Aeschylus
Eumenides — Εὐμενίδες
Πυθιάς
[1]πρῶτον μὲν ευχῇ τῇδε πρεσβεύω θεῶν τὴν πρωτόμαντιν Γαῖαν
εκ δὲ τῆς Θέμιν, ἣ δὴ τὸ μητρὸς δευτέρα τόδ̓ ἕζετο μαντεῖον, ὡς λόγος τις·
εν δὲ τῷ τρίτῳ λάχει, θελούσης, ου δὲ πρὸς βίαν τινός, Τιτανὶς άλλη παῖς Χθονὸς καθέζετο, Φοίβη
δίδωσι δ̓ ἣ γενέθλιον δόσιν Φοίβῳ
τὸ Φοίβης δ̓ όνομ̓ έχει παρώνυμον
λιπὼν δὲ λίμνην Δηλίαν τε χοιράδα, κέλσας επ̓ ακτὰς ναυπόρους τὰς Παλλάδος, ες τήνδε γαῖαν ῆλθε Παρνησοῦ θ̓ ἕδρας
πέμπουσι δ̓ αυτὸν καὶ σεβίζουσιν μέγα κελευθοποιοὶ παῖδες Ἡφαίστου, χθόνα ανήμερον τιθέντες ἡμερωμένην
μολόντα δ̓ αυτὸν κάρτα τιμαλφεῖ λεώς, Δελφός τε χώρας τῆσδε πρυμνήτης άναξ.
τέχνης δέ νιν Ζεὺς ένθεον κτίσας φρένα ἵζει τέταρτον τοῖσδε μάντιν εν θρόνοις
Διὸς προφήτης δ̓ εστὶ Λοξίας πατρός
τούτους εν ευχαῖς φροιμιάζομαι θεούς
Παλλὰς προναία δ̓ εν λόγοις πρεσβεύεται
σέβω δὲ νύμφας, ένθα Κωρυκὶς πέτρα κοίλη, φίλορνις, δαιμόνων αναστροφή·
Βρόμιος έχει τὸν χῶρον, ου δ̓ αμνημονῶ, εξ οὗτε Βάκχαις εστρατήγησεν θεός, λαγὼ δίκην Πενθεῖ καταρράψας μόρον
Πλειστοῦ τε πηγὰς καὶ Ποσειδῶνος κράτος καλοῦσα καὶ τέλειον ὕψιστον Δία, έπειτα μάντις ες θρόνους καθιζάνω
καὶ νῦν τυχεῖν με τῶν πρὶν εισόδων μακρῷ άριστα δοῖεν
κεἰ παῤ Ἑλλήνων τινές, ίτων πάλῳ λαχόντες, ὡς νομίζεται
μαντεύομαι γὰρ ὡς ὰν ἡγῆται θεός
Πυθιάς
[34]ῆ δεινὰ λέξαι, δεινὰ δ̓ οφθαλμοῖς δρακεῖν, πάλιν μ̓ έπεμψεν εκ δόμων τῶν Λοξίου, ὡς μήτε σωκεῖν μήτε μ̓ ακταίνειν βάσιν, τρέχω δὲ χερσίν, ου ποδωκείᾳ σκελῶν
δείσασα γὰρ γραῦς ουδέν, αντίπαις μὲν οῦν.
εγὼ μὲν ἕρπω πρὸς πολυστεφῆ μυχόν
ὁρῶ δ̓ επ̓ ομφαλῷ μὲν άνδρα θεομυσῆ ἕδραν έχοντα προστρόπαιον, αἵματι στάζοντα χεῖρας καὶ νεοσπαδὲς ξίφος έχοντ̓ ελαίας θ̓ ὑψιγέννητον κλάδον, λήνει μεγίστῳ σωφρόνως εστεμμένον, αργῆτι μαλλῷ
τῇδε γὰρ τρανῶς ερῶ
πρόσθεν δὲ τἀνδρὸς τοῦδε θαυμαστὸς λόχος εὕδει γυναικῶν εν θρόνοισιν ἥμενος
ούτοι γυναῖκας, αλλὰ Γοργόνας λέγω, ου δ̓ αῦτε Γοργείοισιν εικάσω τύποις
εῖδόν ποτ̓ ήδη Φινέως γεγραμμένας δεῖπνον φερούσας
άπτεροί γε μὴν ιδεῖν αὗται, μέλαιναι δ̓ ες τὸ πᾶν βδελύκτροποι·
ῥέγκουσι δ̓ ου πλατοῖσι φυσιάμασιν
εκ δ̓ ομμάτων λείβουσι δυσφιλῆ λίβα
καὶ κόσμος ού τε πρὸς θεῶν αγάλματα φέρειν δίκαιος ού τ̓ ες ανθρώπων στέγας.
τὸ φῦλον ουκ όπωπα τῆσδ̓ ὁμιλίας ου δ̓ ἥτις αῖα τοῦτ̓ επεύχεται γένος τρέφουσ̓ ανατεὶ μὴ μεταστένειν πόνον
τἀντεῦθεν ήδη τῶνδε δεσπότῃ δόμων αυτῷ μελέσθω Λοξίᾳ μεγασθενεῖ.
ιατρόμαντις δ̓ εστὶ καὶ τερασκόπος καὶ τοῖσιν άλλοις δωμάτων καθάρσιος.
Ἀπόλλων
[64]ούτοι προδώσω
διὰ τέλους δέ σοι φύλαξ εγγὺς παρεστὼς καὶ πρόσω δ̓ αποστατῶν εχθροῖσι τοῖς σοῖς ου γενήσομαι πέπων
καὶ νῦν ἁλούσας τάσδε τὰς μάργους ὁρᾷς
ὕπνῳ πεσοῦσαι δ̓ αἱ κατάπτυστοι κόραι, γραῖαι παλαιαὶ παῖδες, αἷς ου μείγνυται θεῶν τις ου δ̓ άνθρωπος ου δὲ θήρ ποτε.
κακῶν δ̓ ἕκατι κἀγένοντ̓, επεὶ κακὸν σκότον νέμονται Τάρταρόν θ̓ ὑπὸ χθονός, μισήματ̓ ανδρῶν καὶ θεῶν Ολυμπίων
ὅμως δὲ φεῦγε μη δὲ μαλθακὸς γένῃ
ελῶσι γάρ σε καὶ δἰ ηπείρου μακρᾶς βιβῶντ̓ αν̓ αιεὶ τὴν πλανοστιβῆ χθόνα ὑπέρ τε πόντον καὶ περιρρύτας πόλεις
καὶ μὴ πρόκαμνε τόνδε βουκολούμενος πόνον
μολὼν δὲ Παλλάδος ποτὶ πτόλιν ἵζου παλαιὸν άγκαθεν λαβὼν βρέτας
κἀκεῖ δικαστὰς τῶνδε καὶ θελκτηρίους μύθους έχοντες μηχανὰς εὑρήσομεν, ώστ̓ ες τὸ πᾶν σε τῶνδ̓ απαλλάξαι πόνων
καὶ γὰρ κτανεῖν σ̓ έπεισα μητρῷον δέμας
άναξ Άπολλον, οῖσθα μὲν τὸ μὴ δικεῖν
επεὶ δ̓ επίστᾳ, καὶ τὸ μὴ μελεῖν μάθε
σθένος δὲ ποιεῖν εῦ φερέγγυον τὸ σόν.
μέμνησο, μὴ φόβος σε νικάτω φρένας
σὺ δ̓, αυτάδελφον αἷμα καὶ κοινοῦ πατρός, Ἑρμῆ, φύλασσε
κάρτα δ̓ ὼν επώνυμος πομπαῖος ίσθι, τόνδε ποιμαίνων εμὸν ἱκέτην - σέβει τοι Ζεὺς τόδ̓ εκνόμων σέβας - ὁρμώμενον βροτοῖσιν ευπόμπῳ τύχῃ
Κλυταιμήστρας Εἴδωλον
[94]εύδοιτ̓ άν, ωή, καὶ καθευδουσῶν τί δεῖ
εγὼ δ̓ υφ̓ ὑμῶν ῶδ̓ απητιμασμένη άλλοισιν εν νεκροῖσιν, ὧν μὲν έκτανον όνειδος εν φθιτοῖσιν ουκ εκλείπεται, αισχρῶς δ̓ αλῶμαι·
προυννέπω δ̓ ὑμῖν ὅτι έχω μεγίστην αιτίαν κείνων ὕπο
παθοῦσα δ̓ οὕτω δεινὰ πρὸς τῶν φιλτάτων, ουδεὶς ὑπέρ μου δαιμόνων μηνίεται, κατασφαγείσης πρὸς χερῶν μητροκτόνων.
ὁρᾶτε πληγὰς τάσδε καρδίας ὅθεν.
εὕδουσα γὰρ φρὴν όμμασιν λαμπρύνεται, εν ἡμέρᾳ δὲ μοῖῤ απρόσκοπος βροτῶν.
ῆ πολλὰ μὲν δὴ τῶν εμῶν ελείξατε, χοάς τ̓ αοίνους, νηφάλια μειλίγματα, καὶ νυκτίσεμνα δεῖπν̓ επ̓ εσχάρᾳ πυρὸς έθυον, ὥραν ουδενὸς κοινὴν θεῶν
καὶ πάντα ταῦτα λὰξ ὁρῶ πατούμενα
ὁ δ̓ εξαλύξας οίχεται νεβροῦ δίκην, καὶ ταῦτα κούφως εκ μέσων αρκυστάτων ώρουσεν ὑμῖν εγκατιλλώψας μέγα
ακούσαθ̓ ὡς έλεξα τῆς εμῆς περὶ ψυχῆς, φρονήσατ̓, ῶ κατὰ χθονὸς θεαί
όναρ γὰρ ὑμᾶς νῦν Κλυταιμήστρα καλῶ
[
μυγμός
.
