Sophocles

Electra    —    Ἠλέκτρα

1 τοῦ στρατηγήσαντος εν Τροίᾳ ποτὲ
2Αγαμέμνονος παῖ, νῦν εκεῖν᾽ έξεστί σοι
3παρόντι λεύσσειν, ὧν πρόθυμος ῆσθ᾽ αεί

4τὸ γὰρ παλαιὸν Άργος οὑπόθεις τόδε,
5τῆς οιστροπλῆγος άλσος Ινάχου κόρης:

6αὕτη δ᾽, Ορέστα, τοῦ λυκοκτόνου θεοῦ
7αγορὰ Λύκειος:
οὑξ αριστερᾶς δ᾽ ὅδε
8Ἥρας κλεινὸς ναός:
οἷ δ᾽ ἱκάνομεν,
9φάσκειν Μυκήνας τὰς πολυχρύσους ὁρᾶν
10πολύφθορόν τε δῶμα Πελοπιδῶν τόδε,
11ὅθεν σε πατρὸς εκ φονῶν εγώ ποτε
12πρὸς σῆς ὁμαίμου καὶ κασιγνήτης λαβὼν
13ήνεγκα κἀξέσωσα κἀξεθρεψάμην
14τοσόνδ᾽ ες ἥβης, πατρὶ τιμωρὸν φόνου.

15νῦν οῦν, Ορέστα καὶ σὺ φίλτατε ξένων
16Πυλάδη, τί χρὴ δρᾶν εν τάχει βουλευτέον:

17ὡς ἡμὶν ήδη λαμπρὸν ἡλίου σέλας
18ἑῷα κινεῖ φθέγματ᾽ ορνίθων σαφῆ
19μέλαινά τ᾽ άστρων εκλέλοιπεν ευφρόνη.

20πρὶν οῦν τιν᾽ ανδρῶν εξοδοιπορεῖν στέγης,
21ξυνάπτετον λόγοισιν
ὡς ενταῦθ᾽ εμέν,
22ἵν᾽ ουκέτ᾽ οκνεῖν καιρός, αλλ᾽ έργων ακμή.

23 φίλτατ᾽ ανδρῶν προσπόλων, ὥς μοι σαφῆ
24σημεῖα φαίνεις εσθλὸς εις ἡμᾶς γεγώς

25ὥσπερ γὰρ ἵππος ευγενής, κἂν γέρων,
26εν τοῖσι δεινοῖς θυμὸν ουκ απώλεσεν,
27αλλ᾽ ορθὸν οῦς ἵστησιν, ὡσαύτως δὲ σὺ
28ἡμᾶς τ᾽ οτρύνεις καὐτὸς εν πρώτοις ἕπει

29τοιγὰρ τὰ μὲν δόξαντα δηλώσω, σὺ δὲ
30οξεῖαν ακοὴν τοῖς εμοῖς λόγοις διδούς,
31ει μή τι καιροῦ τυγχάνω, μεθάρμοσον

32εγὼ γὰρ ἡνίχ᾽ ἱκόμην τὸ Πυθικὸν
33μαντεῖον, ὡς μάθοιμ᾽ ὅτῳ τρόπῳ πατρὶ
34δίκας αροίμην τῶν φονευσάντων πάρα,
35χρῇ μοι τοιαῦθ᾽ Φοῖβος ὧν πεύσει τάχα

36άσκευον αυτὸν ασπίδων τε καὶ στρατοῦ
37δόλοισι κλέψαι χειρὸς ενδίκους σφαγάς.

38ὅτ᾽ οῦν τοιόνδε χρησμὸν εισηκούσαμεν,
39σὺ μὲν μολών, ὅταν σε καιρὸς εισάγῃ,
40δόμων έσω τῶνδ᾽, ίσθι πᾶν τὸ δρώμενον,
41ὅπως ὰν ειδὼς ἡμὶν αγγείλῃς σαφῆ

42ου γάρ σε μὴ γήρᾳ τε καὶ χρόνῳ μακρῷ
43γνῶσ᾽, ου δ᾽ ὑποπτεύσουσιν ὧδ᾽ ηνθισμένον

44λόγῳ δὲ χρῶ τοιῷδ᾽, ὅτι ξένος μὲν εῖ
45Φωκέως παρ᾽ ανδρὸς Φανοτέως ἥκων
γὰρ
46μέγιστος αυτοῖς τυγχάνει δορυξένων.

47άγγελλε δ᾽ ὅρκον προστιθεὶς ὁθούνεκα
48τέθνηκ᾽ Ορέστης εξ αναγκαίας τύχης,
49άθλοισι Πυθικοῖσιν εκ τροχηλάτων
50δίφρων κυλισθείς
ὧδ᾽ μῦθος ἑστάτω
51ἡμεῖς δὲ πατρὸς τύμβον, ὡς εφίετο,
52λοιβαῖσι πρῶτον καὶ καρατόμοις χλιδαῖς
53στέψαντες εῖτ᾽ άψορρον ἥξομεν πάλιν,
54τύπωμα χαλκόπλευρον ηρμένοι χεροῖν,
55 καὶ σὺ θάμνοις οῖσθά που κεκρυμμένον,
56ὅπως λόγῳ κλέπτοντες ἡδεῖαν φάτιν
57φέρωμεν αυτοῖς, τοὐμὸν ὡς έρρει δέμας
58φλογιστὸν ήδη καὶ κατηνθρακωμένον

59τί γάρ με λυπεῖ τοῦθ᾽, ὅταν λόγῳ θανὼν
60έργοισι σωθῶ κἀξενέγκωμαι κλέος;

61δοκῶ μέν, ουδὲν ῥῆμα σὺν κέρδει κακόν.

62ήδη γὰρ εῖδον πολλάκις καὶ τοὺς σοφοὺς
63λόγῳ μάτην θνῄσκοντας
εῖθ᾽, ὅταν δόμους
64έλθωσιν αῦθις, εκτετίμηνται πλέον

65ὡς κἄμ᾽ επαυχῶ τῆσδε τῆς φήμης άπο
66δεδορκότ᾽ εχθροῖς άστρον ὣς λάμψειν έτι.

67αλλ᾽, πατρῴα γῆ θεοί τ᾽ εγχώριοι,
68δέξασθέ μ᾽ ευτυχοῦντα ταῖσδε ταῖς ὁδοῖς,
69σύ τ᾽, πατρῷον δῶμα
σοῦ γὰρ έρχομαι
70δίκῃ καθαρτὴς πρὸς θεῶν ὡρμημένος

71καὶ μή μ᾽ άτιμον τῆσδ᾽ αποστείλητε γῆς,
72αλλ᾽ αρχέπλουτον καὶ καταστάτην δόμων.

73είρηκα μέν νυν ταῦτα
σοὶ δ᾽ ήδη, γέρον,
74τὸ σὸν μελέσθω βάντι φρουρῆσαι χρέος

75νὼ δ᾽ έξιμεν
καιρὸς γάρ, ὅσπερ ανδράσιν
76μέγιστος έργου παντός εστ᾽ επιστάτης.

77ιώ μοί μοι δύστηνος.

78καὶ μὴν θυρῶν έδοξα προσπόλων τινὸς
79ὑποστενούσης ένδον αισθέσθαι, τέκνον

80ᾶρ᾽ εστὶν δύστηνος Ηλέκτρα
θέλεις
81μείνωμεν αυτοῦ κἀπακούσωμεν γόων;

82 ἥκιστα :
μηδὲν πρόσθεν τὰ Λοξίου
83πειρώμεθ᾽ έρδειν κἀπὸ τῶνδ᾽ αρχηγετεῖν,
84πατρὸς χέοντες λουτρά:
ταῦτα γὰρ φέρει
85νίκην τ᾽ εφ᾽ ἡμῖν καὶ κράτος τῶν δρωμένων.

86 φάος ἁγνὸν
87καὶ γῆς ισόμοιρ᾽ αήρ, ὥς μοι
88πολλὰς μὲν θρήνων ῳδάς,
89πολλὰς δ᾽ αντήρεις ῄσθου
90στέρνων πληγὰς αἱμασσομένων,
91ὁπόταν δνοφερὰ νὺξ ὑπολειφθῇ

92τὰ δὲ παννυχίδων ήδη στυγεραὶ
93ξυνίσασ᾽ ευναὶ μογερῶν οίκων,
94ὅσα τὸν δύστηνον εμὸν θρηνῶ
95πατέρ᾽, ὃν κατὰ μὲν βάρβαρον αῖαν
96φοίνιος Άρης ουκ εξένισεν,
97μήτηρ δ᾽ ἡμὴ χὠ κοινολεχὴς
98Αίγισθος ὅπως δρῦν ὑλοτόμοι
99σχίζουσι κάρα φονίῳ πελέκει,
100κοὐδεὶς τούτων οῖκτος απ᾽ άλλης
101 μοῦ φέρεται, σοῦ, πάτερ, οὕτως
102αικῶς οικτρῶς τε θανόντος.

103αλλ᾽ ου μὲν δὴ
104λήξω θρήνων στυγερῶν τε γόων,
105έστ᾽ ὰν παμφεγγεῖς άστρων
106ῥιπάς, λεύσσω δὲ τόδ᾽ ῆμαρ,
107μὴ ου τεκνολέτειρ᾽ ὥς τις αηδὼν
108επὶ κωκυτῷ τῶνδε πατρῴων
109πρὸ θυρῶν ηχὼ πᾶσι προφωνεῖν.

110 δῶμ᾽ Αΐδου καὶ Περσεφόνης,
111 χθόνι᾽ Ἑρμῆ καὶ πότνι᾽ Αρὰ
112σεμναί τε θεῶν παῖδες Ερινύες,
113αἳ τοὺς αδίκως θνῄσκοντας ὁρᾶθ᾽,
114αἳ τοὺς ευνὰς ὑποκλεπτομένους,
115έλθετ᾽, αρήξατε, τίσασθε πατρὸς
116φόνον ἡμετέρου,
117καί μοι τὸν εμὸν πέμψατ᾽ αδελφόν:

118μούνη γὰρ άγειν ουκέτι σωκῶ
119λύπης αντίρροπον άχθος

121 παῖ, παῖ δυστανοτάτας
122Ηλέκτρα ματρός, τίν᾽ αεὶ
123τάκεις ὧδ᾽ ακόρεστον οιμωγὰν
124τὸν πάλαι εκ δολερᾶς αθεώτατα
125ματρὸς ἁλόντ᾽ απάταις Αγαμέμνονα
126κακᾷ τε χειρὶ πρόδοτον
ὡς τάδε πορὼν
127όλοιτ᾽, εί μοι θέμις τάδ᾽ αυδᾶν.

