Sophocles

Ajax    —    Αἴας

1 αεὶ μέν, παῖ Λαρτίου, δέδορκά σε
2πεῖράν τιν᾽ εχθρῶν ἁρπάσαι θηρώμενον

3καὶ νῦν επὶ σκηναῖς σε ναυτικαῖς ὁρῶ
4Αίαντος, ένθα τάξιν εσχάτην έχει,
5πάλαι κυνηγετοῦντα καὶ μετρούμενον
6ίχνη τὰ κείνου νεοχάραχθ᾽, ὅπως ίδῃς
7είτ᾽ ένδον είτ᾽ ουκ ένδον.
εῦ δέ σ᾽ εκφέρει
8κυνὸς Λακαίνης ὥς τις εύρινος βάσις.

9ένδον γὰρ ἁνὴρ άρτι τυγχάνει, κάρα
10στάζων ἱδρῶτι καὶ χέρας ξιφοκτόνους

11καί σ᾽ ουδὲν είσω τῆσδε παπταίνειν πύλης
12έτ᾽ έργον εστίν, εννέπειν δ᾽ ὅτου χάριν
13σπουδὴν έθου τήνδ᾽, ὡς παρ᾽ ειδυίας μάθῃς

14 φθέγμ᾽ Αθάνας, φιλτάτης εμοὶ θεῶν,
15ὡς ευμαθές σου, κἂν άποπτος ῇς ὅμως,
16φώνημ᾽ ακούω καὶ ξυναρπάζω φρενὶ
17χαλκοστόμου κώδωνος ὡς Τυρσηνικῆς.

18καὶ νῦν επέγνως εῦ μ᾽ επ᾽ ανδρὶ δυσμενεῖ
19βάσιν κυκλοῦντ᾽, Αίαντι τῷ σακεσφόρῳ

20κεῖνον γάρ, ουδέν᾽ άλλον, ιχνεύω πάλαι

21νυκτὸς γὰρ ἡμᾶς τῆσδε πρᾶγος άσκοπον
22έχει περάνας, είπερ είργασται τάδε

23ίσμεν γὰρ ουδὲν τρανές, αλλ᾽ αλώμεθα

24κἀγὼ θελοντὴς τῷδ᾽ ὑπεζύγην πόνῳ

25εφθαρμένας γὰρ αρτίως εὑρίσκομεν
26λείας ἁπάσας καὶ κατηναρισμένας
27εκ χειρὸς αυτοῖς ποιμνίων επιστάταις

28τήνδ᾽ οῦν εκείνῳ πᾶς τις αιτίαν νέμει

29καί μοί τις οπτὴρ αυτὸν εισιδὼν μόνον
30πηδῶντα πεδία σὺν νεορράντῳ ξίφει
31φράζει τε κἀδήλωσεν:
ευθέως δ᾽ εγὼ
32κατ᾽ ίχνος ᾴσσω, καὶ τὰ μὲν σημαίνομαι,
33τὰ δ᾽ εκπέπληγμαι κοὐκ έχω μαθεῖν ὅτου.

34καιρὸν δ᾽ εφήκεις
πάντα γὰρ τά τ᾽ οῦν πάρος
35τά τ᾽ εισέπειτα σῇ κυβερνῶμαι χερί

36έγνων, Οδυσσεῦ, καὶ πάλαι φύλαξ έβην
37τῇ σῇ πρόθυμος εις ὁδὸν κυναγίᾳ

38 καί, φίλη δέσποινα, πρὸς καιρὸν πονῶ

39ὡς έστιν ανδρὸς τοῦδε τἄργα ταῦτά σοι.

40καὶ πρὸς τί δυσλόγιστον ὧδ᾽ ῇξεν χέρα

41χόλῳ βαρυνθεὶς τῶν Αχιλλείων ὅπλων.

42τί δῆτα ποίμναις τήνδ᾽ επεμπίπτει βάσιν

43δοκῶν εν ὑμῖν χεῖρα χραίνεσθαι φόνῳ.

44 καὶ τὸ βούλευμ᾽ ὡς επ᾽ Αργείοις τόδ᾽ ῆν

45κἂν εξεπράξατ᾽, ει κατημέλησ᾽ εγώ

46ποίαισι τόλμαις ταῖσδε καὶ φρενῶν θράσει;

47νύκτωρ εφ᾽ ὑμᾶς δόλιος ὁρμᾶται μόνος

48 καὶ παρέστη κἀπὶ τέρμ᾽ αφίκετο;

49καὶ δὴ πὶ δισσαῖς ῆν στρατηγίσιν πύλαις

50καὶ πῶς επέσχε χεῖρα μαιμῶσαν φόνου

51εγώ σφ᾽ απείργω, δυσφόρους επ᾽ όμμασι
52γνώμας βαλοῦσα τῆς ανηκέστου χαρᾶς,
53καὶ πρός τε ποίμνας εκτρέπω σύμμικτά τε
54λείας άδαστα βουκόλων φρουρήματα

55ένθ᾽ εισπεσὼν έκειρε πολύκερων φόνον
56κύκλῳ ῥαχίζων
κἀδόκει μὲν έσθ᾽ ὅτε
57δισσοὺς Ατρείδας αυτόχειρ κτείνειν έχων,
58ὅτ᾽ άλλοτ᾽ άλλον εμπίτνων στρατηλατῶν.

59εγὼ δὲ φοιτῶντ᾽ άνδρα μανιάσιν νόσοις
60ώτρυνον, εισέβαλλον εις ἕρκη κακά

61κἄπειτ᾽ επειδὴ τοῦδ᾽ ελώφησεν πόνου,
62τοὺς ζῶντας αῦ δεσμοῖσι συνδήσας βοῶν
63ποίμνας τε πάσας εις δόμους κομίζεται,
64ὡς άνδρας, ουχ ὡς εύκερων άγραν έχων,
65καὶ νῦν κατ᾽ οίκους συνδέτους αικίζεται.

66δείξω δὲ καὶ σοὶ τήνδε περιφανῆ νόσον,
67ὡς πᾶσιν Αργείοισιν εισιδὼν θροῇς

68θαρσῶν δὲ μίμνε μη δὲ συμφορὰν δέχου
69τὸν άνδρ᾽
εγὼ γὰρ ομμάτων αποστρόφους
70αυγὰς απείρξω σὴν πρόσοψιν εισιδεῖν

71οὗτος, σὲ τὸν τὰς αιχμαλωτίδας χέρας
72δεσμοῖς απευθύνοντα προσμολεῖν καλῶ

73Αίαντα φωνῶ
στεῖχε δωμάτων πάρος
74τί δρᾷς, Αθάνα
μηδαμῶς σφ᾽ έξω κάλει.
75ου σῖγ᾽ ανέξει μη δὲ δειλίαν αρεῖ

76μὴ πρὸς θεῶν, αλλ᾽ ένδον αρκείτω μένων.

77τί μὴ γένηται
πρόσθεν ουκ ανὴρ ὅδ᾽ ῆν
78εχθρός γε τῷδε τἀνδρὶ καὶ τανῦν έτι.

79ούκουν γέλως ἥδιστος εις εχθροὺς γελᾶν;

80εμοὶ μὲν αρκεῖ τοῦτον εν δόμοις μένειν

81μεμηνότ᾽ άνδρα περιφανῶς οκνεῖς ιδεῖν

82φρονοῦντα γάρ νιν ουκ ὰν εξέστην όκνῳ

83αλλ᾽ ου δὲ νῦν σε μὴ παρόντ᾽ ίδῃ πέλας

84πῶς, είπερ οφθαλμοῖς γε τοῖς αυτοῖς ὁρᾷ;

85εγὼ σκοτώσω βλέφαρα καὶ δεδορκότα

86γένοιτο μέντἂν πᾶν θεοῦ τεχνωμένου

87σίγα νυν ἑστὼς καὶ μέν᾽ ὡς κυρεῖς έχων

88μένοιμ᾽ άν
ήθελον δ᾽ ὰν εκτὸς ὼν τυχεῖν
89 οὕτος, Αίας, δεύτερόν σε προσκαλῶ

90τί βαιὸν οὕτως εντρέπει τῆς συμμάχου

91 χαῖρ᾽ Αθάνα, χαῖρε Διογενὲς τέκνον,
92ὡς εῦ παρέστης
καί σε παγχρύσοις εγὼ
93στέψω λαφύροις τῆσδε τῆς άγρας χάριν

94καλῶς έλεξας
αλλ᾽ εκεῖνό μοι φράσον,
95έβαψας έγχος εῦ πρὸς Αργείων στρατῷ

96κόμπος πάρεστι κοὐκ απαρνοῦμαι τὸ μή.

97 καὶ πρὸς Ατρείδαισιν ῄχμασας χέρα

98ὥστ᾽ ούποτ᾽ Αίανθ᾽ οἵδ᾽ ατιμάσουσ᾽ έτι.

99τεθνᾶσιν άνδρες, ὡς τὸ σὸν ξυνῆκ᾽ εγώ

100θανόντες ήδη τἄμ᾽ αφαιρείσθων ὅπλα

101εῖεν, τί γὰρ δὴ παῖς τοῦ Λαερτίου,
102ποῦ σοι τύχης ἕστηκεν;
πέφευγέ σε
103 τοὐπίτριπτον κίναδος εξήρου μ᾽ ὅπου;

104 έγωγ᾽ :
Οδυσσέα τὸν σὸν ενστάτην λέγω.
105ἥδιστος, δέσποινα, δεσμώτης έσω
106θακεῖ
θανεῖν γὰρ αυτὸν ού τί πω θέλω
107πρὶν ὰν τί δράσῃς τί κερδάνῃς πλέον;

108πρὶν ὰν δεθεὶς πρὸς κίον᾽ ἑρκείου στέγης.

109τί δῆτα τὸν δύστηνον εργάσει κακόν

110μάστιγι πρῶτον νῶτα φοινιχθεὶς θάνῃ.

111μὴ δῆτα τὸν δύστηνον ὧδέ γ᾽ αικίσῃ

112χαίρειν, Αθάνα, τἄλλ᾽ εγώ σ᾽ εφίεμαι

113κεῖνος δὲ τίσει τήνδε κοὐκ άλλην δίκην.

114σὺ δ᾽ οῦν, επειδὴ τέρψις ἥδε σοι τὸ δρᾶν,
115χρῶ χειρί, φείδου μηδὲν ὧνπερ εννοεῖς.

116χωρῶ πρὸς έργον
σοὶ δὲ τοῦτ᾽ εφίεμαι,
117τοιάνδ᾽ αεί μοι σύμμαχον παρεστάναι.

