Sophocles

Antigone    —    Ἀντιγόνη

1 κοινὸν αυτάδελφον Ισμήνης κάρα,
2ᾶρ᾽ οῖσθ᾽ τι Ζεὺς τῶν απ᾽ Οιδίπου κακῶν
3ὁποῖον ουχὶ νῷν έτι ζώσαιν τελεῖ;

4ουδὲν γὰρ ού τ᾽ αλγεινὸν ού τ᾽ άτης άτερ ού τ᾽ αισχρὸν ού τ᾽
5άτιμόν εσθ᾽, ὁποῖον ου
6τῶν σῶν τε κἀμῶν ουκ όπωπ᾽ εγὼ κακῶν.

7καὶ νῦν τί τοῦτ᾽ αῦ φασι πανδήμῳ πόλει
8κήρυγμα θεῖναι τὸν στρατηγὸν αρτίως

9έχεις τι κεἰσήκουσας;
ή σε λανθάνει
10πρὸς τοὺς φίλους στείχοντα τῶν εχθρῶν κακά

11εμοὶ μὲν ουδεὶς μῦθος, Αντιγόνη φίλων
12ούθ᾽ ἡδὺς ού τ᾽ αλγεινὸς ἵκετ᾽ εξ ὅτου
13δυοῖν αδελφοῖν εστερήθημεν δύο,
14μιᾷ θανόντοιν ἡμέρᾳ διπλῇ χερί

15επεὶ δὲ φροῦδός εστιν Αργείων στρατὸς
16εν νυκτὶ τῇ νῦν, ουδὲν οῖδ᾽ ὑπέρτερον,
17ού τ᾽ ευτυχοῦσα μᾶλλον ού τ᾽ ατωμένη

18ῄδη καλῶς, καί σ᾽ εκτὸς αυλείων πυλῶν
19τοῦδ᾽ οὕνεκ᾽ εξέπεμπον, ὡς μόνη κλύοις

20τί δ᾽ έστι;
δηλοῖς γάρ τι καλχαίνουσ᾽ έπος
21ου γὰρ τάφου νῷν τὼ κασιγνήτω Κρέων
22τὸν μὲν προτίσας, τὸν δ᾽ ατιμάσας έχει;

23Ετεοκλέα μέν, ὡς λέγουσι, σὺν δίκης
24χρήσει δικαίᾳ καὶ νόμου κατὰ χθονὸς
25έκρυψε τοῖς ένερθεν έντιμον νεκροῖς

26τὸν δ᾽ αθλίως θανόντα Πολυνείκους νέκυν
27αστοῖσί φασιν εκκεκηρῦχθαι τὸ μὴ
28τάφῳ καλύψαι μη δὲ κωκῦσαί τινα,
29εᾶν δ᾽ άκλαυτον, άταφον, οιωνοῖς γλυκὺν
30θησαυρὸν εισορῶσι πρὸς χάριν βορᾶς

31τοιαῦτά φασι τὸν αγαθὸν Κρέοντα σοὶ
32κἀμοί, λέγω γὰρ κἀμέ, κηρύξαντ᾽ έχειν,
33καὶ δεῦρο νεῖσθαι ταῦτα τοῖσι μὴ ειδόσιν
34σαφῆ προκηρύξοντα, καὶ τὸ πρᾶγμ᾽ άγειν
35ουχ ὡς παρ᾽ ουδέν, αλλ᾽ ὃς ὰν τούτων τι δρᾷ,
36φόνον προκεῖσθαι δημόλευστον εν πόλει.

37οὕτως έχει σοι ταῦτα, καὶ δείξεις τάχα
38είτ᾽ ευγενὴς πέφυκας είτ᾽ εσθλῶν κακή.

39τί δ᾽, ταλαῖφρον, ει τάδ᾽ εν τούτοις, εγὼ
40λύουσ᾽ ὰν φάπτουσα προσθείμην πλέον;

41ει ξυμπονήσεις καὶ ξυνεργάσει σκόπει

42ποῖόν τι κινδύνευμα;
ποῦ γνώμης ποτ᾽ εῖ
43ει τὸν νεκρὸν ξὺν τῇδε κουφιεῖς χερί.

44 γὰρ νοεῖς θάπτειν σφ᾽, απόρρητον πόλει

45τὸν γοῦν εμὸν καὶ τὸν σόν ὴν σὺ μὴ θέλῃς
46αδελφόν:
ου γὰρ δὴ προδοῦσ᾽ ἁλώσομαι
47 σχετλία, Κρέοντος αντειρηκότος;

48αλλ᾽ ουδὲν αυτῷ τῶν εμῶν μ᾽ είργειν μέτα

49 οίμοι .
φρόνησον, κασιγνήτη, πατὴρ
50ὡς νῷν απεχθὴς δυσκλεής τ᾽ απώλετο,
51πρὸς αυτοφώρων αμπλακημάτων διπλᾶς
52όψεις αράξας αυτὸς αυτουργῷ χερί

53έπειτα μήτηρ καὶ γυνή, διπλοῦν έπος,
54πλεκταῖσιν αρτάναισι λωβᾶται βίον

55τρίτον δ᾽ αδελφὼ δύο μίαν καθ᾽ ἡμέραν
56αυτοκτονοῦντε τὼ ταλαιπώρω μόρον
57κοινὸν κατειργάσαντ᾽ επαλλήλοιν χεροῖν

58νῦν δ᾽ αῦ μόνα δὴ νὼ λελειμμένα σκόπει
59ὅσῳ κάκιστ᾽ ολούμεθ᾽, ει νόμου βίᾳ
60ψῆφον τυράννων κράτη παρέξιμεν

61αλλ᾽ εννοεῖν χρὴ τοῦτο μὲν γυναῖχ᾽ ὅτι
62έφυμεν, ὡς πρὸς άνδρας ου μαχουμένα

63έπειτα δ᾽ οὕνεκ᾽ αρχόμεσθ᾽ εκ κρεισσόνων,
64καὶ ταῦτ᾽ ακούειν κἄτι τῶνδ᾽ αλγίονα.

65εγὼ μὲν οῦν αιτοῦσα τοὺς ὑπὸ χθονὸς
66ξύγγνοιαν ίσχειν, ὡς βιάζομαι τάδε,
67τοῖς εν τέλει βεβῶσι πείσομαι
τὸ γὰρ
68περισσὰ πράσσειν ουκ έχει νοῦν ουδένα

69ού τ᾽ ὰν κελεύσαιμ᾽ ού τ᾽ άν, ει θέλοις έτι
70πράσσειν, εμοῦ γ᾽ ὰν ἡδέως δρῴης μέτα

71αλλ᾽ ίσθ᾽ ὁποία σοι δοκεῖ, κεῖνον δ᾽ εγὼ
72θάψω:
καλόν μοι τοῦτο ποιούσῃ θανεῖν.
73φίλη μετ᾽ αυτοῦ κείσομαι, φίλου μέτα,
74ὅσια πανουργήσασ᾽
επεὶ πλείων χρόνος
75ὃν δεῖ μ᾽ αρέσκειν τοῖς κάτω τῶν ενθάδε.

76εκεῖ γὰρ αιεὶ κείσομαι
σοὶ δ᾽, ει δοκεῖ,
77τὰ τῶν θεῶν έντιμ᾽ ατιμάσασ᾽ έχε

78εγὼ μὲν ουκ άτιμα ποιοῦμαι, τὸ δὲ
79βίᾳ πολιτῶν δρᾶν έφυν αμήχανος

80σὺ μὲν τάδ᾽ ὰν προὔχοι᾽
εγὼ δὲ δὴ τάφον
81χώσουσ᾽ αδελφῷ φιλτάτῳ πορεύσομαι

82οίμοι ταλαίνης, ὡς ὑπερδέδοικά σου

83μὴ μοῦ προτάρβει
τὸν σὸν εξόρθου πότμον
84αλλ᾽ οῦν προμηνύσῃς γε τοῦτο μηδενὶ
85τοὔργον, κρυφῇ δὲ κεῦθε, σὺν δ᾽ αύτως εγώ.

86οίμοι, καταύδα
πολλὸν εχθίων έσει
87σιγῶσ᾽, εὰν μὴ πᾶσι κηρύξῃς τάδε

88θερμὴν επὶ ψυχροῖσι καρδίαν έχεις

89αλλ᾽ οῖδ᾽ αρέσκουσ᾽ οἷς μάλισθ᾽ ἁδεῖν με χρή

90ει καὶ δυνήσει γ᾽:
αλλ᾽ αμηχάνων ερᾷς
91ουκοῦν, ὅταν δὴ μὴ σθένω, πεπαύσομαι

92αρχὴν δὲ θηρᾶν ου πρέπει τἀμήχανα

93ει ταῦτα λέξεις, εχθαρεῖ μὲν εξ εμοῦ,
94εχθρὰ δὲ τῷ θανόντι προσκείσει δίκῃ

95αλλ᾽ έα με καὶ τὴν εξ εμοῦ δυσβουλίαν
96παθεῖν τὸ δεινὸν τοῦτο
πείσομαι γὰρ ου
97τοσοῦτον ουδὲν ὥστε μὴ ου καλῶς θανεῖν

98αλλ᾽ ει δοκεῖ σοι, στεῖχε
τοῦτο δ᾽ ίσθ᾽ ὅτι
99άνους μὲν έρχει, τοῖς φίλοις δ᾽ ορθῶς φίλη.

100ακτὶς αελίου, τὸ κάλλιστον ἑπταπύλῳ φανὲν
101Θήβᾳ τῶν προτέρων φάος,
102εφάνθης ποτ᾽, χρυσέας
103ἁμέρας βλέφαρον,
104Διρκαίων ὑπὲρ ῥεέθρων μολοῦσα,
106τὸν λεύκασπιν Αργόθεν εκβάντα φῶτα πανσαγίᾳ
107φυγάδα πρόδρομον οξυτέρῳ κινήσασα χαλινῷ

108ὃς εφ᾽ ἡμετέρᾳ γᾷ Πολυνείκους
111αρθεὶς νεικέων εξ αμφιλόγων
112οξέα κλάζων
113αετὸς εις γᾶν ὣς ὑπερέπτα,
114λευκῆς χιόνος πτέρυγι στεγανός,
115πολλῶν μεθ᾽ ὅπλων
116ξύν θ᾽ ἱπποκόμοις κορύθεσσιν.

117ξύν θ᾽ ἱπποκόμοις κορύθεσσιν.

118στὰς δ᾽ ὑπὲρ μελάθρων φονώσαισιν αμφιχανὼν κύκλῳ
119λόγχαις ἑπτάπυλον στόμα
120έβα, πρίν ποθ᾽ ἁμετέρων αἱμάτων γένυσιν πλησθῆναί τε καὶ στεφάνωμα πύργων
121πευκάενθ᾽ Ἥφαιστον ἑλεῖν
τοῖος αμφὶ νῶτ᾽ ετάθη
122πάταγος Άρεος, αντιπάλῳ δυσχείρωμα δράκοντος

126Ζεὺς γὰρ μεγάλης γλώσσης κόμπους
127ὑπερεχθαίρει, καὶ σφας εσιδὼν
128πολλῷ ῥεύματι προσνισσομένους
129χρυσοῦ καναχῆς ὑπεροπλίαις,
131παλτῷ ῥιπτεῖ πυρὶ βαλβίδων
132επ᾽ άκρων ήδη
133νίκην ὁρμῶντ᾽ αλαλάξαι

134αντιτύπᾳ δ᾽ επὶ γᾷ πέσε τανταλωθεὶς
135πυρφόρος, ὃς τότε μαινομένᾳ ξὺν ὁρμᾷ
136βακχεύων επέπνει
137ῥιπαῖς εχθίστων ανέμων

138εῖχε δ᾽ άλλᾳ τὰ μέν,
139άλλα δ᾽ επ᾽ άλλοις επενώμα στυφελίζων μέγας Άρης
140δεξιόσειρος

141ἑπτὰ λοχαγοὶ γὰρ εφ᾽ ἑπτὰ πύλαις
142ταχθέντες ίσοι πρὸς ίσους έλιπον
143Ζηνὶ τροπαίῳ πάγχαλκα τέλη,
144πλὴν τοῖν στυγεροῖν, πατρὸς ἑνὸς
145μητρός τε μιᾶς φύντε καθ᾽ αὑτοῖν
146δικρατεῖς λόγχας στήσαντ᾽ έχετον
147κοινοῦ θανάτου μέρος άμφω

148αλλὰ γὰρ μεγαλώνυμος ῆλθε Νίκα
149τᾷ πολυαρμάτῳ αντιχαρεῖσα Θήβᾳ,
150εκ μὲν δὴ πολέμων
151τῶν νῦν θέσθαι λησμοσύναν,
152θεῶν δὲ ναοὺς χοροῖς
153παννυχίοις πάντας επέλθωμεν, Θήβας δ᾽ ελελίχθων
154Βάκχιος άρχοι

155αλλ᾽ ὅδε γὰρ δὴ βασιλεὺς χώρας,
156Κρέων Μενοικέως [ἄρχων] νεοχμὸς
157νεαραῖσι θεῶν επὶ συντυχίαις
158χωρεῖ, τίνα δὴ μῆτιν ερέσσων,
159ὅτι σύγκλητον τήνδε γερόντων
161προὔθετο λέσχην, κοινῷ κηρύγματι πέμψας

162άνδρες, τὰ μὲν δὴ πόλεος ασφαλῶς θεοὶ
163πολλῷ σάλῳ σείσαντες ώρθωσαν πάλιν

164ὑμᾶς δ᾽ εγὼ πομποῖσιν εκ πάντων δίχα
165έστειλ᾽ ἱκέσθαι τοῦτο μὲν τὰ Λαΐου
166σέβοντας ειδὼς εῦ θρόνων αεὶ κράτη,
167τοῦτ᾽ αῦθις, ἡνίκ᾽ Οιδίπους ώρθου πόλιν,
168κἀπεὶ διώλετ᾽, αμφὶ τοὺς κείνων έτι
169παῖδας μένοντας εμπέδοις φρονήμασιν.