128 γενέθλα γενναίων,
129ἥκετ᾽ εμῶν καμάτων παραμύθιον

131οῖδά τε καὶ ξυνίημι τάδ᾽, ού τί με
132φυγγάνει, ου δ᾽ εθέλω προλιπεῖν τόδε,
133μὴ ου τὸν εμὸν στενάχειν πατέρ᾽ άθλιον

134αλλ᾽ παντοίας φιλότητος αμειβόμεναι χάριν,
135εᾶτέ μ᾽ ὧδ᾽ αλύειν,
136αιαῖ, ἱκνοῦμαι

137αλλ᾽ ούτοι τόν γ᾽ εξ Αΐδα
138παγκοίνου λίμνας πατέρ᾽ αν -
139στάσεις ού τε γόοισιν ού τ᾽ ευχαῖς

140αλλ᾽ απὸ τῶν μετρίων επ᾽ αμήχανον
141άλγος αεὶ στενάχουσα διόλλυσαι,
142εν οἷς ανάλυσίς εστιν ουδεμία κακῶν

143τί μοι τῶν δυσφόρων εφίει

144νήπιος ὃς τῶν οικτρῶς
145οιχομένων γονέων επιλάθεται.

146αλλ᾽ εμέ γ᾽ στονόεσσ᾽ άραρεν φρένας,
147 Ίτυν, αιὲν Ίτυν ολοφύρεται,
148όρνις ατυζομένα, Διὸς άγγελος

149ιὼ παντλάμων Νιόβα, σὲ δ᾽ έγωγε νέμω θεόν,
151ἅτ᾽ εν τάφῳ πετραίῳ
152αιεὶ δακρύεις

153ούτοι σοὶ μούνᾳ, τέκνον,
154άχος εφάνη βροτῶν,
156πρὸς τι σὺ τῶν ένδον εῖ περισσά,
157οἷς ὁμόθεν εῖ καὶ γονᾷ ξύναιμος,
158οἵα Χρυσόθεμις ζώει καὶ Ιφιάνασσα,
159κρυπτᾷ τ᾽ αχέων εν ἥβᾳ,
160όλβιος, ὃν κλεινὰ
161γᾶ ποτε Μυκηναίων
162δέξεται ευπατρίδαν, Διὸς εύφρονι
163βήματι μολόντα τάνδε γᾶν Ορέσταν.

164ὅν γ᾽ εγὼ ακάματα προσμένουσ᾽, άτεκνος,
165τάλαιν᾽, ανύμφευτος αιὲν οιχνῶ,
166δάκρυσι μυδαλέα, τὸν ανήνυτον
167οῖτον έχουσα κακῶν
δὲ λάθεται
168ὧν τ᾽ έπαθ᾽ ὧν τ᾽ εδάη
τί γὰρ ουκ εμοὶ
169έρχεται αγγελίας απατώμενον

171αεὶ μὲν γὰρ ποθεῖ,
172ποθῶν δ᾽ ουκ αξιοῖ φανῆναι

173θάρσει μοι, θάρσει, τέκνον

174έτι μέγας ουρανῷ
176Ζεύς, ὃς εφορᾷ πάντα καὶ κρατύνει:

177 τὸν ὑπεραλγῆ χόλον νέμουσα
178μήθ᾽ οἷς εχθαίρεις ὑπεράχθεο μήτ᾽ επιλάθου

179χρόνος γὰρ ευμαρὴς θεός.

180ού τε γὰρ τὰν Κρῖσαν
181βούνομον έχων ακτὰν
182παῖς Αγαμεμνονίδας απερίτροπος
183ούθ᾽ παρὰ τὸν Αχέροντα θεὸς ανάσσων.

184αλλ᾽ εμὲ μὲν πολὺς απολέλοιπεν ήδη
186βίοτος ανέλπιστος, ου δ᾽ έτ᾽ αρκῶ

187ἅτις άνευ τεκέων κατατάκομαι,
188ἇς φίλος ούτις ανὴρ ὑπερίσταται,
189αλλ᾽ ἁπερεί τις έποικος αναξία
190οικονομῶ θαλάμους πατρός, ὧδε μὲν
191αεικεῖ σὺν στολᾷ,
192κεναῖς δ᾽ αμφίσταμαι τραπέζαις.

193οικτρὰ μὲν νόστοις αυδά,
194οικτρὰ δ᾽ εν κοίταις πατρῴαις
195ὅτε οἱ παγχάλκων ανταία
196γενύων ὡρμάθη πλαγά.

197δόλος ῆν φράσας, έρος κτείνας,
198δεινὰν δεινῶς προφυτεύσαντες
199μορφάν, είτ᾽ οῦν θεὸς είτε βροτῶν
200ῆν ταῦτα πράσσων.

201 πασᾶν κείνα πλέον ἁμέρα
202ελθοῦσ᾽ εχθίστα δή μοι:

203 νύξ, δείπνων αρρήτων
204έκπαγλ᾽ άχθη,
205τοὺς εμὸς ίδε πατὴρ
206θανάτους αικεῖς διδύμαιν χειροῖν,
207αἳ τὸν εμὸν εἷλον βίον πρόδοτον, αἵ μ᾽ απώλεσαν

208οἷς θεὸς μέγας Ολύμπιος
209ποίνιμα πάθεα παθεῖν πόροι,
211μη δέ ποτ᾽ αγλαΐας αποναίατο
212τοιάδ᾽ ανύσαντες έργα

213φράζου μὴ πόρσω φωνεῖν

214ου γνώμαν ίσχεις εξ οἵων
215τὰ παρόντ᾽ οικείας εις άτας
216εμπίπτεις οὕτως αικῶς

217πολὺ γάρ τι κακῶν ὑπερεκτήσω,
218σᾷ δυσθύμῳ τίκτουσ᾽ αεὶ
219ψυχᾷ πολέμους
τὰ δὲ τοῖς δυνατοῖς
220ουκ εριστὰ πλάθειν.

221δεινοῖς ηναγκάσθην, δεινοῖς

222έξοιδ᾽, ου λάθει μ᾽ οργά

223αλλ᾽ εν γὰρ δεινοῖς ου σχήσω
224ταύτας άτας,
225όφρα με βίος έχῃ

226τίνι γάρ ποτ᾽ άν, φιλία γενέθλα,
227πρόσφορον ακούσαιμ᾽ έπος, τίνι φρονοῦντι καίρια;

228άνετέ μ᾽ άνετε, παράγοροι

229τάδε γὰρ άλυτα κεκλήσεται,
230ου δέ ποτ᾽ εκ καμάτων αποπαύσομαι
231ανάριθμος ὧδε θρήνων

232αλλ᾽ οῦν ευνοίᾳ γ᾽ αυδῶ,
233μάτηρ ὡσεί τις πιστά,
234μὴ τίκτειν σ᾽ άταν άταις.

236καὶ τί μέτρον κακότατος έφυ
φέρε,
237πῶς επὶ τοῖς φθιμένοις αμελεῖν καλόν;

238εν τίνι τοῦτ᾽ έβλαστ᾽ ανθρώπων

239μήτ᾽ είην έντιμος τούτοις
240μήτ᾽, εί τῳ πρόσκειμαι χρηστῷ,
241ξυνναίοιμ᾽ εύκηλος, γονέων
242εκτίμους ίσχουσα πτέρυγας
243οξυτόνων γόων

244ει γὰρ μὲν θανὼν γᾶ τε καὶ ουδὲν ὼν
246κείσεται τάλας,
247οἱ δὲ μὴ πάλιν
248δώσουσ᾽ αντιφόνους δίκας,
249έρροι τ᾽ ὰν αιδὼς
250ἁπάντων τ᾽ ευσέβεια θνατῶν

251εγὼ μέν, παῖ, καὶ τὸ σὸν σπεύδουσ᾽ ἅμα
252καὶ τοὐμὸν αυτῆς ῆλθον
ει δὲ μὴ καλῶς
253λέγω, σὺ νίκα
σοὶ γὰρ ἑψόμεσθ᾽ ἅμα
254αισχύνομαι μέν, γυναῖκες, ει δοκῶ
255πολλοῖσι θρήνοις δυσφορεῖν ὑμῖν άγαν

256αλλ᾽ βία γὰρ ταῦτ᾽ αναγκάζει με δρᾶν,
257σύγγνωτε
πῶς γὰρ ἥτις ευγενὴς γυνή,
258πατρῷ᾽ ὁρῶσα πήματ᾽, ου δρῴη τάδ᾽ άν;

259ἁγὼ κατ᾽ ῆμαρ καὶ κατ᾽ ευφρόνην αεὶ
260θάλλοντα μᾶλλον καταφθίνονθ᾽ ὁρῶ:

261 πρῶτα μὲν τὰ μητρός, μ᾽ εγείνατο,
262έχθιστα συμβέβηκεν
εῖτα δώμασιν
263εν τοῖς εμαυτῆς τοῖς φονεῦσι τοῦ πατρὸς
264ξύνειμι, κἀκ τῶνδ᾽ άρχομαι κἀκ τῶνδέ μοι
265λαβεῖν θ᾽ ὁμοίως καὶ τὸ τητᾶσθαι πέλει.

266έπειτα ποίας ἡμέρας δοκεῖς μ᾽ άγειν,
267ὅταν θρόνοις Αίγισθον ενθακοῦντ᾽ ίδω
268τοῖσιν πατρῴοις, εισίδω δ᾽ εσθήματα
269φοροῦντ᾽ εκείνῳ ταὐτὰ καὶ παρεστίους
270σπένδοντα λοιβὰς ένθ᾽ εκεῖνον ώλεσεν,
271ίδω δὲ τούτων τὴν τελευταίαν ὕβριν,
272τὸν αυτοέντην ἡμὶν εν κοίτῃ πατρὸς
273ξὺν τῇ ταλαίνῃ μητρί, μητέρ᾽ ει χρεὼν
274ταύτην προσαυδᾶν τῷδε συγκοιμωμένην:

275 δ᾽ ὧδε τλήμων ὥστε τῷ μιάστορι
276ξύνεστ᾽, ερινὺν ούτιν᾽ εκφοβουμένη:

277αλλ᾽ ὥσπερ εγγελῶσα τοῖς ποιουμένοις,
278εὑροῦσ᾽ εκείνην ἡμέραν, εν τότε
279πατέρα τὸν αμὸν εκ δόλου κατέκτανεν,
280ταύτῃ χοροὺς ἵστησι καὶ μηλοσφαγεῖ
281θεοῖσιν έμμην᾽ ἱερὰ τοῖς σωτηρίοις

282εγὼ δ᾽ ὁρῶσ᾽ δύσμορος κατὰ στέγας
283κλαίω, τέτηκα, κἀπικωκύω πατρὸς
284τὴν δυστάλαιναν δαῖτ᾽ επωνομασμένην
285αυτὴ πρὸς αὑτήν
ου δὲ γὰρ κλαῦσαι πάρα
286τοσόνδ᾽ ὅσον μοι θυμὸς ἡδονὴν φέρει

287αὕτη γὰρ λόγοισι γενναία γυνὴ
288φωνοῦσα τοιάδ᾽ εξονειδίζει κακά

289 δύσθεον μίσημα, σοὶ μόνῃ πατὴρ
290τέθνηκεν
άλλος δ᾽ ούτις εν πένθει βροτῶν;
291κακῶς όλοιο, μη δέ σ᾽ εκ γόων ποτὲ
292τῶν νῦν απαλλάξειαν οἱ κάτω θεοί