] μύζοιτ̓ άν, ἁνὴρ δ̓ οίχεται φεύγων πρόσω
φίλοι γάρ εισιν ουκ εμοῖς προσεικότες
[
μυγμός
.
] άγαν ὑπνώσσεις κοὐ κατοικτίζεις πάθος
φονεὺς δ̓ Ορέστης τῆσδε μητρὸς οίχεται.
[
ωγμός
.
] ῴζεις, ὑπνώσσεις
ουκ αναστήσῃ τάχος
τί σοι πέπρωται πρᾶγμα πλὴν τεύχειν κακά
[
ωγμός
.
] ὕπνος πόνος τε κύριοι συνωμόται δεινῆς δρακαίνης εξεκήραναν μένος.
[μυγμὸς διπλοῦς οξύς.
] λαβὲ λαβὲ λαβὲ λαβέ, φράζου
Κλυταιμήστρας Εἴδωλον
[131]όναρ διώκεις θῆρα, κλαγγαίνεις δ̓ ἅπερ κύων μέριμναν ούποτ̓ εκλείπων πόνου.
τί δρᾷς
ανίστω, μή σε νικάτω πόνος, μη δ̓ αγνοήσῃς πῆμα μαλθαχθεῖσ̓ ὕπνῳ
άλγησον ἧπαρ ενδίκοις ονείδεσιν
τοῖς σώφροσιν γὰρ αντίκεντρα γίγνεται
σὺ δ̓ αἱματηρὸν πνεῦμ̓ επουρίσασα τῷ, ατμῷ κατισχναίνουσα, νηδύος πυρί, ἕπου, μάραινε δευτέροις διώγμασιν
έγειῤ, έγειρε καὶ σὺ τήνδ̓, εγὼ δὲ σέ.
εὕδεις
ανίστω, κἀπολακτίσασ̓ ὕπνον, ιδώμεθ̓ εί τι τοῦδε φροιμίου ματᾷ
Χορός
[143]ιοὺ ιοὺ πύπαξ.
επάθομεν, φίλαι,
ῆ πολλὰ δὴ παθοῦσα καὶ μάτην εγώ, -
επάθομεν πάθος δυσαχές, ῶ πόποι, άφερτον κακόν
εξ αρκύων πέπτωκεν οίχεταί θ̓ ὁ θήρ
- ὕπνῳ κρατηθεῖσ̓ άγραν ώλεσα
Χορός
[149]ιὼ παῖ Διός, επίκλοπος πέλῃ, - νέος δὲ γραίας δαίμονας καθιππάσω, - τὸν ἱκέταν σέβων, άθεον άνδρα καὶ τοκεῦσιν πικρόν
τὸν μητραλοίαν δ̓ εξέκλεψας ὼν θεός
- τί τῶνδ̓ ερεῖ τις δικαίως έχειν
Χορός
[155]εμοὶ δ̓ όνειδος εξ ονειράτων μολὸν έτυψεν δίκαν διφρηλάτου μεσολαβεῖ κέντρῳ ὑπὸ φρένας, ὑπὸ λοβόν
- πάρεστι μαστίκτορος δαΐου δαμίου βαρὺ τὸ περίβαρυ κρύος έχειν
Χορός
[162]τοιαῦτα δρῶσιν οἱ νεώτεροι θεοί, κρατοῦντες τὸ πᾶν δίκας πλέον φονολιβῆ θρόνον περὶ πόδα, περὶ κάρα
- πάρεστι γᾶς ομφαλὸν προσδρακεῖν αἱμάτων βλοσυρὸν αρόμενον άγος έχειν
Χορός
[169]εφεστίῳ δὲ μάντις ὼν μιάσματι μυχὸν εχράνατ̓ αυτόσσυτος, αυτόκλητος, παρὰ νόμον θεῶν βρότεα μὲν τίων, παλαιγενεῖς δὲ μοίρας φθίσας
Χορός
[174]κἀμοί γε λυπρός, καὶ τὸν ουκ εκλύσεται, ὑπό τε γᾶν φυγὼν ού ποτ̓ ελευθεροῦται.
ποτιτρόπαιος ὼν δ̓ ἕτερον εν κάρᾳ μιάστοῤ εκ γένους πάσεται
Ἀπόλλων
[178]έξω, κελεύω, τῶνδε δωμάτων τάχος χωρεῖτ̓, απαλλάσσεσθε μαντικῶν μυχῶν, μὴ καὶ λαβοῦσα πτηνὸν αργηστὴν όφιν, χρυσηλάτου θώμιγγος εξορμώμενον, ανῇς υπ̓ άλγους μέλαν̓ απ̓ ανθρώπων αφρόν, εμοῦσα θρόμβους οὓς αφείλκυσας φόνου
ούτοι δόμοισι τοῖσδε χρίμπτεσθαι πρέπει
αλλ̓ οὗ καρανιστῆρες οφθαλμωρύχοι δίκαι σφαγαί τε σπέρματός τ̓ αποφθορᾷ παίδων κακοῦται χλοῦνις, ηδ̓ ακρωνία, λευσμός τε, καὶ μύζουσιν οικτισμὸν πολὺν ὑπὸ ῥάχιν παγέντες.
ᾶῤ ακούετε οἵας ἑορτῆς έστ̓ απόπτυστοι θεοῖς στέργηθῤ έχουσαι
πᾶς δ̓ ὑφηγεῖται τρόπος μορφῆς
λέοντος άντρον αἱματορρόφου οικεῖν τοιαύτας εικός, ου χρηστηρίοις εν τοῖσδε πλησίοισι τρίβεσθαι μύσος.
χωρεῖτ̓ άνευ βοτῆρος αιπολούμεναι
ποίμνης τοιαύτης δ̓ ούτις ευφιλὴς θεῶν.
άναξ Άπολλον, αντάκουσον εν μέρει
αυτὸς σὺ τούτων ου μεταίτιος πέλῃ, αλλ̓ εἷς τὸ πᾶν έπραξας ὼν παναίτιος
πῶς δή;
τοσοῦτο μῆκος έκτεινον λόγου
έχρησας ὥστε τὸν ξένον μητροκτονεῖν
έχρησα ποινὰς τοῦ πατρὸς πρᾶξαι
τί μήν;
κἄπειθ̓ ὑπέστης αἵματος δέκτωρ νέου
καὶ προστραπέσθαι τούσδ̓ επέστελλον δόμους
καὶ τὰς προπομποὺς δῆτα τάσδε λοιδορεῖς
ου γὰρ δόμοισι τοῖσδε πρόσφορον μολεῖν.
αλλ̓ έστιν ἡμῖν τοῦτο προστεταγμένον
τίς ἥδε τιμή;
κόμπασον γέρας καλόν
τοὺς μητραλοίας εκ δόμων ελαύνομεν
τί γὰρ γυναικὸς ἥτις άνδρα νοσφίσῃ;
ουκ ὰν γένοιθ̓ ὅμαιμος αυθέντης φόνος
Ἀπόλλων
[213]ῆ κάρτ̓ άτιμα καὶ παῤ ουδὲν ειργάσω Ἥρας τελείας καὶ Διὸς πιστώματα
Κύπρις δ̓ άτιμος τῷδ̓ απέρριπται λόγῳ, ὅθεν βροτοῖσι γίγνεται τὰ φίλτατα
ευνὴ γὰρ ανδρὶ καὶ γυναικὶ μόρσιμος ὅρκου στὶ μείζων τῇ δίκῃ φρουρουμένη
ει τοῖσιν οῦν κτείνουσιν αλλήλους χαλᾷς τὸ μὴ τίνεσθαι μη δ̓ εποπτεύειν κότῳ, ού φημ̓ Ορέστην σ̓ ενδίκως ανδρηλατεῖν
τὰ μὲν γὰρ οῖδα κάρτα σ̓ ενθυμουμένην, τὰ δ̓ εμφανῶς πράσσουσαν ἡσυχαιτέραν
δίκας δὲ Παλλὰς τῶνδ̓ εποπτεύσει θεά
τὸν άνδῤ εκεῖνον ού τι μὴ λίπω ποτέ
σὺ δ̓ οῦν δίωκε καὶ πόνον πλείω τίθου
τιμὰς σὺ μὴ σύντεμνε τὰς εμὰς λόγῳ
ου δ̓ ὰν δεχοίμην ώστ̓ έχειν τιμὰς σέθεν
μέγας γὰρ έμπας πὰρ Διὸς θρόνοις λέγῃ
εγὼ δ̓, άγει γὰρ αἷμα μητρῷον, δίκας μέτειμι τόνδε φῶτα κἀκκυνηγετῶ.
εγὼ δ̓ αρήξω τὸν ἱκέτην τε ῥύσομαι
δεινὴ γὰρ εν βροτοῖσι κἀν θεοῖς πέλει τοῦ προστροπαίου μῆνις, ει προδῶ σφ̓ ἑκών
άνασσ̓ Αθάνα, Λοξίου κελεύμασιν ἥκω, δέχου δὲ πρευμενῶς αλάστορα, ου προστρόπαιον ου δ̓ αφοίβαντον χέρα, αλλ̓ αμβλὺς ήδη προστετριμμένος τε πρὸς άλλοισιν οίκοις καὶ πορεύμασιν βροτῶν.