170ὅτ᾽ οῦν εκεῖνοι πρὸς διπλῆς μοίρας μίαν
171καθ᾽ ἡμέραν ώλοντο παίσαντές τε καὶ
172πληγέντες αυτόχειρι σὺν μιάσματι,
173εγὼ κράτη δὴ πάντα καὶ θρόνους έχω
174γένους κατ᾽ αγχιστεῖα τῶν ολωλότων

175αμήχανον δὲ παντὸς ανδρὸς εκμαθεῖν
176ψυχήν τε καὶ φρόνημα καὶ γνώμην, πρὶν ὰν
177αρχαῖς τε καὶ νόμοισιν εντριβὴς φανῇ.

178εμοὶ γὰρ ὅστις πᾶσαν ευθύνων πόλιν
179μὴ τῶν αρίστων ἅπτεται βουλευμάτων
180αλλ᾽ εκ φόβου του γλῶσσαν εγκλῄσας έχει
181κάκιστος εῖναι νῦν τε καὶ πάλαι δοκεῖ

182καὶ μεῖζον ὅστις αντὶ τῆς αὑτοῦ πάτρας
183φίλον νομίζει, τοῦτον ουδαμοῦ λέγω

184εγὼ γάρ, ίστω Ζεὺς πάνθ᾽ ὁρῶν αεί,
185ού τ᾽ ὰν σιωπήσαιμι τὴν άτην ὁρῶν
186στείχουσαν αστοῖς αντὶ τῆς σωτηρίας,
187ού τ᾽ ὰν φίλον ποτ᾽ άνδρα δυσμενῆ χθονὸς
188θείμην εμαυτῷ, τοῦτο γιγνώσκων ὅτι
189ἥδ᾽ εστὶν σῴζουσα καὶ ταύτης έπι
190πλέοντες ορθῆς τοὺς φίλους ποιούμεθα.

191τοιοῖσδ᾽ εγὼ νόμοισι τήνδ᾽ αύξω πόλιν,
192καὶ νῦν αδελφὰ τῶνδε κηρύξας έχω
193αστοῖσι παίδων τῶν απ᾽ Οιδίπου πέρι

194Ετεοκλέα μέν, ὃς πόλεως ὑπερμαχῶν
195όλωλε τῆσδε, πάντ᾽ αριστεύσας δόρει,
196τάφῳ τε κρύψαι καὶ τὰ πάντ᾽ εφαγνίσαι
197 τοῖς αρίστοις έρχεται κάτω νεκροῖς.

198τὸν δ᾽ αῦ ξύναιμον τοῦδε, Πολυνείκη λέγω,
199ὃς γῆν πατρῴαν καὶ θεοὺς τοὺς εγγενεῖς
200φυγὰς κατελθὼν ηθέλησε μὲν πυρὶ
201πρῆσαι κατ᾽ άκρας, ηθέλησε δ᾽ αἵματος
202κοινοῦ πάσασθαι, τοὺς δὲ δουλώσας άγειν,
203τοῦτον πόλει τῇδ᾽ εκκεκήρυκται τάφῳ
204μήτε κτερίζειν μήτε κωκῦσαί τινα,
205εᾶν δ᾽ άθαπτον καὶ πρὸς οιωνῶν δέμας
206καὶ πρὸς κυνῶν εδεστὸν αικισθέν τ᾽ ιδεῖν

207τοιόνδ᾽ εμὸν φρόνημα, κοὔποτ᾽ έκ γ᾽ εμοῦ
208τιμὴν προέξουσ᾽ οἱ κακοὶ τῶν ενδίκων:

209αλλ᾽ ὅστις εύνους τῇδε τῇ πόλει, θανὼν
210καὶ ζῶν ὁμοίως εξ εμοῦ τιμήσεται.

211σοὶ ταῦτ᾽ αρέσκει, παῖ Μενοικέως Κρέον,
212τὸν τῇδε δύσνουν καὶ τὸν ευμενῆ πόλει

213νόμῳ δὲ χρῆσθαι παντί που πάρεστί σοι
214καὶ τῶν θανόντων χὠπόσοι ζῶμεν πέρι.

215ὡς ὰν σκοποὶ νῦν είτε τῶν ειρημένων.

216νεωτέρῳ τῳ τοῦτο βαστάζειν πρόθες

217αλλ᾽ είσ᾽ ἑτοῖμοι τοῦ νεκροῦ γ᾽ επίσκοποι

218τί δῆτ᾽ ὰν άλλο τοῦτ᾽ επεντέλλοις έτι

219τὸ μὴ πιχωρεῖν τοῖς απιστοῦσιν τάδε.

220ούκ έστιν οὕτω μῶρος ὃς θανεῖν ερᾷ

221καὶ μὴν μισθός γ᾽ οὗτος:
αλλ᾽ ὑπ᾽ ελπίδων
222άνδρας τὸ κέρδος πολλάκις διώλεσεν

223άναξ, ερῶ μὲν ουχ ὅπως τάχους ὕπο
224δύσπνους ἱκάνω κοῦφον εξάρας πόδα

225πολλὰς γὰρ έσχον φροντίδων επιστάσεις,
226ὁδοῖς κυκλῶν εμαυτὸν εις αναστροφήν

227ψυχὴ γὰρ ηύδα πολλά μοι μυθουμένη

228τάλας, τί χωρεῖς οἷ μολὼν δώσεις δίκην

229τλήμων, μενεῖς αῦ
κεἰ τάδ᾽ είσεται Κρέων
230άλλου παρ᾽ ανδρός;
πῶς σὺ δῆτ᾽ ουκ αλγύνει
231τοιαῦθ᾽ ἑλίσσων ήνυτον σχολῇ βραδύς

232χοὔτως ὁδὸς βραχεῖα γίγνεται μακρά

233τέλος γε μέντοι δεῦρ᾽ ενίκησεν μολεῖν
234σοί
κεἰ τὸ μηδὲν εξερῶ, φράσω δ᾽ ὅμως
235τῆς ελπίδος γὰρ έρχομαι δεδραγμένος,
236τὸ μὴ παθεῖν ὰν άλλο πλὴν τὸ μόρσιμον.

237τί δ᾽ εστὶν ανθ᾽ οὗ τήνδ᾽ έχεις αθυμίαν

238φράσαι θέλω σοι πρῶτα τἀμαυτοῦ
τὸ γὰρ
239πρᾶγμ᾽ ού τ᾽ έδρασ᾽ ού τ᾽ εῖδον ὅστις ῆν δρῶν,
240ου δ᾽ ὰν δικαίως ες κακὸν πέσοιμί τι

241εῦ γε στοχάζει κἀποφάργνυσαι κύκλῳ
242τὸ πρᾶγμα:
δηλοῖς δ᾽ ὥς τι σημανῶν νέον
243τὰ δεινὰ γάρ τοι προστίθησ᾽ όκνον πολύν

244ούκουν ερεῖς ποτ᾽, εῖτ᾽ απαλλαχθεὶς άπει

245καὶ δὴ λέγω σοι
τὸν νεκρόν τις αρτίως
246θάψας βέβηκε κἀπὶ χρωτὶ διψίαν
247κόνιν παλύνας κἀφαγιστεύσας χρή:

248τί φής
τίς ανδρῶν ῆν τολμήσας τάδε
249ουκ οῖδ᾽
εκεῖ γὰρ ού τε του γενῇδος ῆν
250πλῆγμ᾽, ου δικέλλης εκβολή
στύφλος δὲ γῆ
251καὶ χέρσος, αρρὼξ ου δ᾽ επημαξευμένη
252τροχοῖσιν, αλλ᾽ άσημος οὑργάτης τις ῆν.

253ὅπως δ᾽ πρῶτος ἡμὶν ἡμεροσκόπος
254δείκνυσι, πᾶσι θαῦμα δυσχερὲς παρῆν

255 μὲν γὰρ ηφάνιστο, τυμβήρης μὲν ού,
256λεπτὴ δ᾽, άγος φεύγοντος ὥς, επῆν κόνις
257σημεῖα δ᾽ ού τε θηρὸς ού τε του κυνῶν
258ελθόντος, ου σπάσαντος εξεφαίνετο.

259λόγοι δ᾽ εν αλλήλοισιν ερρόθουν κακοί,
260φύλαξ ελέγχων φύλακα, κἂν εγίγνετο
261πληγὴ τελευτῶσ᾽, ου δ᾽ κωλύσων παρῆν

262εἷς γάρ τις ῆν ἕκαστος οὑξειργασμένος,
263κοὐδεὶς εναργής, αλλ᾽ έφευγε μὴ ειδέναι.

264ῆμεν δ᾽ ἑτοῖμοι καὶ μύδρους αίρειν χεροῖν
265καὶ πῦρ διέρπειν καὶ θεοὺς ὁρκωμοτεῖν,
266τὸ μήτε δρᾶσαι μήτε τῳ ξυνειδέναι
267τὸ πρᾶγμα βουλεύσαντι μη δ᾽ ειργασμένῳ

268τέλος δ᾽ ὅτ᾽ ουδὲν ῆν ερευνῶσιν πλέον,
269λέγει τις εἷς, πάντας ες πέδον κάρα
270νεῦσαι φόβῳ προὔτρεψεν
ου γὰρ είχομεν
271ού τ᾽ αντιφωνεῖν ούθ᾽ ὅπως δρῶντες καλῶς
272πράξαιμεν
ῆν δ᾽ μῦθος ὡς ανοιστέον
273σοὶ τοὔργον είη τοῦτο κοὐχὶ κρυπτέον.

274καὶ ταῦτ᾽ ενίκα, κἀμὲ τὸν δυσδαίμονα
275πάλος καθαιρεῖ τοῦτο τἀγαθὸν λαβεῖν

276πάρειμι δ᾽ άκων ουχ ἑκοῦσιν, οῖδ᾽ ὅτι

277στέργει γὰρ ουδεὶς άγγελον κακῶν επῶν

278άναξ, εμοί τοί, μή τι καὶ θεήλατον
279τοὔργον τόδ᾽, ξύννοια βουλεύει πάλαι

280παῦσαι, πρὶν οργῆς καὶ μὲ μεστῶσαι λέγων,
281μὴ φευρεθῇς άνους τε καὶ γέρων ἅμα

282λέγεις γὰρ ουκ ανεκτὰ δαίμονας λέγων
283πρόνοιαν ίσχειν τοῦδε τοῦ νεκροῦ πέρι

284πότερον ὑπερτιμῶντες ὡς ευεργέτην
285έκρυπτον αυτόν, ὅστις αμφικίονας
286ναοὺς πυρώσων ῆλθε κἀναθήματα
287καὶ γῆν εκείνων καὶ νόμους διασκεδῶν;

288 τοὺς κακοὺς τιμῶντας εισορᾷς θεούς

289ούκ έστιν
αλλὰ ταῦτα καὶ πάλαι πόλεως
290άνδρες μόλις φέροντες ερρόθουν εμοί,
291κρυφῇ κάρα σείοντες, ου δ᾽ ὑπὸ ζυγῷ
292λόφον δικαίως εῖχον, ὡς στέργειν εμέ

293εκ τῶνδε τούτους εξεπίσταμαι καλῶς
294παρηγμένους μισθοῖσιν ειργάσθαι τάδε

295ουδὲν γὰρ ανθρώποισιν οἷον άργυρος
296κακὸν νόμισμ᾽ έβλαστε.
τοῦτο καὶ πόλεις
297πορθεῖ, τόδ᾽ άνδρας εξανίστησιν δόμων

298τόδ᾽ εκδιδάσκει καὶ παραλλάσσει φρένας
299χρηστὰς πρὸς αισχρὰ πράγματ᾽ ἵστασθαι βροτῶν

300πανουργίας δ᾽ έδειξεν ανθρώποις έχειν
301καὶ παντὸς έργου δυσσέβειαν ειδέναι

302ὅσοι δὲ μισθαρνοῦντες ήνυσαν τάδε,
303χρόνῳ ποτ᾽ εξέπραξαν ὡς δοῦναι δίκην

304αλλ᾽ είπερ ίσχει Ζεὺς έτ᾽ εξ εμοῦ σέβας,
305εῦ τοῦτ᾽ επίστασ᾽, ὅρκιος δέ σοι λέγω

306ει μὴ τὸν αυτόχειρα τοῦδε τοῦ τάφου
307εὑρόντες εκφανεῖτ᾽ ες οφθαλμοὺς εμούς,
308ουχ ὑμὶν Ἅιδης μοῦνος αρκέσει, πρὶν ὰν
309ζῶντες κρεμαστοὶ τήνδε δηλώσηθ᾽ ὕβριν,
310ἵν᾽ ειδότες τὸ κέρδος ένθεν οιστέον
311τὸ λοιπὸν ἁρπάζητε, καὶ μάθηθ᾽ ὅτι
312ουκ εξ ἅπαντος δεῖ τὸ κερδαίνειν φιλεῖν.

313εκ τῶν γὰρ αισχρῶν λημμάτων τοὺς πλείονας
314ατωμένους ίδοις ὰν σεσωσμένους.

315ειπεῖν τι δώσεις στραφεὶς οὕτως ίω

316ουκ οῖσθα καὶ νῦν ὡς ανιαρῶς λέγεις

317εν τοῖσιν ωσὶν πὶ τῇ ψυχῇ δάκνει

318τί δὲ ῥυθμίζεις τὴν εμὴν λύπην ὅπου;

319 δρῶν σ᾽ ανιᾷ τὰς φρένας, τὰ δ᾽ ῶτ᾽ εγώ.