293τάδ᾽ εξυβρίζει
πλὴν ὅταν κλύῃ τινὸς
294ἥξοντ᾽ Ορέστην:
τηνικαῦτα δ᾽ εμμανὴς
295βοᾷ παραστᾶσ᾽
ου σύ μοι τῶνδ᾽ αιτία;
296ου σὸν τόδ᾽ εστὶ τοὔργον, ἥτις εκ χερῶν
297κλέψασ᾽ Ορέστην τῶν εμῶν ὑπεξέθου

298αλλ᾽ ίσθι τοι τίσουσά γ᾽ αξίαν δίκην

299τοιαῦθ᾽ ὑλακτεῖ, σὺν δ᾽ εποτρύνει πέλας
300 κλεινὸς αυτῇ ταὐτὰ νυμφίος παρών,
301 πάντ᾽ άναλκις οὗτος, πᾶσα βλάβη,
302 σὺν γυναιξὶ τὰς μάχας ποιούμενος

303εγὼ δ᾽ Ορέστην τῶνδε προσμένουσ᾽ αεὶ
304παυστῆρ᾽ εφήξειν τάλαιν᾽ απόλλυμαι

305μέλλων γὰρ αεὶ δρᾶν τι τὰς ούσας τέ μου
306καὶ τὰς απούσας ελπίδας διέφθορεν

307εν οῦν τοιούτοις ού τε σωφρονεῖν, φίλαι, ού τ᾽
308ευσεβεῖν πάρεστιν
αλλ᾽ έν τοι κακοῖς
309πολλή στ᾽ ανάγκη κἀπιτηδεύειν κακά

310φέρ᾽ ειπέ, πότερον όντος Αιγίσθου πέλας
311λέγεις τάδ᾽ ἡμῖν βεβῶτος εκ δόμων

312 κάρτα:
μὴ δόκει μ᾽ άν, είπερ ῆν πέλας,
313θυραῖον οιχνεῖν
νῦν δ᾽ αγροῖσι τυγχάνει.
314 κἂν εγὼ θαρσοῦσα μᾶλλον ες λόγους
315τοὺς σοὺς ἱκοίμην, είπερ ὧδε ταῦτ᾽ έχει

316ὡς νῦν απόντος ἱστόρει
τί σοι φίλον;
317καὶ δή σ᾽ ερωτῶ
τοῦ κασιγνήτου τί φής,
318ἥξοντος μέλλοντος
ειδέναι θέλω
319φησίν γε
φάσκων δ᾽ ουδὲν ὧν λέγει ποεῖ
320φιλεῖ γὰρ οκνεῖν πρᾶγμ᾽ ανὴρ πράσσων μέγα

321καὶ μὴν έγωγ᾽ έσωσ᾽ εκεῖνον ουκ όκνῳ

322 θάρσει
πέφυκεν εσθλός, ὥστ᾽ αρκεῖν φίλοις
323πέποιθ᾽, επεί τἂν ου μακρὰν έζων εγώ

324μὴ νῦν έτ᾽ είπῃς μηδέν
ὡς δόμων ὁρῶ
325τὴν σὴν ὅμαιμον εκ πατρὸς ταὐτοῦ φύσιν,
326Χρυσόθεμιν, έκ τε μητρός, εντάφια χεροῖν
327φέρουσαν, οἷα τοῖς κάτω νομίζεται.

328τίν᾽ αῦ σὺ τήνδε πρὸς θυρῶνος εξόδοις
329ελθοῦσα φωνεῖς, κασιγνήτη, φάτιν,
330κοὐδ᾽ εν χρόνῳ μακρῷ διδαχθῆναι θέλεις
331θυμῷ ματαίῳ μὴ χαρίζεσθαι κενά

332καίτοι τοσοῦτόν γ᾽ οῖδα κἀμαυτήν, ὅτι
333αλγῶ πὶ τοῖς παροῦσιν:
ὥστ᾽ άν, ει σθένος
334λάβοιμι, δηλώσαιμ᾽ ὰν οἷ᾽ αυτοῖς φρονῶ.

335νῦν δ᾽ εν κακοῖς μοι πλεῖν ὑφειμένῃ δοκεῖ,
336καὶ μὴ δοκεῖν μὲν δρᾶν τι, πημαίνειν δὲ μή

337τοιαῦτα δ᾽ άλλα καὶ σὲ βούλομαι ποεῖν

338καίτοι τὸ μὲν δίκαιον ουχ γὼ λέγω,
339αλλ᾽ σὺ κρίνεις:
ει δ᾽ ελευθέραν με δεῖ
340ζῆν, τῶν κρατούντων εστὶ πάντ᾽ ακουστέα

341δεινόν γέ σ᾽ οῦσαν πατρὸς οὗ σὺ παῖς έφυς,
342κείνου λελῆσθαι, τῆς δὲ τικτούσης μέλειν.

343ἅπαντα γάρ σοι τἀμὰ νουθετήματα
344κείνης διδακτά, κοὐδὲν εκ σαυτῆς λέγεις.

345έπειθ᾽ ἑλοῦ γε θάτερ᾽, φρονεῖν κακῶς
346 τῶν φίλων φρονοῦσα μὴ μνήμην έχειν

347ἥτις λέγεις μὲν αρτίως ὡς, ει λάβοις
348σθένος, τὸ τούτων μῖσος εκδείξειας άν,
349εμοῦ δὲ πατρὶ πάντα τιμωρουμένης
350ού τε ξυνέρδεις τήν τε δρῶσαν εκτρέπεις

351ου ταῦτα πρὸς κακοῖσι δειλίαν έχει

352επεὶ δίδαξον, μάθ᾽ εξ εμοῦ, τί μοι
353κέρδος γένοιτ᾽ ὰν τῶνδε ληξάσῃ γόων

354ου ζῶ
κακῶς μέν, οῖδ᾽, επαρκούντως δ᾽ εμοί.
355λυπῶ δὲ τούτους, ὥστε τῷ τεθνηκότι
356τιμὰς προσάπτειν, εί τις έστ᾽ εκεῖ χάρις

357σὺ δ᾽ ἡμὶν μισοῦσα μισεῖς μὲν λόγῳ,
358έργῳ δὲ τοῖς φονεῦσι τοῦ πατρὸς ξύνει.

359εγὼ μὲν οῦν ουκ άν ποτ᾽, ου δ᾽ εί μοι τὰ σὰ
360μέλλοι τις οίσειν δῶρ᾽, εφ᾽ οἷσι νῦν χλιδᾷς,
361τούτοις ὑπεικάθοιμι
σοὶ δὲ πλουσία
362τράπεζα κείσθω καὶ περιρρείτω βίος

363εμοὶ γὰρ έστω τοὐμὲ μὴ λυπεῖν μόνον
364βόσκημα
τῆς σῆς δ᾽ ουκ ερῶ τιμῆς τυχεῖν,
365ου δ᾽ ὰν σύ, σώφρων γ᾽ οῦσα.
νῦν δ᾽ εξὸν πατρὸς
366πάντων αρίστου παῖδα κεκλῆσθαι, καλοῦ
367τῆς μητρός
οὕτω γὰρ φανεῖ πλείστοις κακή,
368θανόντα πατέρα καὶ φίλους προδοῦσα σούς

369μηδὲν πρὸς οργήν, πρὸς θεῶν:
ὡς τοῖς λόγοις
370ένεστιν αμφοῖν κέρδος, ει σὺ μὲν μάθοις
371τοῖς τῆσδε χρῆσθαι, τοῖς δὲ σοῖς αὕτη πάλιν.

372εγὼ μέν, γυναῖκες, ηθάς ειμί πως
373τῶν τῆσδε μύθων
ου δ᾽ ὰν εμνήσθην ποτέ,
374ει μὴ κακὸν μέγιστον εις αυτὴν ιὸν
375ήκουσ᾽, ταύτην τῶν μακρῶν σχήσει γόων

376φέρ᾽ ειπὲ δὴ τὸ δεινόν
ει γὰρ τῶνδέ μοι
377μεῖζόν τι λέξεις, ουκ ὰν αντείποιμ᾽ έτι

378αλλ᾽ εξερῶ σοι πᾶν ὅσον κάτοιδ᾽ εγώ

379μέλλουσι γάρ σ᾽, ει τῶνδε μὴ λήξεις γόων,
380ενταῦθα πέμψειν ένθα μή ποθ᾽ ἡλίου
381φέγγος προσόψει, ζῶσα δ᾽ εν κατηρεφεῖ
382στέγῃ χθονὸς τῆσδ᾽ εκτὸς ὑμνήσεις κακά

383πρὸς ταῦτα φράζου καί με μή ποθ᾽ ὕστερον
384παθοῦσα μέμψῃ
νῦν γὰρ εν καλῷ φρονεῖν.
385 ταῦτα δή με καὶ βεβούλευνται ποεῖν

386 μάλισθ᾽ :
ὅταν περ οίκαδ᾽ Αίγισθος μόλῃ.
387αλλ᾽ εξίκοιτο τοῦδέ γ᾽ οὕνεκ᾽ εν τάχει

388τίν᾽, τάλαινα, τόνδ᾽ επηράσω λόγον

389ελθεῖν εκεῖνον, εί τι τῶνδε δρᾶν νοεῖ.

390ὅπως πάθῃς τί χρῆμα;
ποῦ ποτ᾽ εῖ φρενῶν
391ὅπως αφ᾽ ὑμῶν ὡς προσωτάτω φύγω.

392βίου δὲ τοῦ παρόντος ου μνείαν έχεις

393καλὸς γὰρ οὑμὸς βίοτος ὥστε θαυμάσαι.

394αλλ᾽ ῆν άν, ει σύ γ᾽ εῦ φρονεῖν ηπίστασο

395μή μ᾽ εκδίδασκε τοῖς φίλοις εῖναι κακήν

396αλλ᾽ ου διδάσκω
τοῖς κρατοῦσι δ᾽ εικαθεῖν.
397σὺ ταῦτα θώπευ᾽
ουκ εμοὺς τρόπους λέγεις
398καλόν γε μέντοι μὴ ξ αβουλίας πεσεῖν.

