τὸ δὲ περὶ τὴν τῶν ανθρώπων τὸ λοιπὸν εῖναι τοῦ δικαίου μέρος. καὶ καλῶς γέ μοι, Ευθύφρων, φαίνῃ λέγειν, αλλὰ σμικροῦ τινος έτι ενδεής ειμι τὴν γὰρ θεραπείαν ούπω συνίημι ἥντινα ονομάζεις ου γάρ που λέγεις γε, οἷαίπερ καὶ αἱ περὶ τὰ άλλα θεραπεῖαί εισιν, τοιαύτην καὶ περὶ θεούς - λέγομεν γάρ που - οἷόν φαμεν ἵππους ου πᾶς επίσταται θεραπεύειν αλλὰ ἱππικός· γάρ; πάνυ γε. γάρ που ἱππικὴ ἵππων θεραπεία. ναί . ουδέ γε κύνας πᾶς επίσταται θεραπεύειν αλλὰ κυνηγετικός οὕτω . γάρ που κυνηγετικὴ κυνῶν θεραπεία. ναί . δέ γε βοηλατικὴ βοῶν. πάνυ γε. δὲ δὴ ὁσιότης τε καὶ ευσέβεια θεῶν, Ευθύφρων; οὕτω λέγεις έγωγε . ουκοῦν θεραπεία γε πᾶσα ταὐτὸν διαπράττεται οἷον τοιόνδε· επ̓ αγαθῷ τινί εστι καὶ ωφελίᾳ τοῦ θεραπευομένου, ὥσπερ ὁρᾷς δὴ ὅτι οἱ ἵπποι ὑπὸ τῆς ἱππικῆς θεραπευόμενοι ωφελοῦνται καὶ βελτίους γίγνονται ου δοκοῦσί σοι έμοιγε . καὶ οἱ κύνες γέ που ὑπὸ τῆς κυνηγετικῆς, καὶ οἱ βόες ὑπὸ τῆς βοηλατικῆς, καὶ τἆλλα πάντα ὡσαύτως· επὶ βλάβῃ οίει τοῦ θεραπευομένου τὴν θεραπείαν εῖναι μὰ Δί̓ ουκ έγωγε. αλλ̓ επ̓ ωφελίᾳ; πῶς δ̓ ού; οῦν καὶ ὁσιότης θεραπεία οῦσα θεῶν ωφελία τέ εστι θεῶν καὶ βελτίους τοὺς θεοὺς ποιεῖ καὶ σὺ τοῦτο συγχωρήσαις άν, ὡς επειδάν τι ὅσιον ποιῇς, βελτίω τινὰ τῶν θεῶν απεργάζῃ μὰ Δί̓ ουκ έγωγε. ουδὲ γὰρ εγώ, Ευθύφρων, οῖμαί σε τοῦτο λέγειν - πολλοῦ καὶ δέω - αλλὰ τούτου δὴ ἕνεκα καὶ ανηρόμην τίνα ποτὲ λέγοις τὴν θεραπείαν τῶν θεῶν, ουχ ἡγούμενός σε τοιαύτην λέγειν. καὶ ορθῶς γε, Σώκρατες· ου γὰρ τοιαύτην λέγω εῖεν αλλὰ τίς δὴ θεῶν θεραπεία είη ὰν ὁσιότης ἥνπερ, Σώκρατες, οἱ δοῦλοι τοὺς δεσπότας θεραπεύουσιν. μανθάνω ὑπηρετική τις άν, ὡς έοικεν, είη θεοῖς πάνυ μὲν οῦν. έχοις ὰν οῦν ειπεῖν ιατροῖς ὑπηρετικὴ εις τίνος έργου απεργασίαν τυγχάνει οῦσα ὑπηρετική ουκ εις ὑγιείας οίει; έγωγε . τί δὲ ναυπηγοῖς ὑπηρετική; εις τίνος έργου απεργασίαν ὑπηρετική εστιν δῆλον ὅτι, Σώκρατες, εις πλοίου. καὶ οικοδόμοις γέ που εις οικίας; ναί . ειπὲ δή, άριστε δὲ θεοῖς ὑπηρετικὴ εις τίνος έργου απεργασίαν ὑπηρετικὴ ὰν είη δῆλον γὰρ ὅτι σὺ οῖσθα, επειδήπερ τά γε θεῖα κάλλιστα φῂς ειδέναι ανθρώπων. καὶ αληθῆ γε λέγω, Σώκρατες ειπὲ δὴ πρὸς Διὸς τί ποτέ εστιν εκεῖνο τὸ πάγκαλον έργον οἱ θεοὶ απεργάζονται ἡμῖν ὑπηρέταις χρώμενοι πολλὰ καὶ καλά, Σώκρατες. καὶ γὰρ οἱ στρατηγοί, φίλε· αλλ̓ ὅμως τὸ κεφάλαιον αυτῶν ῥᾳδίως ὰν είποις, ὅτι νίκην εν τῷ πολέμῳ απεργάζονται ού; πῶς δ̓ ού; πολλὰ δέ γ̓, οῖμαι, καὶ καλὰ καὶ οἱ γεωργοί· αλλ̓ ὅμως τὸ κεφάλαιον αυτῶν εστιν τῆς απεργασίας εκ τῆς γῆς τροφή πάνυ γε. τί δὲ δὴ τῶν πολλῶν καὶ καλῶν οἱ θεοὶ απεργάζονται; τί τὸ κεφάλαιόν εστι τῆς εργασίας καὶ ολίγον σοι πρότερον εῖπον, Σώκρατες, ὅτι πλείονος έργου εστὶν ακριβῶς πάντα ταῦτα ὡς έχει μαθεῖν τόδε μέντοι σοι ἁπλῶς λέγω, ὅτι εὰν μὲν κεχαρισμένα τις επίστηται τοῖς θεοῖς λέγειν τε καὶ πράττειν ευχόμενός τε καὶ θύων, ταῦτ̓ έστι τὰ ὅσια, καὶ σῴζει τὰ τοιαῦτα τούς τε ιδίους οίκους καὶ τὰ κοινὰ τῶν πόλεων τὰ δ̓ εναντία τῶν κεχαρισμένων ασεβῆ, δὴ καὶ ανατρέπει ἅπαντα καὶ απόλλυσιν. πολύ μοι διὰ βραχυτέρων, Ευθύφρων, ει εβούλου, εῖπες ὰν τὸ κεφάλαιον ὧν ηρώτων αλλὰ γὰρ ου πρόθυμός με εῖ διδάξαι - δῆλος εῖ καὶ γὰρ νῦν επειδὴ επ̓ αυτῷ ῆσθα απετράπου, ει απεκρίνω, ἱκανῶς ὰν ήδη παρὰ σοῦ τὴν ὁσιότητα εμεμαθήκη νῦν δὲ ανάγκη γὰρ τὸν ερῶντα τῷ ερωμένῳ ακολουθεῖν ὅπῃ ὰν εκεῖνος ὑπάγῃ, τί δὴ αῦ λέγεις τὸ ὅσιον εῖναι καὶ τὴν ὁσιότητα; ουχὶ επιστήμην τινὰ τοῦ θύειν τε καὶ εύχεσθαι; έγωγε . ουκοῦν τὸ θύειν δωρεῖσθαί εστι τοῖς θεοῖς, τὸ δ̓ εύχεσθαι αιτεῖν τοὺς θεούς; καὶ μάλα, Σώκρατες. επιστήμη άρα αιτήσεως καὶ δόσεως θεοῖς ὁσιότης ὰν είη εκ τούτου τοῦ λόγου πάνυ καλῶς, Σώκρατες, συνῆκας εῖπον επιθυμητὴς γάρ ειμι, φίλε, τῆς σῆς σοφίας καὶ προσέχω τὸν νοῦν αυτῇ, ὥστε ου χαμαὶ πεσεῖται ὅτι ὰν είπῃς αλλά μοι λέξον τίς αὕτη ὑπηρεσία εστὶ τοῖς θεοῖς αιτεῖν τε φῂς αυτοὺς καὶ διδόναι εκείνοις έγωγε . ᾶῤ οῦν ου τό γε ορθῶς αιτεῖν ὰν είη ὧν δεόμεθα παῤ εκείνων, ταῦτα αυτοὺς αιτεῖν αλλὰ τί; καὶ αῦ τὸ διδόναι ορθῶς, ὧν εκεῖνοι τυγχάνουσιν δεόμενοι παῤ ἡμῶν, ταῦτα εκείνοις αῦ αντιδωρεῖσθαι; ου γάρ που τεχνικόν γ̓ ὰν είη δωροφορεῖν διδόντα τῳ ταῦτα ὧν ουδὲν δεῖται αληθῆ λέγεις, Σώκρατες εμπορικὴ άρα τις ὰν είη, Ευθύφρων, τέχνη ὁσιότης θεοῖς καὶ ανθρώποις παῤ αλλήλων εμπορική, ει οὕτως ἥδιόν σοι ονομάζειν. αλλ̓ ουδὲν ἥδιον έμοιγε, ει μὴ τυγχάνει αληθὲς όν. φράσον δέ μοι, τίς ωφελία τοῖς θεοῖς τυγχάνει οῦσα απὸ τῶν δώρων ὧν παῤ ἡμῶν λαμβάνουσιν μὲν γὰρ διδόασι παντὶ δῆλον· ουδὲν γὰρ ἡμῖν εστιν αγαθὸν ὅτι ὰν μὴ εκεῖνοι