320οίμ᾽ ὡς λάλημα δῆλον εκπεφυκὸς εῖ

321ούκουν τό γ᾽ έργον τοῦτο ποιήσας ποτέ.

322καὶ ταῦτ᾽ επ᾽ αργύρῳ γε τὴν ψυχὴν προδούς.

323 φεῦ :

324 δεινὸν δοκῇ γε καὶ ψευδῆ δοκεῖν.

325κόμψευέ νυν τὴν δόξαν
ει δὲ ταῦτα μὴ φανεῖτέ μοι τοὺς δρῶντας, εξερεῖθ᾽ ὅτι
326τὰ δειλὰ κέρδη πημονὰς εργάζεται

327αλλ᾽ εὑρεθείη μὲν μάλιστ᾽
εὰν δέ τοι
328ληφθῇ τε καὶ μή, τοῦτο γὰρ τύχη κρινεῖ,
329ουκ έσθ᾽ ὅπως όψει σὺ δεῦρ᾽ ελθόντα με:

330καὶ νῦν γὰρ εκτὸς ελπίδος γνώμης τ᾽ εμῆς
331σωθεὶς οφείλω τοῖς θεοῖς πολλὴν χάριν

332πολλὰ τὰ δεινὰ κοὐδὲν ανθρώπου δεινότερον πέλει.

333τοῦτο καὶ πολιοῦ πέραν πόντου χειμερίῳ νότῳ
336χωρεῖ, περιβρυχίοισιν
337περῶν ὑπ᾽ οίδμασιν

338θεῶν τε τὰν ὑπερτάταν, Γᾶν
339άφθιτον, ακαμάταν, αποτρύεται
340ιλλομένων αρότρων έτος εις έτος ἱππείῳ γένει πολεύων

341κουφονόων τε φῦλον ορνίθων αμφιβαλὼν άγει
342καὶ θηρῶν αγρίων έθνη πόντου τ᾽ ειναλίαν φύσιν
346σπείραισι δικτυοκλώστοις,
347περιφραδὴς ανήρ

348κρατεῖ δὲ μηχαναῖς αγραύλου
349θηρὸς ορεσσιβάτα, λασιαύχενά θ᾽
351ἵππον οχμάζεται αμφὶ λόφον ζυγῶν
352ούρειόν τ᾽ ακμῆτα ταῦρον

353καὶ φθέγμα καὶ ανεμόεν φρόνημα καὶ αστυνόμους
356οργὰς εδιδάξατο καὶ δυσαύλων
357πάγων ὑπαίθρεια καὶ δύσομβρα φεύγειν βέλη
358παντοπόρος
άπορος επ᾽ ουδὲν έρχεται
359τὸ μέλλον
Ἅιδα μόνον φεῦξιν ουκ επάξεται
361νόσων δ᾽ αμηχάνων φυγὰς ξυμπέφρασται

362σοφόν τι τὸ μηχανόεν τέχνας ὑπὲρ ελπίδ᾽ έχων
366τοτὲ μὲν κακόν, άλλοτ᾽ επ᾽ εσθλὸν ἕρπει,
367νόμους γεραίρων χθονὸς θεῶν τ᾽ ένορκον δίκαν,
368ὑψίπολις:
άπολις ὅτῳ τὸ μὴ καλὸν
371ξύνεστι τόλμας χάριν.
μήτ᾽ εμοὶ παρέστιος
372γένοιτο μήτ᾽ ίσον φρονῶν ὃς τάδ᾽ έρδει

376ες δαιμόνιον τέρας αμφινοῶ
377τόδε
πῶς ειδὼς αντιλογήσω
378τήνδ᾽ ουκ εῖναι παῖδ᾽ Αντιγόνην

379 δύστηνος
380καὶ δυστήνου πατρὸς Οιδιπόδα,
381τί ποτ᾽;
ου δή που σέ γ᾽ απιστοῦσαν
382τοῖς βασιλείοισιν άγουσι νόμοις
383καὶ εν αφροσύνῃ καθελόντες;

384ἥδ᾽ έστ᾽ εκείνη τοὔργον ξειργασμένη

385τήνδ᾽ εἵλομεν θάπτουσαν
αλλὰ ποῦ Κρέων;
386ὅδ᾽ εκ δόμων άψορρος εις δέον περᾷ

387τί δ᾽ έστι
ποίᾳ ξύμμετρος προὔβην τύχῃ
388άναξ, βροτοῖσιν ουδέν έστ᾽ απώμοτον

389ψεύδει γὰρ πίνοια τὴν γνώμην
επεὶ
390σχολῇ ποθ᾽ ἥξειν δεῦρ᾽ ὰν εξηύχουν εγὼ
391ταῖς σαῖς απειλαῖς αἷς εχειμάσθην τότε
392αλλ᾽ γὰρ εκτὸς καὶ παρ᾽ ελπίδας χαρὰ
393έοικεν άλλῃ μῆκος ουδὲν ἡδονῇ,
394ἥκω, δι᾽ ὅρκων καίπερ ὼν απώμοτος,
395κόρην άγων τήνδ᾽, καθῃρέθη τάφον
396κοσμοῦσα
κλῆρος ενθάδ᾽ ουκ επάλλετο,
397αλλ᾽ έστ᾽ εμὸν θοὔρμαιον, ουκ άλλου, τόδε

398καὶ νῦν, άναξ, τήνδ᾽ αυτός, ὡς θέλεις, λαβὼν
399καὶ κρῖνε κἀξέλεγχ᾽:
εγὼ δ᾽ ελεύθερος
400δίκαιός ειμι τῶνδ᾽ απηλλάχθαι κακῶν

401άγεις δὲ τήνδε τῷ τρόπῳ πόθεν λαβών

402αὕτη τὸν άνδρ᾽ έθαπτε
πάντ᾽ επίστασαι
403 καὶ ξυνίης καὶ λέγεις ορθῶς φῄς

404ταύτην γ᾽ ιδὼν θάπτουσαν ὃν σὺ τὸν νεκρὸν
405απεῖπας.
ᾶρ᾽ ένδηλα καὶ σαφῆ λέγω
406καὶ πῶς ὁρᾶται κἀπίληπτος ᾑρέθη;

407τοιοῦτον ῆν τὸ πρᾶγμ᾽
ὅπως γὰρ ἥκομεν,
408πρὸς σοῦ τὰ δείν᾽ εκεῖν᾽ επηπειλημένοι,
409πᾶσαν κόνιν σήραντες, κατεῖχε τὸν
410νέκυν, μυδῶν τε σῶμα γυμνώσαντες εῦ,
411καθήμεθ᾽ άκρων εκ πάγων ὑπήνεμοι,
412οσμὴν απ᾽ αυτοῦ μὴ βάλοι πεφευγότες,
413εγερτὶ κινῶν άνδρ᾽ ανὴρ επιρρόθοις
414κακοῖσιν, εί τις τοῦδ᾽ ακηδήσοι πόνου.

415χρόνον τάδ᾽ ῆν τοσοῦτον, έστ᾽ εν αιθέρι
416μέσῳ κατέστη λαμπρὸς ἡλίου κύκλος
417καὶ καῦμ᾽ έθαλπε
καὶ τότ᾽ εξαίφνης χθονὸς
418τυφὼς αείρας σκηπτόν ουράνιον άχος,
419πίμπλησι πεδίον, πᾶσαν αικίζων φόβην
420ὕλης πεδιάδος, εν δ᾽ εμεστώθη μέγας
421αιθήρ:
μύσαντες δ᾽ είχομεν θείαν νόσον
422καὶ τοῦδ᾽ απαλλαγέντος εν χρόνῳ μακρῷ,
423 παῖς ὁρᾶται, κἀνακωκύει πικρᾶς
424όρνιθος οξὺν φθόγγον, ὡς ὅταν κενῆς
425ευνῆς νεοσσῶν ορφανὸν βλέψῃ λέχος

426οὕτω δὲ χαὔτη, ψιλὸν ὡς ὁρᾷ νέκυν,
427γόοισιν εξῴμωξεν, εκ δ᾽ αρὰς κακὰς
428ηρᾶτο τοῖσι τοὔργον εξειργασμένοις

429καὶ χερσὶν ευθὺς διψίαν φέρει κόνιν,
430έκ τ᾽ ευκροτήτου χαλκέας άρδην πρόχου
431χοαῖσι τρισπόνδοισι τὸν νέκυν στέφει

432χἠμεῖς ιδόντες ἱέμεσθα, σὺν δέ νιν
433θηρώμεθ᾽ ευθὺς ουδὲν εκπεπληγμένην,
434καὶ τάς τε πρόσθεν τάς τε νῦν ηλέγχομεν
435πράξεις
άπαρνος δ᾽ ουδενὸς καθίστατο,
436ἅμ᾽ ἡδέως έμοιγε κἀλγεινῶς ἅμα.

437τὸ μὲν γὰρ αυτὸν εκ κακῶν πεφευγέναι
438ἥδιστον, ες κακὸν δὲ τοὺς φίλους άγειν
439αλγεινόν:
αλλὰ πάντα ταῦθ᾽ ἥσσω λαβεῖν
440εμοὶ πέφυκε τῆς εμῆς σωτηρίας

441σὲ δή, σὲ τὴν νεύουσαν εις πέδον κάρα,
442φὴς καταρνεῖ μὴ δεδρακέναι τάδε:

443καὶ φημὶ δρᾶσαι κοὐκ απαρνοῦμαι τὸ μή.

444σὺ μὲν κομίζοις ὰν σεαυτὸν θέλεις
445έξω βαρείας αιτίας ελεύθερον:

446σὺ δ᾽ ειπέ μοι μὴ μῆκος, αλλὰ συντόμως,
447ῄδησθα κηρυχθέντα μὴ πράσσειν τάδε

448 ῄδη
τί δ᾽ ουκ έμελλον εμφανῆ γὰρ ῆν
449καὶ δῆτ᾽ ετόλμας τούσδ᾽ ὑπερβαίνειν νόμους

450ου γάρ τί μοι Ζεὺς ῆν κηρύξας τάδε,
451ου δ᾽ ξύνοικος τῶν κάτω θεῶν Δίκη
452τοιούσδ᾽ εν ανθρώποισιν ὥρισεν νόμους

453ου δὲ σθένειν τοσοῦτον ῳόμην τὰ σὰ
454κηρύγμαθ᾽, ὥστ᾽ άγραπτα κἀσφαλῆ θεῶν
455νόμιμα δύνασθαι θνητὸν όνθ᾽ ὑπερδραμεῖν.

456ου γάρ τι νῦν γε κἀχθές, αλλ᾽ αεί ποτε
457ζῇ ταῦτα, κοὐδεὶς οῖδεν εξ ὅτου φάνη.

458τούτων εγὼ ουκ έμελλον, ανδρὸς ουδενὸς
459φρόνημα δείσασ᾽, εν θεοῖσι τὴν δίκην
460δώσειν
θανουμένη γὰρ εξῄδη, τί δ᾽ ού;
461κεἰ μὴ σὺ προὐκήρυξας.
ει δὲ τοῦ χρόνου
462πρόσθεν θανοῦμαι, κέρδος αύτ᾽ εγὼ λέγω

463ὅστις γὰρ εν πολλοῖσιν ὡς εγὼ κακοῖς
464ζῇ, πῶς ὅδ᾽ ουχὶ κατθανὼν κέρδος φέρει;

465οὕτως έμοιγε τοῦδε τοῦ μόρου τυχεῖν
466παρ᾽ ουδὲν άλγος:
αλλ᾽ άν, ει τὸν εξ εμῆς
467μητρὸς θανόντ᾽ άθαπτον ηνσχόμην νέκυν,
468κείνοις ὰν ήλγουν
τοῖσδε δ᾽ ουκ αλγύνομαι
469σοὶ δ᾽ ει δοκῶ νῦν μῶρα δρῶσα τυγχάνειν,
470σχεδόν τι μώρῳ μωρίαν οφλισκάνω

471δηλοῖ τὸ γέννημ᾽ ωμὸν εξ ωμοῦ πατρὸς
472τῆς παιδός
είκειν δ᾽ ουκ επίσταται κακοῖς
473αλλ᾽ ίσθι τοι τὰ σκλήρ᾽ άγαν φρονήματα
474πίπτειν μάλιστα, καὶ τὸν εγκρατέστατον
475σίδηρον οπτὸν εκ πυρὸς περισκελῆ
476θραυσθέντα καὶ ῥαγέντα πλεῖστ᾽ ὰν εισίδοις

477σμικρῷ χαλινῷ δ᾽ οῖδα τοὺς θυμουμένους
478ἵππους καταρτυθέντας
ου γὰρ εκπέλει
479φρονεῖν μέγ᾽ ὅστις δοῦλός εστι τῶν πέλας

480αὕτη δ᾽ ὑβρίζειν μὲν τότ᾽ εξηπίστατο,
481νόμους ὑπερβαίνουσα τοὺς προκειμένους

482ὕβρις δ᾽, επεὶ δέδρακεν, ἥδε δευτέρα,
483τούτοις επαυχεῖν καὶ δεδρακυῖαν γελᾶν.

484 νῦν εγὼ μὲν ουκ ανήρ, αὕτη δ᾽ ανήρ,
485ει ταῦτ᾽ ανατὶ τῇδε κείσεται κράτη.

486αλλ᾽ είτ᾽ αδελφῆς είθ᾽ ὁμαιμονεστέρα
487τοῦ παντὸς ἡμῖν Ζηνὸς ἑρκείου κυρεῖ,
488αυτή τε χἠ ξύναιμος ουκ αλύξετον
489μόρου κακίστου:
καὶ γὰρ οῦν κείνην ίσον
490επαιτιῶμαι τοῦδε βουλεῦσαι τάφου

491καί νιν καλεῖτ᾽
έσω γὰρ εῖδον αρτίως
492λυσσῶσαν αυτὴν ου δ᾽ επήβολον φρενῶν

493φιλεῖ δ᾽ θυμὸς πρόσθεν, ᾑρῆσθαι κλοπεὺς
494τῶν μηδὲν ορθῶς εν σκότῳ τεχνωμένων

495μισῶ γε μέντοι χὤταν εν κακοῖσί τις
496ἁλοὺς έπειτα τοῦτο καλλύνειν θέλῃ

497θέλεις τι μεῖζον κατακτεῖναί μ᾽ ἑλών;

498εγὼ μὲν ουδέν:
τοῦτ᾽ έχων ἅπαντ᾽ έχω
499τί δῆτα μέλλεις
ὡς εμοὶ τῶν σῶν λόγων
500αρεστὸν ουδὲν μη δ᾽ αρεσθείη ποτέ:

501οὕτω δὲ καὶ σοὶ τἄμ᾽ αφανδάνοντ᾽ έφυ

502καίτοι πόθεν κλέος γ᾽ ὰν ευκλεέστερον
503κατέσχον τὸν αυτάδελφον εν τάφῳ
504τιθεῖσα;
τούτοις τοῦτο πᾶσιν ἁνδάνειν
505λέγοιτ᾽ άν, ει μὴ γλῶσσαν εγκλῄοι φόβος

506αλλ᾽ τυραννὶς πολλά τ᾽ άλλ᾽ ευδαιμονεῖ
507κἄξεστιν αυτῇ δρᾶν λέγειν θ᾽ βούλεται.

508σὺ τοῦτο μούνη τῶνδε Καδμείων ὁρᾷς

509ὁρῶσι χοὖτοι, σοὶ δ᾽ ὑπίλλουσιν στόμα

510σὺ δ᾽ ουκ επαιδεῖ, τῶνδε χωρὶς ει φρονεῖς

511ουδὲν γὰρ αισχρὸν τοὺς ὁμοσπλάγχνους σέβειν.

512ούκουν ὅμαιμος χὠ καταντίον θανών;

513ὅμαιμος εκ μιᾶς τε καὶ ταὐτοῦ πατρός.

514πῶς δῆτ᾽ εκείνῳ δυσσεβῆ τιμᾷς χάριν

515ου μαρτυρήσει ταῦθ᾽ κατθανὼν νέκυς

516εί τοί σφε τιμᾷς εξ ίσου τῷ δυσσεβεῖ.

517ου γάρ τι δοῦλος, αλλ᾽ αδελφὸς ώλετο

518πορθῶν δὲ τήνδε γῆν:
δ᾽ αντιστὰς ὕπερ.
519ὁμῶς γ᾽ Ἅιδης τοὺς νόμους τούτους ποθεῖ

520αλλ᾽ ουχ χρηστὸς τῷ κακῷ λαχεῖν ίσος.

521τίς οῖδεν ει κάτωθεν ευαγῆ τάδε;

522ούτοι ποθ᾽ οὑχθρός, ου δ᾽ ὅταν θάνῃ, φίλος.

523ούτοι συνέχθειν, αλλὰ συμφιλεῖν έφυν

524κάτω νυν ελθοῦσ᾽, ει φιλητέον, φίλει
525κείνους:
εμοῦ δὲ ζῶντος ουκ άρξει γυνή
526καὶ μὴν πρὸ πυλῶν ἥδ᾽ Ισμήνη,
527φιλάδελφα κάτω δάκρυ᾽ ειβομένη:

528νεφέλη δ᾽ οφρύων ὕπερ αἱματόεν
529ῥέθος αισχύνει,
530τέγγουσ᾽ ευῶπα παρειάν

531σὺ δ᾽, κατ᾽ οίκους ὡς έχιδν᾽ ὑφειμένη
532λήθουσά μ᾽ εξέπινες, ου δ᾽ εμάνθανον
533τρέφων δύ᾽ άτα κἀπαναστάσεις θρόνων,
534φέρ᾽, ειπὲ δή μοι, καὶ σὺ τοῦδε τοῦ τάφου
535φήσεις μετασχεῖν, ξομεῖ τὸ μὴ ειδέναι;

536δέδρακα τοὔργον, είπερ ἥδ᾽ ὁμορροθεῖ
537καὶ ξυμμετίσχω καὶ φέρω τῆς αιτίας

538αλλ᾽ ουκ εάσει τοῦτό γ᾽ δίκη σ᾽, επεὶ
539ού τ᾽ ηθέλησας ού τ᾽ εγὼ κοινωσάμην

540αλλ᾽ εν κακοῖς τοῖς σοῖσιν ουκ αισχύνομαι
541ξύμπλουν εμαυτὴν τοῦ πάθους ποιουμένη

542ὧν τοὔργον, Ἅιδης χοἰ κάτω ξυνίστορες:

543λόγοις δ᾽ εγὼ φιλοῦσαν ου στέργω φίλην

544μήτοι, κασιγνήτη, μ᾽ ατιμάσῃς τὸ μὴ ου
545θανεῖν τε σὺν σοὶ τὸν θανόντα θ᾽ ἁγνίσαι

546μή μοι θάνῃς σὺ κοινὰ μη δ᾽ μὴ θιγες
547ποιοῦ σεαυτῆς
αρκέσω θνῄσκουσ᾽ εγώ
548καὶ τίς βίος μοι σοῦ λελειμμένῃ φίλος;

549Κρέοντ᾽ ερώτα
τοῦδε γὰρ σὺ κηδεμών.
550τί ταῦτ᾽ ανιᾷς μ᾽, ουδὲν ωφελουμένη

551αλγοῦσα μὲν δῆτ᾽ ει γελῶ γ᾽ εν σοὶ γελῶ

552τί δῆτ᾽ ὰν αλλὰ νῦν σ᾽ έτ᾽ ωφελοῖμ᾽ εγώ

553σῶσον σεαυτήν
ου φθονῶ σ᾽ ὑπεκφυγεῖν
554οίμοι τάλαινα, κἀμπλάκω τοῦ σοῦ μόρου

555σὺ μὲν γὰρ εἵλου ζῆν, εγὼ δὲ κατθανεῖν.

556αλλ᾽ ουκ επ᾽ αρρήτοις γε τοῖς εμοῖς λόγοις.

557καλῶς σὺ μὲν τοῖς, τοῖς δ᾽ εγὼ δόκουν φρονεῖν.

558καὶ μὴν ίση νῷν εστιν ξαμαρτία

559 θάρσει
σὺ μὲν ζῇς, δ᾽ εμὴ ψυχὴ πάλαι
560τέθνηκεν, ὥστε τοῖς θανοῦσιν ωφελεῖν

561τὼ παῖδε φημὶ τώδε τὴν μὲν αρτίως
562άνουν πεφάνθαι, τὴν δ᾽ αφ᾽ οὗ τὰ πρῶτ᾽ έφυ.

563ου γάρ ποτ᾽, ῶναξ, ου δ᾽ ὃς ὰν βλάστῃ μένει
564νοῦς τοῖς κακῶς πράσσουσιν, αλλ᾽ εξίσταται

565σοὶ γοῦν, ὅθ᾽ εἵλου σὺν κακοῖς πράσσειν κακά.

566τί γὰρ μόνῃ μοι τῆσδ᾽ άτερ βιώσιμον;

567αλλ᾽ ἥδε μέντοι μὴ λέγ᾽
ου γὰρ έστ᾽ έτι
568αλλὰ κτενεῖς νυμφεῖα τοῦ σαυτοῦ τέκνου

569αρώσιμοι γὰρ χἀτέρων εισὶν γύαι

570ουχ ὥς γ᾽ εκείνῳ τῇδέ τ᾽ ῆν ἡρμοσμένα.

571κακὰς εγὼ γυναῖκας υἱέσι στυγῶ

572 φίλταθ᾽ Αἷμον, ὥς σ᾽ ατιμάζει πατήρ

573άγαν γε λυπεῖς καὶ σὺ καὶ τὸ σὸν λέχος

574 γὰρ στερήσεις τῆσδε τὸν σαυτοῦ γόνον

575Ἅιδης παύσων τούσδε τοὺς γάμους έφυ

576δεδογμέν᾽, ὡς έοικε, τήνδε κατθανεῖν.

577καὶ σοί γε κἀμοί.
μὴ τριβὰς έτ᾽, αλλά νιν
578κομίζετ᾽ είσω, δμῶες:
εκ δὲ τοῦδε χρὴ
579γυναῖκας εῖναι τάσδε μη δ᾽ ανειμένας

580φεύγουσι γάρ τοι χοἰ θρασεῖς, ὅταν πέλας
581ήδη τὸν Ἅιδην εισορῶσι τοῦ βίου

582ευδαίμονες οἷσι κακῶν άγευστος αιών.

583οἷς γὰρ ὰν σεισθῇ θεόθεν δόμος, άτας
584ουδὲν ελλείπει γενεᾶς επὶ πλῆθος ἕρπον

586ὅμοιον ὥστε ποντίαις οῖδμα δυσπνόοις ὅταν
587Θρῄσσαισιν έρεβος ὕφαλον επιδράμῃ πνοαῖς,
588κυλίνδει βυσσόθεν κελαινὰν θῖνα, καὶ
591δυσάνεμοι στόνῳ βρέμουσιν αντιπλῆγες ακταί.

592αρχαῖα τὰ Λαβδακιδᾶν οίκων ὁρῶμαι
593πήματα φθιτῶν επὶ πήμασι πίπτοντ᾽,
596ου δ᾽ απαλλάσσει γενεὰν γένος, αλλ᾽ ερείπει
597θεῶν τις, ου δ᾽ έχει λύσιν
νῦν γὰρ εσχάτας ὕπερ
598ῥίζας τέτατο φάος εν Οιδίπου δόμοις,
601κατ᾽ αῦ νιν φοινία θεῶν τῶν νερτέρων
602αμᾷ κόνις λόγου τ᾽ άνοια καὶ φρενῶν ερινύς

603τεάν, Ζεῦ, δύνασιν τίς ανδρῶν ὑπερβασία κατάσχοι

606τὰν ούθ᾽ ὕπνος αἱρεῖ ποθ᾽ πάντ᾽ αγρεύων,
607ού τε θεῶν άκματοι μῆνες, αγήρῳ δὲ χρόνῳ
608δυνάστας κατέχεις Ολύμπου μαρμαρόεσσαν αίγλαν

611τό τ᾽ έπειτα καὶ τὸ μέλλον
612καὶ τὸ πρὶν επαρκέσει
613νόμος ὅδ᾽, ουδὲν ἕρπει
614θνατῶν βιότῳ πάμπολύ γ᾽ εκτὸς άτας

615 γὰρ δὴ πολύπλαγκτος ελπὶς πολλοῖς μὲν όνασις ανδρῶν,
616πολλοῖς δ᾽ απάτα κουφονόων ερώτων:

617ειδότι δ᾽ ουδὲν ἕρπει, πρὶν πυρὶ θερμῷ πόδα τις
618προσαύσῃ
σοφίᾳ γὰρ έκ του κλεινὸν έπος πέφανται
621τὸ κακὸν δοκεῖν ποτ᾽ εσθλὸν
622τῷδ᾽ έμμεν ὅτῳ φρένας
623θεὸς άγει πρὸς άταν:

624πράσσει δ᾽ ολίγιστον χρόνον εκτὸς άτας

626ὅδε μὴν Αἵμων, παίδων τῶν σῶν
627νέατον γέννημ᾽:
ᾶρ᾽ αχνύμενος
628τάλιδος ἥκει μόρον Αντιγόνης,
629απάτης λεχέων ὑπεραλγῶν

631τάχ᾽ εισόμεσθα μάντεων ὑπέρτερον

632 παῖ, τελείαν ψῆφον ᾶρα μὴ κλύων
633τῆς μελλονύμφου πατρὶ λυσσαίνων πάρει

634 σοὶ μὲν ἡμεῖς πανταχῇ δρῶντες φίλοι;

635πάτερ, σός ειμι, καὶ σύ μοι γνώμας έχων
636χρηστὰς απορθοῖς, αἷς έγωγ᾽ εφέψομαι

637εμοὶ γὰρ ουδεὶς αξιώσεται γάμος
638μείζων φέρεσθαι σοῦ καλῶς ἡγουμένου

639οὕτω γάρ, παῖ, χρὴ διὰ στέρνων έχειν,
640γνώμης πατρῴας πάντ᾽ όπισθεν ἑστάναι

641τούτου γὰρ οὕνεκ᾽ άνδρες εύχονται γονὰς
642κατηκόους φύσαντες εν δόμοις έχειν,
643ὡς καὶ τὸν εχθρὸν ανταμύνωνται κακοῖς
644καὶ τὸν φίλον τιμῶσιν εξ ίσου πατρί

645ὅστις δ᾽ ανωφέλητα φιτύει τέκνα,
646τί τόνδ᾽ ὰν είποις άλλο πλὴν αὑτῷ πόνους
647φῦσαι, πολὺν δὲ τοῖσιν εχθροῖσιν γέλων;

648μή νύν ποτ᾽, παῖ, τὰς φρένας ὑφ᾽ ἡδονῆς
649γυναικὸς οὕνεκ᾽ εκβάλῃς, ειδὼς ὅτι
650ψυχρὸν παραγκάλισμα τοῦτο γίγνεται,
651γυνὴ κακὴ ξύνευνος εν δόμοις
τί γὰρ
652γένοιτ᾽ ὰν ἕλκος μεῖζον φίλος κακός;

653αλλὰ πτύσας ὡσεί τε δυσμενῆ μέθες
654τὴν παῖδ᾽ εν Αίδου τήνδε νυμφεύειν τινί.