399πεσούμεθ᾽, ει χρή, πατρὶ τιμωρούμενοι

400πατὴρ δὲ τούτων, οῖδα, συγγνώμην έχει

401ταῦτ᾽ εστὶ τἄπη πρὸς κακῶν επαινέσαι

402σὺ δ᾽ ουχὶ πείσει καὶ συναινέσεις εμοί

403ου δῆτα:
μή πω νοῦ τοσόνδ᾽ είην κενή
404χωρήσομαί τἄρ᾽ οἷπερ εστάλην ὁδοῦ

405ποῖ δ᾽ εμπορεύει
τῷ φέρεις τάδ᾽ έμπυρα
406μήτηρ με πέμπει πατρὶ τυμβεῦσαι χοάς

407πῶς εῖπας
τῷ δυσμενεστάτῳ βροτῶν;
408ὃν έκταν᾽ αυτή:
τοῦτο γὰρ λέξαι θέλεις
409εκ τοῦ φίλων πεισθεῖσα;
τῷ τοῦτ᾽ ήρεσεν
410εκ δείματός του νυκτέρου, δοκεῖν εμοί;

411 θεοὶ πατρῷοι, συγγένεσθέ γ᾽ αλλὰ νῦν

412έχεις τι θάρσος τοῦδε τοῦ τάρβους πέρι

413εί μοι λέγοις τὴν όψιν, είποιμ᾽ ὰν τότε

414αλλ᾽ ου κάτοιδα πλὴν επὶ σμικρὸν φράσαι

415λέγ᾽ αλλὰ τοῦτο
πολλά τοι σμικροὶ λόγοι
416έσφηλαν ήδη καὶ κατώρθωσαν βροτούς

417λόγος τις αυτήν εστιν εισιδεῖν πατρὸς
418τοῦ σοῦ τε κἀμοῦ δευτέραν ὁμιλίαν
419ελθόντος ες φῶς:
εῖτα τόνδ᾽ εφέστιον
420πῆξαι λαβόντα σκῆπτρον οὑφόρει ποτὲ
421αυτός, τανῦν δ᾽ Αίγισθος:
εκ δὲ τοῦδ᾽ άνω
422βλαστεῖν βρύοντα θαλλόν, κατάσκιον
423πᾶσαν γενέσθαι τὴν Μυκηναίων χθόνα.

424τοιαῦτά του παρόντος, ἡνίχ᾽ Ἡλίῳ
425δείκνυσι τοὔναρ, έκλυον εξηγουμένου

426πλείω δὲ τούτων ου κάτοιδα, πλὴν ὅτι
427πέμπει με κείνη τοῦδε τοῦ φόβου χάριν

428πρός νυν θεῶν σε λίσσομαι τῶν εγγενῶν
429εμοὶ πιθέσθαι μη δ᾽ αβουλίᾳ πεσεῖν

430ει γάρ μ᾽ απώσει, σὺν κακῷ μέτει πάλιν

431αλλ᾽, φίλη, τούτων μὲν ὧν έχεις χεροῖν
432τύμβῳ προσάψῃς μηδέν
ου γάρ σοι θέμις
433ου δ᾽ ὅσιον εχθρᾶς απὸ γυναικὸς ἱστάναι
434κτερίσματ᾽ ου δὲ λουτρὰ προσφέρειν πατρί:

435αλλ᾽ πνοαῖσιν βαθυσκαφεῖ κόνει
436κρύψον νιν, ένθα μή ποτ᾽ εις ευνὴν πατρὸς
437τούτων πρόσεισι μηδέν
αλλ᾽ ὅταν θάνῃ
438κειμήλι᾽ αυτῇ ταῦτα σῳζέσθω κάτω

439αρχὴν δ᾽ άν, ει μὴ τλημονεστάτη γυνὴ
440πασῶν έβλαστε, τάσδε δυσμενεῖς χοὰς
441ουκ άν ποθ᾽ ὅν γ᾽ έκτεινε, τῷδ᾽ επέστεφε

442σκέψαι γὰρ εί σοι προσφιλῶς αυτῇ δοκεῖ
443γέρα τάδ᾽ οὑν τάφοισι δέξασθαι νέκυς,
444ὑφ᾽ ἧς θανὼν άτιμος, ὥστε δυσμενής,
445εμασχαλίσθη, κἀπὶ λουτροῖσιν κάρᾳ
446κηλῖδας εξέμαξεν.
ᾶρα μὴ δοκεῖς
447λυτήρι᾽ αυτῇ ταῦτα τοῦ φόνου φέρειν

448ουχ έστιν
αλλὰ ταῦτα μὲν μέθες σὺ δὲ
449τεμοῦσα κρατὸς βοστρύχων άκρας φόβας
450κἀμοῦ ταλαίνης, σμικρὰ μὲν τάδ᾽, αλλ᾽ ὅμως
451ἅχω, δὸς αυτῷ, τήνδ᾽ αλιπαρῆ τρίχα
452καὶ ζῶμα τοὐμὸν ου χλιδαῖς ησκημένον.

453αιτοῦ δὲ προσπίτνουσα γῆθεν ευμενῆ
454ἡμῖν αρωγὸν αυτὸν εις εχθροὺς μολεῖν,
455καὶ παῖδ᾽ Ορέστην εξ ὑπερτέρας χερὸς
456εχθροῖσιν αυτοῦ ζῶντ᾽ επεμβῆναι ποδί,
457ὅπως τὸ λοιπὸν αυτὸν αφνεωτέραις
458χερσὶν στέφωμεν τανῦν δωρούμεθα

459οῖμαι μὲν οῦν, οῖμαί τι κἀκείνῳ μέλον
460πέμψαι τάδ᾽ αυτῇ δυσπρόσοπτ᾽ ονείρατα:

461ὅμως δ᾽, αδελφή, σοί θ᾽ ὑπούργησον τάδε
462εμοί τ᾽ αρωγὰ τῷ τε φιλτάτῳ βροτῶν
463πάντων, εν Ἅιδου κειμένῳ κοινῷ πατρί

464πρὸς ευσέβειαν κόρη λέγει
σὺ δέ,
465ει σωφρονήσεις, φίλη, δράσεις τάδε

466 δράσω
τὸ γὰρ δίκαιον ουχ έχει λόγον
467δυοῖν ερίζειν, αλλ᾽ επισπεύδειν τὸ δρᾶν

468πειρωμένῃ δὲ τῶνδε τῶν έργων εμοὶ
469σιγὴ παρ᾽ ὑμῶν, πρὸς θεῶν, έστω, φίλαι

470ὡς ει τάδ᾽ τεκοῦσα πεύσεται, πικρὰν
471δοκῶ με πεῖραν τήνδε τολμήσειν έτι.

472ει μὴ γὼ παράφρων μάντις έφυν καὶ γνώμας
473λειπομένα σοφᾶς,
474εῖσιν πρόμαντις
475Δίκα δίκαια φερομένα χεροῖν κράτη

476μέτεισιν, τέκνον, ου μακροῦ χρόνου

477ὕπεστί μοι θάρσος,
478ἁδυπνόων κλύουσαν
481αρτίως ονειράτων

482ου γάρ ποτ᾽ αμναστεῖ γ᾽ φύσας σ᾽ Ἑλλάνων άναξ,
483ου δ᾽ παλαιὰ χαλκόπλακτος αμφάκης γένυς,
486 νιν κατέπεφνεν αισχίσταις εν αικίαις.

487ἥξει καὶ πολύπους καὶ πολύχειρ δεινοῖς
488κρυπτομένα λόχοις
491χαλκόπους Ερινύς

492άλεκτρ᾽ άνυμφα γὰρ επέβα μιαιφόνων
493γάμων ἁμιλλήμαθ᾽ οἷσιν ου θέμις.

494πρὸ τῶνδέ τοί μ᾽ έχει
496μή ποτε μή ποθ᾽ ἡμῖν
497αψεγὲς πελᾶν τέρας
498τοῖς δρῶσι καὶ συνδρῶσιν
ή τοι μαντεῖαι βροτῶν
501ουκ εισὶν εν δεινοῖς ονείροις ου δ᾽ εν θεσφάτοις,
502ει μὴ τόδε φάσμα νυκτὸς εῦ κατασχήσει

503 Πέλοπος πρόσθεν
504πολύπονος ἱππεία,
506ὡς έμολες αιανὴς
507τᾷδε γᾷ

508εῦτε γὰρ ποντισθεὶς
509Μυρτίλος εκοιμάθη,
510παγχρύσων δίφρων
511δυστάνοις αικίαις
512πρόρριζος εκριφθείς,
513ού τί πω
514έλειπεν εκ τοῦδ᾽ οίκου
515πολύπονος αικία

516ανειμένη μέν, ὡς έοικας, αῦ στρέφει

517ου γὰρ πάρεστ᾽ Αίγισθος, ὅς σ᾽ επεῖχ᾽ αεὶ
518μή τοι θυραίαν γ᾽ οῦσαν αισχύνειν φίλους

519νῦν δ᾽ ὡς άπεστ᾽ εκεῖνος, ουδὲν εντρέπει
520εμοῦ γε
καίτοι πολλὰ πρὸς πολλούς με δὴ
521εξεῖπας ὡς θρασεῖα καὶ πέρα δίκης
522άρχω, καθυβρίζουσα καὶ σὲ καὶ τὰ σά:

523εγὼ δ᾽ ὕβριν μὲν ουκ έχω, κακῶς δέ σε
524λέγω κακῶς κλύουσα πρὸς σέθεν θαμά

525πατὴρ γάρ, ουδὲν άλλο, σοὶ πρόσχημ᾽ αεὶ
526ὡς εξ εμοῦ τέθνηκεν.
εξ εμοῦ: καλῶς
527έξοιδα
τῶνδ᾽ άρνησις ουκ ένεστί μοι
528 γὰρ Δίκη νιν εἷλεν, ουκ εγὼ μόνη,
529 χρῆν σ᾽ αρήγειν, ει φρονοῦσ᾽ ετύγχανες:

530επεὶ πατὴρ σὸς οὗτος, ὃν θρηνεῖς αεί,
531τὴν σὴν ὅμαιμον μοῦνος Ἑλλήνων έτλη
532θῦσαι θεοῖσιν, ουκ ίσον καμὼν εμοὶ
533λύπης, ὅτ᾽ έσπειρ᾽, ὥσπερ τίκτουσ᾽ εγώ.