ὅμοια χέρσον καὶ θάλασσαν εκπερῶν, σῴζων εφετμὰς Λοξίου χρηστηρίους, πρόσειμι δῶμα καὶ βρέτας τὸ σόν, θεά
αυτοῦ φυλάσσων αναμένω τέλος δίκης
εῖεν
·
τόδ̓ εστὶ τἀνδρὸς εκφανὲς τέκμαρ
ἕπου δὲ μηνυτῆρος αφθέγκτου φραδαῖς
τετραυματισμένον γὰρ ὡς κύων νεβρὸν πρὸς αἷμα καὶ σταλαγμὸν εκματεύομεν.
πολλοῖς δὲ μόχθοις ανδροκμῆσι φυσιᾷ σπλάγχνον
χθονὸς γὰρ πᾶς πεποίμανται τόπος, ὑπέρ τε πόντον απτέροις ποτήμασιν ῆλθον διώκουσ̓, ουδὲν ὑστέρα νεώς
καὶ νῦν όδ̓ ενθάδ̓ εστί που καταπτακών
οσμὴ βροτείων αἱμάτων με προσγελᾷ
[254]ὅρα ὅρα μάλ̓ αῦ, λεύσσετε πάντα, μὴ λάθῃ φύγδα βὰς [ὁ] ματροφόνος ατίτας
ὁ δ̓ αῦτέ γ̓ [οὖν] αλκὰν έχων περὶ βρέτει πλεχθεὶς θεᾶς αμβρότου ὑπόδικος θέλει γενέσθαι χρεῶν
τὸ δ̓ ου πάρεστιν
αἷμα μητρῷον χαμαὶ δυσαγκόμιστον, παπαῖ, τὸ διερὸν πέδοι χύμενον οίχεται.
αλλ̓ αντιδοῦναι δεῖ σ̓ απὸ ζῶντος ῥοφεῖν ερυθρὸν εκ μελέων πέλανον
απὸ δὲ σοῦ φεροίμαν βοσκὰν πώματος δυσπότου
καὶ ζῶντά σ̓ ισχνάνασ̓ απάξομαι κάτω, αντίποιν̓ ὡς τίνῃς ματροφόνου δύας
όψει δὲ κεἴ τις άλλος ήλιτεν βροτῶν ὴ θεὸν ὴ ξένον τιν̓ ασεβῶν ? ὴ τοκέας φίλους, έχονθ̓ ἕκαστον τῆς δίκης επάξια
μέγας γὰρ Ἅιδης εστὶν εύθυνος βροτῶν ένερθε χθονός, δελτογράφῳ δὲ πάντ̓ επωπᾷ φρενί
Ὀρέστης
[276]εγὼ διδαχθεὶς εν κακοῖς επίσταμαι πολλοὺς καθαρμούς, καὶ λέγειν ὅπου δίκη σιγᾶν θ̓ ὁμοίως·
εν δὲ τῷδε πράγματι φωνεῖν ετάχθην πρὸς σοφοῦ διδασκάλου
βρίζει γὰρ αἷμα καὶ μαραίνεται χερός, μητροκτόνον μίασμα δ̓ έκπλυτον πέλει
ποταίνιον γὰρ ὸν πρὸς ἑστίᾳ θεοῦ Φοίβου καθαρμοῖς ηλάθη χοιροκτόνοις
πολὺς δέ μοι γένοιτ̓ ὰν εξ αρχῆς λόγος, ὅσοις προσῆλθον αβλαβεῖ ξυνουσίᾳ
[χρόνος καθαιρεῖ πάντα γηράσκων ὁμοῦ
] καὶ νῦν αφ̓ ἁγνοῦ στόματος ευφήμως καλῶ χώρας άνασσαν τῆσδ̓ Αθηναίαν εμοὶ μολεῖν αρωγόν
κτήσεται δ̓ άνευ δορὸς αυτόν τε καὶ γῆν καὶ τὸν Αργεῖον λεὼν πιστὸν δικαίως ες τὸ πᾶν τε σύμμαχον
αλλ̓ είτε χώρας εν τόποις Λιβυστικοῖς, Τρίτωνος αμφὶ χεῦμα γενεθλίου πόρου, τίθησιν ορθὸν ὴ κατηρεφῆ πόδα, φίλοις αρήγουσ̓, είτε Φλεγραίαν πλάκα θρασὺς ταγοῦχος ὡς ανὴρ επισκοπεῖ, έλθοι - κλύει δὲ καὶ πρόσωθεν ὼν θεός - ὅπως γένοιτο τῶνδ̓ εμοὶ λυτήριος.
Χορός
[299]ούτοι σ̓ Απόλλων ου δ̓ Αθηναίας σθένος ῥύσαιτ̓ ὰν ὥστε μὴ ου παρημελημένον έρρειν, τὸ χαίρειν μὴ μαθόνθ̓ ὅπου φρενῶν, αναίματον βόσκημα δαιμόνων, σκιάν.
ου δ̓ αντιφωνεῖς, αλλ̓ αποπτύεις λόγους, εμοὶ τραφείς τε καὶ καθιερωμένος
καὶ ζῶν με δαίσεις ου δὲ πρὸς βωμῷ σφαγείς
ὕμνον δ̓ ακούσῃ τόνδε δέσμιον σέθεν
Χορός
[307]άγε δὴ καὶ χορὸν ἅψωμεν, επεὶ μοῦσαν στυγερὰν αποφαίνεσθαι δεδόκηκεν, λέξαι τε λάχη τὰ κατ̓ ανθρώπους ὡς επινωμᾷ στάσις ἁμά
ευθυδίκαιοι δ̓ οιόμεθ̓ εῖναι
τὸν μὲν καθαρὰς χεῖρας προνέμοντ̓ ούτις εφέρπει μῆνις αφ̓ ἡμῶν, ασινὴς δ̓ αιῶνα διοιχνεῖ
ὅστις δ̓ αλιτὼν ὥσπερ όδ̓ ἁνὴρ χεῖρας φονίας επικρύπτει, μάρτυρες ορθαὶ τοῖσι θανοῦσιν παραγιγνόμεναι πράκτορες αἵματος αυτῷ τελέως εφάνημεν.
Χορός
[321]μᾶτερ ἅ μ̓ έτικτες, ῶ μᾶτερ Νύξ, αλαοῖσι καὶ δεδορκόσιν ποινάν, κλῦθ̓
ὁ Λατοῦς γὰρ ῖ - νίς μ̓ άτιμον τίθησιν τόνδ̓ αφαιρούμενος πτῶκα, ματρῷον ἅ - γνισμα κύριον φόνου
Χορός
[328]επὶ δὲ τῷ τεθυμένῳ τόδε μέλος, παρακοπά, παραφορὰ φρενοδαλής, ὕμνος εξ Ερινύων, δέσμιος φρενῶν, αφόρ - μικτος, αυονὰ βροτοῖς.
Χορός
[334]τοῦτο γὰρ λάχος διανταία Μοῖῤ επέκλωσεν εμπέδως έχειν, θνατῶν τοῖσιν αυτουργίαι ξυμπέσωσιν μάταιοι, τοῖς ὁμαρτεῖν, όφῤ ὰν γᾶν ὑπέλθῃ
θανὼν δ̓ ουκ άγαν ελεύθερος.
Χορός
[341]επὶ δὲ τῷ τεθυμένῳ τόδε μέλος, παρακοπά, παραφορὰ φρενοδαλής, ὕμνος εξ Ερινύων, δέσμιος φρενῶν, αφόρ - μικτος, αυονὰ βροτοῖς.
Χορός
[347]γιγνομέναισι λάχη τάδ̓ εφ̓ ἁμὶν εκράνθη
αθανάτων δ̓ απέχειν χέρας, ου δέ τις εστί συνδαίτωρ μετάκοινος·
Χορός
[354]δωμάτων γὰρ εἱλόμαν ανατροπάς, ὅταν Άρης τιθασὸς ὼν φίλον ἕλῃ
επὶ τὸν ῶδ̓ ἱέμεναι κρατερὸν όνθ̓ ὅμως αμαυ - ροῦμεν υφ̓ αἵματος νέου
Χορός
[360]σπεύδομεν αίδ̓ αφελεῖν τινὰ τάσδε μερίμνας, θεῶν δ̓ ατέλειαν εμαῖς μελέταις επικραίνειν, μη δ̓ εις άγκρισιν ελθεῖν
Ζεὺς δ̓ αἱμοσταγὲς αξιόμισον έθνος τόδε λέσχας ἇς απηξιώσατο
δωμάτων γὰρ εἱλόμαν ανατροπάς, ὅταν Άρης τιθασὸς ὼν φίλον ἕλῃ
επὶ τὸν ῶδ̓ ἱέμεναι κρατερὸν όνθ̓ ὅμως αμαυ - ροῦμεν υφ̓ αἵματος νέου
Χορός
[368]δόξαι τ̓ ανδρῶν καὶ μάλ̓ υπ̓ αιθέρι σεμναὶ τακόμεναι κατὰ γᾶν μινύθουσιν άτιμοι ἁμετέραις εφόδοις μελανείμοσιν, ορχη - σμοῖς τ̓ επιφθόνοις ποδός
Χορός
[372]μάλα γὰρ οῦν ἁλομένα ανέκαθεν βαρυπεσῆ καταφέρω ποδὸς ακμάν, σφαλερὰ καὶ τανυδρόμοις κῶλα, δύσφορον άταν
Χορός
[377]πίπτων δ̓ ουκ οῖδεν τόδ̓ υπ̓ άφρονι λύμᾳ
τοῖον [γὰρ] επὶ κνέφας ανδρὶ μύσος πεπόταται, καὶ δνοφεράν τιν̓ αχλὺν κατὰ δώματος αυδᾶ - ται πολύστονος φάτις
μάλα γὰρ οῦν ἁλομένα ανέκαθεν βαρυπεσῆ καταφέρω ποδὸς ακμάν, σφαλερὰ καὶ τανυδρόμοις κῶλα, δύσφορον άταν
Χορός
[381]μένει γάρ
ευμήχανοί τε καὶ τέλειοι, κακῶν τε μνήμονες σεμναὶ καὶ δυσπαρήγοροι βροτοῖς, άτιμ̓ ατίετα διόμεναι λάχη θεῶν διχοστατοῦντ̓ ανηλίῳ λάμπᾳ, δυσοδοπαίπαλα δερκομένοισι καὶ δυσομμάτοις ὁμῶς.