655επεὶ γὰρ αυτὴν εἷλον εμφανῶς εγὼ
656πόλεως απιστήσασαν εκ πάσης μόνην,
657ψευδῆ γ᾽ εμαυτὸν ου καταστήσω πόλει,
658αλλὰ κτενῶ
πρὸς ταῦτ᾽ εφυμνείτω Δία
659ξύναιμον
ει γὰρ δὴ τά γ᾽ εγγενῆ φύσει
660άκοσμα θρέψω, κάρτα τοὺς έξω γένους

661εν τοῖς γὰρ οικείοισιν ὅστις έστ᾽ ανὴρ
662χρηστός, φανεῖται κἀν πόλει δίκαιος ών

663ὅστις δ᾽ ὑπερβὰς νόμους βιάζεται
664 τοὐπιτάσσειν τοῖς κρατύνουσιν νοεῖ,
665ουκ έστ᾽ επαίνου τοῦτον εξ εμοῦ τυχεῖν

666αλλ᾽ ὃν πόλις στήσειε τοῦδε χρὴ κλύειν
667καὶ σμικρὰ καὶ δίκαια καὶ τἀναντία

668καὶ τοῦτον ὰν τὸν άνδρα θαρσοίην εγὼ
669καλῶς μὲν άρχειν, εῦ δ᾽ ὰν άρχεσθαι θέλειν,
670δορός τ᾽ ὰν εν χειμῶνι προστεταγμένον
671μένειν δίκαιον κἀγαθὸν παραστάτην.

672αναρχίας δὲ μεῖζον ουκ έστιν κακόν

673αὕτη πόλεις όλλυσιν, ἥδ᾽ αναστάτους
674οίκους τίθησιν, ἥδε συμμάχου δορὸς
675τροπὰς καταρρήγνυσι
τῶν δ᾽ ορθουμένων
676σῴζει τὰ πολλὰ σώμαθ᾽ πειθαρχία

677οὕτως αμυντέ᾽ εστὶ τοῖς κοσμουμένοις,
678κοὔτοι γυναικὸς ουδαμῶς ἡσσητέα.

679κρεῖσσον γάρ, είπερ δεῖ, πρὸς ανδρὸς εκπεσεῖν,
680κοὐκ ὰν γυναικῶν ἥσσονες καλοίμεθ᾽ άν.

681ἡμῖν μέν, ει μὴ τῷ χρόνῳ κεκλέμμεθα,
682λέγειν φρονούντως ὧν λέγεις δοκεῖς πέρι

683πάτερ, θεοὶ φύουσιν ανθρώποις φρένας,
684πάντων ὅσ᾽ εστὶ κτημάτων ὑπέρτατον

685εγὼ δ᾽ ὅπως σὺ μὴ λέγεις ορθῶς τάδε,
686ού τ᾽ ὰν δυναίμην μήτ᾽ επισταίμην λέγειν

687γένοιτο μεντἂν χἀτέρῳ καλῶς έχον

688σοῦ δ᾽ οῦν πέφυκα πάντα προσκοπεῖν ὅσα
689λέγει τις πράσσει τις ψέγειν έχει

690τὸ γὰρ σὸν όμμα δεινὸν, ανδρὶ δημότῃ
691λόγοις τοιούτοις, οἷς σὺ μὴ τέρψει κλύων:

692εμοὶ δ᾽ ακούειν έσθ᾽ ὑπὸ σκότου τάδε,
693τὴν παῖδα ταύτην οἷ᾽, οδύρεται πόλις,
694πασῶν γυναικῶν ὡς αναξιωτάτη
695κάκιστ᾽ απ᾽ έργων ευκλεεστάτων φθίνει

696ἥτις τὸν αὑτῆς αυτάδελφον εν φοναῖς
697πεπτῶτ᾽ άθαπτον μήθ᾽ ὑπ᾽ ωμηστῶν κυνῶν
698είασ᾽ ολέσθαι μήθ᾽ ὑπ᾽ οιωνῶν τινος

699ουχ ἥδε χρυσῆς αξία τιμῆς λαχεῖν;

700τοιάδ᾽ ερεμνὴ σῖγ᾽ επέρχεται φάτις

701εμοὶ δὲ σοῦ πράσσοντος ευτυχῶς, πάτερ,
702ουκ έστιν ουδὲν κτῆμα τιμιώτερον,
703τί γὰρ πατρὸς θάλλοντος ευκλείας τέκνοις
704άγαλμα μεῖζον, τί πρὸς παίδων πατρί;

705μή νυν ἓν ῆθος μοῦνον εν σαυτῷ φόρει,
706ὡς φὴς σύ, κοὐδὲν άλλο, τοῦτ᾽ ορθῶς έχειν

707ὅστις γὰρ αυτὸς φρονεῖν μόνος δοκεῖ,
708 γλῶσσαν, ἣν ουκ άλλος, ψυχὴν έχειν,
709οὗτοι διαπτυχθέντες ώφθησαν κενοί.

710αλλ᾽ άνδρα, κεἴ τις σοφός, τὸ μανθάνειν
711πόλλ᾽, αισχρὸν ουδὲν καὶ τὸ μὴ τείνειν άγαν.

712ὁρᾷς παρὰ ῥείθροισι χειμάρροις ὅσα
713δένδρων ὑπείκει, κλῶνας ὡς εκσῴζεται,
714τὰ δ᾽ αντιτείνοντ᾽ αυτόπρεμν᾽ απόλλυται

715αὕτως δὲ ναὸς ὅστις εγκρατῆ πόδα
716τείνας ὑπείκει μηδέν, ὑπτίοις κάτω
717στρέψας τὸ λοιπὸν σέλμασιν ναυτίλλεται

718αλλ᾽ εῖκε καὶ θυμῷ μετάστασιν δίδου

719γνώμη γὰρ εί τις κἀπ᾽ εμοῦ νεωτέρου
720πρόσεστι, φήμ᾽ έγωγε πρεσβεύειν πολὺ
721φῦναι τὸν άνδρα πάντ᾽ επιστήμης πλέων

722ει δ᾽ οῦν, φιλεῖ γὰρ τοῦτο μὴ ταύτῃ ῥέπειν,
723καὶ τῶν λεγόντων εῦ καλὸν τὸ μανθάνειν.

724άναξ, σέ τ᾽ εικός, εί τι καίριον λέγει,
725μαθεῖν, σέ τ᾽ αῦ τοῦδ᾽:
εῦ γὰρ είρηται διπλῇ
726οἱ τηλικοίδε καὶ διδαξόμεσθα δὴ
727φρονεῖν ὑπ᾽ ανδρὸς τηλικοῦδε τὴν φύσιν

728μηδὲν τὸ μὴ δίκαιον:
ει δ᾽ εγὼ νέος,
729ου τὸν χρόνον χρὴ μᾶλλον τἄργα σκοπεῖν.

730έργον γάρ εστι τοὺς ακοσμοῦντας σέβειν

731ου δ᾽ ὰν κελεύσαιμ᾽ ευσεβεῖν εις τοὺς κακούς

732ουχ ἥδε γὰρ τοιᾷδ᾽ επείληπται νόσῳ

733ού φησι Θήβης τῆσδ᾽ ὁμόπτολις λεώς

734πόλις γὰρ ἡμῖν ἁμὲ χρὴ τάσσειν ερεῖ

735ὁρᾷς τόδ᾽ ὡς είρηκας ὡς άγαν νέος

736άλλῳ γὰρ μοὶ χρή με τῆσδ᾽ άρχειν χθονός;

737πόλις γὰρ ουκ έσθ᾽ ἥτις ανδρός εσθ᾽ ἑνός

738ου τοῦ κρατοῦντος πόλις νομίζεται

739καλῶς γ᾽ ερήμης ὰν σὺ γῆς άρχοις μόνος

740ὅδ᾽, ὡς έοικε, τῇ γυναικὶ συμμαχεῖ

741είπερ γυνὴ σύ.
σοῦ γὰρ οῦν προκήδομαι
742 παγκάκιστε, διὰ δίκης ιὼν πατρί;

743ου γὰρ δίκαιά σ᾽ εξαμαρτάνονθ᾽ ὁρῶ

744ἁμαρτάνω γὰρ τὰς εμὰς αρχὰς σέβων

745ου γὰρ σέβεις τιμάς γε τὰς θεῶν πατῶν

746 μιαρὸν ῆθος καὶ γυναικὸς ὕστερον.

747ού τἂν ἕλοις ἥσσω γε τῶν αισχρῶν εμέ

748 γοῦν λόγος σοι πᾶς ὑπὲρ κείνης ὅδε.

749καὶ σοῦ γε κἀμοῦ, καὶ θεῶν τῶν νερτέρων.

750ταύτην ποτ᾽ ουκ έσθ᾽ ὡς έτι ζῶσαν γαμεῖς

751 δ᾽ οῦν θανεῖται καὶ θανοῦσ᾽ ολεῖ τινα

752 κἀπαπειλῶν ὧδ᾽ επεξέρχει θρασύς

753τίς δ᾽ έστ᾽ απειλὴ πρὸς κενὰς γνώμας λέγειν

754κλαίων φρενώσεις, ὼν φρενῶν αυτὸς κενός

755ει μὴ πατὴρ ῆσθ᾽, εῖπον άν σ᾽ ουκ εῦ φρονεῖν

756γυναικὸς ὼν δούλευμα μὴ κώτιλλέ με

757βούλει λέγειν τι καὶ λέγων μηδὲν κλύειν

758 άληθες ;
αλλ᾽ ου τόνδ᾽ Όλυμπον, ίσθ᾽ ὅτι,
759χαίρων επὶ ψόγοισι δεννάσεις εμέ

760άγαγε τὸ μῖσος ὡς κατ᾽ όμματ᾽ αυτίκα
761παρόντι θνῄσκῃ πλησία τῷ νυμφίῳ

762ου δῆτ᾽ έμοιγε, τοῦτο μὴ δόξῃς ποτέ,
763ούθ᾽ ἥδ᾽ ολεῖται πλησία, σύ τ᾽ ουδαμὰ
764τοὐμὸν προσόψει κρᾶτ᾽ εν οφθαλμοῖς ὁρῶν,
765ὡς τοῖς θέλουσι τῶν φίλων μαίνῃ συνών

766ἁνήρ, άναξ, βέβηκεν εξ οργῆς ταχύς

767νοῦς δ᾽ εστὶ τηλικοῦτος αλγήσας βαρύς

768 δράτω
φρονείτω μεῖζον κατ᾽ άνδρ᾽ ιών:
769τὼ δ᾽ οῦν κόρα τώδ᾽ ουκ απαλλάξει μόρου

770άμφω γὰρ αυτὼ καὶ κατακτεῖναι νοεῖς

771ου τήν γε μὴ θιγοῦσαν:
εῦ γὰρ οῦν λέγεις
772μόρῳ δὲ ποίῳ καί σφε βουλεύει κτανεῖν

773άγων έρημος ένθ᾽ ὰν βροτῶν στίβος
774κρύψω πετρώδει ζῶσαν εν κατώρυχι,
775φορβῆς τοσοῦτον ὡς άγος μόνον προθείς,
776ὅπως μίασμα πᾶσ᾽ ὑπεκφύγῃ πόλις.

777κἀκεῖ τὸν Ἅιδην, ὃν μόνον σέβει θεῶν,
778αιτουμένη που τεύξεται τὸ μὴ θανεῖν,
779 γνώσεται γοῦν αλλὰ τηνικαῦθ᾽ ὅτι
780πόνος περισσός εστι τἀν Ἅιδου σέβειν

781Έρως ανίκατε μάχαν, Έρως, ὃς εν κτήμασι πίπτεις,
782ὃς εν μαλακαῖς παρειαῖς νεάνιδος εννυχεύεις,
783φοιτᾷς δ᾽ ὑπερπόντιος έν τ᾽ αγρονόμοις αυλαῖς:

786καί σ᾽ ού τ᾽ αθανάτων φύξιμος ουδεὶς
787ούθ᾽ ἁμερίων σέ γ᾽ ανθρώπων.
δ᾽ έχων μέμηνεν
791σὺ καὶ δικαίων αδίκους φρένας παρασπᾷς επὶ λώβᾳ,
792σὺ καὶ τόδε νεῖκος ανδρῶν ξύναιμον έχεις ταράξας

793νικᾷ δ᾽ εναργὴς βλεφάρων ἵμερος ευλέκτρου
796νύμφας, τῶν μεγάλων πάρεδρος εν αρχαῖς
797θεσμῶν
άμαχος γὰρ εμπαίζει θεὸς, Αφροδίτα
801νῦν δ᾽ ήδη γὼ καὐτὸς θεσμῶν
802έξω φέρομαι τάδ᾽ ὁρῶν ίσχειν δ᾽
803ουκέτι πηγὰς δύναμαι δάκρυων
804τὸν παγκοίτην ὅθ᾽ ὁρῶ θάλαμον
805τήνδ᾽ Αντιγόνην ανύτουσαν

806ὁρᾶτ᾽ έμ᾽, γᾶς πατρίας πολῖται, τὰν νεάταν ὁδὸν
807στείχουσαν, νέατον δὲ φέγγος λεύσσουσαν αελίου,
808κοὔποτ᾽ αῦθις.
αλλά μ᾽ παγκοίτας Ἅιδας ζῶσαν άγει
811τὰν Αχέροντος
812ακτάν, ούθ᾽ ὑμεναίων έγκληρον, ού τ᾽ επινύμφειός
813πώ μέ τις ὕμνος ὕμνησεν, αλλ᾽ Αχέροντι νυμφεύσω

816ουκοῦν κλεινὴ καὶ έπαινον έχουσ᾽
817ες τόδ᾽ απέρχει κεῦθος νεκύων,
818ού τε φθινάσιν πληγεῖσα νόσοις
819ού τε ξιφέων επίχειρα λαχοῦσ᾽,
821αλλ᾽ αυτόνομος ζῶσα μόνη δὴ
822θνητῶν Ἅιδην καταβήσει.