118ὁρᾷς, Οδυσσεῦ, τὴν θεῶν ισχὺν ὅση;

119τούτου τίς άν σοι τἀνδρὸς προνούστερος
120 δρᾶν αμείνων ηὑρέθη τὰ καίρια

121εγὼ μὲν ουδέν᾽ οῖδ᾽
εποικτίρω δέ νιν
122δύστηνον έμπας, καίπερ όντα δυσμενῆ,
123ὁθούνεκ᾽ άτῃ συγκατέζευκται κακῇ,
124ουδὲν τὸ τούτου μᾶλλον τοὐμὸν σκοπῶν:

125ὁρῶ γὰρ ἡμᾶς ουδὲν όντας άλλο πλὴν
126είδωλ᾽ ὅσοιπερ ζῶμεν κούφην σκιάν

127τοιαῦτα τοίνυν εισορῶν ὑπέρκοπον
128μηδέν ποτ᾽ είπῃς αυτὸς εις θεοὺς έπος,
129μη δ᾽ όγκον άρῃ μηδέν᾽, εί τινος πλέον
130 χειρὶ βρίθεις μακροῦ πλούτου βάθει

131ὡς ἡμέρα κλίνει τε κἀνάγει πάλιν
132ἅπαντα τἀνθρώπεια:
τοὺς δὲ σώφρονας
133θεοὶ φιλοῦσι καὶ στυγοῦσι τοὺς κακούς

134Τελαμώνιε παῖ, τῆς αμφιρύτου
135Σαλαμῖνος έχων βάθρον αγχιάλου,
136σὲ μὲν εῦ πράσσοντ᾽ επιχαίρω

137σὲ δ᾽ ὅταν πληγὴ Διὸς ζαμενὴς
138λόγος εκ Δαναῶν κακόθρους επιβῇ,
139μέγαν όκνον έχω καὶ πεφόβημαι
140πτηνῆς ὡς όμμα πελείας.

141ὡς καὶ τῆς νῦν φθιμένης νυκτὸς
142μεγάλοι θόρυβοι κατέχουσ᾽ ἡμᾶς
143επὶ δυσκλείᾳ, σὲ τὸν ἱππομανῆ
144λειμῶν᾽ επιβάντ᾽ ολέσαι Δαναῶν
145βοτὰ καὶ λείαν,
146ἥπερ δορίληπτος έτ᾽ ῆν λοιπή,
147κτείνοντ᾽ αίθωνι σιδήρῳ

148τοιούσδε λόγους ψιθύρους πλάσσων
149εις ῶτα φέρει πᾶσιν Οδυσσεύς,
150καὶ σφόδρα πείθει
περὶ γὰρ σοῦ νῦν
151εύπειστα λέγει, καὶ πᾶς κλύων
152τοῦ λέξαντος χαίρει μᾶλλον
153τοῖς σοῖς άχεσιν καθυβρίζων

154τῶν γὰρ μεγάλων ψυχῶν ἱεὶς
155ουκ ὰν ἁμάρτοις
κατὰ δ᾽ άν τις εμοῦ
156τοιαῦτα λέγων ουκ ὰν πείθοι

157πρὸς γὰρ τὸν έχονθ᾽ φθόνος ἕρπει

158καίτοι σμικροὶ μεγάλων χωρὶς
159σφαλερὸν πύργου ῥῦμα πέλονται

160μετὰ γὰρ μεγάλων βαιὸς άριστ᾽ ὰν
161καὶ μέγας ορθοῖθ᾽ ὑπὸ μικροτέρων.

162αλλ᾽ ου δυνατὸν τοὺς ανοήτους
163τούτων γνώμας προδιδάσκειν.

164ὑπὸ τοιούτων ανδρῶν θορυβεῖ
165χἠμεῖς ουδὲν σθένομεν πρὸς ταῦτ᾽
166απαλέξασθαι σοῦ χωρίς, άναξ.

167αλλ᾽ ὅτε γὰρ δὴ τὸ σὸν όμμ᾽ απέδραν,
168παταγοῦσιν ἅπερ πτηνῶν αγέλαι:

169μέγαν αιγυπιὸν δ᾽ ὑποδείσαντες
170τάχ᾽ ὰν εξαίφνης, ει σὺ φανείης,
171σιγῇ πτήξειαν άφωνοι

172 ῥά σε Ταυροπόλα Διὸς Άρτεμις -
173 μεγάλα φάτις,
174μᾶτερ αισχύνας εμᾶς -
175ὥρμασε πανδάμους επὶ βοῦς αγελαίας,
176 πού τινος νίκας ακάρπωτον χάριν,
177ή ῥα κλυτῶν ενάρων
178ψευσθεῖσ᾽, αδώροις, είτ᾽ ελαφαβολίας

179 χαλκοθώραξ μή τιν᾽ Ενυάλιος
180μομφὰν έχων ξυνοῦ δορὸς εννυχίοις
181μαχαναῖς ετίσατο λώβαν

182ού ποτε γὰρ φρενόθεν γ᾽ επ᾽ αριστερά,
183παῖ Τελαμῶνος, έβας
184τόσσον, εν ποίμναις πίτνων

186ἥκοι γὰρ ὰν θεία νόσος
αλλ᾽ απερύκοι
187καὶ Ζεὺς κακὰν καὶ Φοῖβος Αργείων φάτιν

188ει δ᾽ ὑποβαλλόμενοι
189κλέπτουσι μύθους οἱ μεγάλοι βασιλῆς
190 τᾶς ασώτου Σισυφιδᾶν γενεᾶς,
191μὴ μή, άναξ, έθ᾽ ὧδ᾽ εφάλοις κλισίαις
192όμμ᾽ έχων κακὰν φάτιν άρῃ.

193αλλ᾽ άνα εξ ἑδράνων, ὅπου μακραίωνι
194στηρίζει ποτὲ τᾷδ᾽ αγωνίῳ σχολᾷ
195άταν ουρανίαν φλέγων.

196εχθρῶν δ᾽ ὕβρις ὧδ᾽ ατάρβητα
197ὁρμᾶται εν ευανέμοις βάσσαις,
198πάντων καγχαζόντων
199γλώσσαις βαρυάλγητα

200εμοὶ δ᾽ άχος ἕστακεν

201ναὸς αρωγοὶ τῆς Αίαντος,
202γενεᾶς χθονίων απ᾽ Ερεχθειδῶν,
203έχομεν στοναχὰς οἱ κηδόμενοι
204τοῦ Τελαμῶνος τηλόθεν οίκου.

205νῦν γὰρ δεινὸς μέγας ωμοκρατὴς
206Αίας θολερῷ
207κεῖται χειμῶνι νοσήσας

208τί δ᾽ ενήλλακται τῆς ἡμερίας
209νὺξ ἥδε βάρος

211παῖ τοῦ Φρυγίου Τελεύταντος,
212λέγ᾽, επεὶ σὲ λέχος δουριάλωτον
213στέρξας ανέχει θούριος Αίας:

214ὥστ᾽ ουκ ὰν άϊδρις ὑπείποις.

215πῶς δῆτα λέγω λόγον άρρητον

216θανάτῳ γὰρ ίσον βάρος εκπεύσει

217μανίᾳ γὰρ ἁλοὺς ἡμὶν κλεινὸς
218νύκτερος Αίας απελωβήθη

219τοιαῦτ᾽ ὰν ίδοις σκηνῆς ένδον
220χειροδάϊκτα σφάγι᾽ αἱμοβαφῆ, κείνου χρηστήρια τἀνδρός

221οἵαν εδήλωσας ανέρος αίθονος
222αγγελίαν άτλατον ου δὲ φευκτάν,
223τῶν μεγάλων Δαναῶν ὕπο κλῃζομέναν,
226τὰν μέγας μῦθος αέξει

227οίμοι φοβοῦμαι τὸ προσέρπον
περίφαντος ἁνὴρ
228θανεῖται, παραπλάκτῳ χερὶ συγκατακτὰς
229κελαινοῖς ξίφεσιν βοτὰ καὶ βοτῆρας ἱππονώμας

231 ώμοι :
κεῖθεν κεῖθεν άρ᾽ ἡμῖν
232δεσμῶτιν άγων ήλυθε ποίμνην

233ὧν τὴν μὲν έσω σφάζ᾽ επὶ γαίας,
236τὰ δὲ πλευροκοπῶν δίχ᾽ ανερρήγνυ

237δύο δ᾽ αργίποδας κριοὺς ανελὼν
238τοῦ μὲν κεφαλὴν καὶ γλῶσσαν άκραν
239ῥιπτεῖ θερίσας, τὸν δ᾽ ορθὸν άνω
240κίονι δήσας
241μέγαν ἱπποδέτην ῥυτῆρα λαβὼν
242παίει λιγυρᾷ μάστιγι διπλῇ,
243κακὰ δεννάζων ῥήμαθ᾽, δαίμων
244κοὐδεὶς ανδρῶν εδίδαξεν.

245ὥρα τιν᾽ ήδη τοι κρᾶτα καλύμμασι
246κρυψάμενον ποδοῖν κλοπὰν αρέσθαι
247 θοὸν ειρεσίας ζυγὸν ἑζόμενον
248ποντοπόρῳ ναῒ μεθεῖναι.

251τοίας ερέσσουσιν απειλὰς δικρατεῖς Ατρεῖδαι
252καθ᾽ ἡμῶν
πεφόβημαι λιθόλευστον Άρη
253ξυναλγεῖν μετὰ τοῦδε τυπείς, τὸν αῖσ᾽ άπλατος ίσχει

256 ουκέτι :
λαμπρᾶς γὰρ άτερ στεροπῆς
257ᾴξας οξὺς νότος ὣς λήγει,
258καὶ νῦν φρόνιμος νέον άλγος έχει:

259τὸ γὰρ εσλεύσσειν οικεῖα πάθη,
261μηδενὸς άλλου παραπράξαντος,
262μεγάλας οδύνας ὑποτείνει

263αλλ᾽ ει πέπαυται, κάρτ᾽ ὰν ευτυχεῖν δοκῶ

264φρούδου γὰρ ήδη τοῦ κακοῦ μείων λόγος.

265πότερα δ᾽ άν, ει νέμοι τις αἵρεσιν, λάβοις,
266φίλους ανιῶν αυτὸς ἡδονὰς έχειν,
267 κοινὸς εν κοινοῖσι λυπεῖσθαι ξυνών

268τό τοι διπλάζον, γύναι, μεῖζον κακόν.

269ἡμεῖς άρ᾽ ου νοσοῦντες ατώμεσθα νῦν

270πῶς τοῦτ᾽ έλεξας
ου κάτοιδ᾽ ὅπως λέγεις
271ἁνὴρ εκεῖνος, ἡνίκ᾽ ῆν εν τῇ νόσῳ,
272αυτὸς μὲν ἥδεθ᾽ οἷσιν είχετ᾽ εν κακοῖς,
273ἡμᾶς δὲ τοὺς φρονοῦντας ηνία ξυνών

274νῦν δ᾽ ὡς έληξε κἀνέπνευσε τῆς νόσου,
275κεῖνός τε λύπῃ πᾶς ελήλαται κακῇ
276ἡμεῖς θ᾽ ὁμοίως ουδὲν ἧσσον πάρος.