Χορός
[389]τίς οῦν τάδ̓ ουχ ἅζεταί τε καὶ δέδοικεν βροτῶν, εμοῦ κλύων θεσμὸν τὸν μοιρόκραντον εκ θεῶν δοθέντα τέλεον
έτι δέ μοι μένει γέρας παλαιόν, ου δ̓ ατιμίας κύρω, καίπερ ὑπὸ χθόνα τάξιν έχουσα καὶ δυσήλιον κνέφας
Ἀθηνᾶ
[397]πρόσωθεν εξήκουσα κληδόνος βοὴν απὸ Σκαμάνδρου γῆν καταφθατουμένη, ἣν δῆτ̓ Αχαιῶν άκτορές τε καὶ πρόμοι, τῶν αιχμαλώτων χρημάτων λάχος μέγα, ένειμαν αυτόπρεμνον εις τὸ πᾶν εμοί, εξαίρετον δώρημα Θησέως τόκοις
ένθεν διώκουσ̓ ῆλθον άτρυτον πόδα, πτερῶν άτερ ῥοιβδοῦσα κόλπον αιγίδος
[πώλοις ακμαίοις τόνδ̓ επιζεύξασ̓ όχον] καινὴν δ̓ ὁρῶσα τήνδ̓ ὁμιλίαν χθονὸς ταρβῶ μὲν ουδέν, θαῦμα δ̓ όμμασιν πάρα.
τίνες ποτ̓ εστέ
πᾶσι δ̓ ες κοινὸν λέγω
βρέτας τε τοὐμὸν τῷδ̓ εφημένῳ ξένῳ, ὑμᾶς θ̓ ὁμοίας ουδενὶ σπαρτῶν γένει, ού τ̓ εν θεαῖσι πρὸς θεῶν ὁρωμένας ού τ̓ οῦν βροτείοις εμφερεῖς μορφώμασιν.
λέγειν δ̓ άμομφον όντα τοὺς πέλας κακῶς πρόσω δικαίων ηδ̓ αποστατεῖ θέμις.
πεύσῃ τὰ πάντα συντόμως, Διὸς κόρη
ἡμεῖς γάρ εσμεν Νυκτὸς αιανῆ τέκνα
Αραὶ δ̓ εν οίκοις γῆς ὑπαὶ κεκλήμεθα
γένος μὲν οῖδα κληδόνας τ̓ επωνύμους
τιμάς γε μὲν δὴ τὰς εμὰς πεύσῃ τάχα
μάθοιμ̓ άν, ει λέγοι τις εμφανῆ λόγον
βροτοκτονοῦντας εκ δόμων ελαύνομεν
καὶ τῷ κτανόντι ποῦ τὸ τέρμα τῆς φυγῆς;
ὅπου τὸ χαίρειν μηδαμοῦ νομίζεται.
ῆ καὶ τοιαύτας τῷδ̓ επιρροιζεῖς φυγάς
φονεὺς γὰρ εῖναι μητρὸς ηξιώσατο
άλλαις ανάγκαις, ή τινος τρέων κότον;
ποῦ γὰρ τοσοῦτο κέντρον ὡς μητροκτονεῖν;
δυοῖν παρόντοιν ἥμισυς λόγου πάρα
αλλ̓ ὅρκον ου δέξαιτ̓ άν, ου δοῦναι θέλοι
κλύειν δίκαιος μᾶλλον ὴ πρᾶξαι θέλεις.
πῶς δή;
δίδαξον
τῶν σοφῶν γὰρ ου πένῃ
ὅρκοις τὰ μὴ δίκαια μὴ νικᾶν λέγω
αλλ̓ εξέλεγχε, κρῖνε δ̓ ευθεῖαν δίκην
ῆ κἀπ̓ εμοὶ τρέποιτ̓ ὰν αιτίας τέλος
πῶς δ̓ ού;
σέβουσαί γ̓ αξίαν κἀπ̓ αξίων.
Ἀθηνᾶ
[436]τί πρὸς τάδ̓ ειπεῖν, ῶ ξέν̓, εν μέρει θέλεις
λέξας δὲ χώραν καὶ γένος καὶ ξυμφορὰς τὰς σάς, έπειτα τόνδ̓ αμυναθοῦ ψόγον
είπερ πεποιθὼς τῇ δίκῃ βρέτας τόδε ἧσαι φυλάσσων ἑστίας ἁμῆς πέλας σεμνὸς προσίκτωρ εν τρόποις Ιξίονος.
τούτοις αμείβου πᾶσιν ευμαθές τί μοι
άνασσ̓ Αθάνα, πρῶτον εκ τῶν ὑστάτων τῶν σῶν επῶν μέλημ̓ αφαιρήσω μέγα
ουκ ειμὶ προστρόπαιος, ου δ̓ έχων μύσος πρὸς χειρὶ τἠμῇ τὸ σὸν εφεζόμην βρέτας
τεκμήριον δὲ τῶνδέ σοι λέξω μέγα
άφθογγον εῖναι τὸν παλαμναῖον νόμος, έστ̓ ὰν πρὸς ανδρὸς αἵματος καθαρσίου σφαγαὶ καθαιμάξωσι νεοθήλου βοτοῦ.
πάλαι πρὸς άλλοις ταῦτ̓ αφιερώμεθα οίκοισι, καὶ βοτοῖσι καὶ ῥυτοῖς πόροις
ταύτην μὲν οὕτω φροντίδ̓ εκποδὼν λέγω
γένος δὲ τοὐμὸν ὡς έχει πεύσῃ τάχα
Αργεῖός ειμι, πατέρα δ̓ ἱστορεῖς καλῶς, Αγαμέμνον̓, ανδρῶν ναυβατῶν ἁρμόστορα, ξὺν ᾧ σὺ Τροίαν άπολιν Ιλίου πόλιν έθηκας
έφθιθ̓ οὗτος ου καλῶς, μολὼν εις οῖκον
αλλά νιν κελαινόφρων εμὴ μήτηρ κατέκτα, ποικίλοις αγρεύμασιν κρύψασ̓, ἃ λουτρῶν εξεμαρτύρει φόνον
κἀγὼ κατελθών, τὸν πρὸ τοῦ φεύγων χρόνον, έκτεινα τὴν τεκοῦσαν, ουκ αρνήσομαι, αντικτόνοις ποιναῖσι φιλτάτου πατρός
καὶ τῶνδε κοινῇ Λοξίας επαίτιος, άλγη προφωνῶν αντίκεντρα καρδίᾳ, ει μή τι τῶνδ̓ έρξαιμι τοὺς επαιτίους.
σὺ δ̓ ει δικαίως είτε μὴ κρῖνον δίκην·
πράξας γὰρ εν σοὶ πανταχῇ τάδ̓ αινέσω
Ἀθηνᾶ
[470]τὸ πρᾶγμα μεῖζον, εί τις οίεται τόδε βροτὸς δικάζειν·
ου δὲ μὴν εμοὶ θέμις φόνου διαιρεῖν οξυμηνίτου δίκας·
άλλως τε καὶ σὺ μὲν κατηρτυκὼς εμοῖς ἱκέτης προσῆλθες καθαρὸς αβλαβὴς δόμοις
οὕτως δ̓ άμομφον όντα σ̓ αιδοῦμαι πόλει
αὗται δ̓ έχουσι μοῖραν ουκ ευπέμπελον, καὶ μὴ τυχοῦσαι πράγματος νικηφόρου, χώρᾳ μεταῦθις ιὸς εκ φρονημάτων πέδοι πεσὼν άφερτος αιανὴς νόσος.
τοιαῦτα μὲν τάδ̓ εστίν
αμφότερα, μένειν πέμπειν τε δυσπήμαντ̓ αμηχάνως εμοί.
επεὶ δὲ πρᾶγμα δεῦῤ επέσκηψεν τόδε, φόνων δικαστὰς ὁρκίους αἱρουμένη θεσμὸν τὸν εις άπαντ̓ εγὼ θήσω χρόνον
ὑμεῖς δὲ μαρτύριά τε καὶ τεκμήρια καλεῖσθ̓, αρωγὰ τῆς δίκης ὁρκώματα
κρίνασα δ̓ αστῶν τῶν εμῶν τὰ βέλτατα ἥξω, διαιρεῖν τοῦτο πρᾶγμ̓ ετητύμως, ὅρκον πορόντας μηδὲν έκδικον φράσειν
Χορός
[490]νῦν καταστροφαὶ νέων θεσμίων, ει κρατή - σει δίκα τε καὶ βλάβα τοῦδε ματροκτόνου.
πάντας ήδη τόδ̓ έργον ευχερεί - ᾳ συναρμόσει βροτούς
πολλὰ δ̓ έτυμα παιδότρωτα πάθεα προσμένει τοκεῦ - σιν μεταῦθις εν χρόνῳ
Χορός
[499]ου δὲ γὰρ βροτοσκόπων μαινάδων τῶνδ̓ εφέρ - ψει κότος τις εργμάτων - πάντ̓ εφήσω μόρον
πεύσεται δ̓ άλλος άλλοθεν, προφω - νῶν τὰ τῶν πέλας κακά, λῆξιν ὑπόδοσίν τε μόχθων
άκεά τ̓ ου βέβαια τλά - μων [δέ τις] μάταν παρηγορεῖ
Χορός
[508]μη δέ τις κικλῃσκέτω ξυμφορᾷ τετυμμένος, τοῦτ̓ έπος θροούμενος, ῶ δίκα, ῶ θρόνοι τ̓ Ερινύων
ταῦτά τις τάχ̓ ὰν πατὴρ ὴ τεκοῦσα νεοπαθὴς οῖκτον οικτίσαιτ̓, επει - δὴ πίτνει δόμος δίκας
Χορός
[517]έσθ̓ ὅπου τὸ δεινὸν εῦ, καὶ φρενῶν επίσκοπον δεῖ μένειν καθήμενον.