δῶσιν δὲ παῤ ἡμῶν λαμβάνουσιν, τί ωφελοῦνται τοσοῦτον αυτῶν πλεονεκτοῦμεν κατὰ τὴν εμπορίαν, ὥστε πάντα τὰ αγαθὰ παῤ αυτῶν λαμβάνομεν, εκεῖνοι δὲ παῤ ἡμῶν ουδέν; αλλ̓ οίει, Σώκρατες, τοὺς θεοὺς ωφελεῖσθαι απὸ τούτων παῤ ἡμῶν λαμβάνουσιν αλλὰ τί δήποτ̓ ὰν είη ταῦτα, Ευθύφρων, τὰ παῤ ἡμῶν δῶρα τοῖς θεοῖς τί δ̓ οίει άλλο τιμή τε καὶ γέρα καί, ὅπερ εγὼ άρτι έλεγον, χάρις κεχαρισμένον άρα εστίν, Ευθύφρων, τὸ ὅσιον, αλλ̓ ουχὶ ωφέλιμον ουδὲ φίλον τοῖς θεοῖς οῖμαι έγωγε πάντων γε μάλιστα φίλον. τοῦτο άῤ εστὶν αῦ, ὡς έοικε, τὸ ὅσιον, τὸ τοῖς θεοῖς φίλον μάλιστά γε. θαυμάσῃ οῦν ταῦτα λέγων εάν σοι οἱ λόγοι φαίνωνται μὴ μένοντες αλλὰ βαδίζοντες, καὶ εμὲ αιτιάσῃ τὸν Δαίδαλον βαδίζοντας αυτοὺς ποιεῖν, αυτὸς ὼν πολύ γε τεχνικώτερος τοῦ Δαιδάλου καὶ κύκλῳ περιιόντα ποιῶν ουκ αισθάνῃ ὅτι λόγος ἡμῖν περιελθὼν πάλιν εις ταὐτὸν ἥκει μέμνησαι γάρ που ὅτι εν τῷ πρόσθεν τό τε ὅσιον καὶ τὸ θεοφιλὲς ου ταὐτὸν ἡμῖν εφάνη αλλ̓ ἕτερα αλλήλων ου μέμνησαι έγωγε . νῦν οῦν ουκ εννοεῖς ὅτι τὸ τοῖς θεοῖς φίλον φῂς ὅσιον εῖναι τοῦτο δ̓ άλλο τι θεοφιλὲς γίγνεται ού; πάνυ γε. ουκοῦν άρτι ου καλῶς ὡμολογοῦμεν, ει τότε καλῶς, νῦν ουκ ορθῶς τιθέμεθα. έοικεν εξ αρχῆς άρα ἡμῖν πάλιν σκεπτέον τί εστι τὸ ὅσιον, ὡς εγὼ πρὶν ὰν μάθω ἑκὼν εῖναι ουκ αποδειλιάσω αλλὰ μή με ατιμάσῃς αλλὰ παντὶ τρόπῳ προσσχὼν τὸν νοῦν ὅτι μάλιστα νῦν ειπὲ τὴν αλήθειαν οῖσθα γὰρ είπερ τις άλλος ανθρώπων, καὶ ουκ αφετέος εῖ ὥσπερ Πρωτεὺς πρὶν ὰν είπῃς. ει γὰρ μὴ ῄδησθα σαφῶς τό τε ὅσιον καὶ τὸ ανόσιον, ουκ έστιν ὅπως άν ποτε επεχείρησας ὑπὲρ ανδρὸς θητὸς άνδρα πρεσβύτην πατέρα διωκάθειν φόνου, αλλὰ καὶ τοὺς θεοὺς ὰν έδεισας παρακινδυνεύειν μὴ ουκ ορθῶς αυτὸ ποιήσοις, καὶ τοὺς ανθρώπους ῃσχύνθης νῦν δὲ εῦ οῖδα ὅτι σαφῶς οίει ειδέναι τό τε ὅσιον καὶ μή. ειπὲ οῦν, βέλτιστε Ευθύφρων, καὶ μὴ αποκρύψῃ ὅτι αυτὸ ἡγῇ εις αῦθις τοίνυν, Σώκρατες νῦν γὰρ σπεύδω ποι, καί μοι ὥρα απιέναι. οἷα ποιεῖς, ἑταῖρε απ̓ ελπίδος με καταβαλὼν μεγάλης απέρχῃ ἣν εῖχον, ὡς παρὰ σοῦ μαθὼν τά τε ὅσια καὶ μὴ καὶ τῆς πρὸς Μέλητον γραφῆς απαλλάξομαι, ενδειξάμενος εκείνῳ ὅτι σοφὸς ήδη παῤ Ευθύφρονος τὰ θεῖα γέγονα καὶ ὅτι ουκέτι υπ̓ αγνοίας αυτοσχεδιάζω ουδὲ καινοτομῶ περὶ αυτά, καὶ δὴ καὶ τὸν άλλον βίον ὅτι άμεινον βιωσοίμην.