277ᾶρ᾽ έστι ταῦτα δὶς τόσ᾽ εξ ἁπλῶν κακά

278ξύμφημι δή σοι καὶ δέδοικα μὴ κ θεοῦ
279πληγή τις ἥκῃ
πῶς γάρ, ει πεπαυμένος
280μηδέν τι μᾶλλον νοσῶν ευφραίνεται;

281ὡς ὧδ᾽ εχόντων τῶνδ᾽ επίστασθαί σε χρή

282τίς γάρ ποτ᾽ αρχὴ τοῦ κακοῦ προσέπτατο

283δήλωσον ἡμῖν τοῖς ξυναλγοῦσιν τύχας

284ἅπαν μαθήσει τοὔργον ὡς κοινωνὸς ών

285κεῖνος γὰρ άκρας νυκτός, ἡνίχ᾽ ἕσπεροι
286λαμπτῆρες ουκέτ᾽ ῇθον, άμφηκες λαβὼν
287εμαίετ᾽ έγχος εξόδους ἕρπειν κενάς

288κἀγὼ πιπλήσσω καὶ λέγω
τί χρῆμα δρᾷς,
289Αίας
τί τήνδ᾽ άκλητος ούθ᾽ ὑπ᾽ αγγέλων
290κληθεὶς αφορμᾷς πεῖραν ού τε τοῦ κλύων
291σάλπιγγος
αλλὰ νῦν γε πᾶς εὕδει στρατός
292 δ᾽ εῖπε πρός με βαί᾽, αεὶ δ᾽ ὑμνούμενα:

293γύναι, γυναιξὶ κόσμον σιγὴ φέρει

294κἀγὼ μαθοῦσ᾽ έληξ᾽, δ᾽ εσσύθη μόνος

295καὶ τὰς εκεῖ μὲν ουκ έχω λέγειν πάθας

296έσω δ᾽ εσῆλθε συνδέτους άγων ὁμοῦ
297ταύρους, κύνας βοτῆρας, εύερόν τ᾽ άγραν

298καὶ τοὺς μὲν ηυχένιζε, τοὺς δ᾽ άνω τρέπων
299έσφαζε κἀρράχιζε, τοὺς δὲ δεσμίους
300ῃκίζεθ᾽ ὥστε φῶτας εν ποίμναις πίτνων.

301τέλος δ᾽ ὑπᾴξας διὰ θυρῶν σκιᾷ τινι
302λόγους ανέσπα, τοὺς μὲν Ατρειδῶν κάτα,
303τοὺς δ᾽ αμφ᾽ Οδυσσεῖ, συντιθεὶς γέλων πολύν,
304ὅσην κατ᾽ αυτῶν ὕβριν εκτίσαιτ᾽ ιών

305κἄπειτ᾽ επᾴξας αῦθις ες δόμους πάλιν,
306έμφρων μόλις πως ξὺν χρόνῳ καθίσταται,
307καὶ πλῆρες άτης ὡς διοπτεύει στέγος,
308παίσας κάρα θώϋξεν
εν δ᾽ ερειπίοις
309νεκρῶν ερειφθεὶς ἕζετ᾽ αρνείου φόνου,
310κόμην απρὶξ όνυξι συλλαβὼν χερί

311καὶ τὸν μὲν ἧστο πλεῖστον άφθογγος χρόνον

312έπειτ᾽ εμοὶ τὰ δείν᾽ επηπείλησ᾽ έπη,
313ει μὴ φανοίην πᾶν τὸ συντυχὸν πάθος,
314κἀνήρετ᾽ εν τῷ πράγματος κυροῖ ποτέ

315κἀγώ, φίλοι, δείσασα τοὐξειργασμένον
316έλεξα πᾶν ὅσονπερ εξηπιστάμην

317 δ᾽ ευθὺς εξῴμωξεν οιμωγὰς λυγράς,
318ἃς ούποτ᾽ αυτοῦ πρόσθεν εισήκουσ᾽ εγώ

319πρὸς γὰρ κακοῦ τε καὶ βαρυψύχου γόους
320τοιούσδ᾽ αεί ποτ᾽ ανδρὸς εξηγεῖτ᾽ έχειν

321αλλ᾽ αψόφητος οξέων κωκυμάτων
322ὑπεστέναζε ταῦρος ὣς βρυχώμενος.

323νῦν δ᾽ εν τοιᾷδε κείμενος κακῇ τύχῃ
324άσιτος ἁνήρ, άποτος, εν μέσοις βοτοῖς
325σιδηροκμῆσιν ἥσυχος θακεῖ πεσών

326καὶ δῆλός εστιν ὥς τι δρασείων κακόν

327τοιαῦτα γάρ πως καὶ λέγει κὠδύρεται.

328αλλ᾽, φίλοι, τούτων γὰρ οὕνεκ᾽ εστάλην,
329αρήξατ᾽ εισελθόντες, ει δύνασθέ τι

330φίλων γὰρ οἱ τοιοίδε νικῶνται λόγοις

331Τέκμησσα, δεινά, παῖ Τελεύταντος, λέγεις
332ἡμῖν, τὸν άνδρα διαπεφοιβάσθαι κακοῖς

333ιώ μοί μοι.

334τάχ᾽, ὡς έοικε, μᾶλλον:
ουκ ηκούσατε
335Αίαντος οἵαν τήνδε θωΰσσει βοήν

336ιώ μοί μοι.

337ἁνὴρ έοικεν νοσεῖν τοῖς πάλαι
338νοσήμασιν ξυνοῦσι λυπεῖσθαι παρών

339ιὼ παῖ παῖ.

340ώμοι τάλαιν᾽:
Ευρύσακες, αμφὶ σοὶ βοᾷ
341τί ποτε μενοινᾷ
ποῦ ποτ᾽ εῖ τάλαιν᾽ εγώ.
342Τεῦκρον καλῶ
ποῦ Τεῦκρος; τὸν εισαεὶ
343λεηλατήσει χρόνον, εγὼ δ᾽ απόλλυμαι

344ἁνὴρ φρονεῖν έοικεν
αλλ᾽ ανοίγετε
345τάχ᾽ άν τιν᾽ αιδῶ κἀπ᾽ εμοὶ βλέψας λάβοι

346ιδού, διοίγω
προσβλέπειν δ᾽ έξεστί σοι
347τὰ τοῦδε πράγη, καὐτὸς ὡς έχων κυρεῖ

348ιὼ
349φίλοι ναυβάται, μόνοι εμῶν φίλων,
350μόνοι έτ᾽ εμμένοντες ορθῷ νόμῳ,
351ίδεσθέ μ᾽ οἷον άρτι κῦμα φοινίας ὑπὸ ζάλης
352αμφίδρομον κυκλεῖται

353οίμ᾽ ὡς έοικας ορθὰ μαρτυρεῖν άγαν

354δηλοῖ δὲ τοὔργον ὡς αφροντίστως έχει

356ιὼ
357γένος ναΐας αρωγὸν τέχνας,
358ἅλιον ὃς επέβας ἑλίσσων πλάταν,
359σέ τοι σέ τοι μόνον δέδορκα πημονὰν επαρκέσοντ᾽

361αλλά με συνδάϊξον

362εύφημα φώνει
μὴ κακὸν κακῷ διδοὺς
363άκος, πλέον τὸ πῆμα τῆς άτης τίθει

364ὁρᾷς τὸν θρασύν, τὸν ευκάρδιον,
365τὸν εν δαΐοις άτρεστον μάχαις,
366εν αφόβοις με θηρσὶ δεινὸν χέρας

367ώμοι γέλωτος, οἷον ὑβρίσθην άρα

368μή, δέσποτ᾽ Αίας, λίσσομαί σ᾽, αύδα τάδε

369ουκ εκτός;
ουκ άψορρον εκνεμεῖ πόδα
370αιαῖ αιαῖ.

371 πρὸς θεῶν ὕπεικε καὶ φρόνησον εῦ

372 δύσμορος, ὃς χερὶ μὲν
373μεθῆκα τοὺς αλάστορας, εν δ᾽ ἑλίκεσσι
374βουσὶ καὶ κλυτοῖς πεσὼν αιπολίοις
376ερεμνὸν αἷμ᾽ έδευσα.

377τί δῆτ᾽ ὰν αλγοίης επ᾽ εξειργασμένοις

378ου γὰρ γένοιτ᾽ ὰν ταῦθ᾽ ὅπως ουχ ὧδ᾽ έχειν

379ιὼ πάνθ᾽ ὁρῶν ἁπάντων τ᾽ αεὶ
380κακῶν όργανον, τέκνον Λαρτίου,
381κακοπινέστατόν τ᾽ άλημα στρατοῦ,
382 που πολὺν γέλωθ᾽ ὑφ᾽ ἡδονῆς άγεις

383ξύν τοι θεῷ πᾶς καὶ γελᾷ κὠδύρεται.

384ίδοιμι μήν νιν, καίπερ ὧδ᾽ ατώμενος

385ιώ μοί μοι.

386μηδὲν μέγ᾽ είπῃς
ουχ ὁρᾷς ἵν᾽ εῖ κακοῦ
387 Ζεῦ, προγόνων προπάτωρ,
388πῶς ὰν τὸν αἱμυλώτατον, εχθρὸν άλημα,
389τούς τε δισσάρχας ολέσσας βασιλῆς
391τέλος θάνοιμι καὐτός

392ὅταν κατεύχῃ ταῦθ᾽, ὁμοῦ κἀμοὶ θανεῖν
393εύχου
τί γὰρ δεῖ ζῆν με σοῦ τεθνηκότος
394ιὼ
395σκότος, εμὸν φάος,
396έρεβος φαεννότατον, ὡς εμοί,
397ἕλεσθ᾽ ἕλεσθέ μ᾽ οικήτορα,
398ἕλεσθέ μ᾽
ού τε γὰρ θεῶν γένος ούθ᾽ ἁμερίων
399έτ᾽ άξιος βλέπειν τιν᾽ εις όνασιν ανθρώπων.

401αλλά μ᾽ Διὸς
402αλκίμα θεὸς
403ολέθρι᾽ αικίζει

404ποῖ τις οῦν φύγῃ

405ποῖ μολὼν μενῶ
ει τὰ μὲν φθίνει, φίλοι, τοιοῖσδ᾽
406ὁμοῦ πέλας, μώραις δ᾽ άγραις προσκείμεθα,
407πᾶς δὲ στρατὸς δίπαλτος άν με
408χειρὶ φονεύοι

409 δυστάλαινα, τοιάδ᾽ άνδρα χρήσιμον
411φωνεῖν, πρόσθεν οὗτος ουκ έτλη ποτ᾽ άν.