823ήκουσα δὴ λυγρότατον ολέσθαι τὰν Φρυγίαν ξέναν
824Ταντάλου Σιπύλῳ πρὸς άκρῳ, τὰν κισσὸς ὡς ατενὴς
826πετραία βλάστα δάμασεν, καί νιν όμβροι τακομέναν,
827ὡς φάτις ανδρῶν,
828χιών τ᾽ ουδαμὰ λείπει, τέγγει δ᾽ ὑπ᾽ οφρύσι παγκλαύτοις
831δειράδας:
με δαίμων ὁμοιοτάταν κατευνάζει
832αλλὰ θεός τοι καὶ θεογεννής,
833ἡμεῖς δὲ βροτοὶ καὶ θνητογενεῖς.

836καίτοι φθιμένῃ μέγα κἀκοῦσαι
837τοῖς ισοθέοις σύγκληρα λαχεῖν.

838ζῶσαν καὶ έπειτα θανοῦσαν.

839οίμοι γελῶμαι
τί με, πρὸς θεῶν πατρῴων,
840ουκ οιχομέναν ὑβρίζεις, αλλ᾽ επίφαντον;

841 πόλις, πόλεως πολυκτήμονες άνδρες

842ιὼ Διρκαῖαι κρῆναι
843Θήβας τ᾽ ευαρμάτου άλσος, έμπας ξυμμάρτυρας ύμμ᾽ επικτῶμαι,
846οἵα φίλων άκλαυτος, οἵοις νόμοις
847πρὸς ἕργμα τυμβόχωστον έρχομαι τάφου ποταινίου

848ιὼ δύστανος, βροτοῖς ού τε νεκροῖς κυροῦσα
851μέτοικος ου ζῶσιν, ου θανοῦσιν.

852προβᾶσ᾽ επ᾽ έσχατον θράσους
853ὑψηλὸν ες Δίκας βάθρον
854προσέπεσες, τέκνον, πολύ

856πατρῷον δ᾽ εκτίνεις τιν᾽ ᾶθλον

857έψαυσας αλγεινοτάτας εμοὶ μερίμνας,
858πατρὸς τριπόλιστον οῖκτον τοῦ τε πρόπαντος
859ἁμετέρου πότμου κλεινοῖς Λαβδακίδαισιν

861ιὼ ματρῷαι λέκτρων
862ᾶται κοιμήματά τ᾽ αυτογέννητ᾽ εμῷ πατρὶ δυσμόρου ματρός,
866οἵων εγώ ποθ᾽ ταλαίφρων έφυν

867πρὸς οὓς αραῖος άγαμος ἅδ᾽ εγὼ μέτοικος έρχομαι

868ιὼ δυσπότμων κασίγνητε γάμων κυρήσας,
871θανὼν έτ᾽ οῦσαν κατήναρές με

872σέβειν μὲν ευσέβειά τις,
873κράτος δ᾽ ὅτῳ κράτος μέλει
874παραβατὸν ουδαμᾷ πέλει:

875σὲ δ᾽ αυτόγνωτος ώλεσ᾽ οργά

876άκλαυτος, άφιλος, ανυμέναιος ταλαίφρων άγομαι
877τὰν πυμάταν ὁδόν
ουκέτι μοι τόδε
878λαμπάδος ἱερὸν όμμα
879θέμις ὁρᾶν ταλαίνᾳ.

881τὸν δ᾽ εμὸν πότμον αδάκρυτον
882ουδεὶς φίλων στενάζει

883ᾶρ᾽ ίστ᾽, αοιδὰς καὶ γόους πρὸ τοῦ θανεῖν
884ὡς ου δ᾽ ὰν εἷς παύσαιτ᾽ άν, ει χρείη λέγειν

885ουκ άξεθ᾽ ὡς τάχιστα
καὶ κατηρεφεῖ
886τύμβῳ περιπτύξαντες, ὡς είρηκ᾽ εγώ,
887άφετε μόνην έρημον, είτε χρῇ θανεῖν
888είτ᾽ εν τοιαύτῃ ζῶσα τυμβεύειν στέγῃ

889ἡμεῖς γὰρ ἁγνοὶ τοὐπὶ τήνδε τὴν κόρην
890μετοικίας δ᾽ οῦν τῆς άνω στερήσεται.

891 τύμβος, νυμφεῖον, κατασκαφὴς
892οίκησις αείφρουρος, οἷ πορεύομαι
893πρὸς τοὺς εμαυτῆς, ὧν αριθμὸν εν νεκροῖς
894πλεῖστον δέδεκται Φερσέφασσ᾽ ολωλότων

895ὧν λοισθία γὼ καὶ κάκιστα δὴ μακρῷ
896κάτειμι, πρίν μοι μοῖραν εξήκειν βίου.

897ελθοῦσα μέντοι κάρτ᾽ εν ελπίσιν τρέφω
898φίλη μὲν ἥξειν πατρί, προσφιλὴς δὲ σοί,
899μῆτερ, φίλη δὲ σοί, κασίγνητον κάρα:

900επεὶ θανόντας αυτόχειρ ὑμᾶς εγὼ
901έλουσα κἀκόσμησα κἀπιτυμβίους
902χοὰς έδωκα.
νῦν δέ Πολύνεικες, τὸ σὸν
903δέμας περιστέλλουσα τοιάδ᾽ άρνυμαι

904καίτοι σ᾽ εγὼ τίμησα τοῖς φρονοῦσιν εῦ

905ου γάρ ποτ᾽ ού τ᾽ άν, ει τέκνων μήτηρ έφυν,
906ού τ᾽ ει πόσις μοι κατθανὼν ετήκετο,
907βίᾳ πολιτῶν τόνδ᾽ ὰν ῃρόμην πόνον

908τίνος νόμου δὴ ταῦτα πρὸς χάριν λέγω

909πόσις μὲν άν μοι κατθανόντος άλλος ῆν,
910καὶ παῖς απ᾽ άλλου φωτός, ει τοῦδ᾽ ήμπλακον,
911μητρὸς δ᾽ εν Ἅιδου καὶ πατρὸς κεκευθότοιν
912ουκ έστ᾽ αδελφὸς ὅστις ὰν βλάστοι ποτέ.

913τοιῷδε μέντοι σ᾽ εκπροτιμήσασ᾽ εγὼ
914νόμῳ Κρέοντι ταῦτ᾽ έδοξ᾽ ἁμαρτάνειν
915καὶ δεινὰ τολμᾶν, κασίγνητον κάρα

916καὶ νῦν άγει με διὰ χερῶν οὕτω λαβὼν
917άλεκτρον, ανυμέναιον, ού τε του γάμου
918μέρος λαχοῦσαν ού τε παιδείου τροφῆς,
919αλλ᾽ ὧδ᾽ έρημος πρὸς φίλων δύσμορος
920ζῶσ᾽ εις θανόντων έρχομαι κατασκαφάς

921ποίαν παρεξελθοῦσα δαιμόνων δίκην;

922τί χρή με τὴν δύστηνον ες θεοὺς έτι
923βλέπειν
τίν᾽ αυδᾶν ξυμμάχων; επεί γε δὴ
924τὴν δυσσέβειαν ευσεβοῦσ᾽ εκτησάμην.

925αλλ᾽ ει μὲν οῦν τάδ᾽ εστὶν εν θεοῖς καλά,
926παθόντες ὰν ξυγγνοῖμεν ἡμαρτηκότες

927ει δ᾽ οἵδ᾽ ἁμαρτάνουσι, μὴ πλείω κακὰ
928πάθοιεν καὶ δρῶσιν εκδίκως εμέ

929έτι τῶν αυτῶν ανέμων αὑταὶ
930ψυχῆς ῥιπαὶ τήνδε γ᾽ έχουσιν

931τοιγὰρ τούτων τοῖσιν άγουσιν
932κλαύμαθ᾽ ὑπάρξει βραδυτῆτος ὕπερ

933οίμοι, θανάτου τοῦτ᾽ εγγυτάτω
934τοὔπος αφῖκται

935θαρσεῖν ουδὲν παραμυθοῦμαι
936μὴ ου τάδε ταύτῃ κατακυροῦσθαι

937 γῆς Θήβης άστυ πατρῷον
938καὶ θεοὶ προγενεῖς,
939άγομαι δὴ κοὐκέτι μέλλω.

940λεύσσετε, Θήβης οἱ κοιρανίδαι
941τὴν βασιλειδᾶν μούνην λοιπήν,
942οἷα πρὸς οἵων ανδρῶν πάσχω,
943τὴν ευσεβίαν σεβίσασα

944έτλα καὶ Δανάας ουράνιον φῶς
945αλλάξαι δέμας εν χαλκοδέτοις αυλαῖς

946κρυπτομένα δ᾽ εν τυμβήρει θαλάμῳ κατεζεύχθη

947καίτοι καὶ γενεᾷ τίμιος, παῖ παῖ,
948καὶ Ζηνὸς ταμιεύεσκε γονὰς χρυσορύτους.

951αλλ᾽ μοιριδία τις δύνασις δεινά:

952ού τ᾽ άν νιν όλβος ού τ᾽ Άρης, ου πύργος, ουχ ἁλίκτυποι
953κελαιναὶ νᾶες εκφύγοιεν

954ζεύχθη δ᾽ οξύχολος παῖς Δρύαντος,
956Ηδωνῶν βασιλεύς, κερτομίοις οργαῖς
957εκ Διονύσου πετρώδει κατάφαρκτος εν δεσμῷ

958οὕτω τᾶς μανίας δεινὸν αποστάζει
959ανθηρόν τε μένος
κεῖνος επέγνω μανίαις
961ψαύων τὸν θεὸν εν κερτομίοις γλώσσαις

962παύεσκε μὲν γὰρ ενθέους γυναῖκας εύιόν τε πῦρ,
963φιλαύλους τ᾽ ηρέθιζε Μούσας

966παρὰ δὲ κυανεᾶν πελάγει διδύμας ἁλὸς
967ακταὶ Βοσπόριαι ηδ᾽ Θρῃκῶν άξενος
968Σαλμυδησσός, ἵν᾽ αγχίπτολις Άρης
971δισσοῖσι Φινείδαις
972εῖδεν αρατὸν ἕλκος
973τυφλωθὲν εξ αγρίας δάμαρτος
974αλαὸν αλαστόροισιν ομμάτων κύκλοις
975αραχθέντων, ὑφ᾽ αἱματηραῖς
976χείρεσσι καὶ κερκίδων ακμαῖσιν.

977κατὰ δὲ τακόμενοι μέλεοι μελέαν πάθαν
978κλαῖον, ματρὸς έχοντες ανύμφευτον γονάν

981 δὲ σπέρμα μὲν αρχαιογόνων
982άντασ᾽ Ερεχθειδᾶν,
983τηλεπόροις δ᾽ εν άντροις
984τράφη θυέλλαισιν εν πατρῴαις
985Βορεὰς ἅμιππος ορθόποδος ὑπὲρ πάγου
986θεῶν παῖς
αλλὰ κἀπ᾽ εκείνᾳ
987Μοῖραι μακραίωνες έσχον, παῖ

988Θήβης άνακτες, ἥκομεν κοινὴν ὁδὸν
989δύ᾽ εξ ἑνὸς βλέποντε
τοῖς τυφλοῖσι γὰρ
990αὕτη κέλευθος εκ προηγητοῦ πέλει

991τί δ᾽ έστιν, γεραιὲ Τειρεσία, νέον

992εγὼ διδάξω, καὶ σὺ τῷ μάντει πιθοῦ

993ούκουν πάρος γε σῆς απεστάτουν φρενός

994τοιγὰρ δι᾽ ορθῆς τήνδ᾽ εναυκλήρεις πόλιν

995έχω πεπονθὼς μαρτυρεῖν ονήσιμα

996φρόνει βεβὼς αῦ νῦν επὶ ξυροῦ τύχης

997τί δ᾽ έστιν
ὡς εγὼ τὸ σὸν φρίσσω στόμα
998γνώσει, τέχνης σημεῖα τῆς εμῆς κλύων

999εις γὰρ παλαιὸν θᾶκον ορνιθοσκόπον
1000ἵζων, ἵν᾽ ῆν μοι παντὸς οιωνοῦ λιμήν,
1001αγνῶτ᾽ ακούω φθόγγον ορνίθων, κακῷ
1002κλάζοντας οίστρῳ καὶ βεβαρβαρωμένῳ

1003καὶ σπῶντας εν χηλαῖσιν αλλήλους φοναῖς
1004έγνων
πτερῶν γὰρ ῥοῖβδος ουκ άσημος ῆν
1005ευθὺς δὲ δείσας εμπύρων εγευόμην
1006βωμοῖσι παμφλέκτοισιν
εκ δὲ θυμάτων
1007Ἥφαιστος ουκ έλαμπεν, αλλ᾽ επὶ σποδῷ
1008μυδῶσα κηκὶς μηρίων ετήκετο
1009κἄτυφε κἀνέπτυε, καὶ μετάρσιοι
1010χολαὶ διεσπείροντο, καὶ καταρρυεῖς
1011μηροὶ καλυπτῆς εξέκειντο πιμελῆς.