ξυμφέρει σωφρονεῖν ὑπὸ στένει
τίς δὲ μηδὲν εν δέει καρδίαν ὰν ανατρέφων ὴ πόλις βροτός θ̓ ὁμοί - ως έτ̓ ὰν σέβοι δίκαν;
Χορός
[526]μήτ̓ ανάρχετον βίον μήτε δεσποτούμενον αινέσῃς
παντὶ μέσῳ τὸ κράτος θεὸς ώπασεν, άλλ̓ άλλᾳ δ̓ εφορεύει
ξύμμετρον δ̓ έπος λέγω, δυσσεβίας μὲν ὕβρις τέκος ὡς ετύμως·
εκ δ̓ ὑγιεί - ας φρενῶν ὁ πάμφιλος καὶ πολύευκτος όλβος.
Χορός
[538]ες τὸ πᾶν δέ σοι λέγω, βωμὸν αίδεσαι Δίκας
μη δέ νιν κέρδος ιδὼν αθέῳ ποδὶ λὰξ ατίσῃς
ποινὰ γὰρ επέσται
κύριον μένει τέλος
πρὸς τάδε τις τοκέων σέβας εῦ προτίων καὶ ξενοτί - μους δόμων επιστροφὰς αιδόμενός τις έστω
Χορός
[550]ἑκὼν δ̓ ανάγκας άτερ δίκαιος ὼν ουκ άνολβος έσται
πανώλεθρος δ̓ ούποτ̓ ὰν γένοιτο
τὸν αντίτολμον δέ φαμι παρβάταν άγοντα πολλὰ παντόφυρτ̓ άνευ δίκας βιαίως ξὺν χρόνῳ καθήσειν λαῖφος, ὅταν λάβῃ πόνος θραυομένας κεραίας
Χορός
[558]καλεῖ δ̓ ακούοντας ουδὲν εν μέσᾳ δυσπαλεῖ τε δίνᾳ
γελᾷ δὲ δαίμων επ̓ ανδρὶ θερμῷ, τὸν ούποτ̓ αυχοῦντ̓ ιδὼν αμαχάνοις δύαις λαπαδνὸν ου δ̓ υπερθέοντ̓ άκραν
δἰ αιῶνος δὲ τὸν πρὶν όλβον ἕρματι προσβαλὼν δίκας ώλετ̓ άκλαυτος, αῖστος
Ἀθηνᾶ
[566]κήρυσσε, κῆρυξ, καὶ στρατὸν κατειργαθοῦ, ἥ τ̓ οῦν διάτορος Τυρσηνικὴ σάλπιγξ, βροτείου πνεύματος πληρουμένη, ὑπέρτονον γήρυμα φαινέτω στρατῷ
πληρουμένου γὰρ τοῦδε βουλευτηρίου σιγᾶν αρήγει καὶ μαθεῖν θεσμοὺς εμοὺς πόλιν τε πᾶσαν εις τὸν αιανῆ χρόνον καὶ τούσδ̓ ὅπως ὰν εῦ καταγνωσθῇ δίκη.
άναξ Άπολλον, ὧν έχεις αυτὸς κράτει
τί τοῦδε σοὶ μέτεστι πράγματος λέγε
καὶ μαρτυρήσων ῆλθον - έστι γὰρ νόμῳ ἱκέτης όδ̓ ἁνὴρ καὶ δόμων εφέστιος εμῶν, φόνου δὲ τοῦδ̓ εγὼ καθάρσιος - καὶ ξυνδικήσων αυτός·
αιτίαν δ̓ έχω τῆς τοῦδε μητρὸς τοῦ φόνου
σὺ δ̓ είσαγε ὅπως τ̓ επίστᾳ τήνδε κύρωσον δίκην
ὑμῶν ὁ μῦθος, εισάγω δὲ τὴν δίκην·
ὁ γὰρ διώκων πρότερος εξ αρχῆς λέγων γένοιτ̓ ὰν ορθῶς πράγματος διδάσκαλος
πολλαὶ μέν εσμεν, λέξομεν δὲ συντόμως
έπος δ̓ αμείβου πρὸς έπος εν μέρει
τὴν μητέῤ ειπὲ πρῶτον ει κατέκτονας
έκτεινα
τούτου δ̓ ούτις άρνησις πέλει
ἓν μὲν τόδ̓ ήδη τῶν τριῶν παλαισμάτων.
ου κειμένῳ πω τόνδε κομπάζεις λόγον
ειπεῖν γε μέντοι δεῖ σ̓ ὅπως κατέκτανες
λέγω
ξιφουλκῷ χειρὶ πρὸς δέρην τεμών.
πρὸς τοῦ δ̓ επείσθης καὶ τίνος βουλεύμασιν;
τοῖς τοῦδε θεσφάτοισι·
μαρτυρεῖ δέ μοι
ὁ μάντις εξηγεῖτό σοι μητροκτονεῖν
καὶ δεῦρό γ̓ αεὶ τὴν τύχην ου μέμφομαι
αλλ̓ εί σε μάρψει ψῆφος, άλλ̓ ερεῖς τάχα
πέποιθ̓
αρωγὰς δ̓ εκ τάφου πέμψει πατήρ
νεκροῖσί νυν πέπισθι μητέρα κτανών
δυοῖν γὰρ εῖχε προσβολὰς μιασμάτοιν
πῶς δή;
δίδαξον τοὺς δικάζοντας τάδε
ανδροκτονοῦσα πατέῤ εμὸν κατέκτανεν
τοιγὰρ σὺ μὲν ζῇς, ἡ δ̓ ελευθέρα φόνῳ.
τί δ̓ ουκ εκείνην ζῶσαν ήλαυνες φυγῇ
ουκ ῆν ὅμαιμος φωτὸς ὃν κατέκτανεν
εγὼ δὲ μητρὸς τῆς εμῆς εν αἵματι;
Χορός
[607]πῶς γάρ σ̓ έθρεψ̓ ὰν εντός, ῶ μιαιφόνε, ζώνης
απεύχῃ μητρὸς αἷμα φίλτατον
ήδη σὺ μαρτύρησον
εξηγοῦ δέ μοι, Άπολλον, εί σφε σὺν δίκῃ κατέκτανον
δρᾶσαι γὰρ ὥσπερ εστὶν ουκ αρνούμεθα
αλλ̓ ει δίκαιον είτε μὴ τῇ σῇ φρενὶ δοκεῖ τόδ̓ αἷμα, κρῖνον, ὡς τούτοις φράσω.
λέξω πρὸς ὑμᾶς τόνδ̓ Αθηναίας μέγαν θεσμὸν δικαίως, - μάντις ὼν δ̓ ου ψεύσομαι.
ουπώποτ̓ εῖπον μαντικοῖσιν εν θρόνοις, ουκ ανδρός, ου γυναικός, ου πόλεως πέρι, ὃ μὴ κελεύσαι Ζεὺς Ολυμπίων πατήρ
τὸ μὲν δίκαιον τοῦθ̓ ὅσον σθένει μαθεῖν, βουλῇ πιφαύσκω δ̓ ύμμ̓ επισπέσθαι πατρός
ὅρκος γὰρ ούτι Ζηνὸς ισχύει πλέον
Ζεύς, ὡς λέγεις σύ, τόνδε χρησμὸν ώπασε, φράζειν Ορέστῃ τῷδε, τὸν πατρὸς φόνον πράξαντα μητρὸς μηδαμοῦ τιμὰς νέμειν
ου γάρ τι ταὐτὸν άνδρα γενναῖον θανεῖν διοσδότοις σκήπτροισι τιμαλφούμενον, καὶ ταῦτα πρὸς γυναικός, ού τι θουρίοις τόξοις ἑκηβόλοισιν, ώστ̓ Αμαζόνος, αλλ̓ ὡς ακούσῃ, Παλλὰς οἵ τ̓ εφήμενοι ψήφῳ διαιρεῖν τοῦδε πράγματος πέρι.
απὸ στρατείας γάρ νιν ημποληκότα ? τὰ πλεῖστ̓ άμεινον εύφροσιν δεδεγμένη, δροίτῃ περῶντι λουτρὰ κἀπὶ τέρματι φᾶρος περεσκήνωσεν ?, εν δ̓ ατέρμονι κόπτει πεδήσασ̓ άνδρα δαιδάλῳ πέπλῳ.