412ιὼ
413πόροι ἁλίρροθοι
414πάραλά τ᾽ άντρα καὶ νέμος επάκτιον,
415πολὺν πολύν με δαρόν τε δὴ κατείχετ᾽ αμφὶ Τροίαν χρόνον
αλλ᾽ ουκέτι μ᾽, ουκ
416έτ᾽ αμπνοὰς έχοντα:
τοῦτό τις φρονῶν ίστω
417 Σκαμάνδριοι
418γείτονες ῥοαί,
419εύφρονες Αργείοις,
421ουκέτ᾽ άνδρα μὴ
422τόνδ᾽ ίδητ᾽, έπος
423εξερῶ μέγ᾽, οἷον ούτινα
424Τροία στρατοῦ δέρχθη χθονὸς μολόντ᾽ απὸ
426Ἑλλανίδος
τανῦν δ᾽ άτιμος
427ὧδε πρόκειμαι

428ούτοι σ᾽ απείργειν ου δ᾽ ὅπως εῶ λέγειν
429έχω, κακοῖς τοιοῖσδε συμπεπτωκότα

430 αιαῖ :
τίς άν ποτ᾽ ῴεθ᾽ ὧδ᾽ επώνυμον
431τοὐμὸν ξυνοίσειν όνομα τοῖς εμοῖς κακοῖς

432νῦν γὰρ πάρεστι καὶ δὶς αιάζειν εμοὶ
433καὶ τρίς
τοιούτοις γὰρ κακοῖς εντυγχάνω
434ὅτου πατὴρ μὲν τῆσδ᾽ απ᾽ Ιδαίας χθονὸς
435τὰ πρῶτα καλλιστεῖ᾽ αριστεύσας στρατοῦ
436πρὸς οῖκον ῆλθε πᾶσαν εύκλειαν φέρων

437εγὼ δ᾽ κείνου παῖς, τὸν αυτὸν ες τόπον
438Τροίας επελθὼν ουκ ελάσσονι σθένει
439ου δ᾽ έργα μείω χειρὸς αρκέσας εμῆς,
440άτιμος Αργείοισιν ὧδ᾽ απόλλυμαι

441καίτοι τοσοῦτόν γ᾽ εξεπίστασθαι δοκῶ

442ει ζῶν Αχιλλεὺς τῶν ὅπλων τῶν ὧν πέρι
443κρίνειν έμελλε κράτος αριστείας τινί,
444ουκ άν τις αύτ᾽ έμαρψεν άλλος αντ᾽ εμοῦ

445νῦν δ᾽ αύτ᾽ Ατρεῖδαι φωτὶ παντουργῷ φρένας
446έπραξαν, ανδρὸς τοῦδ᾽ απώσαντες κράτη

447κεἰ μὴ τόδ᾽ όμμα καὶ φρένες διάστροφοι
448γνώμης απῇξαν τῆς εμῆς, ουκ άν ποτε
449δίκην κατ᾽ άλλου φωτὸς ὧδ᾽ εψήφισαν

450νῦν δ᾽ Διὸς γοργῶπις αδάματος θεὰ
451ήδη μ᾽ επ᾽ αυτοῖς χεῖρ᾽ επεντύνοντ᾽ εμὴν
452έσφηλεν, εμβαλοῦσα λυσσώδη νόσον,
453ὥστ᾽ εν τοιοῖσδε χεῖρας αἱμάξαι βοτοῖς

454κεῖνοι δ᾽ επεγγελῶσιν εκπεφευγότες,
455εμοῦ μὲν ουχ ἑκόντος:
ει δέ τις θεῶν
456βλάπτοι, φύγοι τἂν χὠ κακὸς τὸν κρείσσονα

457καὶ νῦν τί χρὴ δρᾶν
ὅστις εμφανῶς θεοῖς
458εχθαίρομαι, μισεῖ δέ μ᾽ Ἑλλήνων στρατός,
459έχθει δὲ Τροία πᾶσα καὶ πεδία τάδε

460πότερα πρὸς οίκους, ναυλόχους λιπὼν ἕδρας
461μόνους τ᾽ Ατρείδας, πέλαγος Αιγαῖον περῶ

462καὶ ποῖον όμμα πατρὶ δηλώσω φανεὶς
463Τελαμῶνι;
πῶς με τλήσεταί ποτ᾽ εισιδεῖν
464γυμνὸν φανέντα τῶν αριστείων άτερ,
465ὧν αυτὸς έσχε στέφανον ευκλείας μέγαν

466ουκ έστι τοὔργον τλητόν
αλλὰ δῆτ᾽ ιὼν
467πρὸς έρυμα Τρώων, ξυμπεσὼν μόνος μόνοις
468καὶ δρῶν τι χρηστόν, εῖτα λοίσθιον θάνω;

469αλλ᾽ ὧδέ γ᾽ Ατρείδας ὰν ευφράναιμί που

470ουκ έστι ταῦτα
πεῖρά τις ζητητέα
471τοιάδ᾽ αφ᾽ ἧς γέροντι δηλώσω πατρὶ
472μή τοι φύσιν γ᾽ άσπλαγχνος εκ κείνου γεγώς.

473αισχρὸν γὰρ άνδρα τοῦ μακροῦ χρῄζειν βίου,
474κακοῖσιν ὅστις μηδὲν εξαλλάσσεται.

475τί γὰρ παρ᾽ ῆμαρ ἡμέρα τέρπειν έχει
476προσθεῖσα κἀναθεῖσα τοῦ γε κατθανεῖν;

477ουκ ὰν πριαίμην ουδενὸς λόγου βροτὸν
478ὅστις κεναῖσιν ελπίσιν θερμαίνεται

479αλλ᾽ καλῶς ζῆν καλῶς τεθνηκέναι
480τὸν ευγενῆ χρή
πάντ᾽ ακήκοας λόγον
481ουδεὶς ερεῖ ποθ᾽ ὡς ὑπόβλητον λόγον,
482Αίας, έλεξας, αλλὰ τῆς σαυτοῦ φρενός:

483παῦσαί γε μέντοι καὶ δὸς ανδράσιν φίλοις
484γνώμης κρατῆσαι, τάσδε φροντίδας μεθείς

485 δέσποτ᾽ Αίας, τῆς αναγκαίας τύχης
486ουκ έστιν ουδὲν μεῖζον ανθρώποις κακόν

487εγὼ δ᾽ ελευθέρου μὲν εξέφυν πατρός,
488είπερ τινὸς σθένοντος εν πλούτῳ Φρυγῶν

489νῦν δ᾽ ειμὶ δούλη
θεοῖς γὰρ ὧδ᾽ έδοξέ που
490καὶ σῇ μάλιστα χειρί
τοιγαροῦν, επεὶ
491τὸ σὸν λέχος ξυνῆλθον, εῦ φρονῶ τὰ σά,
492καί σ᾽ αντιάζω πρός τ᾽ εφεστίου Διὸς
493ευνῆς τε τῆς σῆς, συνηλλάχθης εμοί,
494μή μ᾽ αξιώσῃς βάξιν αλγεινὴν λαβεῖν
495τῶν σῶν ὑπ᾽ εχθρῶν, χειρίαν εφείς τινι.

496 γὰρ θάνῃς σὺ καὶ τελευτήσας αφῇς,
497ταύτῃ νόμιζε κἀμὲ τῇ τόθ᾽ ἡμέρᾳ
498βίᾳ ξυναρπασθεῖσαν Αργείων ὕπο
499ξὺν παιδὶ τῷ σῷ δουλίαν ἕξειν τροφήν

500καί τις πικρὸν πρόσφθεγμα δεσποτῶν ερεῖ
501λόγοις ιάπτων
ίδετε τὴν ὁμευνέτιν
502Αίαντος, ὃς μέγιστον ίσχυσεν στρατοῦ,
503οἵας λατρείας ανθ᾽ ὅσου ζήλου τρέφει

504τοιαῦτ᾽ ερεῖ τις
κἀμὲ μὲν δαίμων ελᾷ,
505σοὶ δ᾽ αισχρὰ τἄπη ταῦτα καὶ τῷ σῷ γένει.

506αλλ᾽ αίδεσαι μὲν πατέρα τὸν σὸν εν λυγρῷ
507γήρᾳ προλείπων, αίδεσαι δὲ μητέρα
508πολλῶν ετῶν κληροῦχον, σε πολλάκις
509θεοῖς αρᾶται ζῶντα πρὸς δόμους μολεῖν:

510οίκτιρε δ᾽, ῶναξ, παῖδα τὸν σόν, ει νέας
511τροφῆς στερηθεὶς σοῦ διοίσεται μόνος
512ὑπ᾽ ορφανιστῶν μὴ φίλων, ὅσον κακὸν
513κείνῳ τε κἀμοὶ τοῦθ᾽, ὅταν θάνῃς, νεμεῖς.

514εμοὶ γὰρ ουκέτ᾽ έστιν εις τι βλέπω
515πλὴν σοῦ
σὺ γάρ μοι πατρίδ᾽ ῄστωσας δόρει,
516καὶ μητέρ᾽ άλλη μοῖρα τὸν φύσαντά τε
517καθεῖλεν Ἅιδου θανασίμους οικήτορας

518τίς δῆτ᾽ εμοὶ γένοιτ᾽ ὰν αντὶ σοῦ πατρίς

519τίς πλοῦτος;
εν σοὶ πᾶσ᾽ έγωγε σῴζομαι
520αλλ᾽ ίσχε κἀμοῦ μνῆστιν
ανδρί τοι χρεὼν
521μνήμην προσεῖναι, τερπνὸν εί τί που πάθοι

522χάρις χάριν γάρ εστιν τίκτουσ᾽ αεί

523ὅτου δ᾽ απορρεῖ μνῆστις εῦ πεπονθότος,
524ουκ ὰν γένοιτ᾽ έθ᾽ οὗτος ευγενὴς ανήρ

525Αίας, έχειν σ᾽ ὰν οῖκτον ὡς κἀγὼ φρενὶ
526θέλοιμ᾽ άν:
αινοίης γὰρ ὰν τὰ τῆσδ᾽ έπη
527καὶ κάρτ᾽ επαίνου τεύξεται πρὸς γοῦν εμοῦ,
528εὰν μόνον τὸ ταχθὲν εῦ τολμᾷ τελεῖν

529αλλ᾽ φίλ᾽ Αίας, πάντ᾽ έγωγε πείσομαι

530κόμιζέ νύν μοι παῖδα τὸν εμόν, ὡς ίδω

531καὶ μὴν φόβοισί γ᾽ αυτὸν εξελυσάμην

532εν τοῖσδε τοῖς κακοῖσιν;
τί μοι λέγεις
533μὴ σοί γέ που δύστηνος αντήσας θάνοι.

534πρέπον γέ τἂν ῆν δαίμονος τοὐμοῦ τόδε

535αλλ᾽ οῦν εγὼ φύλαξα τοῦτό γ᾽ αρκέσαι

536επῄνεσ᾽ έργον καὶ πρόνοιαν ἣν έθου

537τί δῆτ᾽ ὰν ὡς εκ τῶνδ᾽ ὰν ωφελοῖμί σε

538δός μοι προσειπεῖν αυτὸν εμφανῆ τ᾽ ιδεῖν.

539καὶ μὴν πέλας γε προσπόλοις φυλάσσεται

540τί δῆτα μέλλει μὴ ου παρουσίαν έχειν

541 παῖ, πατὴρ καλεῖ σε
δεῦρο προσπόλων
542άγ᾽ αυτὸν ὅσπερ χερσὶν ευθύνων κυρεῖς

543ἕρποντι φωνεῖς λελειμμένῳ λόγων

544καὶ δὴ κομίζει προσπόλων ὅδ᾽ εγγύθεν

545αῖρ᾽ αυτόν, αῖρε δεῦρο
ταρβήσει γὰρ οὺ
546νεοσφαγῆ που τόνδε προσλεύσσων φόνον,
547είπερ δικαίως έστ᾽ εμὸς τὰ πατρόθεν

548αλλ᾽ αυτίκ᾽ ωμοῖς αυτὸν εν νόμοις πατρὸς
549δεῖ πωλοδαμνεῖν κἀξομοιοῦσθαι φύσιν.