534εῖεν, δίδαξον δή με τοῦ χάριν, τίνων
535έθυσεν αυτήν
πότερον Αργείων ερεῖς;
536αλλ᾽ ου μετῆν αυτοῖσι τήν γ᾽ εμὴν κτανεῖν

537αλλ᾽ αντ᾽ αδελφοῦ δῆτα Μενέλεω κτανὼν
538τἄμ᾽, ουκ έμελλε τῶνδέ μοι δώσειν δίκην

539πότερον εκείνῳ παῖδες ουκ ῆσαν διπλοῖ,
540οὓς τῆσδε μᾶλλον εικὸς ῆν θνῄσκειν, πατρὸς
541καὶ μητρὸς όντας, ἧς πλοῦς ὅδ᾽ ῆν χάριν

542 τῶν εμῶν Ἅιδης τιν᾽ ἵμερον τέκνων
543 τῶν εκείνης έσχε δαίσασθαι πλέον;

544 τῷ πανώλει πατρὶ τῶν μὲν εξ εμοῦ
545παίδων πόθος παρεῖτο, Μενέλεω δ᾽ ενῆν;

546ου ταῦτ᾽ αβούλου καὶ κακοῦ γνώμην πατρός;

547δοκῶ μέν, ει καὶ σῆς δίχα γνώμης λέγω

548φαίη δ᾽ ὰν θανοῦσά γ᾽, ει φωνὴν λάβοι

549εγὼ μὲν οῦν ουκ ειμὶ τοῖς πεπραγμένοις
550δύσθυμος
ει δὲ σοὶ δοκῶ φρονεῖν κακῶς,
551γνώμην δικαίαν σχοῦσα τοὺς πέλας ψέγε

552ερεῖς μὲν ουχὶ νῦν γέ μ᾽ ὡς άρξασά τι
553λυπηρὸν εῖτα σοῦ τάδ᾽ εξήκουσ᾽ ὕπο

554αλλ᾽ ὴν εφῇς μοι, τοῦ τεθνηκότος θ᾽ ὕπερ
555λέξαιμ᾽ ὰν ορθῶς τῆς κασιγνήτης θ᾽ ὁμοῦ

556καὶ μὴν εφίημ᾽
ει δέ μ᾽ ὧδ᾽ αεὶ λόγους
557εξῆρχες, ουκ ὰν ῆσθα λυπηρὰ κλύειν

558καὶ δὴ λέγω σοι
πατέρα φὴς κτεῖναι τίς ὰν
559τούτου λόγος γένοιτ᾽ ὰν αισχίων έτι,
560είτ᾽ οῦν δικαίως είτε μή;
λέξω δέ σοι
561ὡς ου δίκῃ γ᾽ έκτεινας, αλλά σ᾽ έσπασεν
562πειθὼ κακοῦ πρὸς ανδρός, τανῦν ξύνει

563εροῦ δὲ τὴν κυναγὸν Άρτεμιν, τίνος
564ποινὰς τὰ πολλὰ πνεύματ᾽ έσχ᾽ εν Αυλίδι

565 γὼ φράσω
κείνης γὰρ ου θέμις μαθεῖν.
566πατήρ ποθ᾽ οὑμός, ὡς εγὼ κλύω, θεᾶς
567παίζων κατ᾽ άλσος εξεκίνησεν ποδοῖν
568στικτὸν κεράστην έλαφον, οὗ κατὰ σφαγὰς
569εκκομπάσας έπος τι τυγχάνει βαλών

570κἀκ τοῦδε μηνίσασα Λητῴα κόρη
571κατεῖχ᾽ Αχαιούς, ὡς πατὴρ αντίσταθμον
572τοῦ θηρὸς εκθύσειε τὴν αὑτοῦ κόρην

573ὧδ᾽ ῆν τὰ κείνης θύματ᾽
ου γὰρ ῆν λύσις
574άλλη στρατῷ πρὸς οῖκον ου δ᾽ εις Ίλιον.

575ανθ᾽ ὧν, βιασθεὶς πολλὰ κἀντιβάς, μόλις
576έθυσεν αυτήν, ουχὶ Μενέλεω χάριν.

577ει δ᾽ οῦν, ερῶ γὰρ καὶ τὸ σόν, κεῖνον θέλων
578επωφελῆσαι ταῦτ᾽ έδρα, τούτου θανεῖν
579χρῆν αυτὸν οὕνεκ᾽ εκ σέθεν
ποίῳ νόμῳ;
580ὅρα τιθεῖσα τόνδε τὸν νόμον βροτοῖς
581μὴ πῆμα σαυτῇ καὶ μετάγνοιαν τιθῇς

582ει γὰρ κτενοῦμεν άλλον αντ᾽ άλλου, σύ τοι
583πρώτη θάνοις άν, ει δίκης γε τυγχάνοις

584αλλ᾽ εισόρα μὴ σκῆψιν ουκ οῦσαν τίθης

585ει γὰρ θέλεις, δίδαξον ανθ᾽ ὅτου τανῦν
586αίσχιστα πάντων έργα δρῶσα τυγχάνεις,
587ἥτις ξυνεύδεις τῷ παλαμναίῳ, μεθ᾽ οὗ
588πατέρα τὸν αμὸν πρόσθεν εξαπώλεσας,
589καὶ παιδοποιεῖς, τοὺς δὲ πρόσθεν ευσεβεῖς
590κἀξ ευσεβῶν βλαστόντας εκβαλοῦσ᾽ έχεις

591πῶς ταῦτ᾽ επαινέσαιμ᾽ άν
καὶ ταῦτ᾽ ερεῖς
592ὡς τῆς θυγατρὸς αντίποινα λαμβάνεις

593αισχρῶς δ᾽, εάν περ καὶ λέγῃς:
ου γὰρ καλὸν
594εχθροῖς γαμεῖσθαι τῆς θυγατρὸς οὕνεκα.

595αλλ᾽ ου γὰρ ου δὲ νουθετεῖν έξεστί σε,
596 πᾶσαν ἵης γλῶσσαν ὡς τὴν μητέρα
597κακοστομοῦμεν
καί σ᾽ έγωγε δεσπότιν
598 μητέρ᾽ ουκ έλασσον εις ἡμᾶς νέμω,
599 ζῶ βίον μοχθηρόν, έκ τε σοῦ κακοῖς
600πολλοῖς αεὶ ξυνοῦσα τοῦ τε συννόμου:

601 δ᾽ άλλος έξω, χεῖρα σὴν μόλις φυγών,
602τλήμων Ορέστης δυστυχῆ τρίβει βίον

603ὃν πολλὰ δή με σοὶ τρέφειν μιάστορα
604επῃτιάσω
καὶ τόδ᾽, είπερ έσθενον,
605έδρων άν, εῦ τοῦτ᾽ ίσθι
τοῦδέ γ᾽ οὕνεκα
606κήρυσσέ μ᾽ εις ἅπαντας, είτε χρῇς κακὴν
607είτε στόμαργον είτ᾽ αναιδείας πλέαν.

608ει γὰρ πέφυκα τῶνδε τῶν έργων ίδρις,
609σχεδόν τι τὴν σὴν ου καταισχύνω φύσιν

610ὁρῶ μένος πνέουσαν
ει δὲ σὺν δίκῃ
611ξύνεστι, τοῦδε φροντίδ᾽ ουκέτ᾽ εισορῶ

612ποίας δ᾽ εμοὶ δεῖ πρός γε τήνδε φροντίδος,
613ἥτις τοιαῦτα τὴν τεκοῦσαν ὕβρισεν,
614καὶ ταῦτα τηλικοῦτος
ᾶρά σοι δοκεῖ
615χωρεῖν ὰν εις πᾶν έργον αισχύνης άτερ

616εῦ νυν επίστω τῶνδέ μ᾽ αισχύνην έχειν,
617κεἰ μὴ δοκῶ σοι
μανθάνω δ᾽ ὁθούνεκα
618έξωρα πράσσω κοὐκ εμοὶ προσεικότα

619αλλ᾽ γὰρ εκ σοῦ δυσμένεια καὶ τὰ σὰ
620έργ᾽ εξαναγκάζει με ταῦτα δρᾶν βίᾳ

621αισχροῖς γὰρ αισχρὰ πράγματ᾽ εκδιδάσκεται

622 θρέμμ᾽ αναιδές, σ᾽ εγὼ καὶ τἄμ᾽ έπη
623καὶ τἄργα τἀμὰ πόλλ᾽ άγαν λέγειν ποεῖ

624σύ τοι λέγεις νιν, ουκ εγώ
σὺ γὰρ ποεῖς
625τοὔργον
τὰ δ᾽ έργα τοὺς λόγους εὑρίσκεται
626αλλ᾽ ου μὰ τὴν δέσποιναν Άρτεμιν θράσους
627τοῦδ᾽ ουκ αλύξεις, εῦτ᾽ ὰν Αίγισθος μόλῃ

628 ὁρᾷς
πρὸς οργὴν εκφέρει, μεθεῖσά μοι
629λέγειν χρῄζοιμ᾽, ου δ᾽ επίστασαι κλύειν

630ούκουν εάσεις ου δ᾽ ὑπ᾽ ευφήμου βοῆς
631θῦσαί μ᾽, επειδὴ σοί γ᾽ εφῆκα πᾶν λέγειν

632εῶ, κελεύω, θῦε
μη δ᾽ επαιτιῶ
633τοὐμὸν στόμ᾽, ὡς ουκ ὰν πέρα λέξαιμ᾽ έτι

634έπαιρε δὴ σὺ θύμαθ᾽ παροῦσά μοι
635πάγκαρπ᾽, άνακτι τῷδ᾽ ὅπως λυτηρίους
636ευχὰς ανάσχω δειμάτων, νῦν έχω.

637κλύοις ὰν ήδη, Φοῖβε προστατήριε,
638κεκρυμμένην μου βάξιν
ου γὰρ εν φίλοις
639 μῦθος, ου δὲ πᾶν αναπτύξαι πρέπει
640πρὸς φῶς παρούσης τῆσδε πλησίας εμοί,
641μὴ σὺν φθόνῳ τε καὶ πολυγλώσσῳ βοῇ
642σπείρῃ ματαίαν βάξιν εις πᾶσαν πόλιν.

643αλλ᾽ ὧδ᾽ άκουε
τῇδε γὰρ κἀγὼ φράσω
644 γὰρ προσεῖδον νυκτὶ τῇδε φάσματα
645δισσῶν ονείρων, ταῦτά μοι, Λύκει᾽ άναξ,
646ει μὲν πέφηνεν εσθλά, δὸς τελεσφόρα,
647ει δ᾽ εχθρά, τοῖς εχθροῖσιν έμπαλιν μέθες:

648καὶ μή με πλούτου τοῦ παρόντος εί τινες
649δόλοισι βουλεύουσιν εκβαλεῖν, εφῇς,
650αλλ᾽ ὧδέ μ᾽ αιεὶ ζῶσαν αβλαβεῖ βίῳ
651δόμους Ατρειδῶν σκῆπτρά τ᾽ αμφέπειν τάδε,
652φίλοισί τε ξυνοῦσαν οἷς ξύνειμι νῦν
653ευημεροῦσαν καὶ τέκνων ὅσων εμοὶ
654δύσνοια μὴ πρόσεστιν λύπη πικρά.

655ταῦτ᾽, Λύκει᾽ Άπολλον, ἵλεως κλύων
656δὸς πᾶσιν ἡμῖν ὥσπερ εξαιτούμεθα

657τὰ δ᾽ άλλα πάντα καὶ σιωπώσης εμοῦ
658επαξιῶ σε δαίμον᾽ όντ᾽ εξειδέναι

659τοὺς εκ Διὸς γὰρ εικός εστι πάνθ᾽ ὁρᾶν

660ξέναι γυναῖκες, πῶς ὰν ειδείην σαφῶς
661ει τοῦ τυράννου δώματ᾽ Αιγίσθου τάδε;

662τάδ᾽ εστίν, ξέν᾽
αυτὸς ῄκασας καλῶς
663 καὶ δάμαρτα τήνδ᾽ επεικάζων κυρῶ
664κείνου
πρέπει γὰρ ὡς τύραννος εισορᾶν
665μάλιστα πάντων:
ἥδε σοι κείνη πάρα
666 χαῖρ᾽, άνασσα
σοὶ φέρων ἥκω λόγους
667ἡδεῖς φίλου παρ᾽ ανδρὸς Αιγίσθῳ θ᾽ ὁμοῦ

668εδεξάμην τὸ ῥηθέν
ειδέναι δέ σου
669πρώτιστα χρῄζω τίς σ᾽ απέστειλεν βροτῶν

670Φανοτεὺς Φωκεύς, πρᾶγμα πορσύνων μέγα.