ανδρὸς μὲν ὑμῖν οὗτος είρηται μόρος τοῦ παντοσέμνου, τοῦ στρατηλάτου νεῶν
ταύτην τοιαύτην εῖπον, ὡς δηχθῇ λεώς, ὅσπερ τέτακται τήνδε κυρῶσαι δίκην
Χορός
[640]πατρὸς προτιμᾷ Ζεὺς μόρον τῷ σῷ λόγῳ
αυτὸς δ̓ έδησε πατέρα πρεσβύτην Κρόνον
πῶς ταῦτα τούτοις ουκ εναντίως λέγεις
ὑμᾶς δ̓ ακούειν ταῦτ̓ εγὼ μαρτύρομαι
ῶ παντομισῆ κνώδαλα, στύγη θεῶν, πέδας μὲν ὰν λύσειεν, έστι τοῦδ̓ άκος καὶ κάρτα πολλὴ μηχανὴ λυτήριος
ανδρὸς δ̓ επειδὰν αῖμ̓ ανασπάσῃ κόνις ἅπαξ θανόντος, ούτις έστ̓ ανάστασις
τούτων επῳδὰς ουκ εποίησεν πατὴρ οὑμός, τὰ δ̓ άλλα πάντ̓ άνω τε καὶ κάτω στρέφων τίθησιν ουδὲν ασθμαίνων μένει
πῶς γὰρ τὸ φεύγειν τοῦδ̓ ὑπερδικεῖς ὅρα
τὸ μητρὸς αῖμ̓ ὅμαιμον εκχέας πέδοι έπειτ̓ εν Άργει δώματ̓ οικήσει πατρός
ποίοισι βωμοῖς χρώμενος τοῖς δημίοις;
ποία δὲ χέρνιψ φρατέρων προσδέξεται
καὶ τοῦτο λέξω, καὶ μάθ̓ ὡς ορθῶς ερῶ
ούκ έστι μήτηρ ἡ κεκλημένου τέκνου τοκεύς, τροφὸς δὲ κύματος νεοσπόρου.
τίκτει δ̓ ὁ θρῴσκων, ἡ δ̓ ἅπερ ξένῳ ξένη έσωσεν έρνος, οἷσι μὴ βλάψῃ θεός.
τεκμήριον δὲ τοῦδέ σοι δείξω λόγου
πατὴρ μὲν ὰν γένοιτ̓ άνευ μητρός
πέλας μάρτυς πάρεστι παῖς Ολυμπίου Διός, ου δ̓ εν σκότοισι νηδύος τεθραμμένη, αλλ̓ οἷον έρνος ούτις ὰν τέκοι θεός
εγὼ δέ, Παλλάς, τἄλλα θ̓ ὡς επίσταμαι, τὸ σὸν πόλισμα καὶ στρατὸν τεύξω μέγαν, καὶ τόνδ̓ έπεμψα σῶν δόμων εφέστιον, ὅπως γένοιτο πιστὸς εις τὸ πᾶν χρόνου καὶ τόνδ̓ επικτήσαιο σύμμαχον, θεά, καὶ τοὺς έπειτα, καὶ τάδ̓ αιανῶς μένοι στέργειν τὰ πιστὰ τῶνδε τοὺς επισπόρους
Ἀθηνᾶ
[674]ήδη κελεύω τούσδ̓ απὸ γνώμης φέρειν ψῆφον δικαίαν, ὡς ἅλις λελεγμένων
ἡμῖν μὲν ήδη πᾶν τετόξευται βέλος
μένω δ̓ ακοῦσαι πῶς αγὼν κριθήσεται
τί γάρ;
πρὸς ὑμῶν πῶς τιθεῖσ̓, άμομφος ῶ
ηκούσαθ̓ ὧν ηκούσατ̓, εν δὲ καρδίᾳ ψῆφον φέροντες ὅρκον αιδεῖσθε, ξένοι
κλύοιτ̓ ὰν ήδη θεσμόν, Αττικὸς λεώς, πρώτας δίκας κρίνοντες αἵματος χυτοῦ
έσται δὲ καὶ τὸ λοιπὸν Αιγέως στρατῷ αιεὶ δικαστῶν τοῦτο βουλευτήριον
πάγον δ̓ Άρειον τόνδ̓, Αμαζόνων ἕδραν σκηνάς θ̓, ότ̓ ῆλθον Θησέως κατὰ φθόνον στρατηλατοῦσαι, καὶ πόλιν νεόπτολιν τήνδ̓ ὑψίπυργον αντεπύργωσαν τότε, Άρει δ̓ έθυον, ένθεν έστ̓ επώνυμος πέτρα, πάγος τ̓ Άρειος·
εν δὲ τῷ σέβας αστῶν φόβος τε ξυγγενὴς τὸ μὴ αδικεῖν σχήσει τό τ̓ ῆμαρ καὶ κατ̓ ευφρόνην ὁμῶς, αυτῶν πολιτῶν μὴ πιχραινόντων νόμους κακαῖς επιρροαῖσι
βορβόρῳ δ̓ ὕδωρ λαμπρὸν μιαίνων ούποθ̓ εὑρήσεις ποτόν
τὸ μήτ̓ άναρχον μήτε δεσποτούμενον αστοῖς περιστέλλουσι βουλεύω σέβειν, καὶ μὴ τὸ δεινὸν πᾶν πόλεως έξω βαλεῖν
τίς γὰρ δεδοικὼς μηδὲν ένδικος βροτῶν;
τοιόνδε τοι ταρβοῦντες ενδίκως σέβας έρυμά τε χώρας καὶ πόλεως σωτήριον έχοιτ̓ άν, οἷον ούτις ανθρώπων έχει, ού τ̓ εν Σκύθῃσιν ού τε Πέλοπος εν τόποις
κερδῶν άθικτον τοῦτο βουλευτήριον, αιδοῖον, οξύθυμον, εὑδόντων ὕπερ εγρηγορὸς φρούρημα γῆς καθίσταμαι
ταύτην μὲν εξέτειν̓ εμοῖς παραίνεσιν αστοῖσιν εις τὸ λοιπόν
ορθοῦσθαι δὲ χρὴ καὶ ψῆφον αίρειν καὶ διαγνῶναι δίκην αιδουμένους τὸν ὅρκον
είρηται λόγος
Χορός
[711]καὶ μὴν βαρεῖαν τήνδ̓ ὁμιλίαν χθονὸς ξύμβουλός ειμι μηδαμῶς ατιμάσαι
κἄγωγε χρησμοὺς τοὺς εμούς τε καὶ Διὸς ταρβεῖν κελεύω μη δ̓ ακαρπώτους κτίσαι
αλλ̓ αἱματηρὰ πράγματ̓ ου λαχὼν σέβεις, μαντεῖα δ̓ ουκέθ̓ ἁγνὰ μαντεύσῃ νέμων
ῆ καὶ πατήρ τι σφάλλεται βουλευμάτων πρωτοκτόνοισι προστροπαῖς Ιξίονος
λέγεις
εγὼ δὲ μὴ τυχοῦσα τῆς δίκης βαρεῖα χώρᾳ τῇδ̓ ὁμιλήσω πάλιν
αλλ̓ έν τε τοῖς νέοισι καὶ παλαιτέροις θεοῖς άτιμος εῖ σύ
νικήσω δ̓ εγώ
τοιαῦτ̓ έδρασας καὶ Φέρητος εν δόμοις
Μοίρας έπεισας αφθίτους θεῖναι βροτούς
ούκουν δίκαιον τὸν σέβοντ̓ ευεργετεῖν, άλλως τε πάντως χὤτε δεόμενος τύχοι;
σύ τοι παλαιὰς διανομὰς καταφθίσας οίνῳ παρηπάτησας αρχαίας θεάς
σύ τοι τάχ̓ ουκ έχουσα τῆς δίκης τέλος εμῇ τὸν ιὸν ουδὲν εχθροῖσιν βαρύν
επεὶ καθιππάζῃ με πρεσβῦτιν νέος, δίκης γενέσθαι τῆσδ̓ επήκοος μένω, ὡς αμφίβουλος οῦσα θυμοῦσθαι πόλει
εμὸν τόδ̓ έργον, λοισθίαν κρῖναι δίκην.
ψῆφον δ̓ Ορέστῃ τήνδ̓ εγὼ προσθήσομαι
μήτηρ γὰρ ούτις εστὶν ἥ μ̓ εγείνατο, τὸ δ̓ άρσεν αινῶ πάντα, πλὴν γάμου τυχεῖν, ἅπαντι θυμῷ, κάρτα δ̓ ειμὶ τοῦ πατρός
οὕτω γυναικὸς ου προτιμήσω μόρον άνδρα κτανούσης δωμάτων επίσκοπον
νικᾷ δ̓ Ορέστης, κἂν ισόψηφος κριθῇ
εκβάλλεθ̓ ὡς τάχιστα τευχέων πάλους, ὅσοις δικαστῶν τοῦτ̓ επέσταλται τέλος
Ὀρέστης
[744]ῶ Φοῖβ̓ Άπολλον, πῶς αγὼν κριθήσεται
ῶ Νὺξ μέλαινα μῆτερ, ᾶῤ ὁρᾷς τάδε
νῦν αγχόνης μοι τέρματ̓, ὴ φάος βλέπειν.
ἡμῖν γὰρ έρρειν, ὴ πρόσω τιμὰς νέμειν.
πεμπάζετ̓ ορθῶς εκβολὰς ψήφων, ξένοι, τὸ μὴ δικεῖν σέβοντες εν διαιρέσει
γνώμης δ̓ απούσης πῆμα γίγνεται μέγα, βαλοῦσά τ̓ οῖκον ψῆφος ώρθωσεν μία
ανὴρ όδ̓ εκπέφευγεν αἵματος δίκην
ίσον γάρ εστι τἀρίθμημα τῶν πάλων
ῶ Παλλάς, ῶ σώσασα τοὺς εμοὺς δόμους.
γαίας πατρῴας εστερημένον σύ τοι κατῴκισάς με
καί τις Ἑλλήνων ερεῖ, Αργεῖος ἁνὴρ αῦθις έν τε χρήμασιν οικεῖ πατρῴοις, Παλλάδος καὶ Λοξίου ἕκατι, καὶ τοῦ πάντα κραίνοντος τρίτου σωτῆρος, ὃς πατρῷον αιδεσθεὶς μόρον σῴζει με, μητρὸς τάσδε συνδίκους ὁρῶν.