550 παῖ, γένοιο πατρὸς ευτυχέστερος,
551τὰ δ᾽ άλλ᾽ ὅμοιος
καὶ γένοι᾽ ὰν ου κακός
552καίτοι σε καὶ νῦν τοῦτό γε ζηλοῦν έχω,
553ὁθούνεκ᾽ ουδὲν τῶνδ᾽ επαισθάνει κακῶν

554εν τῷ φρονεῖν γὰρ μηδὲν ἥδιστος βίος,
555[τὸ μὴ φρονεῖν γὰρ κάρτ᾽ ανώδυνον κακόν]
556ἕως τὸ χαίρειν καὶ τὸ λυπεῖσθαι μάθῃς.

557ὅταν δ᾽ ἵκῃ πρὸς τοῦτο, δεῖ σ᾽ ὅπως πατρὸς
558δείξεις εν εχθροῖς, οἷος εξ οἵου τράφης

559τέως δὲ κούφοις πνεύμασιν βόσκου, νέαν
560ψυχὴν ατάλλων, μητρὶ τῇδε χαρμονήν
ούτοι σ᾽ Αχαιῶν, οῖδα, μή τις ὑβρίσῃ
561στυγναῖσι λώβαις, ου δὲ χωρὶς όντ᾽ εμοῦ

562τοῖον πυλωρὸν φύλακα Τεῦκρον αμφί σοι
563λείψω τροφῆ τ᾽ άοκνον έμπα, κεἰ τανῦν
564τηλωπὸς οιχνεῖ, δυσμενῶν θήραν έχων

565αλλ᾽, άνδρες ασπιστῆρες, ενάλιος λεώς,
566ὑμῖν τε κοινὴν τήνδ᾽ επισκήπτω χάριν,
567κείνῳ τ᾽ εμὴν αγγείλατ᾽ εντολήν, ὅπως
568τὸν παῖδα τόνδε πρὸς δόμους εμοὺς άγων
569Τελαμῶνι δείξει μητρί τ᾽, Εριβοίᾳ λέγω,
570ὥς σφιν γένηται γηροβοσκὸς εισαεί,
571[μέχρις οὗ μυχοὺς κίχωσι τοῦ κάτω θεοῦ],
572καὶ τἀμὰ τεύχη μήτ᾽ αγωνάρχαι τινὲς
573θήσουσ᾽ Αχαιοῖς μήθ᾽ λυμεὼν εμός

574αλλ᾽ αυτό μοι σύ, παῖ, λαβὼν επώνυμον,
575Ευρύσακες, ίσχε διὰ πολυρράφου στρέφων
576πόρπακος, ἑπτάβοιον άρρηκτον σάκος

577τὰ δ᾽ άλλα τεύχη κοίν᾽ εμοὶ τεθάψεται

578αλλ᾽ ὡς τάχος τὸν παῖδα τόνδ᾽ ήδη δέχου
579καὶ δῶμα πάκτου, μη δ᾽ επισκήνους γόους
580δάκρυε
κάρτα τοι φιλοίκτιστον γυνή.
581πύκαζε θᾶσσον
ου πρὸς ιατροῦ σοφοῦ
582θρηνεῖν επῳδὰς πρὸς τομῶντι πήματι.

583δέδοικ᾽ ακούων τήνδε τὴν προθυμίαν

584ου γάρ μ᾽ αρέσκει γλῶσσά σου τεθηγμένη

585 δέσποτ᾽ Αίας, τί ποτε δρασείεις φρενί

586μὴ κρῖνε, μὴ ξέταζε
σωφρονεῖν καλόν.
587οίμ᾽ ὡς αθυμῶ
καί σε πρὸς τοῦ σοῦ τέκνου
588καὶ θεῶν ἱκνοῦμαι, μὴ προδοὺς ἡμᾶς γένῃ

589άγαν γε λυπεῖς
ου κάτοισθ᾽ εγὼ θεοῖς
590ὡς ουδὲν αρκεῖν είμ᾽ οφειλέτης έτι

591εύφημα φώνει

592τοῖς ακούουσιν λέγε

593σὺ δ᾽ ουχὶ πείσει

594πόλλ᾽ άγαν ήδη θροεῖς

595ταρβῶ γάρ, ῶναξ

596ου ξυνέρξεθ᾽ ὡς τάχος

597πρὸς θεῶν, μαλάσσου

598μῶρά μοι δοκεῖς φρονεῖν, ει τοὐμὸν ῆθος άρτι παιδεύειν νοεῖς

596 κλεινὰ Σαλαμίς, σὺ μέν που
597ναίεις ἁλίπλακτος, ευδαίμων,
598πᾶσιν περίφαντος αεί

599εγὼ δ᾽ τλάμων παλαιὸς αφ᾽ οὗ χρόνος
601Ιδαῖα μίμνων λειμώνι᾽ έπαυλα μηνῶν
602ανήριθμος αιὲν ευνῶμαι
603χρόνῳ τρυχόμενος,
606κακὰν ελπίδ᾽ έχων
607έτι μέ ποτ᾽ ανύσειν
608τὸν απότροπον αΐδηλον Ἅιδαν.

609καί μοι δυσθεράπευτος Αίας
610ξύνεστιν έφεδρος, ώμοι μοι,
611θείᾳ μανίᾳ ξύναυλος

612ὃν εξεπέμψω πρὶν δή ποτε θουρίῳ
613κρατοῦντ᾽ εν Άρει
νῦν δ᾽ αῦ φρενὸς οιοβώτας
614φίλοις μέγα πένθος ηὕρηται

616τὰ πρὶν δ᾽ έργα χεροῖν
617μεγίστας αρετᾶς
618άφιλα παρ᾽ αφίλοις
621έπεσ᾽ έπεσε μελέοις Ατρείδαις

622 που παλαιᾷ μὲν σύντροφος ἁμέρᾳ,
623λευκῷ δὲ γήρᾳ μάτηρ νιν ὅταν νοσοῦντα
626φρενομόρως ακούσῃ,
627αίλινον αίλινον
628ου δ᾽ οικτρᾶς γόον όρνιθος αηδοῦς
629ἥσει δύσμορος, αλλ᾽ οξυτόνους μὲν ῳδὰς
631θρηνήσει, χερόπλακτοι δ᾽
632εν στέρνοισι πεσοῦνται
633δοῦποι καὶ πολιᾶς άμυγμα χαίτας.

634κρείσσων παρ᾽ Ἅιδᾳ κεύθων νοσῶν μάταν,
636ὃς εκ πατρῴας ἥκων γενεᾶς άριστος
637πολυπόνων Αχαιῶν,
638ουκέτι συντρόφοις
639οργαῖς έμπεδος, αλλ᾽ εκτὸς ὁμιλεῖ.

641 τλᾶμον πάτερ, οἵαν σε μένει πυθέσθαι
642παιδὸς δύσφορον άταν,
643ἃν ούπω τις έθρεψεν
644δίων Αιακιδᾶν άτερθε τοῦδε

646ἅπανθ᾽ μακρὸς κἀναρίθμητος χρόνος
647φύει τ᾽ άδηλα καὶ φανέντα κρύπτεται:

648κοὐκ έστ᾽ άελπτον ουδέν, αλλ᾽ ἁλίσκεται
649χὠ δεινὸς ὅρκος χαἰ περισκελεῖς φρένες.

650κἀγὼ γάρ, ὃς τὰ δείν᾽ εκαρτέρουν τότε,
651βαφῇ σίδηρος ὣς εθηλύνθην στόμα
652πρὸς τῆσδε τῆς γυναικός:
οικτίρω δέ νιν
653χήραν παρ᾽ εχθροῖς παῖδά τ᾽ ορφανὸν λιπεῖν

654αλλ᾽ εῖμι πρός τε λουτρὰ καὶ παρακτίους
655λειμῶνας, ὡς ὰν λύμαθ᾽ ἁγνίσας εμὰ
656μῆνιν βαρεῖαν εξαλύξωμαι θεᾶς

657μολών τε χῶρον ένθ᾽ ὰν αστιβῆ κίχω,
658κρύψω τόδ᾽ έγχος τοὐμόν, έχθιστον βελῶν,
659γαίας ορύξας ένθα μή τις όψεται

660αλλ᾽ αυτὸ νὺξ Ἅιδης τε σῳζόντων κάτω

661εγὼ γὰρ εξ οὗ χειρὶ τοῦτ᾽ εδεξάμην
662παρ᾽ Ἕκτορος δώρημα δυσμενεστάτου,
663ούπω τι κεδνὸν έσχον Αργείων πάρα

664αλλ᾽ έστ᾽ αληθὴς βροτῶν παροιμία,
665εχθρῶν άδωρα δῶρα κοὐκ ονήσιμα.

666τοιγὰρ τὸ λοιπὸν εισόμεσθα μὲν θεοῖς
667είκειν, μαθησόμεσθα δ᾽ Ατρείδας σέβειν

668άρχοντές εισιν, ὥσθ᾽ ὑπεικτέον
τί μήν;
669καὶ γὰρ τὰ δεινὰ καὶ τὰ καρτερώτατα
670ἕτοιμ᾽ ὑπείκει
τοῦτο μὲν νιφοστιβεῖς
671χειμῶνες εκχωροῦσιν ευκάρπῳ θέρει

672εξίσταται δὲ νυκτὸς αιανὴς κύκλος
673τῇ λευκοπώλῳ φέγγος ἡμέρᾳ φλέγειν

674δεινῶν τ᾽ άημα πνευμάτων εκοίμισε
675στένοντα πόντον
εν δ᾽ παγκρατὴς ὕπνος
676λύει πεδήσας, ου δ᾽ αεὶ λαβὼν έχει

677ἡμεῖς δὲ πῶς ου γνωσόμεσθα σωφρονεῖν

678 έγωγ᾽ :
επίσταμαι γὰρ αρτίως ὅτι
679 τ᾽ εχθρὸς ἡμῖν ες τοσόνδ᾽ εχθαρτέος,
680ὡς καὶ φιλήσων αῦθις, ές τε τὸν φίλον
681τοσαῦθ᾽ ὑπουργῶν ωφελεῖν βουλήσομαι,
682ὡς αιὲν ου μενοῦντα
τοῖς πολλοῖσι γὰρ
683βροτῶν άπιστός εσθ᾽ ἑταιρείας λιμήν

684αλλ᾽ αμφὶ μὲν τούτοισιν εῦ σχήσει
σὺ δὲ
685έσω θεοῖς ελθοῦσα διὰ τάχους, γύναι,
686εύχου τελεῖσθαι τοὐμὸν ὧν ερᾷ κέαρ

687ὑμεῖς δ᾽, ἑταῖροι, ταὐτὰ τῇδέ μοι τάδε
688τιμᾶτε, Τεύκρῳ τ᾽, ὴν μόλῃ, σημήνατε
689μέλειν μὲν ἡμῶν, ευνοεῖν δ᾽ ὑμῖν ἅμα

690εγὼ γὰρ εῖμ᾽ εκεῖσ᾽ ὅποι πορευτέον

691ὑμεῖς δ᾽ φράζω δρᾶτε, καὶ τάχ᾽ άν μ᾽ ίσως
692πύθοισθε, κεἰ νῦν δυστυχῶ, σεσωσμένον

693έφριξ᾽ έρωτι, περιχαρὴς δ᾽ ανεπτόμαν

694ιὼ ιὼ Πὰν Πάν,
695 Πὰν Πὰν ἁλίπλαγκτε, Κυλλανίας χιονοκτύπου
696πετραίας απὸ δειράδος φάνηθ᾽,
697θεῶν χοροποί᾽ άναξ, ὅπως μοι
698Νύσια Κνώσι᾽ ορχήματ᾽ αυτοδαῆ ξυνὼν ιάψῃς

701νῦν γὰρ εμοὶ μέλει χορεῦσαι

702Ικαρίων δ᾽ ὑπὲρ πελαγέων μολὼν άναξ Απόλλων
703 Δάλιος εύγνωστος
706εμοὶ ξυνείη διὰ παντὸς εύφρων

707έλυσεν αινὸν άχος απ᾽ ομμάτων Άρης

708ιὼ ιώ, νῦν αῦ,
709νῦν, Ζεῦ, πάρα λευκὸν ευάμερον πελάσαι φάος
710θοᾶν ωκυάλων νεῶν, ὅτ᾽ Αίας
711λαθίπονος πάλιν, θεῶν δ᾽ αῦ
712πάνθυτα θέσμι᾽ εξήνυσ᾽ ευνομίᾳ σέβων μεγίστᾳ.