671τὸ ποῖον, ξέν᾽;
ειπέ παρὰ φίλου γὰρ ὼν
672ανδρός, σάφ᾽ οῖδα, προσφιλεῖς λέξεις λόγους

673τέθνηκ᾽ Ορέστης
εν βραχεῖ ξυνθεὶς λέγω
674οὶ γὼ τάλαιν᾽, όλωλα τῇδ᾽ εν ἡμέρᾳ

675τί φής, τί φής, ξεῖνε
μὴ ταύτης κλύε
676θανόντ᾽ Ορέστην νῦν τε καὶ πάλαι λέγω

677απωλόμην δύστηνος, ουδέν ειμ᾽ έτι

678σὺ μὲν τὰ σαυτῆς πρᾶσσ᾽, εμοὶ δὲ σύ, ξένε,
679τἀληθὲς ειπέ, τῷ τρόπῳ διόλλυται

680κἀπεμπόμην πρὸς ταῦτα καὶ τὸ πᾶν φράσω

681κεῖνος γὰρ ελθὼν εις τὸ κλεινὸν Ἑλλάδος
682πρόσχημ᾽ αγῶνος Δελφικῶν άθλων χάριν,
683ὅτ᾽ ῄσθετ᾽ ανδρὸς ορθίων κηρυγμάτων
684δρόμον προκηρύξαντος, οὗ πρώτη κρίσις,
685εισῆλθε λαμπρός, πᾶσι τοῖς εκεῖ σέβας:

686δρόμου δ᾽ ισώσας τῇ φύσει τὰ τέρματα
687νίκης έχων εξῆλθε πάντιμον γέρας

688χὤπως μὲν εν πολλοῖσι παῦρά σοι λέγω
689ουκ οῖδα τοιοῦδ᾽ ανδρὸς έργα καὶ κράτη

690ἓν δ᾽ ίσθ᾽
ὅσων γὰρ εισεκήρυξαν βραβῆς
691τούτων ενεγκὼν πάντα τἀπινίκια
692ωλβίζετ᾽, Αργεῖος μὲν ανακαλούμενος,
693όνομα δ᾽ Ορέστης, τοῦ τὸ κλεινὸν Ἑλλάδος
694Αγαμέμνονος στράτευμ᾽ αγείραντός ποτε.

696καὶ ταῦτα μὲν τοιαῦθ᾽:
ὅταν δέ τις θεῶν
697βλάπτῃ, δύναιτ᾽ ὰν ου δ᾽ ὰν ισχύων φυγεῖν

698κεῖνος γὰρ άλλης ἡμέρας, ὅθ᾽ ἱππικῶν
699ῆν ἡλίου τέλλοντος ωκύπους αγών,
700εισῆλθε πολλῶν ἁρματηλατῶν μέτα

701εἷς ῆν Αχαιός, εἷς απὸ Σπάρτης, δύο
702Λίβυες ζυγωτῶν ἁρμάτων επιστάται:

703κἀκεῖνος εν τούτοισι, Θεσσαλὰς έχων
704ἵππους, πέμπτος:
ἕκτος εξ Αιτωλίας
705ξανθαῖσι πώλοις:
ἕβδομος Μάγνης ανήρ:
706 δ᾽ όγδοος λεύκιππος, Αινιὰν γένος:

707ένατος Αθηνῶν τῶν θεοδμήτων άπο:

708Βοιωτὸς άλλος, δέκατον εκπληρῶν όχον.

709στάντες δ᾽ ὅθ᾽ αυτοὺς οἱ τεταγμένοι βραβῆς
710κλήροις έπηλαν καὶ κατέστησαν δίφρους,
711χαλκῆς ὑπαὶ σάλπιγγος ῇξαν
οἱ δ᾽ ἅμα
712ἵπποις ὁμοκλήσαντες ἡνίας χεροῖν
713έσεισαν
εν δὲ πᾶς εμεστώθη δρόμος
714κτύπου κροτητῶν ἁρμάτων
κόνις δ᾽ άνω
715φορεῖθ᾽
ὁμοῦ δὲ πάντες αναμεμιγμένοι
716φείδοντο κέντρων ουδέν, ὡς ὑπερβάλοι
717χνόας τις αυτῶν καὶ φρυάγμαθ᾽ ἱππικά

718ὁμοῦ γὰρ αμφὶ νῶτα καὶ τροχῶν βάσεις
719ήφριζον, εισέβαλλον ἱππικαὶ πνοαί

720κεῖνος δ᾽ ὑπ᾽ αυτὴν εσχάτην στήλην έχων
721έχριμπτ᾽ αεὶ σύριγγα, δεξιὸν δ᾽ ανεὶς
722σειραῖον ἵππον εῖργε τὸν προσκείμενον

723καὶ πρὶν μὲν ορθοὶ πάντες ἕστασαν δίφροι

724έπειτα δ᾽ Αινιᾶνος ανδρὸς άστομοι
725πῶλοι βίᾳ φέρουσιν
εκ δ᾽ ὑποστροφῆς
726τελοῦντες ἕκτον ἕβδομόν τ᾽ ήδη δρόμον
727μέτωπα συμπαίουσι Βαρκαίοις όχοις

728κἀντεῦθεν άλλος άλλον εξ ἑνὸς κακοῦ
729έθραυε κἀνέπιπτε, πᾶν δ᾽ επίμπλατο
730ναυαγίων Κρισαῖον ἱππικῶν πέδον.

731γνοὺς δ᾽ οὑξ Αθηνῶν δεινὸς ἡνιοστρόφος
732έξω παρασπᾷ κἀνακωχεύει παρεὶς
733κλύδων᾽ έφιππον εν μέσῳ κυκώμενον.

734ήλαυνε δ᾽ έσχατος μέν, ὑστέρας έχων
735πώλους Ορέστης, τῷ τέλει πίστιν φέρων

736ὅπως δ᾽ ὁρᾷ μόνον νιν ελλελειμμένον,
737οξὺν δι᾽ ώτων κέλαδον ενσείσας θοαῖς
738πώλοις διώκει, κἀξισώσαντε ζυγὰ
739ηλαυνέτην, τότ᾽ άλλος, άλλοθ᾽ ἅτερος
740κάρα προβάλλων ἱππικῶν οχημάτων.

741καὶ τοὺς μὲν άλλους πάντας ασφαλεῖς δρόμους
742ωρθοῦθ᾽ τλήμων ορθὸς εξ ορθῶν δίφρων

743έπειτα λύων ἡνίαν αριστερὰν
744κάμπτοντος ἵππου λανθάνει στήλην άκραν
745παίσας
έθραυσε δ᾽ άξονος μέσας χνόας
746κἀξ αντύγων ώλισθεν:
εν δ᾽ ἑλίσσεται
747τμητοῖς ἱμᾶσι
τοῦ δὲ πίπτοντος πέδῳ
748πῶλοι διεσπάρησαν ες μέσον δρόμον

749στρατὸς δ᾽ ὅπως ὁρᾷ νιν εκπεπτωκότα
750δίφρων, ανωλόλυξε τὸν νεανίαν,
751οἷ᾽ έργα δράσας οἷα λαγχάνει κακά,
752φορούμενος πρὸς οῦδας, άλλοτ᾽ ουρανῷ
753σκέλη προφαίνων, ές τέ νιν διφρηλάται,
754μόλις κατασχεθόντες ἱππικὸν δρόμον,
755έλυσαν αἱματηρόν, ὥστε μηδένα
756γνῶναι φίλων ιδόντ᾽ ὰν άθλιον δέμας

757καί νιν πυρᾷ κέαντες ευθὺς εν βραχεῖ
758χαλκῷ μέγιστον σῶμα δειλαίας σποδοῦ
759φέρουσιν άνδρες Φωκέων τεταγμένοι,
760ὅπως πατρῴας τύμβον εκλάχῃ χθονός

761τοιαῦτά σοι ταῦτ᾽ εστίν, ὡς μὲν εν λόγῳ
762αλγεινά, τοῖς δ᾽ ιδοῦσιν, οἵπερ είδομεν,
763μέγιστα πάντων ὧν όπωπ᾽ εγὼ κακῶν

764φεῦ φεῦ:
τὸ πᾶν δὴ δεσπόταισι τοῖς πάλαι
765πρόρριζον, ὡς έοικεν, έφθαρται γένος

766 Ζεῦ, τί ταῦτα, πότερον ευτυχῆ λέγω,
767 δεινὰ μέν, κέρδη δέ;
λυπηρῶς δ᾽ έχει,
768ει τοῖς εμαυτῆς τὸν βίον σῴζω κακοῖς

769τί δ᾽ ὧδ᾽ αθυμεῖς, γύναι, τῷ νῦν λόγῳ

770δεινὸν τὸ τίκτειν εστίν
ουδὲ γὰρ κακῶς
771πάσχοντι μῖσος ὧν τέκῃ προσγίγνεται

772μάτην άρ᾽ ἡμεῖς, ὡς έοικεν, ἥκομεν

773ούτοι μάτην γε:
πῶς γὰρ ὰν μάτην λέγοις,
774εί μοι θανόντος πίστ᾽ έχων τεκμήρια
775προσῆλθες, ὅστις τῆς εμῆς ψυχῆς γεγώς,
776μαστῶν αποστὰς καὶ τροφῆς εμῆς, φυγὰς
777απεξενοῦτο καί μ᾽, επεὶ τῆσδε χθονὸς
778εξῆλθεν, ουκέτ᾽ εῖδεν, εγκαλῶν δέ μοι
779φόνους πατρῴους δείν᾽ επηπείλει τελεῖν

780ὥστ᾽ ού τε νυκτὸς ὕπνον ού τ᾽ εξ ἡμέρας
781εμὲ στεγάζειν ἡδύν, αλλ᾽ προστατῶν
782χρόνος διῆγέ μ᾽ αιὲν ὡς θανουμένην.

783νῦν δ᾽ - ἡμέρᾳ γὰρ τῇδ᾽ απήλλαγμαι φόβου
784πρὸς τῆσδ᾽ εκείνου θ᾽:
ἥδε γὰρ μείζων βλάβη
785ξύνοικος ῆν μοι, τοὐμὸν εκπίνουσ᾽ αεὶ
786ψυχῆς άκρατον αἷμα - νῦν δ᾽ ἕκηλά που
787τῶν τῆσδ᾽ απειλῶν οὕνεχ᾽ ἡμερεύσομεν

788οίμοι τάλαινα:
νῦν γὰρ οιμῶξαι πάρα,
789Ορέστα, τὴν σὴν ξυμφοράν, ὅθ᾽ ὧδ᾽ έχων
790πρὸς τῆσδ᾽ ὑβρίζει μητρός
ᾶρ᾽ έχει καλῶς
791ούτοι σύ
κεῖνος δ᾽ ὡς έχει καλῶς έχει
792άκουε, Νέμεσι τοῦ θανόντος αρτίως

793ήκουσεν ὧν δεῖ κἀπεκύρωσεν καλῶς.