εγὼ δὲ χώρᾳ τῇδε καὶ τῷ σῷ στρατῷ τὸ λοιπὸν εις ἅπαντα πλειστήρη χρόνον ὁρκωμοτήσας νῦν άπειμι πρὸς δόμους, μήτοι τιν̓ άνδρα δεῦρο πρυμνήτην χθονὸς ελθόντ̓ εποίσειν εῦ κεκασμένον δόρυ
αυτοὶ γὰρ ἡμεῖς όντες εν τάφοις τότε τοῖς τἀμὰ παρβαίνουσι νῦν ὁρκώματα αμηχάνοισι πράξομεν δυσπραξίαις, ὁδοὺς αθύμους καὶ παρόρνιθας πόρους τιθέντες, ὡς αυτοῖσι μεταμέλῃ πόνος·
ορθουμένων δέ, καὶ πόλιν τὴν Παλλάδος τιμῶσιν αιεὶ τήνδε συμμάχῳ δορί, αυτοῖσιν ἡμεῖς εσμεν ευμενέστεροι
καὶ χαῖρε, καὶ σὺ καὶ πολισσοῦχος λεώς
πάλαισμ̓ άφυκτον τοῖς εναντίοις έχοις, σωτήριόν τε καὶ δορὸς νικηφόρον
Χορός
[778]ιὼ θεοὶ νεώτεροι, παλαιοὺς νόμους καθιππάσασθε κἀκ χερῶν εἵλεσθέ μου
εγὼ δ̓ άτιμος ἁ τάλαινα βαρύκοτος εν γᾷ τᾷδε, φεῦ, ιὸν ιὸν αντιπενθῆ μεθεῖσα καρδίας, σταλαγμὸν χθονὶ άφορον·
εκ δὲ τοῦ λειχὴν άφυλλος, άτεκνος, ιὼ δίκα, πέδον επισύμενος βροτοφθόρους κηλῖδας εν χώρᾳ βαλεῖ
στενάζω
τί ῥέξω
γελῶμαι πολίταις
δύσοισθ̓ ἅπαθον.
ιὼ μεγάλα τοὶ κόραι δυστυχεῖς Νυκτὸς ατιμοπενθεῖς.
Ἀθηνᾶ
[793]εμοὶ πίθεσθε μὴ βαρυστόνως φέρειν
ου γὰρ νενίκησθ̓, αλλ̓ ισόψηφος δίκη εξῆλθ̓ αληθῶς, ουκ ατιμίᾳ σέθεν
αλλ̓ εκ Διὸς γὰρ λαμπρὰ μαρτύρια παρῆν, αυτός θ̓ ὁ χρήσας αυτὸς ῆν ὁ μαρτυρῶν, ὡς ταῦτ̓ Ορέστην δρῶντα μὴ βλάβας έχειν
ὑμεῖς δὲ μὴ θυμοῦσθε μη δὲ τῇδε γῇ βαρὺν κότον σκήψητε, μη δ̓ ακαρπίαν τεύξητ̓, αφεῖσαι ? δαιμόνων σταλάγματα, βρωτῆρας αιχμὰς σπερμάτων ανημέρους
εγὼ γὰρ ὑμῖν πανδίκως ὑπίσχομαι ἕδρας τε καὶ κευθμῶνας ενδίκου χθονὸς λιπαροθρόνοισιν ἡμένας επ̓ εσχάραις ἕξειν υπ̓ αστῶν τῶνδε τιμαλφουμένας
Χορός
[808]ιὼ θεοὶ νεώτεροι, παλαιοὺς νόμους καθιππάσασθε κἀκ χερῶν εἵλεσθέ μου
εγὼ δ̓ άτιμος ἁ τάλαινα βαρύκοτος εν γᾷ τᾷδε, φεῦ, ιὸν ιὸν αντιπενθῆ μεθεῖσα καρδίας, σταλαγμὸν χθονὶ άφορον·
εκ δὲ τοῦ λειχὴν άφυλλος, άτεκνος, ιὼ δίκα, πέδον επισύμενος βροτοφθόρους κηλῖδας εν χώρᾳ βαλεῖ
στενάζω
τί ῥέξω
γελῶμαι πολίταις
δύσοισθ̓ ἅπαθον.
ιὼ μεγάλα τοι κόραι δυστυχεῖς Νυκτὸς ατιμοπενθεῖς.
Ἀθηνᾶ
[823]ουκ έστ̓ άτιμοι, μη δ̓ ὑπερθύμως άγαν θεαὶ βροτῶν κτίσητε δύσκηλον χθόνα
κἀγὼ πέποιθα Ζηνί, καὶ τί δεῖ λέγειν
καὶ κλῇδας οῖδα δώματος μόνη θεῶν, εν ᾧ κεραυνός εστιν εσφραγισμένος
αλλ̓ ουδὲν αυτοῦ δεῖ
σὺ δ̓ ευπιθὴς εμοὶ γλώσσης ματαίας μὴ κβάλῃς έπη χθονί, καρπὸν φέροντα πάντα μὴ πράσσειν
κοίμα κελαινοῦ κύματος πικρὸν μένος ὡς σεμνότιμος καὶ ξυνοικήτωρ εμοί·
πολλῆς δὲ χώρας τῆσδ̓ έτ̓ ακροθίνια θύη πρὸ παίδων καὶ γαμηλίου τέλους έχουσ̓ ες αιεὶ τόνδ̓ επαινέσεις λόγον.
Χορός
[837]εμὲ παθεῖν τάδε, φεῦ, εμὲ παλαιόφρονα κατά τε γᾶς οικεῖν, φεῦ, ατίετον μύσος.
πνέω τοι μένος ἅπαντά τε κότον
οῖ οῖ δᾶ, φεῦ.
τίς μ̓ ὑποδύεται, τίς οδύνα πλευράς
θυμὸν άιε, μᾶτερ Νύξ
απὸ γάρ με τι - μᾶν δαναιᾶν θεῶν δυσπάλαμοι παῤ ουδὲν ῆραν δόλοι
Ἀθηνᾶ
[848]οργὰς ξυνοίσω σοι
γεραιτέρα γὰρ εῖ
καὶ τῷ μὲν εῖ σὺ κάρτ̓ εμοῦ σοφωτέρα
φρονεῖν δὲ κἀμοὶ Ζεὺς έδωκεν ου κακῶς
ὑμεῖς δ̓ ες αλλόφυλον ελθοῦσαι χθόνα γῆς τῆσδ̓ ερασθήσεσθε
προυννέπω τάδε
οὑπιρρέων γὰρ τιμιώτερος χρόνος έσται πολίταις τοῖσδε
καὶ σὺ τιμίαν ἕδραν έχουσα πρὸς δόμοις Ερεχθέως τεύξῃ παῤ ανδρῶν καὶ γυναικείων στόλων, ὅσων παῤ άλλων ούποτ̓ ὰν σχέθοις βροτῶν
σὺ δ̓ εν τόποισι τοῖς εμοῖσι μὴ βάλῃς μήθ̓ αἱματηρὰς θηγάνας, σπλάγχνων βλάβας νέων, αοίνοις εμμανεῖς θυμώμασιν, μήτ̓, εξελοῦσ̓ ὡς καρδίαν αλεκτόρων, εν τοῖς εμοῖς αστοῖσιν ἱδρύσῃς Άρη εμφύλιόν τε καὶ πρὸς αλλήλους θρασύν.
θυραῖος έστω πόλεμος, ου μόλις παρών, εν ᾧ τις έσται δεινὸς ευκλείας έρως
ενοικίου δ̓ όρνιθος ου λέγω
τοιαῦθ̓ ἑλέσθαι σοι πάρεστιν εξ εμοῦ, εῦ δρῶσαν, εῦ πάσχουσαν, εῦ τιμωμένην χώρας μετασχεῖν τῆσδε θεοφιλεστάτης
Χορός
[870]εμὲ παθεῖν τάδε, φεῦ, εμὲ παλαιόφρονα κατά τε γᾶς οικεῖν, φεῦ, ατίετον μύσος.
πνέω τοι μένος ἅπαντά τε κότον
οῖ οῖ δᾶ, φεῦ.
τίς μ̓ ὑποδύεται, τίς οδύνα πλευράς
θυμὸν άιε, μᾶτερ Νύξ
απὸ γάρ με τι - μᾶν δαναιᾶν θεῶν δυσπάλαμοι παῤ ουδὲν ῆραν δόλοι
Ἀθηνᾶ
[881]ούτοι καμοῦμαί σοι λέγουσα τἀγαθά, ὡς μήποτ̓ είπῃς πρὸς νεωτέρας εμοῦ θεὸς παλαιὰ καὶ πολισσούχων βροτῶν άτιμος έρρειν τοῦδ̓ απόξενος πέδου
αλλ̓ ει μὲν ἁγνόν εστί σοι Πειθοῦς σέβας, γλώσσης εμῆς μείλιγμα καὶ θελκτήριον, σὺ δ̓ οῦν μένοις άν
ει δὲ μὴ θέλεις μένειν, ού τἂν δικαίως τῇδ̓ επιρρέποις πόλει μῆνίν τιν̓ ὴ κότον τιν̓ ὴ βλάβην στρατῷ
έξεστι γάρ σοι τῆσδε γαμόρῳ χθονὸς εῖναι δικαίως ες τὸ πᾶν τιμωμένῃ
άνασσ̓ Αθάνα, τίνα με φὴς έχειν ἕδραν
πάσης απήμον̓ οιζύος·
δέχου δὲ σύ
καὶ δὴ δέδεγμαι
τίς δέ μοι τιμὴ μένει
ὡς μή τιν̓ οῖκον ευθενεῖν άνευ σέθεν.