1012τοιαῦτα παιδὸς τοῦδ᾽ εμάνθανον πάρα,
1013φθίνοντ᾽ ασήμων οργίων μαντεύματα

1014εμοὶ γὰρ οὗτος ἡγεμών, άλλοις δ᾽ εγώ.

1015καὶ ταῦτα τῆς σῆς εκ φρενὸς νοσεῖ πόλις

1016βωμοὶ γὰρ ἡμῖν εσχάραι τε παντελεῖς
1017πλήρεις ὑπ᾽ οιωνῶν τε καὶ κυνῶν βορᾶς
1018τοῦ δυσμόρου πεπτῶτος Οιδίπου γόνου.

1019κᾆτ᾽ ου δέχονται θυστάδας λιτὰς έτι
1020θεοὶ παρ᾽ ἡμῶν ου δὲ μηρίων φλόγα, ου δ᾽
1021όρνις ευσήμους απορροιβδεῖ βοάς
1022ανδροφθόρου βεβρῶτες αἵματος λίπος

1023ταῦτ᾽ οῦν, τέκνον, φρόνησον
ανθρώποισι γὰρ
1024τοῖς πᾶσι κοινόν εστι τοὐξαμαρτάνειν

1025επεὶ δ᾽ ἁμάρτῃ, κεῖνος ουκέτ᾽ έστ᾽ ανὴρ
1026άβουλος ου δ᾽ άνολβος, ὅστις ες κακὸν
1027πεσὼν ακῆται μη δ᾽ ακίνητος πέλῃ

1028αυθαδία τοι σκαιότητ᾽ οφλισκάνει

1029αλλ᾽ εῖκε τῷ θανόντι μη δ᾽ ολωλότα
1030κέντει
τίς αλκὴ τὸν θανόντ᾽ επικτανεῖν;
1031εῦ σοι φρονήσας εῦ λέγω
τὸ μανθάνειν δ᾽
1032ἥδιστον εῦ λέγοντος, ει κέρδος λέγοι.

1033 πρέσβυ, πάντες ὥστε τοξόται σκοποῦ
1034τοξεύετ᾽ ανδρὸς τοῦδε, κοὐδὲ μαντικῆς
1035άπρακτος ὑμῖν ειμι:
τῶν δ᾽ ὑπαὶ γένους
1036εξημπόλημαι κἀμπεφόρτισμαι πάλαι.

1037κερδαίνετ᾽, εμπολᾶτε τἀπὸ Σάρδεων
1038ήλεκτρον, ει βούλεσθε, καὶ τὸν Ινδικὸν
1039χρυσόν
τάφῳ δ᾽ εκεῖνον ουχὶ κρύψετε,
1040ου δ᾽ ει θέλουσ᾽, οἱ Ζηνὸς αιετοὶ βορὰν
1041φέρειν νιν ἁρπάζοντες ες Διὸς θρόνους,
1042ου δ᾽ ὣς μίασμα τοῦτο μὴ τρέσας εγὼ
1043θάπτειν παρήσω κεῖνον
εῦ γὰρ οῖδ᾽ ὅτι
1044θεοὺς μιαίνειν ούτις ανθρώπων σθένει

1045πίπτουσι δ᾽, γεραιὲ Τειρεσία, βροτῶν
1046χοἰ πολλὰ δεινοὶ πτώματ᾽ αίσχρ᾽, ὅταν λόγους
1047αισχροὺς καλῶς λέγωσι τοῦ κέρδους χάριν

1048 φεῦ .

1049ᾶρ᾽ οῖδεν ανθρώπων τις, ᾶρα φράζεται

1050τί χρῆμα;
ποῖον τοῦτο πάγκοινον λέγεις ὅσῳ κράτιστον κτημάτων ευβουλία;
1051ὅσῳπερ, οῖμαι, μὴ φρονεῖν πλείστη βλάβη.

1052ταύτης σὺ μέντοι τῆς νόσου πλήρης έφυς

1053ου βούλομαι τὸν μάντιν αντειπεῖν κακῶς

1054καὶ μὴν λέγεις, ψευδῆ με θεσπίζειν λέγων

1055τὸ μαντικὸν γὰρ πᾶν φιλάργυρον γένος.

1056τὸ δ᾽ εκ τυράννων αισχροκέρδειαν φιλεῖ

1057ᾶρ᾽ οῖσθα ταγοὺς όντας ἃν λέγῃς λέγων

1058 οῖδ᾽
εξ εμοῦ γὰρ τήνδ᾽ έχεις σώσας πόλιν
1059σοφὸς σὺ μάντις, αλλὰ τἀδικεῖν φιλῶν.

1060όρσεις με τἀκίνητα διὰ φρενῶν φράσαι

1061κίνει, μόνον δὲ μὴ πὶ κέρδεσιν λέγων.

1062οὕτω γὰρ ήδη καὶ δοκῶ τὸ σὸν μέρος

1063ὡς μὴ μπολήσων ίσθι τὴν εμὴν φρένα

1064αλλ᾽ εῦ γέ τοι κάτισθι μὴ πολλοὺς έτι
1065τρόχους ἁμιλλητῆρας ἡλίου τελεῖν,
1066εν οἷσι τῶν σῶν αυτὸς εκ σπλάγχνων ἕνα
1067νέκυν νεκρῶν αμοιβὸν αντιδοὺς έσει,
1068ανθ᾽ ὧν έχεις μὲν τῶν άνω βαλὼν κάτω
1069ψυχήν τ᾽ ατίμως εν τάφῳ κατῴκισας,
1070έχεις δὲ τῶν κάτωθεν ενθάδ᾽ αῦ θεῶν
1071άμοιρον, ακτέριστον, ανόσιον νέκυν.

1072ὧν ού τε σοὶ μέτεστιν ού τε τοῖς άνω
1073θεοῖσιν, αλλ᾽ εκ σοῦ βιάζονται τάδε

1074τούτων σε λωβητῆρες ὑστεροφθόροι
1075λοχῶσιν Ἅιδου καὶ θεῶν Ερινύες,
1076εν τοῖσιν αυτοῖς τοῖσδε ληφθῆναι κακοῖς

1077καὶ ταῦτ᾽ άθρησον ει κατηργυρωμένος
1078λέγω
φανεῖ γὰρ ου μακροῦ χρόνου τριβὴ
1079ανδρῶν γυναικῶν σοῖς δόμοις κωκύματα.

1080εχθραὶ δὲ πᾶσαι συνταράσσονται πόλεις,
1081ὅσων σπαράγματ᾽ κύνες καθήγνισαν
1082 θῆρες ή τις πτηνὸς οιωνός, φέρων
1083ανόσιον οσμὴν ἑστιοῦχον ες πόλιν

1084τοιαῦτά σου, λυπεῖς γάρ, ὥστε τοξότης
1085αφῆκα θυμῷ, καρδίας τοξεύματα
1086βέβαια, τῶν σὺ θάλπος ουχ ὑπεκδραμεῖ.

1087 παῖ, σὺ δ᾽ ἡμᾶς άπαγε πρὸς δόμους, ἵνα
1088τὸν θυμὸν οὗτος ες νεωτέρους αφῇ,
1089καὶ γνῷ τρέφειν τὴν γλῶσσαν ἡσυχαιτέραν
1090τὸν νοῦν τ᾽ αμείνω τῶν φρενῶν νῦν φέρει.

1091ἁνήρ, άναξ, βέβηκε δεινὰ θεσπίσας

1092επιστάμεσθα δ᾽, εξ ὅτου λευκὴν εγὼ
1093τήνδ᾽ εκ μελαίνης αμφιβάλλομαι τρίχα,
1094μή πώ ποτ᾽ αυτὸν ψεῦδος ες πόλιν λακεῖν

1095έγνωκα καὐτὸς καὶ ταράσσομαι φρένας

1096τό τ᾽ εικαθεῖν γὰρ δεινόν, αντιστάντα δὲ
1097άτῃ πατάξαι θυμὸν εν δεινῷ πάρα.

1098ευβουλίας δεῖ, παῖ Μενοικέως, λαβεῖν

1099τί δῆτα χρὴ δρᾶν
φράζε πείσομαι δ᾽ εγώ
1100ελθὼν κόρην μὲν εκ κατώρυχος στέγης
1101άνες, κτίσον δὲ τῷ προκειμένῳ τάφον

1102καὶ ταῦτ᾽ επαινεῖς καὶ δοκεῖς παρεικαθεῖν

1103ὅσον γ᾽, άναξ, τάχιστα:
συντέμνουσι γὰρ
1104θεῶν ποδώκεις τοὺς κακόφρονας βλάβαι

1105 οίμοι :
μόλις μέν, καρδίας δ᾽ εξίσταμαι
1106τὸ δρᾶν:
ανάγκῃ δ᾽ ουχὶ δυσμαχητέον.
1107δρᾶ νυν τάδ᾽ ελθὼν μη δ᾽ επ᾽ άλλοισιν τρέπε

1108ὧδ᾽ ὡς έχω στείχοιμ᾽ άν
ίτ᾽ ίτ᾽ οπάονες,
1109οἵ τ᾽ όντες οἵ τ᾽ απόντες, αξίνας χεροῖν
1110ὁρμᾶσθ᾽ ἑλόντες εις επόψιον τόπον

1111εγὼ δ᾽, επειδὴ δόξα τῇδ᾽ επεστράφη,
1112αυτός τ᾽ έδησα καὶ παρὼν εκλύσομαι

1113δέδοικα γὰρ μὴ τοὺς καθεστῶτας νόμους
1114άριστον σῴζοντα τὸν βίον τελεῖν

1115πολυώνυμε, Καδμείας νύμφας άγαλμα
1116καὶ Διὸς βαρυβρεμέτα
1117γένος, κλυτὰν ὃς αμφέπεις
1118Ιταλίαν, μέδεις δὲ
1119παγκοίνοις, Ελευσινίας
1120Δῃοῦς εν κόλποις, Βακχεῦ Βακχᾶν
1121 ματρόπολιν Θήβαν
1122ναιετῶν παρ᾽ ὑγρῶν
1123Ισμηνοῦ ῥείθρων αγρίου τ᾽ επὶ σπορᾷ δράκοντος

1126σὲ δ᾽ ὑπὲρ διλόφου πέτρας στέροψ όπωπε
1127λιγνύς, ένθα Κωρύκιαι
1128στείχουσι νύμφαι Βακχίδες,
1129Κασταλίας τε νᾶμα

1131καί σε Νυσαίων ορέων
1132κισσήρεις όχθαι χλωρά τ᾽ ακτὰ
1133πολυστάφυλος πέμπει,
1134αμβρότων επέων
1135ευαζόντων Θηβαΐας επισκοποῦντ᾽ αγυιάς

1136τὰν εκ πασᾶν τιμᾷς ὑπερτάταν πόλεων
1137ματρὶ σὺν κεραυνίᾳ

1138καὶ νῦν, ὡς βιαίας έχεται
1141πάνδαμος πόλις επὶ νόσου,
1142μολεῖν καθαρσίῳ ποδὶ Παρνασίαν ὑπὲρ κλιτὺν
1143 στονόεντα πορθμόν

1146ιὼ πῦρ πνειόντων χοράγ᾽ άστρων, νυχίων
1147φθεγμάτων επίσκοπε,
1148παῖ Διὸς γένεθλον, προφάνηθ᾽
1149ῶναξ, σαῖς ἅμα περιπόλοις
1151Θυίαισιν, αἵ σε μαινόμεναι πάννυχοι χορεύουσι
1152τὸν ταμίαν Ίακχον.

1153Κάδμου πάροικοι καὶ δόμων Αμφίονος,
1156ουκ έσθ᾽ ὁποῖον στάντ᾽ ὰν ανθρώπου βίον
1157ού τ᾽ αινέσαιμ᾽ ὰν ού τε μεμψαίμην ποτέ

1158τύχη γὰρ ορθοῖ καὶ τύχη καταρρέπει
1159τὸν ευτυχοῦντα τόν τε δυστυχοῦντ᾽ αεί

1160καὶ μάντις ουδεὶς τῶν καθεστώτων βροτοῖς.

1161Κρέων γὰρ ῆν ζηλωτός, ὡς εμοί, ποτέ,
1162σώσας μὲν εχθρῶν τήνδε Καδμείαν χθόνα
1163λαβών τε χώρας παντελῆ μοναρχίαν
1164ηύθυνε, θάλλων ευγενεῖ τέκνων σπορᾷ

1165καὶ νῦν αφεῖται πάντα
τὰς γὰρ ἡδονὰς
1166ὅταν προδῶσιν άνδρες, ου τίθημ᾽ εγὼ
1167ζῆν τοῦτον, αλλ᾽ έμψυχον ἡγοῦμαι νεκρόν

1168πλούτει τε γὰρ κατ᾽ οῖκον, ει βούλει, μέγα
1169καὶ ζῆ τύραννον σχῆμ᾽ έχων
εὰν δ᾽ απῇ
1170τούτων τὸ χαίρειν, τἄλλ᾽ εγὼ καπνοῦ σκιᾶς
1171ουκ ὰν πριαίμην ανδρὶ πρὸς τὴν ἡδονήν

1172τί δ᾽ αῦ τόδ᾽ άχθος βασιλέων ἥκεις φέρων

1173 τεθνᾶσιν
οἱ δὲ ζῶντες αίτιοι θανεῖν.
1174καὶ τίς φονεύει
τίς δ᾽ κείμενος; λέγε
1175Αἵμων όλωλεν
αυτόχειρ δ᾽ αἱμάσσεται
1176πότερα πατρῴας πρὸς οικείας χερός;

1177αυτὸς πρὸς αὑτοῦ, πατρὶ μηνίσας φόνου.