794 ὕβριζε
νῦν γὰρ ευτυχοῦσα τυγχάνεις
795ούκουν Ορέστης καὶ σὺ παύσετον τάδε

796πεπαύμεθ᾽ ἡμεῖς, ουχ ὅπως σὲ παύσομεν.

797πολλῶν ὰν ἥκοις, ξέν᾽, άξιος τυχεῖν,
798ει τήνδ᾽ έπαυσας τῆς πολυγλώσσου βοῆς

799ουκοῦν αποστείχοιμ᾽ άν, ει τάδ᾽ εῦ κυρεῖ

800 ἥκιστ᾽ :
επείπερ ού τ᾽ εμοῦ κατάξι᾽ ὰν
801πράξειας ού τε τοῦ πορεύσαντος ξένου.

802αλλ᾽ είσιθ᾽ είσω
τήνδε δ᾽ έκτοθεν βοᾶν
803έα τά θ᾽ αὑτῆς καὶ τὰ τῶν φίλων κακά

804ᾶρ᾽ ὑμὶν ὡς αλγοῦσα κὠδυνωμένη
805δεινῶς δακρῦσαι κἀπικωκῦσαι δοκεῖ
806τὸν υἱὸν δύστηνος ὧδ᾽ ολωλότα;

807αλλ᾽ εγγελῶσα φροῦδος:
τάλαιν᾽ εγώ.
808Ορέστα φίλταθ᾽, ὥς μ᾽ απώλεσας θανών

809αποσπάσας γὰρ τῆς εμῆς οίχει φρενὸς
810αἵ μοι μόναι παρῆσαν ελπίδων έτι,
811σὲ πατρὸς ἥξειν ζῶντα τιμωρόν ποτε
812κἀμοῦ ταλαίνης.
νῦν δὲ ποῖ με χρὴ μολεῖν
813μόνη γάρ ειμι, σοῦ τ᾽ απεστερημένη
814καὶ πατρός
ήδη δεῖ με δουλεύειν πάλιν
815εν τοῖσιν εχθίστοισιν ανθρώπων εμοὶ
816φονεῦσι πατρός.
ᾶρά μοι καλῶς έχει
817αλλ᾽ ού τι μὴν έγωγε τοῦ λοιποῦ χρόνου
818ξύνοικος, είσειμ᾽, αλλὰ τῇδε πρὸς πύλῃ
819παρεῖσ᾽ εμαυτὴν άφιλος αυανῶ βίον

820πρὸς ταῦτα καινέτω τις, ει βαρύνεται,
821τῶν ένδον όντων
ὡς χάρις μέν, ὴν κτάνῃ,
822λύπη δ᾽, εὰν ζῶ:
τοῦ βίου δ᾽ ουδεὶς πόθος.
823ποῦ ποτε κεραυνοὶ Διὸς ποῦ φαέθων
824Ἅλιος, ει ταῦτ᾽ εφορῶντες κρύπτουσιν ἕκηλοι;

826 έ, αιαῖ

827 παῖ, τί δακρύεις

828 φεῦ

829μηδὲν μέγ᾽ αΰσῃς

831 απολεῖς

832 πῶς ;

833ει τῶν φανερῶς οιχομένων
834εις Αΐδαν ελπίδ᾽ ὑποίσεις, κατ᾽ εμοῦ τακομένας
835μᾶλλον επεμβάσει

836οῖδα γὰρ άνακτ᾽ Αμφιάρεων χρυσοδέτοις
837ἕρκεσι κρυφθέντα γυναικῶν
καὶ νῦν ὑπὸ γαίας
838 έ, ιώ

841πάμψυχος ανάσσει

842 φεῦ .

843φεῦ δῆτ᾽:
ολοὰ γὰρ
844 εδάμη

845 ναί .

846οῖδ᾽ οῖδ᾽
εφάνη γὰρ μελέτωρ
847αμφὶ τὸν εν πένθει
εμοὶ δ᾽ ούτις έτ᾽ έσθ᾽ ὃς γὰρ έτ᾽ ῆν,
848φροῦδος αναρπασθείς.

849δειλαία δειλαίων κυρεῖς

850κἀγὼ τοῦδ᾽ ίστωρ, ὑπερίστωρ,
851πανσύρτῳ παμμήνῳ πολλῶν
852δεινῶν στυγνῶν τ᾽ αιῶνι.

853είδομεν ἁθρήνεις

854μή μέ νυν μηκέτι
856παραγάγῃς, ἵν᾽ ου

857τί φής

858πάρεισιν ελπίδων έτι κοινοτόκων
859ευπατριδᾶν αρωγαί.

860πᾶσι θνατοῖς έφυ μόρος

861 καὶ χαλάργοις εν ἁμίλλαις
862οὕτως, ὡς κείνῳ δυστάνῳ,
863τμητοῖς ὁλκοῖς εγκῦρσαι;

864άσκοπος λώβα.

865πῶς γὰρ ούκ;
ει ξένος
866άτερ εμᾶν χερῶν

867 παπαῖ .

868κέκευθεν, ού τε του τάφου αντιάσας
869ού τε γόων παρ᾽ ἡμῶν

871ὑφ᾽ ἡδονῆς τοι, φιλτάτη, διώκομαι
872τὸ κόσμιον μεθεῖσα σὺν τάχει μολεῖν

873φέρω γὰρ ἡδονάς τε κἀνάπαυλαν ὧν
874πάροιθεν εῖχες καὶ κατέστενες κακῶν

875πόθεν δ᾽ ὰν εὕροις τῶν εμῶν σὺ πημάτων
876άρηξιν, οἷς ίασιν ουκ ένεστ᾽ ιδεῖν

877πάρεστ᾽ Ορέστης ἡμίν, ίσθι τοῦτ᾽ εμοῦ
878κλύουσ᾽, εναργῶς, ὥσπερ εισορᾷς εμέ

879αλλ᾽ μέμηνας, τάλαινα, κἀπὶ τοῖς
880σαυτῆς κακοῖσι κἀπὶ τοῖς εμοῖς γελᾷς;

881μὰ τὴν πατρῴαν ἑστίαν, αλλ᾽ ουχ ὕβρει
882λέγω τάδ᾽, αλλ᾽ εκεῖνον ὡς παρόντα νῷν.

883οίμοι τάλαινα:
καὶ τίνος βροτῶν λόγον
884τόνδ᾽ εισακούσασ᾽ ὧδε πιστεύεις άγαν

885εγὼ μὲν εξ εμοῦ τε κοὐκ άλλης, σαφῆ
886σημεῖ᾽ ιδοῦσα, τῷδε πιστεύω λόγῳ

887τίν᾽, τάλαιν᾽, έχουσα πίστιν;
ες τί μοι
888βλέψασα θάλπει τῷδ᾽ ανηκέστῳ πυρί

889πρός νυν θεῶν άκουσον, ὡς μαθοῦσά μου
890τὸ λοιπὸν φρονοῦσαν μωρὰν λέγῃς

891σὺ δ᾽ οῦν λέγ᾽, εί σοι τῷ λόγῳ τις ἡδονή.

892καὶ δὴ λέγω σοι πᾶν ὅσον κατειδόμην

893επεὶ γὰρ ῆλθον πατρὸς αρχαῖον τάφον,
894ὁρῶ κολώνης εξ άκρας νεορρύτους
895πηγὰς γάλακτος καὶ περιστεφῆ κύκλῳ
896πάντων ὅσ᾽ εστὶν ανθέων θήκην πατρός

897ιδοῦσα δ᾽ έσχον θαῦμα, καὶ περισκοπῶ
898μή πού τις ἡμῖν εγγὺς εγχρίμπτῃ βροτῶν

899ὡς δ᾽ εν γαλήνῃ πάντ᾽ εδερκόμην τόπον,
900τύμβου προσεῖρπον ᾶσσον
εσχάτης δ᾽ ὁρῶ
901πυρᾶς νεώρη βόστρυχον τετμημένον

902κεὐθὺς τάλαιν᾽ ὡς εῖδον, εμπαίει τί μοι
903ψυχῇ σύνηθες όμμα, φιλτάτου βροτῶν
904πάντων Ορέστου τοῦθ᾽ ὁρᾶν τεκμήριον

905καὶ χερσὶ βαστάσασα δυσφημῶ μὲν ού,
906χαρᾷ δὲ πίμπλημ᾽ ευθὺς όμμα δακρύων

907καὶ νῦν θ᾽ ὁμοίως καὶ τότ᾽ εξεπίσταμαι
908μή του τόδ᾽ αγλάϊσμα πλὴν κείνου μολεῖν

909τῷ γὰρ προσήκει πλήν γ᾽ εμοῦ καὶ σοῦ τόδε

910κἀγὼ μὲν ουκ έδρασα, τοῦτ᾽ επίσταμαι,
911ου δ᾽ αῦ σύ:
πῶς γάρ; γε μηδὲ πρὸς θεοὺς
912έξεστ᾽ ακλαύστῳ τῆσδ᾽ αποστῆναι στέγης

913αλλ᾽ ου δὲ μὲν δὴ μητρὸς ούθ᾽ νοῦς φιλεῖ
914τοιαῦτα πράσσειν ού τε δρῶσ᾽ ελάνθαν᾽ άν

915αλλ᾽ έστ᾽ Ορέστου ταῦτα τἀπιτύμβια

916αλλ᾽, φίλη, θάρσυνε
τοῖς αυτοῖσί τοι
917ουχ αὑτὸς αιεὶ δαιμόνων παραστατεῖ

918νῷν ῆν τὰ πρόσθεν στυγνός
δὲ νῦν ίσως
919πολλῶν ὑπάρξει κῦρος ἡμέρα καλῶν

920φεῦ, τῆς ανοίας ὥς σ᾽ εποικτίρω πάλαι

921τί δ᾽ έστιν
ου πρὸς ἡδονὴν λέγω τάδε
922ουκ οῖσθ᾽ ὅποι γῆς ου δ᾽ ὅποι γνώμης φέρει.

923πῶς δ᾽ ουκ εγὼ κάτοιδ᾽ γ᾽ εῖδον εμφανῶς

924τέθνηκεν, τάλαινα, τἀκείνου δέ σοι
925σωτήρι᾽ έρρει
μηδὲν εις κεῖνόν γ᾽ ὅρα
926οίμοι τάλαινα:
τοῦ τάδ᾽ ήκουσας βροτῶν
927τοῦ πλησίον παρόντος, ἡνίκ᾽ ώλλυτο.

928καὶ ποῦ στιν οὗτος
θαῦμά τοί μ᾽ ὑπέρχεται
929κατ᾽ οῖκον, ἡδὺς ου δὲ μητρὶ δυσχερής.