713πάνθ᾽ μέγας χρόνος μαραίνει,
714κοὐδὲν αναύδατον φατίσαιμ᾽ άν, εῦτέ γ᾽ εξ αέλπτων
716Αίας μετανεγνώσθη
717θυμοῦ τ᾽ Ατρείδαις μεγάλων τε νεικέων

718άνδρες φίλοι, τὸ πρῶτον αγγεῖλαι θέλω

719Τεῦκρος πάρεστιν άρτι Μυσίων απὸ
721κρημνῶν
μέσον δὲ προσμολὼν στρατήγιον
722κυδάζεται τοῖς πᾶσιν Αργείοις ὁμοῦ

723στείχοντα γὰρ πρόσωθεν αυτὸν εν κύκλῳ
724μαθόντες αμφέστησαν, εῖτ᾽ ονείδεσιν
725ήρασσον ένθεν κἄνθεν ούτις έσθ᾽ ὃς ού,
726τὸν τοῦ μανέντος κἀπιβουλευτοῦ στρατοῦ
727ξύναιμον αποκαλοῦντες, ὡς ουκ αρκέσοι
728τὸ μὴ ου πέτροισι πᾶς καταξανθεὶς θανεῖν:

729ὥστ᾽ εις τοσοῦτον ῆλθον ὥστε καὶ χεροῖν
730κολεῶν ερυστὰ διεπεραιώθη ξίφη

731λήγει δ᾽ έρις δραμοῦσα τοῦ προσωτάτω
732ανδρῶν γερόντων εν ξυναλλαγῇ λόγου

733αλλ᾽ ἡμὶν Αίας ποῦ στιν, ὡς φράσω τάδε

734τοῖς κυρίοις γὰρ πάντα χρὴ δηλοῦν λόγον

735ουκ ένδον, αλλὰ φροῦδος αρτίως, νέας
736βουλὰς νέοισιν εγκαταζεύξας τρόποις.

737ιοὺ ιού:

738βραδεῖαν ἡμᾶς ᾶρ᾽ τήνδε τὴν ὁδὸν
739πέμπων έπεμψεν φάνην εγὼ βραδύς

740τί δ᾽ εστὶ χρείας τῆσδ᾽ ὑπεσπανισμένον

741τὸν άνδρ᾽ απηύδα Τεῦκρος ένδοθεν στέγης
742μὴ ξω παρήκειν, πρὶν παρὼν αυτὸς τύχῃ

743αλλ᾽ οίχεταί τοι, πρὸς τὸ κέρδιστον τραπεὶς
744γνώμης, θεοῖσιν ὡς καταλλαχθῇ χόλου

745ταῦτ᾽ εστὶ τἄπη μωρίας πολλῆς πλέα,
746είπερ τι Κάλχας εῦ φρονῶν μαντεύεται

747 ποῖον ;
τί δ᾽ ειδὼς τοῦδε πράγματος πάρει
748τοσοῦτον οῖδα καὶ παρὼν ετύγχανον

749εκ γὰρ συνέδρου καὶ τυραννικοῦ κύκλου
750Κάλχας μεταστὰς οῖος Ατρειδῶν δίχα,
751εις χεῖρα Τεύκρου δεξιὰν φιλοφρόνως
752θεὶς εῖπε κἀπέσκηψε, παντοίᾳ τέχνῃ
753εῖρξαι κατ᾽ ῆμαρ τοὐμφανὲς τὸ νῦν τόδε
754Αίανθ᾽ ὑπὸ σκηναῖσι μη δ᾽ αφέντ᾽ εᾶν,
755ει ζῶντ᾽ εκεῖνον εισιδεῖν θέλοι ποτέ.

756ελᾷ γὰρ αυτὸν τῇδε θἠμέρᾳ μόνῃ
757δίας Αθάνας μῆνις, ὡς έφη λέγων

758τὰ γὰρ περισσὰ κἀνόνητα σώματα
759πίπτειν βαρείαις πρὸς θεῶν δυσπραξίαις
760έφασχ᾽ μάντις, ὅστις ανθρώπου φύσιν
761βλαστὼν έπειτα μὴ κατ᾽ άνθρωπον φρονῇ.

762κεῖνος δ᾽ απ᾽ οίκων ευθὺς εξορμώμενος
763άνους καλῶς λέγοντος ηὑρέθη πατρός

764 μὲν γὰρ αυτὸν εννέπει
τέκνον, δόρει
765βούλου κρατεῖν μέν, σὺν θεῷ δ᾽ αεὶ κρατεῖν

766 δ᾽ ὑψικόμπως κἀφρόνως ημείψατο:

767πάτερ, θεοῖς μὲν κἂν μηδὲν ὼν ὁμοῦ
768κράτος κατακτήσαιτ᾽
εγὼ δὲ καὶ δίχα
769κείνων πέποιθα τοῦτ᾽ επισπάσειν κλέος

770τοσόνδ᾽ εκόμπει μῦθον
εῖτα δεύτερον
771δίας Αθάνας, ἡνίκ᾽ οτρύνουσά νιν
772ηυδᾶτ᾽ επ᾽ εχθροῖς χεῖρα φοινίαν τρέπειν,
773τότ᾽ αντιφωνεῖ δεινὸν άρρητόν τ᾽ έπος

774άνασσα, τοῖς άλλοισιν Αργείων πέλας
775ἵστω, καθ᾽ ἡμᾶς δ᾽ ούποτ᾽ εκρήξει μάχη

776τοιοῖσδέ τοι λόγοισιν αστεργῆ θεᾶς
777εκτήσατ᾽ οργήν, ου κατ᾽ άνθρωπον φρονῶν

778αλλ᾽ είπερ έστι τῇδε θἠμέρᾳ, τάχ᾽ ὰν
779γενοίμεθ᾽ αυτοῦ σὺν θεῷ σωτήριοι

780τοσαῦθ᾽ μάντις εῖφ᾽
δ᾽ ευθὺς εξ ἕδρας
781πέμπει με σοὶ φέροντα τάσδ᾽ επιστολὰς
782Τεῦκρος φυλάσσειν
ει δ᾽ απεστερήμεθα,
783ουκ έστιν ἁνὴρ κεῖνος, ει Κάλχας σοφός.

784 δαΐα Τέκμησσα, δύσμορον γένος,
785ὅρα μολοῦσα τόνδ᾽ ὁποῖ᾽ έπη θροεῖ:

786ξυρεῖ γὰρ εν χρῷ τοῦτο μὴ χαίρειν τινά

787τί μ᾽ αῦ τάλαιναν, αρτίως πεπαυμένην
788κακῶν ατρύτων, εξ ἕδρας ανίστατε

789τοῦδ᾽ εισάκουε τἀνδρός, ὡς ἥκει φέρων
790Αίαντος ἡμῖν πρᾶξιν ἣν ήλγησ᾽ εγώ

791οίμοι, τί φής, άνθρωπε
μῶν ολώλαμεν
792ουκ οῖδα τὴν σὴν πρᾶξιν, Αίαντος δ᾽ ὅτι,
793θυραῖος είπερ εστίν, ου θαρσῶ πέρι.

794καὶ μὴν θυραῖος, ὥστε μ᾽ ωδίνειν τί φής.

795εκεῖνον είργειν Τεῦκρος εξεφίεται
796σκηνῆς ὕπαυλον μη δ᾽ αφιέναι μόνον.

797ποῦ δ᾽ εστὶ Τεῦκρος, κἀπὶ τῷ λέγει τάδε

798πάρεστ᾽ εκεῖνος άρτι
τήνδε δ᾽ έξοδον
799ολεθρίαν Αίαντος ελπίζει φέρειν

800οίμοι τάλαινα, τοῦ ποτ᾽ ανθρώπων μαθών;

801τοῦ Θεστορείου μάντεως, καθ᾽ ἡμέραν
802τὴν νῦν, ὅτ᾽ αυτῷ θάνατον βίον φέρει.

803οὶ γώ, φίλοι, πρόστητ᾽ αναγκαίας τύχης,
804καὶ σπεύσαθ᾽, οἱ μὲν Τεῦκρον εν τάχει μολεῖν,
805οἱ δ᾽ ἑσπέρους αγκῶνας, οἱ δ᾽ αντηλίους
806ζητεῖτ᾽ ιόντες τἀνδρὸς έξοδον κακήν.

807έγνωκα γὰρ δὴ φωτὸς ηπατημένη
808καὶ τῆς παλαιᾶς χάριτος εκβεβλημένη

809οίμοι, τί δράσω, τέκνον
ουχ ἱδρυτέον
810αλλ᾽ εῖμι κἀγὼ κεῖσ᾽ ὅποιπερ ὰν σθένω

811χωρῶμεν, εγκονῶμεν, ουχ ἕδρας ακμὴ
812σῴζειν θέλοντας άνδρα γ᾽ ὃς σπεύδῃ θανεῖν.