1178 μάντι, τοὔπος ὡς άρ᾽ ορθὸν ήνυσας

1179ὡς ὧδ᾽ εχόντων τἄλλα βουλεύειν πάρα

1180καὶ μὴν ὁρῶ τάλαιναν Ευρυδίκην ὁμοῦ
1181δάμαρτα τὴν Κρέοντος
εκ δὲ δωμάτων
1182ήτοι κλύουσα παιδὸς τύχῃ πάρα

1183 πάντες αστοί, τῶν λόγων επῃσθόμην
1184πρὸς έξοδον στείχουσα, Παλλάδος θεᾶς
1185ὅπως ἱκοίμην ευγμάτων προσήγορος

1186καὶ τυγχάνω τε κλῇθρ᾽ ανασπαστοῦ πύλης
1187χαλῶσα καί με φθόγγος οικείου κακοῦ
1188βάλλει δι᾽ ώτων
ὑπτία δὲ κλίνομαι
1189δείσασα πρὸς δμωαῖσι κἀποπλήσσομαι
1190αλλ᾽ ὅστις ῆν μῦθος αῦθις είπατε:

1191κακῶν γὰρ ουκ άπειρος οῦσ᾽ ακούσομαι

1192εγώ, φίλη δέσποινα, καὶ παρὼν ερῶ
1193κοὐδὲν παρήσω τῆς αληθείας έπος.

1194τί γάρ σε μαλθάσσοιμ᾽ ὰν ὧν ες ὕστερον
1195ψεῦσται φανούμεθ᾽
ορθὸν ἁλήθει᾽ αεί.
1196εγὼ δὲ σῷ ποδαγὸς ἑσπόμην πόσει
1197πεδίον επ᾽ άκρον, ένθ᾽ έκειτο νηλεὲς
1198κυνοσπάρακτον σῶμα Πολυνείκους έτι

1199καὶ τὸν μέν, αιτήσαντες ενοδίαν θεὸν
1200Πλούτωνά τ᾽ οργὰς ευμενεῖς κατασχεθεῖν
1201λούσαντες ἁγνὸν λουτρόν, εν νεοσπάσιν
1202θαλλοῖς δὴ λέλειπτο συγκατῄθομεν,
1203καὶ τύμβον ορθόκρανον οικείας χθονὸς
1204χώσαντες αῦθις πρὸς λιθόστρωτον κόρης
1205νυμφεῖον Ἅιδου κοῖλον εισεβαίνομεν

1206φωνῆς δ᾽ άπωθεν ορθίων κωκυμάτων
1207κλύει τις ακτέριστον αμφὶ παστάδα,
1208καὶ δεσπότῃ Κρέοντι σημαίνει μολών

1209τῷ δ᾽ αθλίας άσημα περιβαίνει βοῆς
1210ἕρποντι μᾶλλον ᾶσσον, οιμώξας δ᾽ έπος
1211ἵησι δυσθρήνητον
τάλας εγώ,
1212ᾶρ᾽ ειμὶ μάντις
ᾶρα δυστυχεστάτην
1213κέλευθον ἕρπω τῶν παρελθουσῶν ὁδῶν

1214παιδός με σαίνει φθόγγος
αλλὰ πρόσπολοι,
1215ίτ᾽ ᾶσσον ωκεῖς καὶ παραστάντες τάφῳ
1216αθρήσαθ᾽, ἁρμὸν χώματος λιθοσπαδῆ
1217δύντες πρὸς αυτὸ στόμιον, ει τὸν Αἵμονος
1218φθόγγον συνίημ᾽ θεοῖσι κλέπτομαι

1219τάδ᾽ εξ αθύμου δεσπότου κελευσμάτων
1220ηθροῦμεν
εν δὲ λοισθίῳ τυμβεύματι
1221τὴν μὲν κρεμαστὴν αυχένος κατείδομεν,
1222βρόχῳ μιτώδει σινδόνος καθημμένην,
1223τὸν δ᾽ αμφὶ μέσσῃ περιπετῆ προσκείμενον,
1224ευνῆς αποιμώζοντα τῆς κάτω φθορὰν
1225καὶ πατρὸς έργα καὶ τὸ δύστηνον λέχος.

1226 δ᾽ ὡς ὁρᾷ σφε, στυγνὸν οιμώξας έσω
1227χωρεῖ πρὸς αυτὸν κἀνακωκύσας καλεῖ:

1228 τλῆμον, οἷον έργον είργασαι
τίνα
1229νοῦν έσχες
εν τῷ συμφορᾶς διεφθάρης
1230έξελθε, τέκνον, ἱκέσιός σε λίσσομαι

1231τὸν δ᾽ αγρίοις όσσοισι παπτήνας παῖς,
1232πτύσας προσώπῳ κοὐδὲν αντειπών, ξίφους
1233ἕλκει διπλοῦς κνώδοντας.
εκ δ᾽ ὁρμωμένου
1234πατρὸς φυγαῖσιν ήμπλακ᾽
εῖθ᾽ δύσμορος
1235αὑτῷ χολωθείς, ὥσπερ εῖχ᾽, επενταθεὶς
1236ήρεισε πλευραῖς μέσσον έγχος, ες δ᾽ ὑγρὸν
1237αγκῶν᾽ έτ᾽ έμφρων παρθένῳ προσπτύσσεται

1238καὶ φυσιῶν οξεῖαν εκβάλλει ῥοὴν
1239λευκῇ παρειᾷ φοινίου σταλάγματος

1240κεῖται δὲ νεκρὸς περὶ νεκρῷ, τὰ νυμφικὰ
1241τέλη λαχὼν δείλαιος ειν Ἅιδου δόμοις,
1242δείξας εν ανθρώποισι τὴν αβουλίαν
1243ὅσῳ μέγιστον ανδρὶ πρόσκειται κακόν.

1244τί τοῦτ᾽ ὰν εικάσειας
γυνὴ πάλιν
1245φρούδη, πρὶν ειπεῖν εσθλὸν κακὸν λόγον.

1246καὐτὸς τεθάμβηκ᾽
ελπίσιν δὲ βόσκομαι
1247άχη τέκνου κλύουσαν ες πόλιν γόους
1248ουκ αξιώσειν, αλλ᾽ ὑπὸ στέγης έσω
1249δμωαῖς προθήσειν πένθος οικεῖον στένειν

1250γνώμης γὰρ ουκ άπειρος, ὥσθ᾽ ἁμαρτάνειν.

1251ουκ οῖδ᾽
εμοὶ δ᾽ οῦν τ᾽ άγαν σιγὴ βαρὺ
1252δοκεῖ προσεῖναι χἠ μάτην πολλὴ βοή

1253αλλ᾽ εισόμεσθα, μή τι καὶ κατάσχετον
1254κρυφῇ καλύπτει καρδίᾳ θυμουμένῃ,
1255δόμους παραστείχοντες
εῦ γὰρ οῦν λέγεις,
1256καὶ τῆς άγαν γάρ εστί που σιγῆς βάρος

1257καὶ μὴν ὅδ᾽ άναξ αυτὸς εφήκει
1258μνῆμ᾽ επίσημον διὰ χειρὸς έχων,
1259ει θέμις ειπεῖν, ουκ αλλοτρίαν
1260άτην, αλλ᾽ αυτὸς ἁμαρτών.

1261ιὼ
1262φρενῶν δυσφρόνων ἁμαρτήματα
1263στερεὰ θανατόεντ᾽,
1264 κτανόντας τε καὶ
1265θανόντας βλέποντες εμφυλίους.
ώμοι εμῶν άνολβα βουλευμάτων.
1266ιὼ παῖ, νέος νέῳ ξὺν μόρῳ
1267αιαῖ αιαῖ,
1268έθανες, απελύθης
1269εμαῖς ου δὲ σαῖς δυσβουλίαις

1270οίμ᾽ ὡς έοικας οψὲ τὴν δίκην ιδεῖν

1271οίμοι,
1272έχω μαθὼν δείλαιος
εν δ᾽ εμῷ κάρᾳ
1273θεὸς τότ᾽ άρα τότε μέγα βάρος μ᾽ έχων
1274έπαισεν, εν δ᾽ έσεισεν αγρίαις ὁδοῖς,
1275οίμοι, λακπάτητον αντρέπων χαράν

1276φεῦ φεῦ, πόνοι βροτῶν δύσπονοι

1277 δέσποθ᾽, ὡς έχων τε καὶ κεκτημένος,
1278τὰ μὲν πρὸ χειρῶν τάδε φέρων, τὰ δ᾽ εν δόμοις
1279έοικας ἥκειν καὶ τάχ᾽ όψεσθαι κακά.

1281τί δ᾽ έστιν αῦ κάκιον εκ κακῶν έτι

1282γυνὴ τέθνηκε, τοῦδε παμμήτωρ νεκροῦ,
1283δύστηνος, άρτι νεοτόμοισι πλήγμασιν

1284 ιώ

1285ιὼ δυσκάθαρτος Ἅιδου λιμήν, τί μ᾽ άρα τί μ᾽ ολέκεις

1286 κακάγγελτά μοι
1287προπέμψας άχη, τίνα θροεῖς λόγον

1288αιαῖ, ολωλότ᾽ άνδρ᾽ επεξειργάσω

1289τί φής, παῖ
τίν᾽ αῦ λέγεις μοι νέον,
1290αιαῖ αιαῖ,
1291σφάγιον επ᾽ ολέθρῳ
1292γυναικεῖον αμφικεῖσθαι μόρον

1293ὁρᾶν πάρεστιν
ου γὰρ εν μυχοῖς έτι.
1294οίμοι,
1295κακὸν τόδ᾽ άλλο δεύτερον βλέπω τάλας

1296τίς άρα, τίς με πότμος έτι περιμένει

1297έχω μὲν εν χείρεσσιν αρτίως τέκνον,
1298τάλας, τὸν δ᾽ έναντα προσβλέπω νεκρόν

1299φεῦ φεῦ μᾶτερ αθλία, φεῦ τέκνον.

1301 δ᾽ οξυθήκτῳ βωμία περὶ ξίφει
1302λύει κελαινὰ βλέφαρα, κωκύσασα μὲν
1303τοῦ πρὶν θανόντος Μεγαρέως κλεινὸν λάχος,
1304αῦθις δὲ τοῦδε, λοίσθιον δὲ σοὶ κακὰς
1305πράξεις εφυμνήσασα τῷ παιδοκτόνῳ

1306αιαῖ αιαῖ,
1307ανέπταν φόβῳ
τί μ᾽ ουκ ανταίαν
1308έπαισέν τις αμφιθήκτῳ ξίφει

1309δείλαιος εγώ, αιαῖ,
1311δειλαίᾳ δὲ συγκέκραμαι δύᾳ.

1312ὡς αιτίαν γε τῶνδε κἀκείνων έχων
1313πρὸς τῆς θανούσης τῆσδ᾽ επεσκήπτου μόρων

1314ποίῳ δὲ κἀπελύσατ᾽ εν φοναῖς τρόπῳ

1315παίσασ᾽ ὑφ᾽ ἧπαρ αυτόχειρ αὑτήν, ὅπως
1316παιδὸς τόδ᾽ ῄσθετ᾽ οξυκώκυτον πάθος.

1317ώμοι μοι, τάδ᾽ ουκ επ᾽ άλλον βροτῶν
1318εμᾶς ἁρμόσει ποτ᾽ εξ αιτίας

1319εγὼ γάρ σ᾽ εγὼ έκανον, μέλεος,
1320εγώ, φάμ᾽ έτυμον
ιὼ πρόσπολοι,
1321άγετέ μ᾽ ὅτι τάχιστ᾽, άγετέ μ᾽ εκποδών,
1322τὸν ουκ όντα μᾶλλον μηδένα.

1326κέρδη παραινεῖς, εί τι κέρδος εν κακοῖς.

1327βράχιστα γὰρ κράτιστα τἀν ποσὶν κακά.

1328ίτω ίτω,
1329φανήτω μόρων κάλλιστ᾽ έχων
1330εμοὶ τερμίαν άγων ἁμέραν
1331ὕπατος
ίτω ίτω,
1332ὅπως μηκέτ᾽ ᾶμαρ άλλ᾽ εισίδω

1333μέλλοντα ταῦτα.
τῶν προκειμένων τι χρὴ μέλειν
1334πράσσειν
μέλει γὰρ τῶνδ᾽ ὅτοισι χρὴ
1336αλλ᾽ ὧν ερῶ, τοιαῦτα συγκατηυξάμην

1337μή νυν προσεύχου μηδέν
ὡς πεπρωμένης
1338ουκ έστι θνητοῖς συμφορᾶς απαλλαγή.

1339άγοιτ᾽ ὰν μάταιον άνδρ᾽ εκποδών,
1340ὅς, παῖ, σέ τ᾽ ουχ ἑκὼν κἄκτανον
1341σέ τ᾽ αῦ τάνδ᾽, ώμοι μέλεος, ου δ᾽ έχω
1342ὅπᾳ πρὸς πότερα κλιθῶ
πάντα γὰρ
1343λέχρια τἀν χεροῖν, τὰ δ᾽ επὶ κρατί μοι
1346πότμος δυσκόμιστος εισήλατο.

1347πολλῷ τὸ φρονεῖν ευδαιμονίας
1348πρῶτον ὑπάρχει
χρὴ δὲ τά γ᾽ εις θεοὺς
1349μηδὲν ασεπτεῖν
μεγάλοι δὲ λόγοι
1351μεγάλας πληγὰς τῶν ὑπεραύχων
1352αποτίσαντες
1353γήρᾳ τὸ φρονεῖν εδίδαξαν