930οίμοι τάλαινα
τοῦ γὰρ ανθρώπων ποτ᾽ ῆν
931τὰ πολλὰ πατρὸς πρὸς τάφον κτερίσματα

932οῖμαι μάλιστ᾽ έγωγε τοῦ τεθνηκότος
933μνημεῖ᾽ Ορέστου ταῦτα προσθεῖναί τινα

934 δυστυχής
εγὼ δὲ σὺν χαρᾷ λόγους
935τοιούσδ᾽ έχουσ᾽ έσπευδον, ουκ ειδυῖ᾽ άρα
936ἵν᾽ ῆμεν άτης
αλλὰ νῦν, ὅθ᾽ ἱκόμην,
937τά τ᾽ όντα πρόσθεν άλλα θ᾽ εὑρίσκω κακά

938οὕτως έχει σοι ταῦτ᾽
εὰν δέ μοι πίθῃ,
939τῆς νῦν παρούσης πημονῆς λύσεις βάρος

940 τοὺς θανόντας εξαναστήσω ποτέ

941ουκ έσθ᾽ γ᾽ εῖπον
ου γὰρ ὧδ᾽ άφρων έφυν
942τί γὰρ κελεύεις ὧν εγὼ φερέγγυος;

943τλῆναί σε δρῶσαν ἃν εγὼ παραινέσω.

944αλλ᾽ εί τις ωφέλειά γ᾽, ουκ απώσομαι.

945ὅρα, πόνου τοι χωρὶς ουδὲν ευτυχεῖ

946 ὁρῶ
ξυνοίσω πᾶν ὅσονπερ ὰν σθένω.
947άκουε δή νυν βεβούλευμαι ποεῖν

948παρουσίαν μὲν οῖσθα καὶ σύ που φίλων
949ὡς ούτις ἡμῖν έστιν, αλλ᾽ Ἅιδης λαβὼν
950απεστέρηκε καὶ μόνα λελείμμεθον

951εγὼ δ᾽ ἕως μὲν τὸν κασίγνητον βίῳ
952θάλλοντ᾽ έτ᾽ εισήκουον, εῖχον ελπίδας
953φόνου ποτ᾽ αυτὸν πράκτορ᾽ ἵξεσθαι πατρός

954νῦν δ᾽ ἡνίκ᾽ ουκέτ᾽ έστιν, εις σὲ δὴ βλέπω,
955ὅπως τὸν αυτόχειρα πατρῴου φόνου
956ξὺν τῇδ᾽ αδελφῇ μὴ κατοκνήσεις κτανεῖν
957Αίγισθον:
ουδὲν γάρ σε δεῖ κρύπτειν μ᾽ έτι
958ποῖ γὰρ μενεῖς ῥᾴθυμος, εις τίν᾽ ελπίδων
959βλέψασ᾽ έτ᾽ ορθήν
πάρεστι μὲν στένειν
960πλούτου πατρῴου κτῆσιν εστερημένῃ,
961πάρεστι δ᾽ αλγεῖν ες τοσόνδε τοῦ χρόνου
962άλεκτρα γηράσκουσαν ανυμέναιά τε

963καὶ τῶνδε μέντοι μηκέτ᾽ ελπίσῃς ὅπως
964τεύξει ποτ᾽
ου γὰρ ὧδ᾽ άβουλός εστ᾽ ανὴρ
965Αίγισθος ὥστε σόν ποτ᾽ κἀμὸν γένος
966βλαστεῖν εᾶσαι, πημονὴν αὑτῷ σαφῆ

967αλλ᾽ ὴν επίσπῃ τοῖς εμοῖς βουλεύμασιν,
968πρῶτον μὲν ευσέβειαν εκ πατρὸς κάτω
969θανόντος οίσει τοῦ κασιγνήτου θ᾽ ἅμα

970έπειτα δ᾽, ὥσπερ εξέφυς, ελευθέρα
971καλεῖ τὸ λοιπὸν καὶ γάμων επαξίων
972τεύξει
φιλεῖ γὰρ πρὸς τὰ χρηστὰ πᾶς ὁρᾶν
973λόγων γε μὴν εύκλειαν ουχ ὁρᾷς ὅσην
974σαυτῇ τε κἀμοὶ προσβαλεῖς πεισθεῖσ᾽ εμοί;

975τίς γάρ ποτ᾽ αστῶν ξένων ἡμᾶς ιδὼν
976τοιοῖσδ᾽ επαίνοις ουχὶ δεξιώσεται

977ίδεσθε τώδε τὼ κασιγνήτω, φίλοι,
978 τὸν πατρῷον οῖκον εξεσωσάτην,
979 τοῖσιν εχθροῖς εῦ βεβηκόσιν ποτὲ
980ψυχῆς αφειδήσαντε προὐστήτην φόνου

981τούτω φιλεῖν χρή, τώδε χρὴ πάντας σέβειν,
982τώδ᾽ έν θ᾽ ἑορταῖς έν τε πανδήμῳ πόλει
983τιμᾶν ἅπαντας οὕνεκ᾽ ανδρείας χρεών.

984τοιαῦτά τοι νὼ πᾶς τις εξερεῖ βροτῶν,
985ζώσαιν θανούσαιν θ᾽ ὥστε μὴ κλιπεῖν κλέος

986αλλ᾽, φίλη, πείσθητι, συμπόνει πατρί,
987σύγκαμν᾽ αδελφῷ, παῦσον εκ κακῶν εμέ,
988παῦσον δὲ σαυτήν, τοῦτο γιγνώσκουσ᾽ ὅτι
989ζῆν αισχρὸν αισχρῶς τοῖς καλῶς πεφυκόσιν.

990εν τοῖς τοιούτοις εστὶν προμηθία
991καὶ τῷ λέγοντι καὶ κλύοντι σύμμαχος

992καὶ πρίν γε φωνεῖν, γυναῖκες, ει φρενῶν
993ετύγχαν᾽ αὕτη μὴ κακῶν, εσῴζετ᾽ ὰν
994τὴν ευλάβειαν, ὥσπερ ουχὶ σῴζεται

995ποῖ γάρ ποτ᾽ εμβλέψασα τοιοῦτον θράσος
996αυτή θ᾽ ὁπλίζει κἄμ᾽ ὑπηρετεῖν καλεῖς;

997ουκ εισορᾷς
γυνὴ μὲν ου δ᾽ ανὴρ έφυς,
998σθένεις δ᾽ έλασσον τῶν εναντίων χερί

999δαίμων δὲ τοῖς μὲν ευτυχεῖ καθ᾽ ἡμέραν,
1000ἡμῖν δ᾽ απορρεῖ κἀπὶ μηδὲν έρχεται.

1001τίς οῦν τοιοῦτον άνδρα βουλεύων ἑλεῖν
1002άλυπος άτης εξαπαλλαχθήσεται

1003ὅρα κακῶς πράσσοντε μὴ μείζω κακὰ
1004κτησώμεθ᾽, εί τις τούσδ᾽ ακούσεται λόγους

1005λύει γὰρ ἡμῖν ουδὲν ου δ᾽ επωφελεῖ
1006βάξιν καλὴν λαβόντε δυσκλεῶς θανεῖν

1007ου γὰρ θανεῖν έχθιστον, αλλ᾽ ὅταν θανεῖν
1008χρῄζων τις εῖτα μη δὲ τοῦτ᾽ έχῃ λαβεῖν.

1009αλλ᾽ αντιάζω, πρὶν πανωλέθρους τὸ πᾶν
1010ἡμᾶς τ᾽ ολέσθαι κἀξερημῶσαι γένος,
1011κατάσχες οργήν.
καὶ τὰ μὲν λελεγμένα
1012άρρητ᾽ εγώ σοι κἀτελῆ φυλάξομαι,
1013αυτὴ δὲ νοῦν σχὲς αλλὰ τῷ χρόνῳ ποτέ,
1014σθένουσα μηδὲν τοῖς κρατοῦσιν εικαθεῖν.

1015 πείθου
προνοίας ουδὲν ανθρώποις έφυ
1016κέρδος λαβεῖν άμεινον ου δὲ νοῦ σοφοῦ

1017απροσδόκητον ουδὲν είρηκας
καλῶς δ᾽
1018ῄδη σ᾽ απορρίψουσαν ἁπηγγελλόμην

1019αλλ᾽ αυτόχειρί μοι μόνῃ τε δραστέον
1020τοὔργον τόδ᾽:
ου γὰρ δὴ κενόν γ᾽ αφήσομεν
1021 φεῦ :

1022είθ᾽ ώφελες τοιάδε τὴν γνώμην πατρὸς
1023θνῄσκοντος εῖναι
πᾶν γὰρ ὰν κατειργάσω
1024αλλ᾽ φύσιν γε, τὸν δὲ νοῦν ἥσσων τότε.

1025άσκει τοιαύτη νοῦν δι᾽ αιῶνος μένειν
ὡς ουχὶ συνδράσουσα νουθετεῖς τάδε
1026εικὸς γὰρ εγχειροῦντα καὶ πράσσειν κακῶς.

1027ζηλῶ σε τοῦ νοῦ, τῆς δὲ δειλίας στυγῶ

1028ανέξομαι κλύουσα χὤταν εῦ λέγῃς

1029αλλ᾽ ού ποτ᾽ εξ εμοῦ γε μὴ πάθῃς τόδε

1030μακρὸς τὸ κρῖναι ταῦτα χὠ λοιπὸς χρόνος.

1031 άπελθε
σοὶ γὰρ ωφέλησις ουκ ένι
1032 ένεστιν
αλλὰ σοὶ μάθησις ου πάρα
1033ελθοῦσα μητρὶ ταῦτα πάντ᾽ έξειπε σῇ

1034ου δ᾽ αῦ τοσοῦτον έχθος εχθαίρω σ᾽ εγώ

1035αλλ᾽ οῦν επίστω γ᾽ οἷ μ᾽ ατιμίας άγεις

1036ατιμίας μὲν ού, προμηθίας δὲ σοῦ.

1037τῷ σῷ δικαίῳ δῆτ᾽ επισπέσθαι με δεῖ

1038ὅταν γὰρ εῦ φρονῇς, τόθ᾽ ἡγήσει σὺ νῷν

1039 δεινὸν εῦ λέγουσαν εξαμαρτάνειν.

1040είρηκας ορθῶς σὺ πρόσκεισαι κακῷ

1041τί δ᾽;
ου δοκῶ σοι ταῦτα σὺν δίκῃ λέγειν
1042αλλ᾽ έστιν ένθα χἠ δίκη βλάβην φέρει

1043τούτοις εγὼ ζῆν τοῖς νόμοις ου βούλομαι

1044αλλ᾽ ει ποήσεις ταῦτ᾽, επαινέσεις εμέ

1045καὶ μὴν ποήσω γ᾽ ουδὲν εκπλαγεῖσά σε

1046καὶ τοῦτ᾽ αληθές, ου δὲ βουλεύσει πάλιν;

1047βουλῆς γὰρ ουδέν εστιν έχθιον κακῆς

1048φρονεῖν έοικας ουδὲν ὧν εγὼ λέγω

1049πάλαι δέδοκται ταῦτα κοὐ νεωστί μοι

1050άπειμι τοίνυν
ού τε