813χωρεῖν ἕτοιμος, κοὐ λόγῳ δείξω μόνον:

814τάχος γὰρ έργου καὶ ποδῶν ἅμ᾽ ἕψεται

815 μὲν σφαγεὺς ἕστηκεν τομώτατος
816γένοιτ᾽ άν, εί τῳ καὶ λογίζεσθαι σχολή:

817δῶρον μὲν ανδρὸς Ἕκτορος ξένων εμοὶ
818μάλιστα μισηθέντος εχθίστου θ᾽ ὁρᾶν:

819πέπηγε δ᾽ εν γῇ πολεμίᾳ τῇ Τρῳάδι,
820σιδηροβρῶτι θηγάνῃ νεηκονής

821έπηξα δ᾽ αυτὸν εῦ περιστείλας εγώ,
822ευνούστατον τῷδ᾽ ανδρὶ διὰ τάχους θανεῖν

823οὕτω μὲν ευσκευοῦμεν
εκ δὲ τῶνδέ μοι
824σὺ πρῶτος, Ζεῦ, καὶ γὰρ εικός, άρκεσον

825αιτήσομαι δέ σ᾽ ου μακρὸν γέρας λαχεῖν

826πέμψον τιν᾽ ἡμῖν άγγελον, κακὴν φάτιν
827Τεύκρῳ φέροντα, πρῶτος ὥς με βαστάσῃ
828πεπτῶτα τῷδε περὶ νεορράντῳ ξίφει,
829καὶ μὴ πρὸς εχθρῶν του κατοπτευθεὶς πάρος
830ῥιφθῶ κυσὶν πρόβλητος οιωνοῖς θ᾽ ἕλωρ

831τοσαῦτά σ᾽, Ζεῦ, προστρέπω, καλῶ δ᾽ ἅμα
832πομπαῖον Ἑρμῆν χθόνιον εῦ με κοιμίσαι,
833ξὺν ασφαδάστῳ καὶ ταχεῖ πηδήματι
834πλευρὰν διαρρήξαντα τῷδε φασγάνῳ

835καλῶ δ᾽ αρωγοὺς τὰς αεί τε παρθένους
836αεί θ᾽ ὁρώσας πάντα τἀν βροτοῖς πάθη,
837σεμνὰς Ερινῦς τανύποδας, μαθεῖν εμὲ
838πρὸς τῶν Ατρειδῶν ὡς διόλλυμαι τάλας,
839καί σφας κακοὺς κάκιστα καὶ πανωλέθρους
840ξυναρπάσειαν, ὥσπερ εισορῶσ᾽ εμὲ
841[αὐτοσφαγῆ πίπτοντα, τὼς αυτοσφαγεῖς
842πρὸς τῶν φιλίστων εκγόνων ολοίατο.
]
843ίτ᾽, ταχεῖαι ποίνιμοί τ᾽ Ερινύες,
844γεύεσθε, μὴ φείδεσθε πανδήμου στρατοῦ

845σὺ δ᾽, τὸν αιπὺν ουρανὸν διφρηλατῶν
846Ἥλιε, πατρῴαν τὴν εμὴν ὅταν χθόνα
847ίδῃς, επισχὼν χρυσόνωτον ἡνίαν
848άγγειλον άτας τὰς εμὰς μόρον τ᾽ εμὸν
849γέροντι πατρὶ τῇ τε δυστήνῳ τροφῷ

850 που τάλαινα, τήνδ᾽ ὅταν κλύῃ φάτιν,
851ἥσει μέγαν κωκυτὸν εν πάσῃ πόλει

852αλλ᾽ ουδὲν έργον ταῦτα θρηνεῖσθαι μάτην,
853αλλ᾽ αρκτέον τὸ πρᾶγμα σὺν τάχει τινί.

854 Θάνατε Θάνατε, νῦν μ᾽ επίσκεψαι μολών

855καίτοι σὲ μὲν κἀκεῖ προσαυδήσω ξυνών

856σὲ δ᾽, φαεννῆς ἡμέρας τὸ νῦν σέλας,
857καὶ τὸν διφρευτὴν Ἥλιον προσεννέπω,
858πανύστατον δὴ κοὔποτ᾽ αῦθις ὕστερον.

859 φέγγος, γῆς ἱερὸν οικείας πέδον
860Σαλαμῖνος, πατρῷον ἑστίας βάθρον
861κλειναί τ᾽ Αθῆναι καὶ τὸ σύντροφον γένος
862κρῆναί τε ποταμοί θ᾽ οἵδε, καὶ τὰ Τρωϊκὰ
863πεδία προσαυδῶ, χαίρετ᾽, τροφῆς εμοί:

864τοῦθ᾽ ὑμὶν Αίας τοὔπος ὕστατον θροεῖ,
865τὰ δ᾽ άλλ᾽ εν Ἅιδου τοῖς κάτω μυθήσομαι

866πόνος πόνῳ πόνον φέρει

867πᾷ πᾷ
868πᾷ γὰρ ουκ έβαν εγώ

869κοὐδεὶς επίσταταί με συμμαθεῖν τόπος

870 ιδού .

871δοῦπον αῦ κλύω τινά

872ἡμῶν γε ναὸς κοινόπλουν ὁμιλίαν.

873τί οῦν δή;

874πᾶν εστίβηται πλευρὸν ἕσπερον νεῶν
875έχεις οῦν

876πόνου γε πλῆθος, κοὐδὲν εις όψιν πλέον.

877αλλ᾽ ου δὲ μὲν δὴ τὴν αφ᾽ ἡλίου βολῶν
878κέλευθον ἁνὴρ ουδαμοῦ δηλοῖ φανείς

879τίς ὰν δῆτά μοι, τίς ὰν φιλοπόνων
880ἁλιαδᾶν έχων αΰπνους άγρας,
881 τίς Ολυμπιάδων θεᾶν ῥυτῶν
884Βοσπορίων ποταμῶν, τὸν ωμόθυμον
885εί ποθι πλαζόμενον λεύσσων
886απύοι
σχέτλια γὰρ
887εμέ γε τὸν μακρῶν αλάταν πόνων
888ουρίῳ μὴ πελάσαι δρόμῳ,
889αλλ᾽ αμενηνὸν άνδρα μὴ λεύσσειν ὅπου.

891ιώ μοί μοι.

892τίνος βοὴ πάραυλος εξέβη νάπους

893ιὼ τλήμων.

894τὴν δουρίληπτον δύσμορον νύμφην ὁρῶ
895Τέκμησσαν, οίκτῳ, τῷδε συγκεκραμένην.

896ῴχωκ᾽, όλωλα, διαπεπόρθημαι, φίλοι

897τί δ᾽ έστιν

898Αίας ὅδ᾽ ἡμῖν αρτίως νεοσφαγὴς
899κεῖται, κρυφαίῳ φασγάνῳ περιπτυχής

900ώμοι εμῶν νόστων:

901ώμοι, κατέπεφνες, άναξ,
902τόνδε συνναύταν, τάλας
903 ταλαίφρων γύναι

904ὡς ὧδε τοῦδ᾽ έχοντος αιάζειν πάρα.

906τίνος ποτ᾽ ᾶρ᾽ έπραξε χειρὶ δύσμορος

907αυτὸς πρὸς αὑτοῦ, δῆλον:
εν γάρ οἱ χθονὶ
908πηκτὸν τόδ᾽ έγχος περιπετὲς κατηγορεῖ

911ώμοι εμᾶς άτας, οῖος άρ᾽ αἱμάχθης, άφαρκτος φίλων

912εγὼ δ᾽ πάντα κωφός, πάντ᾽ άϊδρις, κατημέλησα
πᾷ πᾷ
913κεῖται δυστράπελος, δυσώνυμος Αίας

914ούτοι θεατός
αλλά νιν περιπτυχεῖ
916φάρει καλύψω τῷδε παμπήδην, επεὶ
917ουδεὶς άν, ὅστις καὶ φίλος, τλαίη βλέπειν
918φυσῶντ᾽ άνω πρὸς ῥῖνας έκ τε φοινίας
919πληγῆς μελανθὲν αἷμ᾽ απ᾽ οικείας σφαγῆς.

921οίμοι, τί δράσω
τίς σε βαστάσει φίλων
922ποῦ Τεῦκρος;
ὡς ακμαῖ᾽ άν, ει βαίη, μόλοι,
923πεπτῶτ᾽ αδελφὸν τόνδε συγκαθαρμόσαι

924 δύσμορ᾽ Αίας, οἷος ὼν οἵως έχεις,
925ὡς καὶ παρ᾽ εχθροῖς άξιος θρήνων τυχεῖν.

926έμελλες, τάλας, έμελλες χρόνῳ
927στερεόφρων άρ᾽ εξανύσσειν κακὰν
928μοῖραν απειρεσίων πόνων
τοῖά μοι
931πάννυχα καὶ φαέθοντ᾽ ανεστέναζες
932ωμόφρων εχθοδόπ᾽ Ατρείδαις
933ουλίῳ σὺν πάθει

934μέγας άρ᾽ ῆν εκεῖνος άρχων χρόνος
935πημάτων, ῆμος αριστόχειρ ............

936ὅπλων έκειτ᾽ αγὼν πέρι.

937ιώ μοί μοι.

938χωρεῖ πρὸς ἧπαρ, οῖδα, γενναία δύη

939ιώ μοί μοι.

940ουδέν σ᾽ απιστῶ καὶ δὶς οιμῶξαι, γύναι,
941τοιοῦδ᾽ αποβλαφθεῖσαν αρτίως φίλου

942σοὶ μὲν δοκεῖν ταῦτ᾽ έστ᾽, εμοὶ δ᾽ άγαν φρονεῖν.

943 ξυναυδῶ

944οίμοι, τέκνον, πρὸς οἷα δουλείας ζυγὰ
945χωροῦμεν, οἷοι νῷν εφεστᾶσιν σκοποί

946ώμοι, αναλγήτων
947δισσῶν εθρόησας άναυδ᾽
948έργ᾽ Ατρειδᾶν τῷδ᾽ άχει

949αλλ᾽ απείργοι θεός

950ουκ ὰν τάδ᾽ έστη τῇδε μὴ θεῶν μέτα

951άγαν ὑπερβριθὲς γὰρ άχθος ήνυσαν

952τοιόνδε μέντοι Ζηνὸς δεινὴ θεὸς
953Παλλὰς φυτεύει πῆμ᾽ Οδυσσέως χάριν.

954 ῥα κελαινώπαν θυμὸν εφυβρίζει πολύτλας ανήρ,
956γελᾷ δὲ τοῖσδε μαινομένοις άχεσιν πολὺν γέλωτα, φεῦ φεῦ,
957ξύν τε διπλοῖ βασιλῆς κλύοντες Ατρεῖδαι.

961οἱ δ᾽ οῦν γελώντων κἀπιχαιρόντων κακοῖς
962τοῖς τοῦδ᾽:
ίσως τοι, κεἰ βλέποντα μὴ πόθουν,
963θανόντ᾽ ὰν οιμώξειαν εν χρείᾳ δορός

964οἱ γὰρ κακοὶ γνώμαισι τἀγαθὸν χεροῖν
965έχοντες ουκ ίσασι, πρίν τις εκβάλῃ

966εμοὶ πικρὸς τέθνηκεν κείνοις γλυκύς,
967αὑτῷ δὲ τερπνός
ὧν γὰρ ηράσθη τυχεῖν
968εκτήσαθ᾽ αὑτῷ, θάνατον ὅνπερ ήθελεν

969τί δῆτα τοῦδ᾽ επεγγελῷεν ὰν κάτα

970θεοῖς τέθνηκεν οὗτος, ου κείνοισιν, ού

971πρὸς ταῦτ᾽ Οδυσσεὺς εν κενοῖς ὑβριζέτω

972Αίας γὰρ αυτοῖς ουκέτ᾽ εστίν, αλλ᾽ εμοὶ
973λιπὼν ανίας καὶ γόους διοίχεται

974ιώ μοί μοι.

975 σίγησον
αυδὴν γὰρ δοκῶ Τεύκρου κλύειν
976βοῶντος άτης τῆσδ᾽ επίσκοπον μέλος

977 φίλτατ᾽ Αίας, ξύναιμον όμμ᾽ εμοί,
978ᾶρ᾽ ημπόληκας, ὥσπερ φάτις κρατεῖ

979όλωλεν ἁνήρ, Τεῦκρε, τοῦτ᾽ επίστασο

980ώμοι βαρείας ᾶρα τῆς εμῆς τύχης.