σὺ τοῦτο πράξεις, ὥστε με σθένειν τόσον
τῷ γὰρ σέβοντι συμφορὰς ορθώσομεν
καί μοι πρόπαντος εγγύην θήσῃ χρόνου
έξεστι γάρ μοι μὴ λέγειν ἃ μὴ τελῶ
θέλξειν μ̓ έοικας καὶ μεθίσταμαι κότου
τοιγὰρ κατὰ χθόν̓ οῦσ̓ επικτήσῃ φίλους
τί οῦν μ̓ άνωγας τῇδ̓ εφυμνῆσαι χθονί
ὁποῖα νίκης μὴ κακῆς επίσκοπα, καὶ ταῦτα γῆθεν έκ τε ποντίας δρόσου εξ ουρανοῦ τε·
κἀνέμων αήματα ευηλίως πνέοντ̓ επιστείχειν χθόνα·
καρπόν τε γαίας καὶ βοτῶν επίρρυτον αστοῖσιν ευθενοῦντα μὴ κάμνειν χρόνῳ, καὶ τῶν βροτείων σπερμάτων σωτηρίαν.
τῶν ευσεβούντων δ̓ εκφορωτέρα πέλοις
στέργω γάρ, ανδρὸς φιτυποίμενος δίκην, τὸ τῶν δικαίων τῶνδ̓ απένθητον γένος
τοιαῦτα σοὔστι
τῶν αρειφάτων δ̓ εγὼ πρεπτῶν αγώνων ουκ ανέξομαι τὸ μὴ ου τήνδ̓ αστύνικον εν βροτοῖς τιμᾶν πόλιν
Χορός
[916]δέξομαι Παλλάδος ξυνοικίαν, ου δ̓ ατιμάσω πόλιν, τὰν καὶ Ζεὺς ὁ παγκρατὴς Άρης τε φρούριον θεῶν νέμει, ῥυσίβωμον Ἑλλάνων άγαλμα δαιμόνων
ᾷτ̓ εγὼ κατεύχομαι θεσπίσασα πρευμενῶς επισσύτους βίου τύχας ονησίμους γαίας εξαμβρῦσαι φαιδρὸν ἁλίου σέλας
Ἀθηνᾶ
[927]τάδ̓ εγὼ προφρόνως τοῖσδε πολίταις πράσσω, μεγάλας καὶ δυσαρέστους δαίμονας αυτοῦ κατανασσαμένη
πάντα γὰρ αὗται τὰ κατ̓ ανθρώπους έλαχον διέπειν
ὁ δὲ μὴ κύρσας βαρεῶν τούτων ουκ οῖδεν ὅθεν πληγαὶ βιότου.
τὰ γὰρ εκ προτέρων απλακήματά νιν πρὸς τάσδ̓ απάγει, σιγῶν δ̓ όλεθρος καὶ μέγα φωνοῦντ̓ εχθραῖς οργαῖς αμαθύνει
Χορός
[938]δενδροπήμων δὲ μὴ πνέοι βλάβα, τὰν εμὰν χάριν λέγω
φλογμός τ̓ ομματοστερὴς φυτῶν, τὸ μὴ περᾶν ὅρον τόπων, μη δ̓ άκαρπος αιανὴς εφερπέτω νόσος, μῆλά τ̓ ευθενοῦντα γᾶ ξὺν διπλοῖσιν εμβρύοις τρέφοι χρόνῳ τεταγμένῳ·
γόνος δ̓ πλουτόχθων ἑρμαίαν δαιμόνων δόσιν τίοι
Ἀθηνᾶ
[949]ῆ τάδ̓ ακούετε, πόλεως φρούριον, οῖ επικραίνει
μέγα γὰρ δύναται πότνἰ Ερινὺς παρά τ̓ αθανάτοις τοῖς θ̓ ὑπὸ γαῖαν, περί τ̓ ανθρώπων φανερῶς τελέως διαπράσσουσιν, τοῖς μὲν αοιδάς, τοῖς δ̓ αῦ δακρύων βίον αμβλωπὸν παρέχουσαι.
Χορός
[956]ανδροκμῆτας δ̓ αώρ - ους απεννέπω τύχας, νεανίδων τ̓ επηράτων ανδροτυχεῖς βιότους δότε, κύρἰ έχοντες, θεαί τ̓ ῶ Μοῖραι ματροκασιγνῆται, δαίμονες ορθονόμοι, παντὶ δόμῳ μετάκοινοι, παντὶ χρόνῳ δ̓ επιβριθεῖς ενδίκοις ὁμιλίαις, πάντᾳ τιμιώταται θεῶν
Ἀθηνᾶ
[968]τάδε τοι χώρᾳ τἠμῇ προφρόνως επικραινομένων γάνυμαι
στέργω δ̓ όμματα Πειθοῦς, ὅτι μοι γλῶσσαν καὶ στόμ̓ επωπᾷ πρὸς τάσδ̓ αγρίως απανηναμένας
αλλ̓ εκράτησε Ζεὺς αγοραῖος
νικᾷ δ̓ αγαθῶν έρις ἡμετέρα διὰ παντός
Χορός
[976]τὰν δ̓ άπληστον κακῶν μήποτ̓ εν πόλει στάσιν τᾷδ̓ επεύχομαι βρέμειν
μη δὲ πιοῦσα κόνις μέλαν αἷμα πολιτᾶν δἰ οργὰν ποινᾶς αντιφόνους άτας ἁρπαλίσαι πόλεως.
χάρματα δ̓ αντιδιδοῖεν κοινοφιλεῖ διανοίᾳ, καὶ στυγεῖν μιᾷ φρενί
πολλῶν γὰρ τόδ̓ εν βροτοῖς άκος.
Ἀθηνᾶ
[988]ᾶρα φρονοῦσιν γλώσσης αγαθῆς ὁδὸν εὑρίσκειν
εκ τῶν φοβερῶν τῶνδε προσώπων μέγα κέρδος ὁρῶ τοῖσδε πολίταις
τάσδε γὰρ εύφρονας εύφρονες αιεὶ μέγα τιμῶντες καὶ γῆν καὶ πόλιν ορθοδίκαιον πρέψετε πάντως διάγοντες
Χορός
[996]χαίρετε χαίρετ̓ εν αισιμίαισι πλούτου
χαίρετ̓ αστικὸς λεώς, ίκταρ ἥμενοι Διός, παρθένου φίλας φίλοι σωφρονοῦντες εν χρόνῳ
Παλλάδος δ̓ ὑπὸ πτεροῖς όντας ἅζεται πατήρ
Ἀθηνᾶ
[1003]χαίρετε χὐμεῖς
προτέραν δ̓ εμὲ χρὴ στείχειν θαλάμους αποδείξουσαν πρὸς φῶς ἱερὸν τῶνδε προπομπῶν
ίτε καὶ σφαγίων τῶνδ̓ ὑπὸ σεμνῶν κατὰ γῆς σύμεναι τὸ μὲν ατηρὸν χώρας κατέχειν, τὸ δὲ κερδαλέον πέμπειν πόλεως επὶ νίκῃ
ὑμεῖς δ̓ ἡγεῖσθε, πολισσοῦχοι παῖδες Κραναοῦ, ταῖσδε μετοίκοις
είη δ̓ αγαθῶν αγαθὴ διάνοια πολίταις
Χορός
[1014]χαίρετε, χαίρετε δ̓ αῦθις, επανδιπλάζω, πάντες οἱ κατὰ πτόλιν, δαίμονές τε καὶ βροτοί, Παλλάδος πόλιν νέμον - τες
μετοικίαν δ̓ εμὴν εῦ σέβοντες ούτι μέμ - ψεσθε συμφορὰς βίου
Ἀθηνᾶ
[1021]αινῶ τε μύθους τῶνδε τῶν κατευγμάτων πέμψω τε φέγγει λαμπάδων σελασφόρων εις τοὺς ένερθε καὶ κατὰ χθονὸς τόπους ξὺν προσπόλοισιν, αἵτε φρουροῦσιν βρέτας τοὐμὸν δικαίως
όμμα γὰρ πάσης χθονὸς Θησῇδος εξίκοιτ̓ ὰν ευκλεὴς λόχος παίδων, γυναικῶν, καὶ στόλος πρεσβυτίδων.
φοινικοβάπτοις ενδυτοῖς εσθήμασι τιμᾶτε, καὶ τὸ φέγγος ὁρμάσθω πυρός, ὅπως ὰν εύφρων ήδ̓ ὁμιλία χθονὸς τὸ λοιπὸν ευάνδροισι συμφοραῖς πρέπῃ
Προπομποί
[1032]βᾶτε δόμῳ, μεγάλαι φιλότιμοι Νυκτὸς παῖδες άπαιδες, υπ̓ εύφρονι πομπᾷ
Προπομποί
[1035]ευφαμεῖτε δέ, χωρῖται, γᾶς ὑπὸ κεύθεσιν ωγυγίοισιν, [καὶ] τιμαῖς καὶ θυσίαις περίσεπτα τυχοῦσαι, ευφαμεῖτε δὲ πανδαμεί.
Προπομποί
[1040]ἵλαοι δὲ καὶ σύμφρονες γᾷ δεῦῤ ίτε, σεμναί, ξὺν πυριδάπτῳ λαμπάδι τερπόμεναι καθ̓ ὁδόν
ολολύξατε νῦν επὶ μολπαῖς
Προπομποί
[1044]σπονδαὶ δ̓ ες τὸ πᾶν εκ μετοίκων Παλλάδος αστοῖς.
Ζεὺς ὁ πανόπτας οὕτω Μοῖρά τε συγκατέβα
ολολύξατε νῦν επὶ μολπαῖς