981ὡς ὧδ᾽ εχόντων
982 τάλας εγώ, τάλας.

983πάρα στενάζειν.

984 περισπερχὲς πάθος.

985άγαν γε, Τεῦκρε.

986φεῦ τάλας:
τί γὰρ τέκνον
987τὸ τοῦδε, ποῦ μοι γῆς κυρεῖ τῆς Τρῳάδος;
μόνος παρὰ σκηναῖσιν.
986ουχ ὅσον τάχος
987δῆτ᾽ αυτὸν άξεις δεῦρο, μή τις ὡς κενῆς
988σκύμνον λεαίνης δυσμενῶν αναρπάσῃ;

989ίθ᾽, εγκόνει, σύγκαμνε
τοῖς θανοῦσί τοι
990φιλοῦσι πάντες κειμένοις επεγγελᾶν
καὶ μὴν έτι ζῶν, Τεῦκρε, τοῦδέ σοι μέλειν
991εφίεθ᾽ ἁνὴρ κεῖνος, ὥσπερ οῦν μέλει

992 τῶν ἁπάντων δὴ θεαμάτων εμοὶ
993άλγιστον ὧν προσεῖδον οφθαλμοῖς εγώ,
994ὁδός θ᾽ ὁδῶν πασῶν ανιάσασα δὴ
995μάλιστα τοὐμὸν σπλάγχνον, ἣν δὴ νῦν έβην.

996 φίλτατ᾽ Αίας, τὸν σὸν ὡς επῃσθόμην
997μόρον διώκων κἀξιχνοσκοπούμενος.

998οξεῖα γάρ σου βάξις ὡς θεοῦ τινος
999διῆλθ᾽ Αχαιοὺς πάντας ὡς οίχει θανών.

1000ἁγὼ κλύων δύστηνος εκποδὼν μὲν ὼν
1001ὑπεστέναζον, νῦν δ᾽ ὁρῶν απόλλυμαι

1002 οίμοι .

1003ίθ᾽, εκκάλυψον, ὡς ίδω τὸ πᾶν κακόν

1004 δυσθέατον όμμα καὶ τόλμης πικρᾶς,
1005ὅσας ανίας μοι κατασπείρας φθίνεις

1006ποῖ γὰρ μολεῖν μοι δυνατόν, εις ποίους βροτούς,
1007τοῖς σοῖς αρήξαντ᾽ εν πόνοισι μηδαμοῦ;

1008 πού με Τελαμών, σὸς πατὴρ εμός θ᾽ ἅμα,
1009δέξαιτ᾽ ὰν ευπρόσωπος ἵλεώς τ᾽ ίσως
1010χωροῦντ᾽ άνευ σοῦ
πῶς γὰρ ούχ; ὅτῳ πάρα
1011μη δ᾽ ευτυχοῦντι μηδὲν ἥδιον γελᾶν.

1012οὗτος τί κρύψει
ποῖον ουχ ερεῖ κακὸν
1013τὸν εκ δορὸς γεγῶτα πολεμίου νόθον,
1014τὸν δειλίᾳ προδόντα καὶ κακανδρίᾳ
1015σέ, φίλτατ᾽ Αίας, δόλοισιν, ὡς τὰ σὰ
1016κράτη θανόντος καὶ δόμους νέμοιμι σούς

1017τοιαῦτ᾽ ανὴρ δύσοργος, εν γήρᾳ βαρύς,
1018ερεῖ, πρὸς ουδὲν εις έριν θυμούμενος

1019τέλος δ᾽ απωστὸς γῆς απορριφθήσομαι,
1020δοῦλος λόγοισιν αντ᾽ ελευθέρου φανείς

1021τοιαῦτα μὲν κατ᾽ οῖκον:
εν Τροίᾳ δέ μοι
1022πολλοὶ μὲν εχθροί, παῦρα δ᾽ ωφελήσιμα.

1023καὶ ταῦτα πάντα σοῦ θανόντος ηὑρόμην

1024οίμοι, τί δράσω
πῶς σ᾽ αποσπάσω πικροῦ
1025τοῦδ᾽ αιόλου κνώδοντος, τάλας, ὑφ᾽ οὗ
1026φονέως άρ᾽ εξέπνευσας;
εῖδες ὡς χρόνῳ
1027έμελλέ σ᾽ Ἕκτωρ καὶ θανὼν αποφθίσειν

1028σκέψασθε, πρὸς θεῶν, τὴν τύχην δυοῖν βροτοῖν

1029Ἕκτωρ μέν, δὴ τοῦδ᾽ εδωρήθη πάρα,
1030ζωστῆρι πρισθεὶς ἱππικῶν εξ αντύγων
1031εκνάπτετ᾽ αιέν, έστ᾽ απέψυξεν βίον

1032οὗτος δ᾽ εκείνου τήνδε δωρεὰν έχων
1033πρὸς τοῦδ᾽ όλωλε θανασίμῳ πεσήματι

1034ᾶρ᾽ ουκ Ερινὺς τοῦτ᾽ εχάλκευσεν ξίφος
1035κἀκεῖνον Ἅιδης, δημιουργὸς άγριος;

1036εγὼ μὲν οῦν καὶ ταῦτα καὶ τὰ πάντ᾽ αεὶ
1037φάσκοιμ᾽ ὰν ανθρώποισι μηχανᾶν θεούς

1038ὅτῳ δὲ μὴ τάδ᾽ εστὶν εν γνώμῃ φίλα,
1039κεῖνός τ᾽ εκεῖνα στεργέτω κἀγὼ τάδε.

1040μὴ τεῖνε μακράν, αλλ᾽ ὅπως κρύψεις τάφῳ
1041φράζου τὸν άνδρα χὤ τι μυθήσει τάχα.

1042βλέπω γὰρ εχθρὸν φῶτα, καὶ τάχ᾽ ὰν κακοῖς
1043γελῶν δὴ κακοῦργος εξίκοιτ᾽ ανήρ.

1044τίς δ᾽ εστὶν ὅντιν᾽ άνδρα προσλεύσσεις στρατοῦ

1045Μενέλαος, δὴ τόνδε πλοῦν εστείλαμεν.

1046 ὁρῶ
μαθεῖν γὰρ εγγὺς ὼν ου δυσπετής.
1047οὗτος, σὲ φωνῶ τόνδε τὸν νεκρὸν χεροῖν
1048μὴ συγκομίζειν, αλλ᾽ εᾶν ὅπως έχει

1049τίνος χάριν τοσόνδ᾽ ανήλωσας λόγον

1050δοκοῦντ᾽ εμοί, δοκοῦντα δ᾽ ὃς κραίνει στρατοῦ.

1051ούκουν ὰν είποις ἥντιν᾽ αιτίαν προθείς

1052ὁθούνεκ᾽ αυτὸν ελπίσαντες οίκοθεν
1053άγειν Αχαιοῖς ξύμμαχόν τε καὶ φίλον,
1054εξηύρομεν ζητοῦντες εχθίω Φρυγῶν:

1055ὅστις στρατῷ ξύμπαντι βουλεύσας φόνον
1056νύκτωρ επεστράτευσεν, ὡς ἕλοι δόρει

1057κεἰ μὴ θεῶν τις τήνδε πεῖραν έσβεσεν,
1058ἡμεῖς μὲν ὰν τήνδ᾽ ἣν ὅδ᾽ είληχεν τύχην
1059θανόντες ὰν προυκείμεθ᾽ αισχίστῳ μόρῳ,
1060οὗτος δ᾽ ὰν έζη
νῦν δ᾽ ενήλλαξεν θεὸς
1061τὴν τοῦδ᾽ ὕβριν πρὸς μῆλα καὶ ποίμνας πεσεῖν

1062ὧν εἵνεκ᾽ αυτὸν ούτις έστ᾽ ανὴρ σθένων
1063τοσοῦτον ὥστε σῶμα τυμβεῦσαι τάφῳ,
1064αλλ᾽ αμφὶ χλωρὰν ψάμαθον εκβεβλημένος
1065όρνισι φορβὴ παραλίοις γενήσεται.

1066πρὸς ταῦτα μηδὲν δεινὸν εξάρῃς μένος

1067ει γὰρ βλέποντος μὴ δυνήθημεν κρατεῖν,
1068πάντως θανόντος γ᾽ άρξομεν, κἂν μὴ θέλῃς,
1069χερσὶν παρευθύνοντες
ου γὰρ έσθ᾽ ὅπου
1070λόγων γ᾽ ακοῦσαι ζῶν ποτ᾽ ηθέλησ᾽ εμῶν

1071καίτοι κακοῦ πρὸς ανδρὸς όντα δημότην
1072μηδὲν δικαιοῦν τῶν εφεστώτων κλύειν

1073ου γάρ ποτ᾽ ού τ᾽ ὰν εν πόλει νόμοι καλῶς
1074φέροιντ᾽ άν, ένθα μὴ καθεστήκῃ δέος,
1075ού τ᾽ ὰν στρατός γε σωφρόνως άρχοιτ᾽ έτι,
1076μηδὲν φόβου πρόβλημα μη δ᾽ αιδοῦς έχων

1077αλλ᾽ άνδρα χρή, κἂν σῶμα γεννήσῃ μέγα,
1078δοκεῖν πεσεῖν ὰν κἂν απὸ σμικροῦ κακοῦ.

1079δέος γὰρ πρόσεστιν αισχύνη θ᾽ ὁμοῦ,
1080σωτηρίαν έχοντα τόνδ᾽ επίστασο

1081ὅπου δ᾽ ὑβρίζειν δρᾶν θ᾽ βούλεται παρῇ,
1082ταύτην νόμιζε τὴν πόλιν χρόνῳ ποτὲ
1083εξ ουρίων δραμοῦσαν εις βυθὸν πεσεῖν.

1084αλλ᾽ ἑστάτω μοι καὶ δέος τι καίριον,
1085καὶ μὴ δοκῶμεν δρῶντες ἃν ἡδώμεθα
1086ουκ αντιτίσειν αῦθις ὰν λυπώμεθα

1087ἕρπει παραλλὰξ ταῦτα
πρόσθεν οὗτος ῆν
1088αίθων ὑβριστής, νῦν δ᾽ εγὼ μέγ᾽ αῦ φρονῶ

1089καί σοι προφωνῶ τόνδε μὴ θάπτειν, ὅπως
1090μὴ τόνδε θάπτων αυτὸς εις ταφὰς πέσῃς

1091Μενέλαε, μὴ γνώμας ὑποστήσας σοφὰς
1092εῖτ᾽ αυτὸς εν θανοῦσιν ὑβριστὴς γένῃ

1093ουκ άν ποτ᾽, άνδρες, άνδρα θαυμάσαιμ᾽ έτι,
1094ὃς μηδὲν ὼν γοναῖσιν εῖθ᾽ ἁμαρτάνει,
1095ὅθ᾽ οἱ δοκοῦντες ευγενεῖς πεφυκέναι
1096τοιαῦθ᾽ ἁμαρτάνουσιν εν λόγοις έπη

1097άγ᾽ είπ᾽ απ᾽ αρχῆς αῦθις, σὺ φὴς άγειν
1098τόνδ᾽ άνδρ᾽ Αχαιοῖς